τὸ πρόσφατον καὶ λεπτόκαρφον καὶ πυρρόν, εὐῶδες, βραχὺ πνέον ὀποβαλσάμου. τοῦ δὲ καρποῦ — καὶ γὰρ τούτου ἡ χρῆσις ἀναγκαία — ἐκλέγου τὸν ξανθόν, πλήρη, μέγαν, βαρύν, δάκνοντα τὴν γεῦσιν καὶ πυροῦντα, μετρίως παραπνέοντα τοῦ ὀποβαλσάμου. φέρεται δέ τι ἀπὸ τῆς Πέτρας, ᾧ δολίζουσι τὸν
καρπόν, σπέρμα ὑπερικῷ ὅμοιον, ὅπερ γνώσῃ ἐκ τοῦ μεῖζόν τε εἶναι καὶ κενὸν καὶ ἀδύναμον, πεπερίζον τῇ γεύσει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.