μελικράτου ὠφέλιμον, εὐχρουστέρους τε ποιεῖ λαμβανόμενος ἐν διαίτη, βηχί τε ἁρμόζει ἐν ᾠῷ ῥοφητῷ διδόμενος, πλευριτικοῖς δὲ ἐν ῥοφήματι, ἰκτερικοῖς τε καὶ ὑδρωπικοῖς ὠφελίμως δίδοται μετὰ σύκων ξηρῶν. λύει καὶ ῥίγη σὺν πεπέρει καὶ πηγάνῳ καὶ οἴνῳ ποθείς, τετανικοῖς τε καὶ ὀπισθοτονικοῖς ὀβολοῦ ὁλκὴν
κηρῷ περιπλάσας δίδου καταπίνειν, βδέλλας τε τὰς προσισχομένας τῇ καταπόσει ἀναγαργαριζόμενος μετ᾿ ὄξους ἀποβάλλει. καὶ τοῖς γάλα τεθρομβωμένον ἔνδον ποιοῦσι καὶ ἐπιληπτικοῖς μετ᾿ ὀξυμέλιτος ληφθεὶς βοηθεῖ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.