APPENDIX.
τῶν, μᾶλλον δὲ καὶ ἑαυτὰς ἀποκλείσατε· μία νῦν ἐστιν ἡ τὴν Ἑλλάδα ὅλην διασοβοῦσα γυνή, μία· Λαῒς ἐν τοῖς κουρείοις, Λαῒς ἐν τοῖς θεάτροις, ἐν ταῖς ἐκκλη- σίαις, ἐν τοῖς δικαστηρίοις, ἐν τῇ βουλῇ, πανταχῆ· πάντες αὐτὴν λαλοῦσιν, νὴ τὴν Ἀφροδίτην, καὶ οἱ
κωφοὶ διανεύουσιν ἀλλήλοις τὸ ἐκείνης κάλλος· οὕτω γλῶσσα γίνεται καὶ τοῖς λαλεῖν μὴ δυναμένοις Λαῒς. εἰκότως· ἐνδεδυμένη μὲν γὰρ εὐπροσωποτάτη ἐστίν, ἐκδῦσα δὲ ὅλη πρόσωπον φαίνεται, οὔτε κατάξηρος οὔτε κατάσαρκος, ἀλλ᾿ οἵας λέγομεν ἡμεῖς τὰς ἰσχνεγ-
1 2 χύλους· τρίχες ἐνουλισμέναι φύσει, ξανθίζουσαι δὲ
ἀφαρμάκευτα καὶ τῶν ἀκρωμίδων ὑπερκεχυμέναι μα- λακῶς. ὀφθαλμοὶ δὲ νὴ τὴν Ἄρτεμιν ὅλης σελήνης εὐκυκλότεροι· καὶ τὸ μέλαν αἱ κόραι μελάνταται καὶ
τὸ κύκλῳ λευκὸν . . . .
Epistulae. Alciphron. ed. M. A. Schepers. United States. 2016.
Sponsored by Harvard College Library.