ὠφελεῖ· μετὰ δὲ κονίας ποθεὶς ὠφελεῖ τὰ αἰφνίδια σπάσματα καὶ ῥήγματα· διαλύεται δὲ εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἄρτῳ θερμῷ. τὸ δὲ ὀπόφυλλον αὐτοῦ τὰ αὐτὰ ποιεῖ, παρὰ πολὺ δὲ ἔλασσον· ἐσθίεται δὲ μετ᾿ 1 2 3 ὀξυμέλιτος ἁρμόζον τοῖς περὶ ἀρτηρίαν, μάλιστα δὲ ἀποκοπεῖσιν ἤχοις. χρῶνται δὲ αὐτῷ καὶ μετὰ θριδάκων ἐσθίοντες ἀντὶ εὐζώμου.
παρομοία σιλφίῳ, ἧττον δὲ παχεῖα καὶ δριμεῖα καὶ χαύνη καὶ ὀπὸν μὴ ἔχουσα, ποιοῦσα δὲ τὰ αὐτὰ τῷ σιλφίῳ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.