κρόκου καὶ κιναμώμου τὸ ἴσον κόψας σήσας ἔμβαλε εἰς τὸν λουτῆρα μεθʼ ὕδατος καὶ ἐπίχει τὸ πρῶτον ἐκπιεσθὲν μύρον, 1 εἶτα ἐάσας μικρὸν ἀναλάμβανε εἰς ἀγγεῖα ξηρά, προκεχρισμένα κόμμει καὶ σμύρνῃ καὶ κρόκῳ καὶ μέλιτι μεθʼ ὕδατος διειμένοις· τὸ δʼ αὐτὸ ποίει καὶ ἐπὶ τοῦ δευτέρου ἐκπιέσματος καὶ τοῦ τρίτου.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.