τινα αὐλῶνα, διαφέρον αὐτὸ ἑαυτοῦ τραχύτητι καὶ μήκει καὶ ἰσχνότητι. λέγεται γοῦν τὸ λεπτὸν καὶ τριχῶδες τοῦ θάμνου εὐθέριστον, ἴσως διὰ τὸ εὐχερῶς θερίζεσθαι ἰσχνὸν ὄν.
ὡς καθ᾿ ἕκαστον ἔτος μὴ πλεῖον ἓξ ἢ ἑπτὰ χόας συναθροίζεσθαι· πωλεῖται δὲ ἐν τῷ τόπῳ τούτῳ ὁ σταθμὸς αὐτοῦ πρὸς διπλοῦν ἀργύριον.
οἱ μὰν γὰρ χρίσματα μίσγουσιν αὐτῷ ὡς τὸ τερεβίνθινον, κύπρινον, σχίνινον, σούσινον, βαλάνινον, μετώπιον, μέλι, κηρωτὴν μυρσίνην ἢ κυπρίνην ὑγρὰν λίαν. διελέγχεται δὲ εὐχερῶς ὁ τοιοῦτος· ἐπισταγεὶς γὰρ ὁ ἀκέραιος εἰς ἐριοῦν ὕφος καὶ ἐκπλυθεὶς κηλίδα οὐ ποιεῖ οὐδὲ σπίλον, ὁ δὲ δεδολωμένος
1 2 3 4 5 προσμένει, καὶ γάλακτι δὲ ἐπισταγεὶς πήγνυσι τοῦτο, ὅπερ ὁ δεδολωμένος οὐ δρᾷ. ἔτι ὁ ἀκέραιος ἐπιχυθεὶς γάλακτι ἢ ὕδατι χεῖται ταχέως καὶ γαλακτοῦται, ὁ δὲ δεδολωμένος ἐπιπλεῖ καθάπερ ἔλαιον συστρεφόμενος καὶ διαχεόμενος ἀστεροειδῶς· τῷ
μέντοι χρόνῳ καὶ ὁ ἀκέραιος ἑαυτοῦ παχυνόμενος χείρων γίνεται.
τὸ πρόσφατον καὶ λεπτόκαρφον καὶ πυρρόν, εὐῶδες, βραχὺ πνέον ὀποβαλσάμου. τοῦ δὲ καρποῦ — καὶ γὰρ τούτου ἡ χρῆσις ἀναγκαία — ἐκλέγου τὸν ξανθόν, πλήρη, μέγαν, βαρύν, δάκνοντα τὴν γεῦσιν καὶ πυροῦντα, μετρίως παραπνέοντα τοῦ ὀποβαλσάμου. φέρεται δέ τι ἀπὸ τῆς Πέτρας, ᾧ δολίζουσι τὸν
καρπόν, σπέρμα ὑπερικῷ ὅμοιον, ὅπερ γνώσῃ ἐκ τοῦ μεῖζόν τε εἶναι καὶ κενὸν καὶ ἀδύναμον, πεπερίζον τῇ γεύσει.
καὶ δεύτερα καὶ ἔμβρυα, καὶ ῥίγη συγχρισθεὶς λύει· καθαίρει δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ πεπτικὸς καὶ οὐρητικὸς πινόμενος, δυσπνοοῦσιν ἁρμόζων καὶ τοῖς ἀκόνιτον πεπωκόσι μετὰ γάλακτος καὶ θηριοδήκτοις μείγνυται δὲ καὶ ἀκόποις καὶ μαλάγμασι καὶ ἀντιδότοις, καὶ καθόλου δραστικωτάτην
ἔχει τὴν δύναμιν ὁ ὀπὸς τοῦ βαλσάμου, δευτέραν δὲ ὁ καρπός, 6 7 8 ἐλαχίστην δὲ τὸ ξῦλον.
ἐπισπώμενος ὑγρασίαν. τὸ δὲ ξύλον τὴν αὐτὴν ἔχει δύναμιν τῷ καρπῷ, ἥσσονα μέντοι. βοηθεῖ δὲ ἀφεψηθὲν ἐν ὕδατι καὶ πινόμενον ἀπεψίαις, στρόφοις, θηριοδήκτοις, σπωμένοις, οὖρά τε ἄγει καὶ πρὸς τὰ ἐν τῇ κεφαλῇ τραύματα μετὰ ἴριδος ἁρμόζει ξηρᾶς· ἀνάγει δὲ καὶ λεπίδας. μείγνυται δὲ καὶ εἰς τὰ τῶν
μύρων στύμματα.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.