δὲ τὰ πρόσφατα οἰδήματα καὶ φλεγμονὰς καὶ σκληρίας διαφορεῖ τραύματά τε ἄχρι ἀπουλώσεως ἄγει, ξυσθεῖσα δὲ καὶ προστεθεῖσα ἐξαμβλώσκει. καὶ τὸ σπέρμα δὲ αὐτοῦ πρὸς νεφροὺς καὶ σπλῆνα καὶ κύστιν ἁρμόζει· ἄγει δὲ καὶ δεύτερα καὶ ἔμμηνα, πρός τε ἰσχιάδας μετ᾿ οἴνου πινόμενον ἁρμόζει καὶ στομάχου ἐμπνευματώσεις
πραΰνει. ἔστι δὲ καὶ ἱδρωτοποιόν, ἐρευκτικόν, πινόμενον ἰδίως πρὸς ὕδρωπας καὶ περιόδους.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.