θλίβων. καὶ ἔσται τὸ μὲν πρῶτον ἐκπιεσθὲν ἄριστον, ἐχόμενον δὲ τὸ ἑξῆς, τρίτον δὲ τὸ τελευταῖον. καὶ πάλιν λαβὼν χίλια κρίνα καὶ ἀποφυλλίσας διάθες καὶ ἐπιχέας τὸ πρῶτον ἐξιπωθὲν μεθόδευε, τὰ αὐτὰ ποιῶν ὥσπερ ἐποίεις ἐπὶ τοῦ πρώτου, καρδάμωμον παραμίσγων, εἶτα ἐξίπου καὶ ποίει τὰ αὐτὰ
ἐπὶ τοῦ δευτέρου καὶ τρίτου, ὡς εἴρηται, προσεμβάλλων καὶ τὸ καρδάμωμον, καὶ ὁσάκις ἂν ἀποβρέξῃς νεαρὰ κρίνα, δυναμικώτερον ἕξεις τὸ μύρον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.