οἱ μὰν γὰρ χρίσματα μίσγουσιν αὐτῷ ὡς τὸ τερεβίνθινον, κύπρινον, σχίνινον, σούσινον, βαλάνινον, μετώπιον, μέλι, κηρωτὴν μυρσίνην ἢ κυπρίνην ὑγρὰν λίαν. διελέγχεται δὲ εὐχερῶς ὁ τοιοῦτος· ἐπισταγεὶς γὰρ ὁ ἀκέραιος εἰς ἐριοῦν ὕφος καὶ ἐκπλυθεὶς κηλίδα οὐ ποιεῖ οὐδὲ σπίλον, ὁ δὲ δεδολωμένος
1 2 3 4 5 προσμένει, καὶ γάλακτι δὲ ἐπισταγεὶς πήγνυσι τοῦτο, ὅπερ ὁ δεδολωμένος οὐ δρᾷ. ἔτι ὁ ἀκέραιος ἐπιχυθεὶς γάλακτι ἢ ὕδατι χεῖται ταχέως καὶ γαλακτοῦται, ὁ δὲ δεδολωμένος ἐπιπλεῖ καθάπερ ἔλαιον συστρεφόμενος καὶ διαχεόμενος ἀστεροειδῶς· τῷ
μέντοι χρόνῳ καὶ ὁ ἀκέραιος ἑαυτοῦ παχυνόμενος χείρων γίνεται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.