LIBER IV. 〈ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΕΤΑΙΡΙΚΑΙ.〉
1 [fragam. 3]. 〈Φρύνη Πραξιτέλει.〉
ἐν τεμένει. μέση γὰρ ἕστηκα[ἐπὶ] τῆς 〈σῆς〉 Ἀφροδίτης καὶ τοῦ Ἔρωτος ἅμα τοῦ σοῦ. μὴ φθονήσῃς δέ μοι τῆς τιμῆς· οἱ γὰρ ἡμᾶς θεασάμενοι ἐπαινοῦσι Πραξι- τέλη, καὶ ὅτι τῆς σῆς τέχνης γέγονα οὐκ ἀδοξοῦσί με θεσπιεῖς μέσην κεῖσθαι θεῶν. ἓν ἔτι τῇ δωρεῷ λείπει,
ἐλθεῖν σε πρὸς ἡμᾶς, ἵνα ἐν τῷ τεμένει μετ᾿ ἀλλήλων κατακλινῶμεν. οὐ μιανοῦμεν γὰρ τούς θεοὺς οὓς αὐτοὶ πεποιήκαμεν. ἔρρωσο.
2 [I 29]. Γλυκέρα Βακχίδι.
πολλάκις ἀποδημεῖν εἰωθότα. οὐδʼ ὅπως αὐτὸν παρεγ- γυήσω μέλλοντα ἐπιδημεῖν ἔχω, οὐδʼ ὅπως μή. βού- λομαι μὲν αὐτὸν σπουδασθῆναι ὑυπὸ σοῦ, κἀμοί τινα φέρειν φιλοτιμίαν τοῦτο λογίζομαι· οἶδε γὰρ τὴν οὖσαν
ἡμῖν ἑταιρίαν πρὸς ἀλλήλας· δέδοικα δέ, ὦ φιλτάτη,
οὐ 〈σὲ〉 τοσοῦτον — χρηστοτέρῳ γὰρ ἤθει κέχρησαι τοῦ βίου — ὅσον αὐτὸν ἐκεῖνον. ἐρωτικὸς γάρ ἐστι δαιμονίως, καὶ Βακχίδος οὐδʼ ἂν τῶν σκυθρωποτάτων
τις ἀπόσχοιτο. τὸ μὲν γὰρ δοκεῖν αὐτὸν οὐκ ἔλαττον τοῦ σοὶ ἐντυχεῖν ἢ τῶν Ἰσθμίων ἕνεκεν τὴν ἀποδή-
μησιν πεποιῆσθαι, οὐ πάνυ πείθομαι. ἴσως αἰτιάσῃ με τῆς ὑποψίας. συγγίνωσκε δὲ ταῖς ἑταιρικαῖς, ὦ φιλτάτη, ζηλοτυπίαις. ἐγὼ δʼ οὐ παρὰ μικρὸν ἂν
ἡγοίμην Μενάνδρου διαμαρτεῖν ἐραστοῦ. ἄλλως τε 3 4 κἄν μοι κνισμός τις πρὸς αὐτὸν ἢ διαφορὰ γένηται, δεήσει με ἐπὶ τῆς σκηνῆς ὑπὸ Χρέμητός τινος ἢ Φ〈ε〉 ι- δύλου πικρῶς λοιδορεῖσθαι. ἐὰν δʼ ἐπανέλθῃ μοι οἷος ᾤχετο, πολλὴν εἴσομαί σοι χάριν. ἄρρωσο.
3 [I 30]
Βακχὶς Ὑπερ〈ε〉ἱδῃ.
ἀργύριον οὐ τυγχάνομεν ἢ τοῖς διδοῦσιν [αἱ] τυγχάνου- σαι ἀσεβείας κριθησόμεθα, πεπαῦσθαι κρεῖττον ἡμῖν τοῦ βίου τούτου καὶ μηκέτι ἔχειν πράγματα μηδὲ τοῖς ὁμιλοῦσι παρέχειν. νῦν δʼ οὐκέτι τὸ ἑταιρεῖν αἰτια-
σόμεθα ὅτι πονηρὸς Εὐθίας ἐραστὴς εὑρέθη, ἀλλʼ ὅτι
ἐπιεικὴς Ὑπερ〈ε〉ίδης ζηλώσομεν. πολλὰ τοίνυν 〈κ〉ἀ- γαθὰ γένοιτό σοι τῆς φιλανθρωπίας. καὶ γὰρ ἑταίραν
χρηστὴν σεαυτῷ περιεσώσω, καὶ ἡμᾶς ἀμειψομένας σε ἀντʼ ἐκείνης παρεσκεύασας. εἰ δὲ δὴ καὶ τὸν λόγον γράψαις τὸν ὑπὲρ τῆς Φρύνης, τότε ἂν ὡς ἀληθῶς
χρυσοῦν αἱ ἑταῖραί 〈σε〉 στήσαιμεν ὅπῃ ποτὲ βούλει τῆς Ἑλλάδος.
4 [Ι 31]. Βακχὶς Φρύνῃ.
σε οὐκ ἐν ταῖς Ἀθήναις μόνον, ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι
ἁπάσῃ ὁ ἀγὼν ἐκεῖνος πεποίηκεν. Εὐθίας μὲν οὖν ἱκανὴν τιμωρίαν δώσει τῆς σῆς ὁμιλίας στερούμενος· ὑπὸ γὰρ ὀργῆς μοι δοκεῖ κινηθεὶς διὰ τὴν ἔμφυτον ἀμαθίαν ὑπερᾶραι τὸ μέτρον τῆς ἐρωτικῆς ζηλοτυπίας.
καὶ νῦν ἐκεῖνον ἐρῶντα μᾶλλον εὖ ἴσθι ἢ Ὑπερ〈ε〉ίδην.
ὁ μὲν γὰρ διὰ τὴν τῆς συνηγορίας χάριν δῆλός ἐστι σπουδάζεσθαι βουλόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν, ὁ δὲ τῷ ἀποτεύγματι τῆς δίκης παρώξυνται. προσδέχου δὴ πάλιν ἀπʼ αὐτοῦ δεήσεις καὶ λιτανείας καὶ πολύ
χρυσίον. μὴ δὴ καταδιαιτήσῃς ἡμῶν, ὦ φιλτάτη, τῶν ἑταιρῶν, μηδʼ Ὑπερ〈ε〉ίδην κακῶς δόξαι βεβουλεῦσθαι ποιήσῃς τὰς Εὐθίου ἱκεσίας προσιεμένη, μηδὲ τοῖς λέγουσί σοι ὅτι, εἰ μὴ τὸν χιτωνίσκον περιρρηξαμένη τὰ μαστάρια τοῖς δικασταῖς ἐπέδειξας, οὐδὲν 〈ἂν〉 ὁ
8 9 ῥήτωρ ὠφέλει, πείθου. καὶ γὰρ αὐτὸ τοῦτο ἵνα ἐν καιρῷ γένηταί σοι ἡ ἐκείνου παρέσχε συνηγορία.
5 [I 32]. Βακχὶς Μυρρίνῃ.
Ἀφροδίτη, ἀλλʼ Εὐθίας σοι ὃν νῦν περιέπεις συγκατα- βιῴη. τάλαινα γυνὴ τῆς ἀνοίας, ἥτις τῷ τοιούτῳ θη- ρίφ προσέφθαρσαι. πλὴν ἴσως τῷ κάλλει πεπίστευκας·
Μυρρίνην γὰρ στέρξει δῆλον ὅτι Φρύνην ὑπεριδών. ἀλλʼ ἔοικας κνίσαι τὸν Ὑπερ〈ε〉ίδην βεβουλῆσθαι ὡς
ἔλαττόν σοι νῦν προσέχοντα. κἀκεῖνος ἑταίραν ἄχει ἀξίαν ἑαυτοῦ καὶ σὺ ἐραστὴν σοὶ πρέποντα. αἴτησόν
τι παῤ αὐτοῦ, καὶ ὄψει σεαυτὴν ἢ τὰ νεώρια ἐμπε- πρηκυῖαν ἢ τοὺς νόμους καταλύουσαν. ἴσθι γοῦν ὅτι παρὰ πάσαις ἡμῖν ταῖς τὴν φιλανθρωποτέραν Ἀφροδίτην
προτιμώσαις μεμίσησαι.
6 [I 33]. θαῖς θεττάλῃ.
ιέμην. ἡ δὲ καλῶς ἡμᾶς ἀντὶ τούτων ἠμείψατο τῇ
κακίστʼ ἀπολουμένῃ Μεγάρᾳ χαρίζεσθαι θέλουσα. πρὸς ἐκείνην δʼ ἦν τις παλαιά μοι διὰ Στράτωνα ὑπόνοια· [ἀλλὰ] ταύτην μὲν 〈οὖν〉 οὐδὲν ᾤμην ποιεῖν παράλογον
κακῶς λέγουσάν με. Ἁλῷα δʼ ἦν, κἀπὶ τὴν παννυχίδα πᾶσαι, ὥσπερ ἦν εἰκός, παρῆμεν. ἐθαύμαζον δὲ τῆς
Εὐξίππης τὴν ἀγερωχίαν· τὸ μὲν γὰρ πρῶτον κιχλίζουσα μετʼ ἐκείνης καὶ μωκωμένη τὴν δυσμένειαν ἐνεδείκνυτο, εἶτα φανερῶς ποιημάτια ᾖδεν εἰς τὸν οὐκέθʼ ἡμῖν
προσέχοντα ἐραστήν. κἀπὶ τούτοις μὲν ἧττον ἤλγουν· ἀπαναισχυντήσασα δὲ εἰς τὸ φῦκός με καὶ τὸν παιδέ-
ρωτα ἔσκωπτεν. ἐδόκει δέ μοι πάνυ κακῶς πράττειν ὡς μηδὲ κάτοπτρον κεκτῆσθαι· εἰ γὰρ εἶδεν ἑαυτὴν χρῶμα σανδαράχης ἔχουσαν, οὐκ ἂν ἡμᾶς εἰς ἀμορφίαν
ἐβλασφήμει. ἐμοὶ μὲν οὖν βραχύ μέλει περὶ τούτων· ἀρέσκειν γὰρ τοῖς ἐρασταῖς, οὐχὶ Μεγάρᾳ καὶ Εὐξίππῃ
βούλομαι ταῖς πιθήκοις. δεδήλωκα δέ σοι ἵνα μή μέ τι μέμψῃ. ἀμυνοῦμαι γὰρ αὐτὰς οὐκ ἐν σκώμμασιν οὐδὲ βλασφημίαις, ἀλλʼ ἐν οἷς μάλιστα ἀνιάσονται. προσκυνέῶ δὲ τὴν Νέμεσιν.
7 [Ι 34]. Θαῒς Εὐθυδήμῳ.
μ〈ε〉ιαν σοβεῖς, τὴν δὲ ἡμετέραν οἰκίαν ὡς οὐδὲ ἰδὼν πρότερον παρέρχῃ. ἐμάνης Εὐθύδημε, 〈ἢ〉 οὐκ οἶδας
οἷός ἐστιν ὁ σοφιστὴς οὗτος ὁ ἐσκυθρωπακὼς καὶ τοὺς θαυμαστοὺς τούτους διεξιὼν πρὸς ὑμᾶς λόγους. ἀλλʼ ἐμοὶ μὲν πράγματα πόσος ἐστὶν οἴει χρόνος ἐξ οὗ
παρέχει βουλόμενος ἐντυχεῖν; προσφθείρεται δὲ Ἑρ-
πυλ〈λ〉ίδι τῇ Μεγάρας ἅβρᾳ. τότε μὲν οὖν αὐτὸν οὐ προσιέμην, σὲ γὰρ περιβάλλουσα κοιμᾶσθαι μᾶλλον ἐβουλόμην ἢ τὸ παρὰ πάντων σοφιστῶν χρυσίον 〈ἔχειν〉. ἐπεὶ δέ σε ἀποτρέπειν ἔοικε τῆς μεθʼ ἡμῶν συνηθείας,
ὑποδέξομαι αὐτὸν καί, εἰ βούλει, τὸν διδάσκαλον του- τονὶ τὸν μισογύναιον ἐπιδείξω σοι νυκτὸς οὐκ ἀρκού- μενον ταῖς συνήθεσιν ἡδοναῖς. λῆρος ταῦτά ἐστι καὶ
τῦφος καὶ ἐργολάβεια μειρακίων, ὦ ἀνόητε. οἴει δὲ διαφέρειν ἑταίρας σοφιστήν; τοσοῦτον ἴσως ὅσον οὐ
διὰ τῶν αὐτῶν ἑκάτεροι πείθουσιν, ἐπεὶ ἕν γε ἀμφο- τέροις τέλος πρόκειται τὸ λαβεῖν. πόσῳ δὲ ἀμείνους ἡμεῖς καὶ εὐσεβέστεραι· οὐ λέγομεν θεοὺς οὐκ εἶναι, 14 15 ἀλλὰ πιστεύομεν ὀμνύουσι τοῖς ἐρασταῖς ὅτι φιλοῦσιν
ἡμᾶς· οὐδʼ ἀξιοῦμεν ἀδελφαῖς καὶ μητράσι μίγνυσθαι τοὺς ἄνδρας, ἀλλʼ οὐδὲ γυναιξὶν ἀλλοτρίαις. εἰ μὴ ὅτι τὰς νεφέλας ὁπόθεν εἶεν καὶ τὰς ἀτόμους ὁποῖαι ἀγνοοῦμεν, διὰ τοῦτο ἥττους δοκοῦμέν σοι τῶν σοφισ-
τῶν. καὶ αὐτὴ παρὰ τούτοις ἐσχόλακα καὶ πολλοῖς
διείλεγμαι. οὐδὲ εἷς ἑταίρᾳ ὁμιλῶν τυραννίδας ὀνει- ροπολεῖ καὶ στασιάζει τὰ κοινά, ἀλλὰ σπάσας τὸν ἑωθινὸν καὶ μεθυσθεὶς εἰς ὥραν τρίτην ἢ τετάρτην ἠρεμεῖ. παιδεύομεν δὲ οὐ χεῖρον ἡμεῖς τοὺς νέους.
ἐπεὶ σύγκρινον, εἰ βούλει, Ἀσπασίαν τὴν ἑταίραν καὶ Σωκράτην τὸν σοφιστήν, καὶ πότερος ἀμείνους αὐτῶν ἐπαίδευσεν ἄνδρας λόγισαι· τῆς μὲν γὰρ ὄψει μαθητὴν
Περικλέα, τοῦ δὲ Κριτίαν. κατάβαλλε τὴν μωρίαν ταύτην καὶ ἀηδίαν, ὁ ἐμὸς ἔρως Εὐθύδημε — οὐ
πρέπει σκυθρωποῖς εἶναι τοιούτοις ὄμμασι — καὶ πρὸς τὴν ἐρωμένην ἧκε τὴν ἑαυτοῦ οἷος ἐπανελθὼν ἀπὸ 〈τοῦ〉 Ἀυκείου πολλάκις τὸν ἱδρῶτα ἀποψώμενος, ἵνα μικρὰ κραιπαλήσαντες ἐπιδειξώμεθα ἀλλήλοις τὸ καλὸν τέλος τῆς ἡδονῆς. καὶ σοὶ νῦν μάλιστα φανοῦμαι σοφή.
οὐ μακρὸν δίδωσιν ὁ δαίμων χρόνον τοῦ ζῆν· μὴ λάθῃς τοῦτον εἰς αἰνίγματα καὶ λήρους ἀναλώσας. ἔρρωσο.
8 [I 35]. Σιμαλίων Πετάλη.
εὐτυχεστέρους ἡμῶν θεραπαινιδίοις ἀποδύρεσθαι, οὐκ ἀλόγως ἡμῖν ἐντρυφᾷς. ἴσθι μέντοι, καίτοι ποιῶν οἶδα πρᾶγμα ἀσύμφορον ἐμαυτῷ, οὕτω με διακείμενον ὡς ὀλίγοι τῶν ἐντυγχανόντων σοι νῦν ἀμεληθέντες ἂν διατεθεῖεν. καίτοι γε ᾤμην τὸν ἄκρατον ἔσεσθαί μοι
παρηγόρημα, ὃν παρʼ Εὐφρονίῳ τρίτην ἐσπέραν πολύν τινα ἐνεφορησάμην, ὡς δὴ τὰς παρὰ τὴν νύκτα φρον- τίδας διωσόμενος· τὸ δὲ ἄρα ἐναντίως ἔσχεν. ἀνερρί- πισε γάρ μου τὴν ἐπιθυμίαν ὥστε κλαίοντά με καὶ βρυχώμενον ἐλεεῖσθαι μὲν παρὰ τοῖς ἐπιεικεστέροις,
γέλωτα δὲ τοῖς ἄλλοις παρέχειν. μικρὰ δʼ ἔτι ἐστί
μοι παραψυχὴ καὶ μαραινόμενον ἤδη παραμύθιον . . . . ., ὅν μοι ὑπὸ τὴν λυπρὰν 〈ἐν〉 τῷ συμποσίῳ μέμψιν προσέρριψας ἀπʼ αὐτῶν περισπάσασα τῶν πλοκάμων, ὡς δὴ πᾶσι τοῖς ὑφ᾿ ἡμῶν πεμφθεῖσιν ἀχθομένη. εἰ
δή σοι ταῦτα ἡδονὴν φέρει, ἀπόλαυε τῆς ἡμετέρας 18 19 μερίμνης, κἂν σοι φίλον διηγοῦ τοῖς νῦν μὲν μακα- ριωτέροις ἡμῶν, οὐκ εἰς μακρὰν δέ, ἄνπερ ὡς ἡμεῖς
ἔχωσιν, ἀνιασομένοις. εὔχου μέντοι μηδέν σοι νεμε- σῆσαι ταύτης τῆς ὑπεροψίας τὴν Ἀφροδίτην. ἕτερος ἂν λοιδορούμενος ἔγραφε καὶ ἀπειλῶν, ἀλλʼ ἐγὼ δεό-
μένος καὶ ἀντιβολῶν· ἐρῶ γάρ, ὦ Πετάλη, κακῶς. φο- βοῦμαι δέ, μὴ κάκιον ἔχων μιμήσωμαί τινα τῶν περὶ τὰς ἐρωτικὰς μέμψεις ἀτυχεστέρων.
9 [I 36]. Πετάλη Σιμαλίωυι.
φεσθαι· λαμπρῶς γὰρ ἂν ἔπραττον ἀφθόνων τούτων ἀπολαύουσα παρὰ σοῦ· νῦν δὲ δεῖ χρυσίου ἡμῖν, ἱμα- τίων, κόσμου, θεραπαινιδίων. ἡ τοῦ βίου διοίκησις
ἅποσα ἐντεῦθεν. οὐκ ἔστιν ἐν Μυρρινοῦντι πατρῷον ἐμοὶ κτημάτιον, οὐδʼ ἐν τοῖς ἀργυρείοις ἐμοὶ μέταλλον,
ἀλλὰ μισθωμάτια καὶ αἱ δυστυχεῖς αὗται καὶ κατεστε- ναγμέναι τῶν ἀνοήτων ἐραστῶν χάριτες. σοὶ δὲ ἐνιαυ- τὸν ἐντυγχάνουσα ἀδημονῶ, καὶ αὐχμηρὰν μὲν ἔχω τὴν κεφαλὴν μηδὲ ἰδοῦσα τὸν χρόνον τοῦτον μύρον, τὰ δὲ ἀρχαῖα καὶ τρύχινα περιβαλλομένη ταραντινίδια
20 21 22 αἰσχύνομαι τὰς φίλας, οὕτως ἀγαθόν τί μοι γένοιτο. εἶτα οἴει μέ σοι παρακαθημένην πόθεν ζήσειν; ἀλλὰ
δακρύεις· πεπαύσῃ μετὰ μικρόν. ἐγὼ δὲ ἂν μὴ [τις] ὁ διδοὺς ἦ, πεινήσω τὸ καλόν. θαυμάζω δέ σου καὶ
τὰ δάκρυα ὥς ἐστιν ἀπίθανα. δέσποινα Ἀφροδίτη, φιλεῖν, ἄνθρωπε, φής, καὶ βούλει σοι τὴν ἐρωμένην διαλέγεσθαι· ζῆν γὰρ χωρὶς ἐκείνης μὴ δύνασθαι. τί
οὖν; οὐ ποτήριά ἐστιν ἐπὶ τῆς οἰκίας ὑμῖν; . . . . . . μὴ χρυσία τῆς μητρός, μὴ δάνεια τοῦ πατρὸς κομιούμενος.
μακαρία Φιλῶτις· [τοῖς] εὐμενεστέροις ὄμμασιν εἶδον ἐκείνην αἱ Χάριτες· οἶον ἐραστὴν ἔχει Μενεκλείδην, ὃς καθʼ ἡμέραν δίδαωσί τι. ἄμεινον γὰρ ἢ κλάειν. ἐγὼ
δὲ ἡ τάλαινα θρηνῳδόν, οὐκ ἐραστὴν ἔχω· στεφάνιά μοι καὶ ῥόδα ὥσπερ ἀώρῳ τάφῳ πέμπει καὶ κλάειν διʼ
ὅλης φησὶ τῆς νυκτός. ἐὰν φέρῃς τι, ἧκε μὴ κλάων, εἰ δὲ μή, σεαυτὸν οὐχ ἡμᾶς ἀνιάσεις.
10 [I 37]. Μυρρίυη Νικίτππ τῃ.
γὰρ τῆς Ἑρπυλλίδος ἐρῶν τὴν παῥ ἡμῖν ἠγάπα σχολήν·
νῦν μέντοι δῆλός ἐστι μηδʼ ὅλως ἡμῖν ἐντευξόμενος· τέσσαρας γὰρ [Λύσιδος] ἐξῆς ἡμέρας ἐν τῷ Λύσιδος κήπῳ μετὰ Θεττάλης καὶ τοῦ κάκιστ᾿ ἀπολουμένου Στρογγυλίωνος, ὃς ταύτην αὐτῷ προὐμνηστεύσατο τὴν
ἐρωμένην ἐμοί τι προσκρούσας, κραιπαλᾷ. γραμματίδια μὲν οὖν καὶ θεραπαινίδων διαδρομαὶ καὶ ὅσα τοιαῦτα μάτην διήνυσται, καὶ οὐδὲν ἐξ αὐτῶν ὄφελος. δοκεῖ δέ μοι μᾶλλον ὑπὸ τούτων τετυφῶσθαι καὶ ὑπερεν-
τρυφᾶν ἡμῖν. λοιπὸν οὖν ἀποκλείειν, κἂν ἔλθῃ ποτὲ
πρὸς ἡμὰς κοιμη[θη]σόμενος, εἰ δὴ κνίσαι ποτὲ ἐκείνην βουληθείη, διώσασθαι· εἴωθε γὰρ ἡ βαρύτης τῷ ἀμε- λεῖσθαι καταβάλλεσθαι. εἰ δὲ μηδʼ οὕτως ἀνύοιμεν, θερμοτέρου τινὸς ἡμῖν ὥσπερ τοῖς σφόδρα κάμνουσι φαρμάκου δεῖ. δεινὸν γὰρ οὐ τοῦτο μόνον εἰ τῶν
παῥ αὐτοῦ μισθωμάτων στερησόμεθα, ἀλλʼ εἰ Θεττάλῃ
γέλωτα παρέξομεν. ἔστι σοι πειραθέν, ὡς φής, πολλά- κις ἐφʼ ἡλικίας φίλτρον. τοιούτου τινὸς βοηθήματος δεόμεθα, ὅ τὸν πολύν αὐτοῦ τῦφον, ἀλλʼ οὖν καὶ τὴν κραιπάλην ἐκκορήσει[εν]. ἐπικηρυκευσόμεθα δὴ αὐτ
καὶ δακρύσομεν πιθανῶς, καὶ τὴν Νέμεσιν δεῖν αὐτὸν 26 27 ὁρᾶν εἰ οὕτως ἐμὲ περιόψεται ἐρῶσαν αὐτοῦ, καὶ τοι- αῦτα ἄλλα ἐροῦμεν καὶ πλασόμεθα. ἥξει γὰρ ὡς ἐλεῶν
δήπου με καιομένην ἐπʼ αὐτῷ· μεμνῆσθαι γὰρ τοῦ παρελθόντος χρόνου καὶ τῆς συνηθείας ἔχειν καλῶς
ἐρεῖ, φυσῶν ἑαυτὸν ὁ λάσταυρος. συλλήψεται δὲ ἡμῖν καὶ ὁ Ἕλιξ· ἐπʼ ἐκεῖνον γὰρ ἡ Ἑρπυλλὶς ἀποδύσεται. ἀλλʼ ἀμφιβάλλειν εἴωθε τὰ φίλτρα καὶ ἀποσκήπτειεν εἰς ὄλεθρον. βραχύ μοι μέλει· δεῖ γὰρ αὐτὸν ἢ ἐμοὶ ζῆν ἢ τεθνάναι Θεττάλῃ.
11 [Ι 38].
Μενεκλείδης Εὐθυκλεῖ.
χρόνος. ὅσην συμπάθειαν ἐνεδείξατο· ἀπολογίαν ἐκεί-
νην καλῶν οὐκ ἄν τις ἁμαρτάνοι τοῦ τῶν ἑταιρῶν βίου. καὶ εἰ συνελθοῦσαι ἅπασαι πανταχόθεν εἰκόνα τινὰ αὐτῆς ἐν Ἀφροδίτης ἢ Χαρίτων θεῖεν, δεξιὸν ἄν τί μοι ποιῆσαι δοκοῦσιν. τὸ γὰρ θρυλούμενον ὑπὸ
πάντων, ὡς πονηραί, ὡς ἄπιστοι, ὡς πρὸς τὸ λυσι- 28 29 30 τελὲς βλέπουσαι μόνον, ὡς ἀεὶ τοῦ διδόντος, ὡς τίνος γὰρ οὐκ αἴτιαι κακοῦ τοῖς ἐντυγχάνουσι, διαβολὴν ἐπέδειξεν ἐφʼ ἑαυτῆς ἄδικον· οὕτω πρὸς τὴν κοινὴν
βλασφημίαν τῷ ἤθει παρετάξατο. οἶσθα τὸν Μήδειον ἐκεῖνον τὸν ἀπὸ τῆς Συρίας δευρὶ κατάραντα μεθʼ
ὅσης θεραπείας καὶ παρασκευῆς ἐσόβει, εὐνούχους ὑπισχνούμενος καὶ θεραπαίνας καὶ κόσμον τινὰ βαρ- βαρικόν· καὶ ὅμως ἥκοντα αὐτὸν οὐ προσίετο, ἀλλʼ ὑπὸ τοὐμὸν ἠγάπα κοιμωμένη χλανίσκιον τὸ λιτὸν τοῦτο καὶ δημοτικόν, καὶ τοῖς παῥ ἡμῶν γλίσχρως αὐτῇ πεμπο-
μένοις ἐπανέχουσα τὰς σατραπικὰς ἐκείνας καὶ πολυ-
χρύσους δωρεὰς διωθεῖτο. τί δαί; τὸν Αίγύπτιον ἄμπορον ὡς ἀπεσκοράκισεν ὅσον ἀργύριον προτείνοντα. οὐδὲν ἐκείνης ἄμεινον εὖ οἶδ᾿ ὅτι γένοιτʼ ἄν. [ὡς χρηστὸν ἦθος οὐκ εἰς εὐδαίμονος βίου προαίρεσιν
δαίμων τις ὑπήνεγκεν.] εἶτʼ οἴχεται ἡμᾶς ἀπολιποῦσα καὶ κείσεται λοιπὸν μόνη ἡ Βακχίς. ὡς ἄδικον, ὧ φίλαι Μοῖραι· ἔδει γὰρ αὐτῇ συγκατακεῖσθαί με
καὶ νῦν ὡς τότε. ἀλλʼ ἐγὼ μὲν περίειμι καὶ τροφῆς ψαύω καὶ διαλέξομαι τοῖς ἑταίρος, ἡ δὲ οὐκέτι με
φαιδροῖς τοῖς ὄμμασιν ὄψεται μειδιῶσα, οὐδὲ ἵλεως καὶ εὐμενὴς διανυκτερεύσει τοῖς ἡδίστοις ἐκείνοις ἀπο- 31 32 λαύσμασιν. ἀρτίως μὲν οἷον ἐφθέγγετο, οἷον ἔβλεπεν,
ὅσαι ταῖς ὁμιλίαις αὐτῆς σειρῆνες ἐνίδρυντο, ὡς δὲ ἡδύ τι καὶ ἀκήρατον ἀπὸ τῶν φιλημάτων νέκταρ ἔσταζεν· ἐπʼ ἄκροις μοι δοκεῖ τοῖς χείλεσιν αὐτῆς ἐκάθισεν ἡ
Πειθώ. ἅπόντα ἐκείνη γε τὸν κεστὸν ὑπέζωστο, ὅλαις ταῖς Χάρισι τὴν Ἀφροδίτην δεξιωσαμένη. ἔρρει τὰ
παρὰ τὰς προπόσεις μινυρίσματα, καὶ ἡ τοῖς ἐλεφαν- τίνοις δακτύλοις κρουομένη λύρα ἔρρει. κεῖται δὲ ἡ πάσαις μέλουσα Χάρισι κωφὴ λίθος καὶ σποδιά. καὶ
Μεγάρα μὲν ἡ ἱππόπορνος ζῇ, οὕτω Θεαγένην συλή- σασα ἀνηλεῶς, ὡς ἐκ πάνυ λαμπρᾶς οὐσίας τὸν ἄθλιον χλαμύδιον ἁρπάσαντα καὶ πέλτην οἴχεσθαι στρατευσό- μενον· Βακχὶς δὲ ἡ τὸν ἐραστὴν φιλοῦσα ἀπέθανε. ῥᾴων γέγονα πρὸς σὲ ἀποδυράμενος, Εὐθύκλεις φίλ-
τατε· ἡδὺ γάρ μοί τι δοκεῖ περὶ ἐκείνης καὶ λαλεῖν καὶ γράφειν· οὐδὲν γὰρ ἢ τὸ μεμνῆσθαι καταλέλειπται. ἔρρωσο.
12 [fragm. 4] Λέαινα Φιλοδήμῳ.
βλημένην θέριστρον· ἐλεῶ σε νὴ τὴν Ἀφροδίτην, ταλαίπωρε, οἷα πάσχεις μετʼ ἐκείνης καθεύδων τῆς χελώνης. οἷον τὸ χρῶμα 〈 τῆς〉 γυναικός, αὐτοσανδα- ράκη· ἡλίκους δὲ καθεῖτο τοὺς πλοκάμους ἡ νύμφη, 33 34
οὐδὲν ἐοικότας ταῖς ἐπὶ τῆς κορυφῆς θριξίν. ὅσον δὲ κατεπέπλαστο ψιμύθιον· καὶ ἡμᾶς τὰς ἑταίρας λοι- δοροῦσιν ὅτι καλλωπιζόμεθα. ἀλλὰ μεγάλην εἶχεν ἄλυσιν — ἀξία γέ ἐστιν ἐν ἀλύσει διατελεῖν πλὴν
οὐχὶ χρυσῇ — φάσματος ἔχουσα πρόσωπον. ἡλίκοι δὲ
οἱ πόδες, ὡς πλατεῖς, ὡς ἄρ〈ρ〉υθμοι. αἰαῖ, γυμνὴν περιλαβεῖν ἐκείνην οἷόν ἐστιν· ἐμοὶ μὲν καὶ βαρύ τι ἐδόκει προσπνεῖν· μετὰ φρύνου καθεύδειν ἄν εἱλόμην, Νέμεσι δέσποινα. ἐμβλέψαι τί μὴ δωρίδι βούλομαι ἢ μετὰ τῆς ἀλύσεως καὶ τῶν περισκελ[λ] ίδων συγκερ . . .
13 fragm 6].
ἐρωτικοῦ, φίλη, κτημάτιον ὄντως, οὐ γεωργοῦ. εὐθὺς μὲν ἡ ἄ[μ]φοδος ἡμῶν εἶχέ τινα παιδιάν· τὰ μὲν γὰρ 35 36 37 ἀλλήλας ἐσκώπτομεν ἢ τοὺς ἐραστάς, τὰ δʼ ὑπὸ τῶν ὑπαντώντων ἐρ〈ρ〉ινώμεθα. Νικίας δʼ ὁ λάσταυρος οὐκ οἶδα πόθεν ἐπανιών ‘ποῦʼ φησιν ἡμῖν ‘ἀθρόαι; τίνος ἄπιτε καταπιεῖν ἀγρόν; μακάριον ἐκεῖνο τὸ χω-
ρίον ὅποι βαδίζετε, ὅσας ἕξει συκᾶς’. τοῦτον μὲν οὖν
Πετάλη ἀπεσόβησε κωμῳδήσασα ἀκολάστως. ἀπέπτυσε γὰρ ἡμᾶς καὶ ἀκαθάρτους εἰπὸν ἀπεφθάρη. ἡμεῖς δὲ πυρακάνθας ἀφαιροῦσαι καὶ κλωνία καὶ ἀνεμώνας συλ- λέγουσαι παρῆμεν αἰφνιδίως· ἔλαθε δʼ ἡμᾶς ἡ ὁδὸς
διὰ τὴν παιδιὰν ὡς οὐδʼ 〈ἄν〉 ᾠήθημεν ταχέως ἀνυ- σθεῖσα. εὐθὸς δὲ περὶ τὴν θυσίαν ἦμεν. μικρὸν δὲ
ἄπωθεν τῶν ἐπαυλίων πέτρα τις ἦν συνηρεφὴς κατὰ κορυφὴν δάφναις καὶ πλατανίστοις, ἑκατέρωθεν δὲ μυρ〈ρ〉ίνης εἰσὶ θάμνοι, καί πως ἐξ ἐπιπλοκῆς αὐτὴν
περιθεῖ κιττὸς ἐν χρῷ τῇ λίθῳ προσπεφυκώς· ἀπὸ δὲ αὐτῆς ὕδωρ ἀκήρατον ἐστάλαττεν. ὑπὸ δὲ ταῖς ἐξο- χαῖς τῶν πετριδίων Νύμφαι τινὲς ἵδρυνται καὶ Πὰν οἷον κατοπτεύων τὰς Ναΐδας ὑπερέκυπτεν· ἀντικρὺ
βωμὸν αὐτοσχεδίως ἐνήσαμεν, εἶτα σχιζία καὶ πόπανα
ἐπʼ αὐτῷ θέμεναι καταρχόμεθα λευκῆς ἀλεκτορίδος, 38 39 καὶ μελίκρατον ἐπισπείσασαι καὶ λιβανωτὸν ἐπιθυμιά- σασαι τῷ πυριδίῳ καὶ προσευξάμεναι πολλὰ μὲν ταῖς Νύμφαις πλείω δὲ ἢ οὐκ ἐλάττω τῇ Ἀφροδίτη, ἱκετεύ-
ομεν διδόναι τινὰ ἡμῖν ἐρωτικὴν ἄγραν. [τὸ] λοιπὸν εὐτρεπεῖς ἐπὶ τὴν εὐωχίαν ἦμεν. Ἴωμενʼ ἔφη ἡ Μέ-
λισσα ‘οἴκαδε καὶ κατακλινῶμεν’. ‘μὴ μὲν οὖν πρός τε τῶν Νυμφῶν καὶ τοῦ Πανόςʼ εἶπον ἐγώ ‘τούτου· δρᾷς γὰρ ὥς ἐστιν ἐρωτικὸς· ἡδέως ἂν ἡμᾶς ἐνταῦθα κραιπαλώσας ἴδοι· ἀλλʼ ὑπὸ ταῖς μυρρίναις ἢν ἰδοὺ τὸ χωρίον ὡς ἔνδροσόν ἐστιν ἐν κύκλῳ καὶ τρυφεροῖς
ἄνθεσι ποικίλον. ἐπὶ ταύτης βουλοίμην ἂν τῆς πόας κατακλιθῆναι ἢ ἐπὶ τῶν ταπητίων ἐκείνων καὶ τῶν μαλθακῶν ὑποστρωμάτων. νὴ Δία, ἀλλὰ ἔχει γέ τι πλέον τῶν ἐν ἄστει τἀνταῦθα συμπόσια, ἔνθα ἀγροῦ
ὑπαίθριοι χάριτες’. ‘ναὶ ναί, λέγεις καλῶς’ ἔφασαν·
εὐθὺς οὖν κατακλώμεναι αἱ μὲν σμίλακος αἱ δὲ μυρ- ρίνης κλάδους καὶ τὰ χλανίσκια ἐπιστορέσασαι αὐτο- σχεδίως συνερρίψαμεν. ἦν δὲ καὶ τοὔδαφος λωτῷ καὶ τριφύλλῳ μαλθακόν· ἐν μέσῳ κύκλῳ καί τινες ὑάκιν-
θοι καὶ ἄνθεμα διαποίκιλα τὴν ὄψιν ὥρᾳζον· ἐαρινοῖς
ἐφιζάνουσαι πετάλοις ἡδὺ καὶ κωτίλον ἀηδόνες ἐψιθύ- 40 41 ριζον, ἠρέμα δὲ οἱ σταλαγμοὶ καταλειβόμενοι ἀπὸ τῆς οἷον ἱδρούσης σπιλάδος τρυφερόν τινα παρεῖχον ψόφον ἐαρινῷ πρέποντα συμποσίῳ. οἶνος ἦν οὐκ ἐπι- χώριος, ἀλλὰ Ἰταλός, οἵου σὺ ἔφης καδίσκους ἕξ
Ἐλευσῖνι ἐωνῆσθαι, σφόδρα ἡδὺς καὶ ἄφθονος· ᾠά τε
τὰ τρέμοντα ταῦτα ὥσπερ αἱ πυγαί, καὶ χιμαιρίδος ἁπαλῆς τεμάχη καὶ ἀλεκτορίδες οἰκουροί· εἶτα γα- λάκτια ποικίλα, τὰ μὲν μελίπηκτα τὰ δʼ ἀπὸ ταγήνου — πυτίας μοι δοκεῖ καλοῦσιν αὐτὰ καὶ σκώληκας [ τὰ
πεμμάτια] — ὅσα τε ἀγρὸς ἡμῖν ἐαρινῆς ὀπώρας ἐπεδα- ψιλεύετο. μετὰ δὲ τοῦτο συνεχῶς περιεσόβουν αἱ κύ-
λικες καὶ προπιεῖν μέτρον ἦν 〈 πλὴνγ〉 τρεῖς φιλοτησίας οὐ τὸ ποσόν. ἐπιεικῶς δέ πως τὰ μὴ προσηναγκασμένα τῶν συμποσίων τῷ συνεχεῖ τὸ πλεῖον ἀναλαμβάνει·
ὑπεψεκάζομεν 〈οὖνγ〉 μικροῖς τισι κυ〈μ〉γβίοις ἀλλεπαλ- 42 43 λήλοις. καὶ παρῆν Κρου[σ]μάτιον ἡ Μεγάρας καταυ- λοῦσα, ἡ δὲ Σιμμίχη ἐρωτικὰ μέλη πρὸς τὴν ἁρμονίαν
ἦδεν. ἔχαιρον αἱ ἐπὶ τῆς πίδακος Νύμφαι. ἡνίκα δὲ ἀναστᾶσα κατοωρχήσατο καὶ τὴν ὀσφῦν ἀνεκίνησεν ἡ Πλαγγών, ὀλίγου ὁ Πὰν ἐδέησεν ἀπὸ τῆς πέτρας
ἐπὶ τὴν πυγὴν αὐτῆς ἐξάλλεσθαι. αὐτίκα δὲ ἡμᾶς [ἔνδον] ἐδόνησεν ἡ μουσικὴ καὶ ὑποβεβρεγμένον εἴ-
χομεν τὸν νοῦν· οἶδας ὅ τι λέγω. τὰς τῶν ἐραστῶν χεῖρας ἐμαλάττομεν τούς δακτύλους ἐκ τῶν ἁρμῶν ἠρέμα πως χαλῶσαι, καὶ πρὸς Διονύσῳ ἐπαίζομεν· καί
τις ἐφίλησεν ὑσπτιάσασα καὶ μασταρίων ἐφῆκεν ἅψασθαι, καὶ οἷον ἀποστραφεῖσα ἀτεχνῶς τοῖς βουβῶσι τὸ κατ-
όπιν τῆς ὀσφύος προσαπέθλιβε. διανίστατο δὲ ἤδη ἡμῶν μὲν τῶν γυναικῶν τὰ πάθη, τῶν ἀνδρῶν δὲ ἐκεἵνα· ὑπεκδυόμεναι δʼ οὖν μικρὸν ἄπωθεν συνηρεφῆ
τινα λόχμην εὕρομεν, ἀρκοῦντα τῇ τότε κραιπάλη θά- λαμον. ἐνταῦθα διανεπαυόμεθα τοῦ πότου καὶ τοῖς
κοιτωνίσκοις ἀπιθάνως εἰσεπαίομεν· κἄπειτα ἡ μὲν κλωνία μυρρίνης συνέδει ὥσπερ στέφανον ἑαυτῇ πλέ- κουσα καὶ ‘εἰ πρέπει μοι, φίλη, σκέψαι’, ἡ δʼ ἴων
44 45 ἔχουσα κάλυκας ἐπανῄει ‘ὡς χρηστὸν ἀποπνεῖʼ λέγουσα, ἡ δὲ μῆλα ἄωρα ‘ἰδοὺ ταυτίʼ ἐκ τοῦ κόλπου προφέ- ρουσα ἐπεδείκνυτο, ἡ δὲ ἐμινύριζεν, ἡ δὲ φύλλα ἀπὸ τῶν κλωνίων ἀφαιροῦσα διέτρωγεν ὥσπερ ἀκκιζομένη·
καὶ τὸ δὴ γελοιότατον, πᾶσαι γὰρ ἐπὶ ταὐτὸν ἀνιστά- μεναι ἀλλήλας λανθάνειν ἐβουλόμεθα· θατέρᾳ δὲ οἱ ἄνθρωποι ὑπὸ τὴν λόχμην παρήρχοντο. οὕτως μικρὰ
παρεμπορευσαμέναι〈ς〉 τῆς ἀφροδίτης πάλιν συνειστή- κει πότος· καὶ οὐκέθʼ ἡμῖν ἐδόκουν προσβλέπειν ὡς
πρότερον αἱ Νύμφραι, ἀλλʼ ὁ Πὰν [καὶ ὁ Πρίαπος] ἥδιον. ἐμφαγεῖν δʼ ἦν πάλιν ὀρνίθια ταυτὶ τὰ τοῖς δικτύοις ἁλισκόμενα καὶ πέρδικες, καὶ ἐκ τρυγὸς ἥδι- στοι βότρυες, καὶ λαγῳδίων νῶτα. εἶτα κόγχοι καὶ κήρυκες ἦσαν [οἱ] ἐξ ἄστεος κομισθέντες, καὶ ἐπιχώριοι
κοχλίαι καὶ μύκητες οἱ ἀπὸ τῶν κομάρων, καὶ σισάρων εὐκάρδιοι ῥίζαι ὄξεῖ δεδευμέναι καὶ μέλιτι· ἔτι μέντοι
ὃ μάλιστα ἡδέως ἐφάγομεν, θριδακῖναι καὶ σέλινα· 〈 π〉ηλίκαι δοκεῖς θριδακῖναι; πλησίον δὲ ἦν ὁ κῆπος, καὶ〉 ἑκάστη ‘ταύτην ἕλκυσονʼ ‘μὰ Δία ἀλλά μοι
ταύτηνʼ ‘μὴ μὲν οὖν ἀλλὰ ἐκείνηνʼ ἐλέξαμεν ταῖς θεραπαινίσιν· ἦσαν δὲ αἱ μὲν εὔφυλλοι καὶ μακραί, αἱ δὲ οὖλαι 〈καὶ〉 βοστρύχοις ἐμφερεῖς, ἀλλὰ βραχεῖαι, 46 47 ὑπόξανθος δέ τις τοῖς φύλλοις αὐτῶν 〈ἐν〉εκέχρωστο
αὐγή· τὴν Ἀφροδίτην λέγουσι ταύτας φιλεῖν. ἐαρί- σασαι δʼ οὖν καὶ ἀναξανθεῖσαι τοὺς στομάχους ἐκραι- παλῶμεν μάλα νεανικῶς μέχρι 〈τοῦ〉 μηδὲ λανθάνειν ἀλλήλας θέλειν, μηδὲ αἰδουμένως τῆς ἀφροδίτης παρα-
κλέπτειν· οὕτως ἡμᾶς ἐξεβάκχευσαν αἱ προπόσεις. μισῶ τὸν ἐκ γειτόνων ἀλεκτρυόνα· κοκκύσας ἀφείλετο τὴν
παροινίαν. ἔδει ἀπολαῦσαί σε τῆς γοῦν ἀκοῆς τοῦ συμποσίου — τρυφερὸν γὰρ ἦν καὶ πρέπον ἐρωτικῇ ὁμιλίᾳ — εἰ καὶ μὴ τῆς παροινίας ἐδυνήθης· ἐβου- 10 | λόμην οὖν ἀκριβῶς ἕκαστα ἐπιστεῖλαι καὶ προὐτράπην· σὺ δὲ εἰ μὲν ὄντως ἔσχηκας μαλακῶς, ὅπως ἄμεινον ἕξεις σκόπει· εἰ δὲ τὸν ἐραστὴν προσδοκῶσα ἥξειν ἔνδον οἰκουρεῖς, οὐκ εὐλόγως οἰκουρεῖς. ἔρρωσο.
14 [Ι 39]. Μεγάρα Βακχίδι.
γέγονας σύ καὶ φιλεῖς τὸν ἐραστήν, μακαρία τῆς εὐφη-
μίας· ἡμεῖς δὲ πόρναι καὶ ἀκόλαστοι. ὑπῆρξε καὶ Φίλωνι συκίνη βακτηρία· ὀργίζομαι γὰρ νὴ τὴν μεγάλην θεόν. πᾶσαι επαρῆμεν, θεττάλη, Μοσχάριον, Θαΐς, Ἀνθράκιον, Πετάλη, θρυαλλίς, Μυρρίνη, Χρυσίον, Εὐξίππη· ὅπου καὶ Φιλουμένη, καίτοι γεγαμημένη προσφάτως καὶ
ζηλοτυπουμένη, τὸ[ν] καλὸν κατακοιμίσασα τὸν ἄνδρα ὀψὲ μὲν ὅμως δὲ παρῆν. σὺ δʼ ἡμῖν μόνη τὸν Ἄδωνιν
περιέψυυχες, μή που καταλειφθέντα αὐτὸν ὑπὸ σοῦ τῆς Ἀφροδίτης ἡ Περσεφόνη πσαραλάβη. οἷον ἡμῶν ἐγέ- νετο τὸ συμπόσιον — τί γὰρ οὐχ ἅψομαί σου τῆς
καρδίας; — ὅσων χαρίτων πλῆρες. ᾠδαὶ σκώμματα πότος εἰς ἀλεκτρυόνων ὠδὰς μύρα στέφανοι τραγήματα. ὑπόσκιός τισι δάφναις ἦν ἡ κατάκλισις· ἓν μόνον ἡμῖν ἔλιπε, σύ, τὰ δʼ ἄλλα οὔ. πολλάκις ἐκραιπαλήσαμεν,
οὕτω δὲ ἡδέως ὀλιγάκις. τὸ δʼ οὖν πλείστην ἡμῖν
παρασκευάσαν τέρψιν, δεινή τις φιλονεικία κατέσχε Θρυαλλίδα καὶ Μυρρίνην ὑπὲρ τῆς πυγῆς ποτέρα 51 52 κρείττω καὶ ἁπαλωτέραν ἐπιδείξει. καὶ πρώτη Μυρ- ρίνη τὸ ζώνιον λύσασα — βόμβυξ δʼ ἦν τὸ χιτώνιον ― διʼ αὐτοῦ τρέμουσαν οἷόν τι μελίπηκτον γάλα τὴν ὀσφῦν ἀνεσάλευσεν, ἀποβλέπουσα εἰς τοὐπίσω πρὸς τὰ κινήματα τῆς πυγῆς· ἠρέμα δʼ οἷον ἐνεργοῦσά τι ἐρω-
τικὸν ὑπεστέναξεν, ὥστε με νὴ τὴν Ἀφροδίτην κατα-
πλαγῆναι. οὐ μὴν ἀπεῖπέ γε ἡ Θρυαλλίς, ἀλλὰ τῇ ἀκολασίᾳ παρευδοκίμησεν αὐτήν· ‘οὐ γὰρ διὰ παρα- πετασμάτων ἐγώʼ φησίν ‘ἀγωνιοῦμαι, οὐδὲ ἀκκιζομένη, ἀλλʼ οἷον ἐν γυμνικῷ· καὶ γὰρ οὐ φιλεῖ προφάσεις
ἀγών’. ἀπεδύσατο τὸ χιτώνιον καὶ μικρὸν ὑποσιμώ- σασα τὴν ὀσφῦν ‘ἰδού, σκόπει τὸ χρῶμαʼ φησίν ‘ὡς ἄκρηβες, Μυρρίνη, ὡς ἀκήρατον, ὡς καθαρόν, τὰ παραπόρφυρα τῶν ἰσχίων ταυτί, [τὴν ἐπὶ τοὺς μηροὺς ἔγκλισιν,] τὸ μήτε ὑπέρογκον αὐτῶν μήτε
τοὺς γελασίνους ἐπʼ ἄκρων. ἀλλʼ οὐ τρέμει νὴ Δίαʼ 〈φησὶν〉 ἅμʼ ὑπομειδιῶσα ‘ὥσπερ ἡ Μυρρίνης’. καὶ 53 54 τοσοῦτον παλμὸν ἐξειργάσατο τῆς πυγῆς, καὶ ἅπασαν αὐτὴν ὑπὲρ τὴν ὀσφῦν τῇδε καὶ τῇδε ὥσπερ ῥέουσαν περιεδίνησεν, ὥστε ἀνακροτῆσαι πάσας καὶ νικῶν ἀπο- φήνασθαι τὴν Θρυαλλίδα. ἐγένοντο δὲ καὶ περιάλλων
συγκρίσεις καὶ περὶ μασταρίων ἀγῶνες . . . . τῇ μὲν γὰρ Φιλουμένης γαστρὶ ἀντεξετασθῆναι οὐδʼ ἡτισοῦν ἐθάρ- σησεν· ἄτοκος γὰρ ἦν καὶ σφριγῶσα. καταπαννυ-
χίσασαι δʼ σῦν καὶ τούς ἐραστὰς κακῶς εἰποῦσαι καὶ ἄλλων ἐπιτυχεῖν εὐξάμεναι — ἀεὶ γὰρ ἡδίων ἡ πρόσ-
φατος ἀφροδίτη — ᾠχόμεθα ἔξοινοι, καὶ πολλὰ κατὰ τὴν ὁδὸν κραιπαλήσασαι ἐπεκωμάσαμεν Δεξιμάχῳ κατὰ τὸν χρυσοῦν στενωπόν, ὡς ἐπὶ τὴν Ἄγνον κατῇμεν, πλησίον τῆς Μενέφρονος οἰκίας. ἐρᾷ γὰρ αὐτοῦ Θαῒς κακῶς, καὶ νὴ Δία εἰκότως· ἔναγχος γὰρ πλούσιον
κεκληρονόμηκε πατέρα τὸ μειράκιον. νῦν μὲν οὖν
συγγνώμην ἔχομέν σοι τῆς ὑπεροψίας, τοῖς Ἀδωνίοις δὲ ἐν Κολλυτῷ ἐστιώμεθα παρὰ τῷ Θεττάλης ἐραστῆ· τὸν γὰρ τῆς Ἀφροδίτης ἐρώμενον ἡ Θεττάλη 〈περι〉- στέλλει. ὅπως δʼ ἥξεις φέρουσα κηπίον καὶ κοράλλιον
καὶ τὸν σὸν Ἄδωνιν ὃν νῦν περιψύχεις· μετὰ γὰρ τῶν ἐραστῶν κραιπαλήσομεν. ἔρρωσο.
15 [Ι 40]. Φιλουμέυη Κρίτωνι.
16 [ΙΙ 1]. Λάμια Λημητρίῳ.
φόρων καὶ τῶν στρατοπέδων καὶ τῶν πρέσβεων καὶ τῶν διαδημάτων, νὴ τὴν Ἀφροδίτην, πέφρικα καὶ τα- ράττομαι καὶ ἀποστρέφομαι ὡς τὸν ἥλιον, μὴ ἐπικαῶ τὰ ὄμματα· καὶ τότε μοι ὄντως ὁ πολιορκητὴς εἶναι
δοκεῖς Δημήτριος· οἷον δὲ καὶ βλέπεις τότε, ὡς πικρὸν
καὶ πολεμικόν· καὶ ἀπιστῶ ἐμαυτῇ καὶ λέγω ‘Λάμια, σύ μετὰ τούτου καθεύδεις; σὺ διὰ νυκτὸς ὅλης αὐτὸν καταυλεῖς; σοὶ νῦν οὗτος ἐπέσταλκε; σοὶ Γνάθαιναν τὴν ἑταίραν συγκρίνει᾿; καὶ ἠλογημένη σιωπῶ καὶ εὔ- 57 58 χομαί σε θεάσασθαι παρʼ ἑαυτῇ. καὶ ὅταν ἔλθῃς,
προσκυνῶ σε· καὶ ὅταν περιπλακείς με καταφιλῇς, πάλιν πρὸς ἐμαυτὴν τἀναντία λέγω ‘οὗτός ἐστιν ὁ πολιορκητής; οὗτός ἐστιν ὁ ἐν τοῖς στρατοπέδοις; τοῦ-
τον φοβεῖται 〈ἡ〉 Μακεδονία, τοῦτον ἡ Ἑλλάς, τοῦτον ἡ Θρᾴκη; νὴ τὴν Ἀφροδίτην, σήμερον αὐτὸν τοῖς αὐ- λοῖς ἐκπολιορκήσω καὶ ὄψομαι τί με διαθήσειʼ. . . . . . . μᾶλλον εἰς τρίτην, παρʼ ἐμοὶ γὰρ δειπνήσεις, δέομαι. τὰ Ἀφροδίσια ποιῶ ταῦτα 〈τὰ〉 κατʼ ἔτος, καὶ ἀγῶνα
ἔχω ἀεὶ τὰ πρότερα τοῖς ὑστέροις νικῶν. ὑποδέξομαι
δή σε ἐπαφροδίτως καὶ ὡς ἔνι μάλιστα ἐπιφανῶς, ἄν μοι περιουσιάσαι γένηται ὑπὸ σοῦ, μηδὲν ἀνάξιον τῶν σῶν ἀγαθῶν ἐξ ἐκείνης τῆς ἱερᾶς νυκτὸς ἔτι πεποιη- κυίᾳ, καίτοι σοῦ γε ἐπιτρέποντος ὅπως ἄν βούλωμαι
χρῆσθαι τῷ ἐμῷ σώματι· ἀλλὰ κέχρημαι καλῶς καὶ ἀμίκτως πρὸς ἑτέρους. οὐ ποιήσω τὸ ἑταιρικὸν οὐδὲ
ψεύσομαι, δέσποτα, ὡς ἄλλαι ποιοῦσιν. ἐμοὶ γὰρ ἐξ 59 60 ἐκείνου, μὰ τὴν Ἄρτεμιν, οὐδὲ προσέπεμψαν ἔτι πολλοὶ [οὐδὲ ἐπείρασαν] αἰδούμενοί σου τὰς πολιορκίας. ὀξύς ἐστιν Ἔρως, ὦ βασιλεῦ, καὶ ἐλθεῖν καὶ ἀναπτῆναι. ἐλπίσας πτεροῦται, καὶ ἀπελπίσας ταχύ πτερορρυεῖν
εἴωθεν ἀπογνωσθείς. διὸ καὶ μέγα τῶν ἑταιρουσῶν
ἐστι σόφισμα, ἀεὶ τὸ παρὸν τῆς ἀπολαύσεως ὑπερτι- θεμένας ταῖς ἐλπίσι διακρατεῖν τούς ἐραστάς. [πρὸς ὑμᾶς δὲ οὐδὲ ὑπερτίθεσθαι ἔξεστιν, ὥστε φόβον εἶναι κόρου.] λοιπὸν ἡμᾶς δεῖ τὰ μὲν ποιεῖν, τὰ δὲ μαλα- κίζεσθαι, τὰ δὲ ᾄδειν, τὰ δὲ αὐλεῖν, τὰ δὲ ὀρχεῖσθαι,
τὰ δὲ δειπνοποιεῖν, τὰ δὲ κοσμεῖν [σοι] τὸν οἶκον, τὰς [δὲ] ὁπωσοῦν ἄλλως ταχύ μαραινομένας μεσολα- βούσας χάριτας, ἵνα μᾶλλον ἐξάπτωνται τοῖς διαστή- μασιν εὐαλέστεραι αὐτῶν αἱ ψυχαί, φοβουμένων μὴ ἄλλο πάλιν γένηται τῆς ἐν τῷ παρόντι τύχης κώλυμα.
ταῦτα δὲ πρὸς μὲν ἑτέρους τάχα ἂν ἐδυνάμην, βασιλεῦ, 61 62 63 πλάττεσθαι καὶ τεχνιτεύειν· πρὸς δὲ σέ, ὃς οὕτως ἤδη αὐχεῖς ἐπʼ ἐμοὶ ὡς ἐπιδεικνύναι με καὶ ἀγάλλεσθαι πρὸς τὰς ἄλλας ἑταίρας ὅτι πασῶν ἐγὼ πρωτεύω, μὰ τὰς φίλας Μούσας, οὐκ ἂν ὑπομείναιμι [πλάττεσθαι]·
οὐχ οὕτως εἰμὶ λιθίνη. ὥστε ἀφεῖσα πάντα καὶ τὴν ψυχὴν ἐμαυτῆς εἰς τὴν σὴν ἀρέσκειαν ὀλίγον ἡγήσομαι δε〉 δαπανῆσ〈θ〉αι. 〈ἀλλ᾿ 〉εὖ οἶδα γὰρ ὅτι οὐ μόνον ἐν τῇ
Θηριππίδου οἰκίᾳ, ἐν ᾗ μέλλω σοι τὸ τῶν Ἀφροδισίων εὐτρεπίζειν δεῖπνον, ἔσται διαβόητος ἡ παρασκευή,
ἀλλὰ καὶ ἐν ὅλῃ τῇ Ἀθηναίων πόλει, νὴ τὴν Ἄρτεμιν, καὶ ἐν τῇ Ἑλλάδι πάσῃ. καὶ μάλιστα οἱ μισητοὶ Λακε- δαιμόνιοι, ἵνα δοκῶσιν ἄνδρες εἶναι οἱ ἐν Ἐφέσῳ ἀλώπεκες, οὐ παύσονται τοῖς Ταϋγέτοις ὄρεσι καὶ ταῖς ἐρημίαις ἑαυτῶν διαβάλλοντες ἡμῶν τὰ δεῖπνα καὶ
καταλυκουργίζοντες τῆς σῆς ἀνθρωποπαθείας. ἀλλʼ
οὗτοι μὲν χαιρόντων, δέσποτα, σύ δέ μοι μέμνησο φυ- λάξαι τὴν ἡμέραν τοῦ δείπνου καὶ τὴν ὥραν ἣν ἂν ἓλῃ· ἀρίστη γὰρ ἣν 〈σὺ〉 βούλει. ἔρρωσο.
17 [ΙΙ 2]. Λεόυτιου Λαμίᾳ.
ἀδιαλύτους μοι γράφων, ἐκδιώκων ἐκ τοῦ κήπου. μὰ
τὴν Ἀφροδίτην, εἰ σδωνις ἦν, ἤδη ἐγγὺς ὀγδοήκοντα γεγονὸς ἔτή, οὐκ ἂν αὐτοῦ ἠνεσχόμην φθειριῶντος καὶ φιλονοσοῦντος καὶ καταπεπιλημένου εὖ μάλα πό- κοις ἀντὶ πίλων. μέχρι τίνος ὑπομενεῖ τις τὸν φιλό- σοφον τοῦτον; ἐχέτω τὰς περὶ φύσεως αὐτοῦ κυρίας
δόξας καὶ τοὺς διεστραμμένους κανόνας, ἐμὲ δὲ ἀφέτω τὴν φυσικῶς κυρίαν ἐμαυτῆς ἀστομάχητον καὶ ἀνύ-
βριστον. ὄντως ἐγὼ πολιορκητὴν ἔχω τ[οι]οῦτον, οὐχ οἷον σὺ Δάμια Δημήτριον. μὴ γὰρ ἔστι σωφρονῆσαι διὰ τὸν ἄνθρωπον τοῦτον; καὶ σωκρατίζειν καὶ στω-
μύλλεσθαι θέλει καὶ εἰρωνεύεσθαι, καὶ Ἀλκιβιάδην 66 67 τινὰ τὸν Πυθοκλέα νομίζει καὶ Eανθίππην ἐμὲ οἱεται ποιήσειν. [καὶ] πέρας ἀναστᾶσα ὁποίποτε γῆν πρὸ γῆς φεύξομαι μᾶλλον ἢ τὰς ἐπιστολὰς αὐτοῦ τὰς ἀδια- παύστους ἀνέξομαι. ὅ δὲ πάντων δεινότατον ἥδη καὶ
ἀφορητότατον τετόλμηκεν, ὑπὲρ οὖ καὶ γνώμην βου- λομένη λαβεῖν τί μοι ποιητέον ἐπέσταλκά σοι· Σίμαρ- χον τὸν καλὸν οἶσθα τὸν Κηφισιᾶθεν. οὐκ ἀρνοῦμαι πρὸς τὸν- νεανίσκον οἰκείως ἔχειν ἐκ πολλοῦ — πρὸς σέ μοι τἀληθῆ Ἀάμια — καὶ τὴν πρώτην ἀφροδίτην
ἄμαθον παρʼ αὐτοῦ σχεδόν· οὗτος γάρ με διεπαρθέ- νευσεν ἐκ γειτόνων οἰκοῦσαν. ἐξ ἐκείνου τοῦ χρόνου
πάντα μοι τἀγαθὰ πέμπων οὐ διαλέλοιπεν, ἐσθῆτα〈ς〉 χρυσία, θεραπαίνας θεράποντας, Ινδὰς νδούς. τἆλλα σιωπῶ. ἀλλὰ τὰ μικρότατα προλαμβάνει τῆς ὥρας,
ἵνα μηδεὶς φθάσῃ με γευσάμενος. τοιοῦτον οὖν ἐρα- στὴν 0145‘ἀπόκλεισονʼ φησὶ ‘καὶ μὴ προσίτω σοιʼ, ποίοις 68 69 δοκεῖς αὐτὸν ἀποκαλῶν ὀνόμασιν; οὔτε ὡς Ἀττικὸς οὔτε | ὡς φιλόσοφος, ... ἢ Καππαδοκίας πρῶτος εἰς τὴν
Ἐλλάδα ἥκων. ἐγὼ μὲν εἰ καὶ ὅλη γέμοι ἡ Ἀθηναίων πόλις Ἐπικούρων, μὰ τὴν Ἄρτεμιν, οὐ ζυγοστατήσω πάντας αὐτούς επρὸς τὸν ιμάρχου βραχίονα, μᾶλλον
δὲ οὐδὲ πρὸς τὸν δάκτυλον. τί σὺ λέγεις Λάμια; οὐκ ἀληθῆ ταῦτα; οὐ δίκαιά φημι; καὶ μὴ δή, δέομαί σου. πρὸς τῆς Ἀφροδίτης, μή σοι ταῦτα ἐπελθέτω· ‘ἀλλὰ φιλόσοφος, ἀλλὰ ἐπιφανής, ἀλλὰ πολλοῖς φίλοις κεχρη- μένος’. λαβέτω καὶ ἀγὼ ἔχω, διδασκέτω δʼ ἄλλους.
ἐμὲ γὰρ οὐδὲν θάλπει ἡ δόξα, ἀλλʼ ὃν θέλω δὸς τί.
μαρχον, Δάματερ. ἀλλὰ καὶ διʼ ἐμὲ πάντα ἠνάγκασται ὁ νεανίσκος καταλιπών, τὸ Ἀύκειον καὶ τὴν ἑαυτοῦ νεότητα καὶ τούς συνεφήβους καὶ τὴν ἑταιρείαν, μετʼ αὐτοῦ ζῆν καὶ κολακεύειν αὐτὸν καὶ καθυμνεῖν τὰς
ὑπηνέμους αὐτοῦ δόξας. ὁ 〈δ〉 Ἀτρεὺς οὗτος ‘ἔξελθεʼ φησίν ‘ἐκ τῆς ἐμῆς μοναγρίας καὶ μὴ πρόσιθι Δεοντίῳ’. ὡς οὐ δικαιότερον ἐκείνου ἐροῦντος ‘σύ μὲν οὖν μὴ
πρόσιθι τῇ ἐμῇ᾿. καὶ ὁ μὲν νεανίσκος ὤν ἀνέχεσαι 70 71 τὸν ὕστερον ἀντεραστὴν γέροντα, ὁ δὲ τὸν δικαιότε- ρον οὐχ ὑπομένει. τί ποιήσω, πρὸς τῶν θεῶν ἱκετεύω σε Λάμια. νὴ τὰ μυστήρια, νὴ τὴν τούτων τῶν κακῶν ἀπαλλαγήν, ὡς ἐνθυμηθεῖσατοῦ ιμάρχου τὸν χωρισμὸν
ἄρτι ἀπέψ-υγμαι καὶ δρωκα τὰ ἄκρα καὶ ἡ καρδία μου ἀνέστραπται. δέομαί σου, δέξαι με πρὸς σεαυτὴν
ἡμέρας ὀλίγας, καὶ ποιήσω τοῦτον αἰσθάνεσθαι πηλί- κων ἀπέλαυεν ἀγαθῶν ἔχων ἐν τῇ οἰκίᾳ ἐμέ. καὶ οὐ- κέτι φέρει τὸν κόρον, εὖ οἶδα· πρεσβευτὰς εὐθύς
πρὸς ἡμᾶς διαπέμψεται Μητρόδωρον καὶ Ἕρμα〈ρ〉ὼχον καὶ Πολύαινον. ποσάκις οἴει με, Λάμια, πρὸς αὐτὸν
Ἰδίᾳ παραγενομένην εἰπεῖν ‘τί ποιεῖς ʼΣπίκουρε; οὐκ οἰσθα ὡς διακωμῳδεῖ σε ιμοκράτης ὁ Μητροδώρου 〈ἀδελφὸςὰ〉 ἐπὶ τούτοις ἐν ταῖς ἐκκλησίαις, ἐν τοῖς
θεάτροις, παρὰ τοῖς ἄλλοις σοφισταῖςʼ; ἀλλὰ τί ἔστιν αὐτῷ ποιῆσαι; ἀναίσχυντός ἐστι τῷ ἐρᾶν. καὶ ἐγὼ ἔσομαι τοίνυν ὁμοία τις αὐτῷ [ἀναίσχυντος] καὶ οὐκ ἀφήσω τὸν ἐμὸν μαρχον. ἔρρωσο.
18 [II 3]. Mέυαυδρος Γλυκέρᾳ.
λομαι σου χωρίζεσθαι, ταῦτα καὶ λέγω καὶ γράφω. τί
γὰρ ἐμοὶ χωρὶς σοῦ γένοιτʼ ἂν ἥδιον; τί〈νιο〉 δʼ ἐπαρ- θῆναι μεῖζον 〈ἄνο〉 δυναίμην τῆς σῆς φιλίας; ἐπεὶ καὶ τὸ ἔσχατον ἡμῶν γῆρας διὰ τούς σοὺς τρόπους καὶ
τὰ 〈κὰ〉 ἤθη νεότης ἀεὶ φανεῖταί μοι. καὶ συννεά- σαιμεν ἀλλήλοις καὶ συγγηράσαιμεν, καὶ νὴ τούς θεοὺς
συναποθάνοιμεν, ἀλλʼ αἰσθανόμενοι, Γ λυκέρα, ὅτι συν- αποθνήσκομεν, ἵνα μηδετέρῳ ἡμῶν ἐς Ἅίδου συγκατα- βαίη τις ζῆλος, εἴ τινων ἄλλων ὁ σωθεὶς πειράσεται ἀγαθῶν. μὴ δὴ γένοιτό μοι πειραθῆναι σοῦ μηκέτʼ
οὕσης· τί γὰρ ἂν ἔτι καταλείποιτο ἀγαθόν; ἃ δὲ νῦν
ἥπειξέ με ἐν Πειραιεῖ μαλακιζόμενον — οἶσθα γάρ μου τὰς συνήθεις ἀσθενείας, ἂς οἱ μὴ φιλοῦντές με τρυφὰς καὶ σαλακωνίας καλεῖν εἰώθασιν — ἐπιστεῖλαί σοι ἐν ἄστει μενούσῃ διὰ τὰ Ἁλῷά τῆς θεοῦ, ταῦτʼ
ἐστίν· ἐδεξάμην ἀπὸ τολεμαίου τοῦ βασιλέως
74 75 γύπτου γράμματα, ἐν οἷς δεῖταί μου πάσας δεήσεις, καὶ προτρέπεται βασιλικῶς ὑπισχνούμενος τὸ δὴ λεγό- μενον τοῦτο τὰ τῆς γῆς ἀγαθὰ καὶ ἐμὲ καὶ Φιλή- μονα· καὶ γὰρ ἐκείνῳ γράμματα κεκομίσθαι φησί· καὶ
αὐτὸς δὲ ὁ Φιλήμων ἐπέστειλέ μοι τὰ ἴδια δῆλον ὅτι ἐλαφρότερα καὶ ὡς οὐ Μενάνδρῳ γεγραμμένα ἧττον λαμπρά. ἀλλʼ ὄψεται καὶ βουλεύσεται τὰ ἴδια
οὗτος. ἐγὼ δὲ οὐ περιμενῶ βουλάς, ἀλλὰ σύ μοι, λυκέρα, καὶ γνώμη καὶ βρεοπαγῖτις βουλὴ καὶ
Ἡλιαία, 〈καὶ〉 ἅπαντα νὴ τὴν Ἀθηνᾶν ἀεί 〈τε〉 γέγο- νας καὶ νῦν ἔση. τὰς μὲν οὖν ἐπιστολὰς τοῦ βασι-
λέως σοι διεπεμψάμην, ἵνα μὴ κόπτω σε δὶς καὶ τοῖς ἐμοῖς καὶ τοῖς ἐκείνου γράμμασιν ἐντυγχάνουσαν· ἃ δὲ ἐπιστέλλειν αὐτῷ ἔγνωκα, βούλομαί σε εἰδέναι. πλεῖν
μὲν καὶ εἰς Αἴγυπτον ἀπιέναι μακρὰν οὕτως καὶ ἀπῳ- κισμένην βασιλείαν οὖσαν, μὰ τοὺς δώδεκα θεούς, οὐδὲ ἐνθυμοῦμαι. ἀλλʼ οὐδὲ εἰ ἐν Αἰγίνῃ ταύτη γε τῇ πλησίον ἔκειτο Ἀῖγυπτος, οὐδʼ οὕτως ἐν νῷ ἂν 76 77 ἔσχον ἀφεὶς τὴν ἐμὴν βασιλείαν τῆς σῆς φιλίας μόνος ἐν τοσούτῳ ὄχλῳ Ἀιγυπτίων χωρὶς λυκέρας ἐρημίαν
πολῦάνθρωπον ὁρῶν. ἥδιον γὰρ καὶ ἀκινδυνότερον τὰς σὰς θεραπεύω μᾶλλον αὐλάς, ἢ τὰς ἀπάντων τῶν σατραπῶν καὶ βασιλέων, 〈ἔνʼ〉 ἐτικίνδυνον μὲν τὸ
ἄγαν ἐλεύθερον, εὐκαταφρόνητον δὲ τὸ κολακεῦον,
ἄπιστον δὲ τὸ εὐτυχούκενον. ἐγὼ δὲ καὶ τὰς θηρι- κλείους καὶ τὰ καρχήσια καὶ τὰς χρυσίδας καὶ πάντα τὰ ἐν ταῖς αὐλαῖς ἐπίφθονα παρὰ τούτοις ἀγαθὰ φυ- όμενα, τῶν κατʼ ἔτος Χοῶν καὶ τῶν ἐν τοῖς θεά-
τροις Ληναίων καὶ τῆς χθιζῆς ὁμολογίας καὶ τῶν τοῦ Λυκείου γυμνασίων καὶ τῆς ἱερὰς Ἀκαδημ〈ε〉ίας οὐκ ἀλλάττομαι, μὰ τὸν Διόνυσον καὶ τοὺς βακχικοὺς αὐ- τοῦ κισσούς, οἷς στεφανωθῆναι μᾶλλον ἢ τοῖς Πτολε- μαίου βούλομαι διαδήμασιν, ὁρώσης καὶ καθημένης ἐν
τῶ θεάτρῳ λυκέρας. ποῦ γὰρ ἐν Ἀίγύπτῳ ὄψομαι
ἐκκλησίαν καὶ ψῆφον ἀναδιδομένην; ποῦ δὲ δημοκρα- 78 79 τικὸν ὄχλον οὕτως ἐλευθεριάζοντα; ποῦ δὲ θεσμοθέτας ἐν ταῖς ἱεραῖς κόμαις κεκισσωμένουςς ποῖον περισχοί- νισμα; ποίαν αἰρεσιν; ποίους ύτρους; Κεραμεικόν, ἀγοράν, δικαστήρια, τὴν καλὴν ἀκρόπολιν, τὰς σεμνὰς
θεάς, τὰ μυστήρια, τὴν γειτνιῶσαν αλαμῖνα, τὰ στενά, τὴν Ψυττάλ〈ε〉ιοιαν, τὸν Μαραθῶνα, ὅλην ἐν ταῖς Ἀθή- ναις τὴν Ἐλλάδα, τὴν Ἰωνίαν, τὰς Κυκλάδας πάσας; ἀφεὶς ταῦτα καὶ λυκέραν μετʼ αὐτῶν εἰς Ἀίγυπτον
ἀπέλθω χρυσὸν λαβεῖν καὶ ἄργυρον καὶ πλοῦτον; ᾆ
μετὰ τίνος χρήσομαι; μετὰ λυκέρας τοσοῦτον διατε- θαλασσευμένης; οὐ πενία δέ μοι ἔσται χωρὶς αὐτῆς
ταῦτα; ἐὰν δὲ ἀκούσω τοὺς σεμνοὺς ἔρωτας εἰς ἄλλον αὐτὴν μετατεθεικέναι, οὐ σποδός μοι πάντες οἱ θησαυ- ροὶ γενήσονται; καὶ ἀποθνήσκων τὰς μὲν λύπας ἐμαυ-
τῷ συναποίσω, τὰ δὲ χρήματα τοῖς ἰσχύουσιν ἀδικεῖν ἐν μέσῳ κείσεται. ἢ μέγα τὸ συμβιοῦν Πτολεμαίῳ καὶ σατράπαις καὶ τοιούτοις ψόφοις, ὧν οὕτε τὸ φιλι- κὸν βέβαιον οὔτε τὸ διεχθρεῦον ἀκίνδυνον; ἐὰν δὲ
διοργισθῇ τί μοι 7 λυκέρα, ἅπαξ αὐτὴν ἁρπάσας κατε-
φίλησα· ἂν ἔτι ὀργίζηται, μᾶλλον αὐτὴν ἐβιασάμην· κἂν βαρυθύμως ἔχη, δεδάκρυκα· καὶ πρὸς ταῦτʼ,οὐκέθ 80 81 ὑπομείνασα τὰς ἐμὰς λύπας, δεῖται λοιπὸν οὔτε στρατιώτας ἔχουσα οὕτε δορυφόρους οὔτε φύλακας·
ἐγὼ γὰρ αὐτῇ εἰμι πάντα. ἦ μέγα καὶ θαυμαστὸν δεῖν τὸν καλὸν Νειλον· οὐ μέγα δὲ καὶ τὸν Εὐφρά- την ἰδεῖν; οὐ μέγα δὲ καὶ τὸν στρον; οὐ τῶν μεγτά-
λων καὶ ὁ θερμώδων, ὁ ιγρις, ὁ Ἅλυς [ὸ ‘Ρονος]; εἰ μέλλω πάντας τούς ποταμούς ὁρᾶν, καταβαπτισθῇ-
σεταί μοι τὸ ζῆν μὴ βλέποντι [μοι] Γλυκέραν. ὁ δὲ Νειλος οὗτος καίπερ ὤν καλός, ἀλλʼ ἀποτεθηρίωται, καὶ οὐκ ἐστιν οὐδὲ ροσελθεῖν αὐτοῦ ταῖς δίναις ἐλλ–
χαμένου τοσούτοις κακοῖς. ἐμοὶ γένοιτο, ὅασιλεῦ τολεμαῖε, χώματος καὶ τάφου πατρῴου τυχεῖν. ἐμοὶ γένοιτο τὸν Ἀττικὸν ἀεὶ στέφεσθαι κισσὸν καὶ τὸν ἐπʼ ἐσχάρας ὑμνῆσαι κατʼ ἔτος Διόνυσον, τὰς μυστηριώτι- δας ἄγειν τελετάς, δραματουργεῖν τι καινὸν ταῖς ἐτη-
σίοις θυμέλαις [δρᾶμα], γελῶντα καὶ χαίροντα καὶ ἀγω-
νιῶῶντα καὶ φοβούμενον καὶ νικῶντα. Φιλήμων δὲ εὐτυ- χείτω καὶ τἀμὰ 〈ἐχέτω〉 ἀγαθὰ γενόμενος ἐν Ἀίγύπτῳ. οὐκ ἔχει Φψιλήμων λυκέραν τινά, οὐδὲ ἄξιος ἦν ἴσως τοιούτου ἀγαθοῦ. σὺ δὲ ἐκ τῶν Ἀλῷων δέομαι, λυ-
κέριον, εὐθὺς πετομένη επρὸς ἡμᾶς ἐπὶ τῆς ἀστράβης 82 83 φέρου. μακροτέραν ἑορτὴν οὐδέποτε ἔγνων οὐδὲ ἀκαι- ροτέραν. Δήμητερ, ἵλεως γενοῦ.
19 [II 4]. Γλυκέρα ευάυδρρνι
ἀνέγνων. μὰ τὴν Χαλλιγένειαν ἐν ἧς νῦν εἰμι κατευ- χαῖς ἔχαιρον, Μένανδρε, ἐκπαθὴς ὑπὸ ἡδονῆς γινομένη, καὶ τὰς παρούσας οὐκ ἐλάνθανον. ἦν δὲ ἢ τε μήτηρ μου καὶ ἡ ἑτέρα ἀδελφὴ Σὐφρόνιον καὶ τῶν φίλων ῆν οἶσθα· καὶ 〈γὰρ〉 παρὰ σοὶ ἐδείπνησε πολλάκις, καὶ
ἐπῄνεις αὐτῆς τὸν ἐπιχώριον ἀττικισμόν, ἀλλʼὡς φοβού- μενος αὐτὴν ἐπαινεῖν, ὅθεν καὶ μειδιάσασα θερμότερόν σε κατεφίλησα. οὐ μέμνησαι, Μένανδρε; θεασάμεναι
δέ με παρὰ τὸ εἰωθὸς καὶ τῷ προσώπῳ καὶ τοῖς ὀφθαλ- μοῖς χαίρουσαν ‘ὦ λυκέριονʼ ἤροντο, ‘τί σοι τηλι-
κοῦτον γέγονεν ἀγαθόν, ὅτι καὶ ψυχῇ καὶ σώματι καὶ πᾶσιν ἀλλοιοτέρα νῦν ἡμῖν πέφηνας; καὶ τὸ σῶμα γεγάνωσαι καὶ διαλάμπεις ἐπιχάριτόν τι καὶ εὐκταῖον᾿, 84 85 86 κἀγώ Μένανδρονʼ ἔφην ‘τὸν ἐμὸν [ὃν] ὁ Αἰγύπτου βασιλεὺς τολεμαῖος ἐπὶ τῷ ἡμίσει τῆς βασιλείας τρό- πον τινὰ μεταπέμπεταιʼ μείζονι τῇ φωνῇ φθεγξαμένη καὶ σφοδροτέρᾳ, ὅπως πᾶσαι ἀκούσωσιν αἱ παροῦσαι. καὶ ταῦτα ἔλεγον ἐγὼ διατινάσσουσα καὶ σοβοῦσα ταῖς
χερσὶν ἐμαυτῆς τὰς ἐπιστολὰς σύν τῇ βασιλικῇ σφρα-
γῖδι. ‘χαίρεις οὖν ἀπολειπομένη’; ἔφ[ρ]ασαν. τὸ δὲ οὐκ ἦν, Μένανδρε. ἀλλὰ τοῦτο μὲν οὐδενὶ τρόπῳ μὰ τὰς θεάς, οὐδʼ εἰ βοῦς μοι τὸ 〈δὴ〉 λεγόμενον φθέγ- ξαιτο, πεισθείην ἂν ὅτι βουλήσεταί μέ ποτε ἢ δυνή-
σεται Μένανδρος ἀπολιπὼν ἐν Ἀθήναις λυκέραν τὴν ἑαυτοῦ μόνος ἐν Ἀίγύπτῳ βασιλεύειν μετὰ πάντων
τῶν ἀγαθῶν. ἀλλὰ καὶ τοῦτό γε εἰδὼς ἐκ τῶν ἐπιστο- λῶν ὧν ἀνέγνων 〈δῆλος〉 ἦν ὁ βασιλεύς, τἀμὰ πεπυσ- μένος ὡς ἔοικε περὶ σέ, καὶ ἠρέμα διʼ ὑπονοιῶν Αἰ-
γυπτίοις θέλων ἀστεισμοῖς σε διατωθάζειν. χαίρω διὰ τοῦτο, ὅτι πεπλεύκασι καὶ εἰς Αἴγυπτον πρὸς αὐτὸν οἱ ἡμέτεροι ἔρωτες· καὶ πείθεται πάντως ἐξ ὧν ἤκουσεν ἀδύνατα σπουδάζειν ἐπιθυμῶν Ἀθήνας πρὸς αὐτὸν δια-
βῆναι. τί γὰρ Ἀθῆναι χάρις Μενάνδρου; τί δὲ Μέναν-
δρος χωρὶς Γλυκέρας; ἥτις αὐτῷ καὶ τὰ προσωπεῖα δια- σκευάζω καὶ τὰς ἐσθῆτας ἐνδύω, κἀν τοῖς παρασκηνίοις 87 88 ἕστηκα τοὺς δακτύλους ἐμαυτῆς πιέζουσα καὶ τρέ- μουσα, ἕως ἂν κροταλίσῃ τὸ θέατρον· τότε νὴ τὴν Ἄρ- τεμιν ἀναψψύχω καὶ περιβάλλουσά σε τὴν ἱερὰν [τῶν δραμάτων] ἐκείνην κεφαλὴν ἐναγκαλίζομαι. ἀλλʼ ὅ γε
ταῖς φίλαις τότε χαίρειν ἔφην, τοῦτʼἦν Μένανδρε, ὅτι οὐκ ἄρα λυκέρα μόνον ἀλλὰ καὶ βασιλεῖς ὑπερ- θαλάσσ(ιροι ἐρῶσί σου, καὶ διαπόντιοι φῆμαι τὰς σὰς ἀρετὰς κατηγγέλκασι. καὶ Ἀῖγυπτος καὶ Vειλος καὶ Πρωτέως ἀκροωτήρια καὶ αἱ Φάριαι σκοπιαὶ επάντα
μετέωρα νῦν ἐστι, βουλόμενα ἰδεῖν Μένανδρον καὶ ἀκοῦσαι φιλαργύρων καὶ ἐρώντων καὶ δεισιδαιμόνων καὶ ἀπίστων [καὶ πατέρων καὶ υἱῶν 〈καὶ γραῶν〉 καὶ θεραπόντων] καὶ παντὸς 〈τοῦ〉[ἐν]σκηνοβατουμένου· ὧν ἀκούσονται μέν, οὐκ ὄψονται δὲ Μένανδρον, εἰ μὴ ἐν
ἄστει παρὰ λυκέρᾳ γένοιντο καὶ τὴν ἐμὴν εὐδαιμο- νίαν ἴδοιεν, τὸν πάντη διὰ τὸ κλέος αὐτοῦ Μένανδρον καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἐμοὶ προσκείμενον. οὐ
μὴν ἀλλʼ εἴγε ἄρα πόθος αἱρεῖ σέ τις καὶ τῶν ἐκεῖ ἀγαθῶν καὶ εἰ μηδενὸς ἄλλου τῆς γε Αἰγύπτου, χρή-
μάτος μεγάλου, καὶ τῶν αὐτόθι πυραμίδων καὶ τῶν ἠχούντων ἀγαλμάτων καὶ τοῦ περιβοήτου λαβυρίνθου 89 90 καὶ τῶν ἄλλων ὅσα ὑπὸ χρόνου ἢ τέχνης παρʼ αὐτοῖς τίμια, δέομαί σου Μένανδρε, μὴ ποιήσῃ με πρόφασιν·
μηδέ με Ἀθηναῖοι διὰ ταῦτα μισησάτωσαν ἥδη τούς μεδίμνους ἀριθμοῦντες, οθς αὐτοῖς ὁ βασιλεὺς πέμψει διὰ σέ. ἀλλʼ ἄπιθι πᾶσι θεοῖς, ἀγαθῇ τύχς, δεξιοῖς
πνεύμασι, Διὶ οὐρίῳ. ἐγὼ γάρ σε οὐκ ἀπολείψω. μὴ τοῦτο δόξης με λέγειν, οὐδʼ αὐτὴ δύναμαι κἂν θέλω·
ἀλλὰ παρεῖσα τὴν μητέρα καὶ τὰς ἀδελφὰς ναυτὶς ἔσο- μαι συμπλέουσά σοι· καὶ σφόδρα τῶν εὐθαλάσσων γεγένημαι, εὖ [δʼ] οἶδα, κἂν ἐκκλωμένης κώπης ναυ-
τιᾷς ἐγὼ [θεραπεύσω] θάλψύω σου τὸ ἀσθενοῦν τῶν πελαγισμῶν, ἄξω δέ σε ἄτερ μίτων Ἀριάδνη [|είς Ἀῖ- γυπτον], οὐ Διόνυσον ἀλλά Διονύσου θεράποντα καὶ |
προφήτην. οὐδὲ ἐν Vάξῳ καὶ ἐρημίαις ναυτικαῖς ἀπολειφθήσομαι τὰς σὰς ἀπιστίας κλαίουσα καὶ ποτνιω-
μένη. χαιρέτωσαν οἱ Θησεῖς ἐκεῖνοι καὶ τὰ ἄπιστα τῶν πρεσβυτέρων ἀμπλακήματα. ἡμῖν δὲ βέβαια πάντα, καὶ τὸ ἄστυ καὶ ὁ Πειραιεύς καὶ ἡ Ἀἴγυπτος. οὐδὲν 91 92 χαρίον ἡμῶν τοὺς ἔρωτας οὐχὶ δέξεται πλήρεις· κἂν πέτραν οἰκῶμεν, εὖ οἶδα ἀφροδίσιον αὐτὴν τὸ εὔνουν ποιήσει. πέπεισμαι μήτε χρημάτων σε [μήτε] περιου-
σίας μήτε πλούτου τὸ καθάπαξ ἐπιθυμεῖν, ἐν ἐμοὶ καὶ
τοῖς δράμασι τὴν εὐδαιμονίαν κατατιθέμενον· ἀλλʼ οἱ συγγενεῖς, ἀλλʼ οἱ πατέρες, ἀλλʼ οἱ φίλοι, σχεδὸν οἰσθα πάντη ἐπάντες πολλῶν δέονται, πλουτεῖν θέλουσι καὶ χρηματίζεσθαι. σύ μὲν οὐδέποτε περὶ οὐδενὸς αἰτιάσῃ
με οὕτε μικροῦ οὔτε μεγάλου, τοῦτο εὖ οἶδα, πάλαι
μὲν ἡττημένος μου πάθει καὶ ἔρωτι, νῦν δὲ ῆδη καὶ κρίσιν προστεθεικὸς αὐτοῖς, ἦς μᾶλλον περιέχομραι, Μένανδρε, φοβουμένη τῆς ἐμπαθοῦς φιλίας τὸ ὀλιγο- χρόνιον· ἔστι γὰρ ὡς βίαιος ἡ ἐμπαθὴς φιλία οὕτω καὶ εὐδιάλυτος· οἷς δὲ παραβέβληή[ν]ται καί 〈τι〉 βου-
λῆς, ἀρραγέστερον ἐν τούτοις ἥδη τὸ ἔργον 〈ὅν〉 οὕτε ἀμιγὲς ἡδονῆς ἔσται διὰ τὸ πάθος] οὔτε περιδεές. θήσει δὲ σὺ τὴν 〈αὐτὴν〉 γνώμην, ὅς γε πολλάκις περὶ
τούτων αὐτὸς νουθετῶν με διδάσκεις. ἀλλʼ εἰ καὶ σὺ 93 94 μή μέ τι μέμψῃ μηδὲ αἰτιάσῃ, δέδοικα τοὺς Ἀττικούς σφῆκας, οίτινες ἄρξονται πάντῃ μεπεριβομβεῖν ἐξιοῦσαν ὡς αὐτὸν ἀφρρημένην τῆς Ἀθηναίων πόλεως τὸν πλοῦ-
τὸν. ὥστε δέομαί σου Μένανδρε, ἐπίσχες, μηδέ πω τῷ βασιλεῖ μηδὲν ἀντεπιστείλῃς. ἔτι βούλευσαι, περί-
μεινον ἕως 〈ἃν〉 κοινῇ γενώμεθα [καὶ] μετὰ τῶν φίλων [καὶ] θεοφράστου καὶ Σπικούρου. τάχαγὰρ ἀλλοιότερα κἀκείνοις καὶ σοὶ φανεῖται ταῦτα. μᾶλλον δὲ [καὶ] θυσώμεθα καὶ ἴδωμεν τί λέγει τὰ ἱερά, εἴτε λῶον εἰς Ἀίγυπτον ἡμᾶς ἀπιέναι εἴτε μένειν. καὶ χρηστηριασ-
θῶμεν εἰς Δελφοὺς πέμψαντες· πάτριος ἡμῖν ἐστι〈ν〉 ὁ〉 θεός. ἀπολογίαν ἕξομεν [καὶ πορευόμενοι καὶ μέ-
νοντες] πρὸς ἀμφότερα τοὺς θεούς. μᾶλλον δὲ ἐγὼ τοῦτο ποιήσω· καὶ γὰρ ἔχω τινὰ νεωστὶ γυναῖκα ἀπὸ Φρυγίας ἥκουσαν εὖ μάλα τούτων ἔμπειρον, γαστρο-
μαντεύεσθαι δεινὴν τῇ τῶν σπαρτῶν διατάσει νύκτωρ καὶ τῇ τῶν θεῶν δείξει· καὶ οὐ δεῖ λεγούσῃ πιστεύειν,
ἀλλʼ ἰδεῖν, ὡς ἔφη. διαπέμψομαι πρὸς αὐτήν. καὶ 95 96 γάρ, ὥς φασε, καὶ κάθαρσίν τινα δεῖ προτελέσαι τὴν γυναῖκα καὶ παρασκευάσαι τινὰ ζῶα [ίερεῦσαι] καὶ λιβανωτὸν ἄρρενα καὶ στύρακα μακρὸν καὶ πέμματα σελήνης καὶ ἄγρια φύλλα τῶν ἄγνων. οἶμαι δὲ καὶ
σὲ φθήσεσθαι Πειραιόθεν ἐλθεῖν. ἢ δήλωσόν μοι σα- φῶς μέχρι τίνος οὐ δύνασαι λυκέραν ἰδεῖν, ἵνʼ ἐγὸ μὲν καταδράμω πρὸς σέ, τὴν δὲ Φρυγίαν ταύτην ἑτοι- μάσωμαι ἥδη. καὶ εἰ μελετῶν πειράζεις ἀπὸ σαυτοῦ 〈ἐ〉μὲ καὶ〉 τὸν ειραιᾶ καὶ τὸ[ν] ἀγρίδιον καὶ τὴν
έουνυχίαν καὶ πάνταγ κατʼ ὀλίγον ὅπως ἐκπέσωσι τῆς ψυχῆς - οὐ δύναμαι ταῦτα ποιεῖν μὰ τούς θεούς, οὐδὲ σύ δύνασαι διαπεπλεγμένος ὅλως ἥδη μοι. κἂν
οἱ βασιλεῖς ἐπιστείλωσι πάντες, ἐγὼ πάντων εἰμὶ παρὰ σοὶ βασιλικωτέρα καὶ εὐσεβεῖ σοι κέχρημαι ἐραστῇ καὶ
ὅρκων ἐρῶν μνήμονι. ὥστε πειρῶ μᾶλλον, ἐμὴ φιλό-
της, θᾶσσον εἰς ἄστυ παραγενέσθαι, ὅπως εἷ γε μετα- 97 98 βουλεύσαιο περὶᾳ. τῆς πρὸς βασιλέα ἀρίξεως,. ἄχς εὐτρεπισμένα τὰ δράματα (καὶοο ἐξ αὐτῶν ἃ μάλιστα ὀνῆσαι δύναται τολεμαῖον καὶ τὸν αὐτοῦ Διόνυσον — οὐ δημοκρατικόν, ὡς οἶσθα — εἴτε θαῖδα εἴτε Μισούμενον εἴτε ὑρασυλέοντα ἕτε Ἐπιτρέποντας εἴτε
Ῥπιζομένην εἴτε ικυών〈ιον, εἴθ’ ὅτι〉οῦν ἄλλο. τί δέ; ἐγὼ θρασεῖα καὶ τολμηρά τίς εἰμι τὰ Μενάνδρου διακρίνειν ἰδιῶτις οὖσα; ἀλλὰ σοφὸν ἔχω σου τὸν
ἔρωτα καὶ ταῦτʼείδέναι δόνασθαι. σύ γάρ με ἐδίδαξας εὐφυᾶ γυναῖκα ταχέως παρʼ ἐρώντων μανθάνειν· ἀλλʼ
εἰ κοινωνοῦσιν οἱ ἔρωτες σπεύδοντες, αἰδούμεθα 〈μὰ〉 τὴν Ἄρτεμιν ἀνάξιοι ὑμῶν εἶναι μὴ θᾶττον μανθά- νουσαι. πάντως 〈δέο〉 δέομαι, Μένανδρε, κἀκεῖνο παρα- σκευάσασθαι τὸ δρᾶμα ἐν ᾧ ἐμὲ γέγραφας, ἵνα κἄν
μὴ παραγένωμαι σύν σοί, διὰ σοῦ πλεύσω πρὸς Πτολε-
99 100 μαῖον, καὶ μᾶλλον αἴσθηταί ὁ βασιλεὺς ὅσον ἰσχύει καὶ παρὰ σοὶ γεγραμμένους φέρειν ἑαυτοῦ τοὺς ἔρω- τας ἀφεὶς ἐν ἄστει τοὺς ἀληθινούς. ἀλλ᾿ οὐδὲ τού-
τους ἀφήσεις, εὖ ἴσθι· κυβερνᾶν ἢ πρῳρατεύειν, ἕως
δεῦρο παραγίνῃ πρὸς ἡμᾶς Πειραιόθεν, μαθήσομαι, ἵνα σε ταῖς ἐμαῖς χερσὶν ἀκύμονα ναυστολήσω πλέουσα, εἰ τοῦτο ἄμεινον εἶναι φαίνοιτο. φανείη δέ, ὦ θεοὶ πάντες, ὃ κοινῇ λυσιτελήσει, καὶ μαντεύσαιτο ἡ Φρυγία τὰ συμφέροντα κρεῖσσον τῆς θεοφορουμένης σου κόρης. ἔρρωσο.
Epistulae. Alciphron. ed. M. A. Schepers. United States. 2016.
Sponsored by Harvard College Library.