ὡς τὸ ῥόδινον, συνθερμαινόμενον δὲ ἀναζεῖ καὶ σήπεται. μετάγγιζε δὲ πλεονάκις εἰς ἕτερα ἀγγεῖα μέλιτι κατακεχρισμένα, προσπάσσων ἅλας λεπτοὺς καὶ τὴν συλλεγομένην ἀκαθαρσίαν ἐπιμελῶς ἀφαιρῶν. μετεράσας δὲ ἐκ τοῦ κυρτιδίου τὸ ἐξιπωθὲν ἄρωμα εἰς τὸν λουτῆρα πάλιν ἐπίχει τοῦ ήρωματισμένου ἐλαίου
τὸ ἴσον πλῆθος τῷ προτέρῳ καὶ καρδαμώμου κεκομμένου συνέμβαλε ὁλκὰς δέκα, καὶ ἀνακινήσας χρησίμως ταῖς χερσὶ καὶ ἐπισχὼν μικρὸν ἐξίπου, τὸ ἀπορρέον ἀποκαθαίρων.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.