LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.
1 [ΙΙΙ 4]. Ἑκτοδιώκτης Λοπαδεκθάμβῳ.
καὶ καλῳδίου [ἀπάγξασθαι]· εἰ γὰρ ἢ ὅλην καταβα-
λοῦμεν τὴν κίονα τὴν τὸ πικρὸν τοῦτο ὡρολόγιον ἀνέχουσαν, ἢ τὸν γνώμονα τρέψομεν ἐκεῖσε νεύειν οὗ τάχιον δυνήσεται τὰς ὥρας ἀποσημαίνειν, ἔσται τὸ βού- 1 2 λευμα Παλαμήδειον· ὡς νῦν ἐγώ σοι αὖος ὑπὸ λιμοῦ καὶ αὐχμηρός. Θεοχάρης δὲ οὐ πρότερον καταλαμβάνει τὴν στιβάδα πρὶν αὐτῷ τὸν οἰκέτην δραμόντα φράσαι
τὴν ἕκτην ἑστάναι. δεῖ οὖν ἡμῖν τοιούτου σκέμματος, ὃ κατασοφίσασθαι καὶ παραλογίσασθαι τὴν τοῦ Θεο-
χάρους εὐταξίαν δυνήσεται. τραφεὶς γὰρ ὑπὸ παιδα- γωγῷ βαρεῖ καὶ ὡφρυωμένῳ οὐδὲν φρονεῖ νεώτερον, ἀλλ᾿ οἷά τις Λάχης ἢ Ἀπόληξις αὐστηρός ἐστι τοὺς τρόπους καὶ οὐκ ἐπιτρέπει τῇ γαστρὶ πρὸ τῆς ὥρας ἐμπίπλασθαι.
2 [ΙΙΙ 5]. Τρεχέδειπνος Μαυδυλοκολάπτῃ.
βραχὺ λουσάμενος ἧκε Ἀηδόνιον ἡμῖν τὴν ἑταίραν 3 4 5 ἄγων. ἔστι δέ μοι συνήθης ἐπιεικῶς καὶ μένει, πάν- τως οὐκ ἀγνοεῖς, μικρὸν ἄπωθεν τοῦ Λεωκορίου· δεῖπνον [τε] ἡμῖν ηὐτρέπισται γεννικὸν ἰχθὺς τεμαχί-
της καὶ σταμνία τοῦ Μενδησίου νέκταρος, εἴποι τις
ἄν, πεπληρωμένα.᾿ καὶ ὁ μὲν ταῦτα εἰπὼν ᾤχετο· ἐγὼ δὲ παρὰ τὴν Ἀηδόνιον δραμὼν καὶ φράσας παῤ ὅτου καλοῖτο, ἐδέησα κινδύνῳ περιπεσεῖν. ἀγνώμονος
γὰρ, ὡς ἔοικε, πειραθεῖσα τοῦ Γοργίου καὶ μικροπρε- ποῦς περὶ τὰς ἀποδόσεις, τὴν ὀργὴν ἔναυλον [ἐγκει-
μένην] ἔχουσα, πλήρη τὴν κακ〈κ〉άβην ἀποσπάσασα τῶν χυτροπόδων ἐδέησέ μου κατὰ τοῦ βρέγματος κατα- χέαι ζέοντος τοῦ ὕδατος, εἰ μὴ φθάσας ἀπεπήδησα παρὰ βραχὺ φυγὼν τὸν κίνδυνον. οὕτως ἡμεῖς ἐλπίσιν ἀπατηλαῖς βουκολούμενοι πλείους τῶν ἡδονῶν τοὺς
προπηλακισμοὺς ὑπομένομεν.
3 [ΙΙΙ 6]. Ἀρτεπίθυμος Κνισοζώμῳ.
ἀδηφάγου γαστρὸς κρατεῖν· ἡ μὲν γὰρ αἰτεῖ, καὶ οὐ πρὸς κόρον μόνον ἀλλ᾿ εἰς τρυφήν· τὸ πρόσωπον δὲ τὰς
ἐπαλλήλους πληγὰς οὐκ ἀνέχεται, καὶ κινδυνεύω τοῖν ὀφθαλμοῖν τὸν ἕτερον συσταλῆναι ὑπὸ τῶν ῥαπισμά-
των ἐνοχλούμενος. ἰοὺ ἰοὺ τῶν κακῶν, οἷα ὑπομένειν ἡμᾶς ἀναγκάζει ἡ παμφάγος αὕτη καὶ παμβορωτάτη γαστήρ. ἔκρινα οὖν πολυτελοῦς τραπέζης ἀπολαύσας
ἀποπτύσαι τὸ ζῆν, κρείττονα ὀδυνηροῦ βίου τὸν καθ᾿ ἡδονὴν θάνατον ἡγησράμενος.
4 [ΙΙΙ 7]. Ἑτοιμόκοσσος Ζωμεκπνέοντι.
παρὰ τοὺς πλείονας ἰέναι; εἰ μὴ γὰρ ἀναζεύξαντά με τοῦ συμποσίου κατά τινα ἀγαθὴν τύχην Ἀκεσίλαος ὁ ἰατρὸς ἡμιθνῆτα, μᾶλλον δὲ αὐτόνεκρον, θεασάμενος [ἕνα τῶν κάτω], 〈τοῖς〉 μαθηταῖς ἐπέταττεν φοράδην 9 10 11 ἀνελεῖν, 〈καὶ〉 ἤγαγεν ὡς ἑαυτὸν οἴκαδε καὶ ἀπερᾶν ἐπηνάγκασεν, ἔπειτα ῥυῆναι φλέβα διατεμὼν τὸ πολὺ τοῦ αἵματος ἐποίησεν, οὐδὲν ἂν ἐκώλυσεν ἀνεπαισθή- τῳ με τῶ θανάτῳ διαφθαρέντα ἀπολωλέναι. οἷα γὰρ
οἷα [πάσχει τὰ δίκαια] 〈οἱ〉 λακκόπλουτοι εἰργάσαντό με ἄλλος ἄλλοθεν περιττὰ πίνειν καὶ πλείω ἢ κατὰ τὸ κύτος τῆς γαστρὸς ἐσθίειν. ἀναγκάζοντες. ὁ μὲν
γὰρ ἀλλᾶντα ἐνέσαττεν, ὁ δὲ κόπαιον εὐμέγεθες παρ- ώθει ταῖς γνάθοις, ὁ δὲ κρᾶμα, οὐκ οἶνον, ἀλλὰ νᾶπυ
καὶ γάρον καὶ ὄξος κερασάμενος, καθάπερ εἰς πίθον ἐνέχει. αὐτίκα λέβητας πιθάκνας ἀμίδας ἐμῶν ἀπεπλή-
ρωσα, ὥστε αὐτὸν τὸν Ἀκεσίλαον θαυμάζειν ποῦ καὶ τίνα τρόπον ἐχώρησα τοσοῦτον βρωμάτων φορυτόν. ἀλλ᾿ ἐπειδὴ θεοὶ σωτῆρες καὶ ἀλεξίκακοι προὔπτου με κιν- 12 13 δύνου φανερῶς ἐξείλοντο, ἐπ᾿ ἐργασίαν τρέψομαι καὶ Πειραιεῖ βαδιοῦμαι τὰ ἐκ τῶν νεῶν φορτία ἐπὶ τὰς
ἀποθήκας μισθοῦ μετατιθείς. ἄμεινον γὰρ [ἐπὶ] θύμοις καὶ ἀλφίτοις διαβόσκειν τὴν γαστέρα, ὁμολογουμένην ἔχοντα τὴν τοῦ ζῆν ἀσφάλειαν, ἢ πεμμάτων ἀπολαύ-
οντα καὶ φασιανῶν ὀρνίθων τὸν ἄδηλον ὁσημέραι θάνατον ἀπεκδέχεσθαι.
5 ΙΙΙ 8]. Οἰνοπνίκτης Κοτυλοβροχθίσῳ.
πὸν ἐπὶ τὴν Ἄγνον, ἔνθα συμβαλεῖν ἡμῖν ἐξέσται καὶ τὸ ἐντεῦθεν ἀπὸ Σκίρου λαβοῦσι Κλυμένην τὴν ἑταί- ραν ἀγαγεῖν παρὰ τὸν νεόπλουτον Θηριππίδην τὸν
Αἰξωνέα. διακαῶς δὲ αὐτῆς οὗτος ἐρᾷ πολὺς ἐξ οὗ 14 15 16 χρόνος, καὶ δαπανᾶται οὐκ ὀλίγα μάτην· ᾐσθημένη γὰρ τὸν ἔρωτα ἐκκεκαυμένον τοῦ μειρακίου, θρύπτε- ται καὶ συνεχῶς ἀκκίζεται, καὶ πλείονα ἐπὶ πλείοσιν ἀποφερομένη οὔ φησιν ἑαυτὴν ἐπιδώσειν, εἰ μή τι
χωρίον πρὸς τοῖς ἀργυρίοις λάβοι. ὥρα οὖν καὶ βίᾳ ταύτην, εἰ συνήθως ἀντιτείνοιτο ἡμῖν, ἀποσπᾶν. δύο δὲ ὄντε καὶ ἐρρωμένω τάχιστα αὐτὴν καὶ ἄκουσαν ἀπάξαι δυνησόμεθα. Θηριππίδης δὲ εἰ τοῦτο αἴσθοιτο
καὶ τοὖργον ἐπιγνοίη τῆς ἡμετέρας ἀγρυπνίας κατόρ-
θωμα, ληψόμεθα χρυσοῦς τοῦ νέου κόμματος οὐκ ὀλί- γους καὶ λαμπρὰν ἐσθῆτα, καὶ προσέτι τὴν οἰκίαν εἰσιέναι ἐπʼ ἀδείας ἕξομεν καὶ [τὸ] χρῆσθαι τὸ λοιπὸν ἀνεπικωλύτως. τάχα δὲ οὐδὲ παρασίτους ἡμᾶς ἀλλὰ φίλους ἡγήσεται· οἱ γὰρ παράκλησιν εἰς εὐποιίαν μὴ
ἀναμείναντες οὐκέτι κόλακες ἀλλὰ φίλοι νομίζονται.
6[III 42] Ῥαγοστράγγισος Στεμφυλοδαίμουι.
— δεξιαῖς χρώμενος ταῖς καλινδήσεσι τῶν κύβων ἄχρι
δραχμῶν καὶ ὀβολῶν ἀπεσύλησεν. ἐξὸν δέ μοι παρι- δεῖν ὅσον ἐζημιώθην, εἶτʼ ἀθῴῳ γενέσθαι τοῦ πλείονος, ἐκ τῆς κατʼ ὀργὴν ἔριδος τὴν εἰς τοὔσχατον ὑπέμεινα βλάβην· καθʼ ἓν γὰρ ἕκαστον τῶν ἱματίων ἐκ προκλή-
σεως ἀποτιθείς, τέλος ἁπάντων ἐψιλώθην τῶν ἐνδυμά- των. ποῖ δὴ οὖν βαδιστέον; χαλεπῶς γὰρ καὶ λάβρως ἐπαιγζων ὁ βορρᾶς δίεισί μου τῶν πλευρῶν ὥσπερ
βέλος. ἐς Κυνόσαργες ἴσως οἰχητέον. ἢ γάρ τις τῶν ἐκεῖ νεανίσκων κατοικτείρας ἀμφιάσει με ἱματίοις, ἢ
καταλήψομαι ἐγγύθεν τὰς καμίνους καὶ τῷ πυρὶ ὁ δύστηνος θάλψομαι· τοῖς γὰρ γυμνοῖς σισύρα καὶ ἐφεστρὶς ἡ φλὸξ [καὶ τὸ ἐκ τῆς εἵλης θέρεσθαι].
6 [ΙΙΙ 43]. Ψιχοκλά [υ]στης Βουκίωνι.
δρόμον ἀφέντες εἰς τὸ προάστειον τὸ Ἀγκυλῆσι τὸ Χαρικλέους τοῦ μειρακίου ᾠχόμεθα, ἔνθα αὐτός τε
ἀσμένως ὑσπεδέξατο φιλογέλώς τε ὢν καὶ φιλαναλώ- της, ἡμεῖς τε διατριβὴν αὐτῷ καὶ τοῖς συμπόταις παρ- έσχομεν, παρὰ μέρος ἀλλήλους ἐπιρραπίζοντες καὶ ἀνά-
παιστα εὔκροτα ἐπιλέγοντες αὐτοσκωμμάτων ἁλυκῶν καὶ αὐτοχαρίτων ἀστεϊσμῶν αἱμυλίας γέμοντα. ἐν
τούτῳ δέ, ἱλαρώτατα καὶ εὐφροσύνως διακειμένου τοῦ 21 22 συμποσίου, ἐπέστη ποθὲν Σμικρίνης ὁ δύστροπος καὶ δύσκολος· εἵπετο δʼ αὐτῷ πλῆθος οἰκετῶν, οἳ δραμόν-
τες ἐφʼ ἡμᾶς ὥρμησαν. αὐτὸς δὲ ὁ Σμικρίνης πρῶτον μὲν τῇ καμπύλη παίει τὸν νῶτον τοῦ Χαρικλέους, ἔπειτα ἐπὶ κόρρης πατάξας ἦγεν ὡς ἔσχατον ἀνδρα-
πόδων. ἡμεῖς δὲ νεύματι μόνῳ τοῦ πρεσβύτου εἰς τοὐπίσω τὰς χεῖρας ἐστρεβλούμεθα· τὰ δὲ μετὰ ταῦτα ξήνας ἡμᾶς ὑστριχίσιν οὐκ ὀλίγας οὐδʼ εὐαριθμήτους, τέλος ἀγαγὼν εἰς τὸ δεσμωτήριον ἀπέθετο 〈ὁ〉 ἄγριος
γέρων. καὶ εἰ μὴ συνήθης ὢν καὶ πολλὰ καθηδυπα-
θήκας μεθʼ ἡμῶν ὁ χαρίεις Εὐθύδικος, ἀνὴρ ἐν τοῖς πρώτοις τοῦ συνεδρίου τῶν Ἀρεοπαγιτῶν, ἀνέῳξεν ἡμῖν τὸ δεσμωτήριον, τάχ᾿ ἂν καὶ τῷ δημίῳ παρεδό- θημεν. οὕτως ὁ δριμὺς γέρων καὶ πικρὸς ἐνεπίμπρατο καθ᾿ ἡμῶν, καὶ πάντα ἔπραττεν ὡς ἂν τὴν ἐπὶ θανά-
τῳ ἴσα τοῖς ἀνδροφόνοις καὶ ἱεροσύλοις ἀπαχθείημεν.
8 (ΙΙΙ 44]. Γνάθων Λει[σ]χοπίνακι.
κυνὶ ἀνέῳγεν [ἡ] οἰκία. ἐμοὶ δοκεῖν, Θετταλίδα τινὰ γραῦν ἢ Ἀκαρνανίδα φαρμακεύτριαν πεπορισμένος καταγοητεύει τοὺς ἀθλίους νεανίσκους. τί γὰρ καὶ
στωμύλον ἔχει; τί δὲ ὁμιλητικὸν καὶ ἡδὺ φέρει; ἀλλ᾿ ἴσως εὐμενεστέροις ὄμμασιν ἐκεῖνον εἶδον αἱ Χάριτες,
ὡς τοὺς μὲν ἀπομύττεσθαι πρὸς αὐτοῦ, ἡμᾶς δὲ ἀγα- πῶν εἰ τὰς ἀπομαγδαλίας ὡς κυσί τις παραρρίψειε. τάχα δὲ οὐ γόης, ἀλλὰ τύχη πέχρηται δεξιᾷ. [τύχη
γὰρ παρὰ πάντα ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα.] οὐδὲν γὰρ ἐν ἀνθρώποις γνώμη, πάντα δὲ τύχη, καὶ
ταύτης ὁ τυχὼν ἡδὺς ἔστι καὶ νομίζεται.
9 ΙΙΙ 45]. Τραπεζολείκτης Ψιχίωνι.
θησίν καινὴν ἄνευ μηχανῆς καὶ ἑλεπόλεως. ἀκούω γὰρ τὸν καταπύγονα καὶ θηλυδρίαν περικατεάξαι σοι
τὴν φιάλην, ὡς τὰ θραύσματα λωβήσασθαί σου τήν τε ῥῖνα καὶ τὴν δεξιὰν σιαγόνα, καὶ τοῦ αἵματος ἐνεχθῆ- ναι κρουνούς, οἵους ὕδατος αἱ ἐν Γερανείᾳ πέτραι
σταλάττουσι. τίς ἔτι ἀνέξεται τῶν κακοδαιμόνων του- τωνί, τοσούτου τὸ γαστρίζεσθαι πωλούντων; ὠνούμεθα
γὰρ κινδόνου τὸ ζῆν, καὶ τὸν ἐκ λιμοῦ θάνατον δε- διότες τὴν μετὰ κινδύνου πλησμονὴν ἀσπαζόμεθα.
10 [ΙΙΙ 46]. Στεμφυλοχαίρων Τραπεζοχάροντι.
δὲ ἐκ φιλονεικίας ἔπινον, ἕως, τῆς ἁμίλλης εἰς ἄπειρον προχωρούσης, κῶμα κατέσχε τὸ συμπόσιον καὶ πάντας ὕπνος ὑπειλήφει νυστακτὴς ἄχρι καὶ αὐτῶν τῶν οἰκε- τῶν· ἐγὼ δὲ περιέβλεπον μὲν εἴ τι τῶν ἀργυρῶν
σκευῶν ὑφελέσθαι δυναίμην· ὡς δὲ ταῦτα ἔτι νηφόν-
των ἐξ ὀφθαλμῶν ἐγεγόνει καὶ ἦν ἐν ἀσφαλεῖ, τὸ χειρόμακτρον ὑπὸ μάλης λαβων ἐξηλλόμην ὡς ἐν τῇ φυγῇ τοῖν διαβάθροιν θάτερον ἀποβαλεῖν. ὅρα δέ,
ὥς ἐστι πολυτελές, ὀθόνης Αἰγυπτίας καὶ ἁλουργοῦ πορφύρας τῆς Ἑρμιονίδος λεπτὸν εἰς ὑπερβολὴν καὶ
πολύτιμον ὕφασμα. εἰ τοῦτο ἀδεῶς ἀπεμπολήσαιμι, γαστριῶ σε ἀγαγὼν ἐπὶ τὸν πανδοκέα Πιθακ〈ν〉ίωνα. πολλὰς γὰρ ὁμοῦ πολλάκις παροινίας ἀνέτλημεν, καὶ χρή σε τὸν κοινωνὸν τῶν δυστυχημάτων μερίτην γενέ- σθαι καὶ τῆς εὐτυχούσης ἡμέρας.
11 [III 47]. Ὡρολόγιος Λαχανοθαυμάσῳ.
ἑαυτόν. κύνες δὲ ἐξαίφνης οἰκουροὶ περιχυθέντες ἄλλος ἀλλαχόθεν χαλεποὶ καὶ βαρεῖς τὴν ὑλακὴν ἐπῄεσαν Μολοττοὶ καὶ Κνώσιοι, ὑφʼ ὧν οὐδὲν ἐκώλυσέ με ὡς ἠδικηκότα τὴν Ἄρτεμιν διεσπάσθαι μέσον, ὡς μηδὲ τὰ ἀκρωτήρια εἰς τὴν ὑστεραίαν περιλειφθῆναι πρὸς ταφὴν
τοῖς ἑτοίμοις εἰς ἔλεον καὶ συμπάθειαν. εὑρὼν οὖν ὑδρορρόον ἀνεῳγότα οὐκ εἰς βάθος ἀλλʼ ἐπιπολῆς, [καὶ] ὑποδὺς εἰς τοῦτον κατεκρύβην. ἔτι σοι ταῦτα τρέμων καὶ παλλόμενος λέγω. ἑωσφόρου δὲ ἀνασχόντος τῶν μὲν ᾐσθόμην οὐκέθʼ ὑλακτούντων — οἴκοι γὰρ πάντες
ἐδέδεντο — αὐτὸς δὲ εἰς Πειραιᾶ δραμὸν νηὶ Σικε- λικῇ λύειν μελλούσῃ τὰ πρυμνήσια περιτυχὼν ἀπεδόμην 33 34 τῷ ναυκλήρῳ τὴν προχόην. καὶ νυνὶ τὸ τίμημα ἔχων
νένασμαι τοῖς κέρμασι καὶ νεόπλουτος ἐπανελήλυθα, καὶ τοσοῦτον ῥιπίζομαι ταῖς ἐλπίσιν, ὡς ἐπιθυμεῖν κόλακας τρέφειν καὶ κεχρῆσθαι παρασίτοις, οὐ παρα-
σιτεῖν αὐτός. ἀλλʼ ἢν τουτὶ τὸ πορισθὲν ἀργύριον ἀπαναλώσω, πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐπιτήδευσιν τρέψο- μαι· οὐδὲ γὰρ κύων σκυτοτραγεῖν μαθοῦσα τῆς τέχνης ἐπιλήσεται.
12 [III 48]. Κεφαλογλύεπτης Μαππαφανίσῳ.
κιττοστεφὴς ἦγε συμπόσιον. ἔνθα παραληφθεὶς φεῦ
τῶν κακῶν οἷα ὑπέμεινα, τοῦτο μὲν πιττούμενος τὴν κεφαλὴν καὶ γάρῳ τοὺς ὀφθαλμοὺς ῥαινόμενος, τοῦτο δὲ ἀντὶ πλακοῦντος, τῶν ἄλλων ἄμητας ἐσθιόντων καὶ 35 36 37 σησαμοῦντας, αὐτὸς μέλιτι δεδευμένους λίθους ἀπο-
τρώγων. ἡ πασῶν δὲ ἰταμωτάτη, τὸ ἐκ Κεραμεικοῦ πορνίδιον, ἡ μέτοικος ἡ Φενεᾶτις, Υακινθίς, κύστιν αἵματος πληρώσασα καταφέρει μου τῆς κεφαλῆς, καὶ ὁμοῦ
τῷ κτύπῳ 〈ἐ〉 λελούμην τῷ αἵματι. καὶ τῶν μὲν εὐωχου-
μένων πολὺς καὶ καπυρὸς ἐξεχύθη γέλως, ἐγὼ δὲ ὧν ἔπαθον μισθὸν οὐκ ἀπηνεγκάμην ἄξιον, ἀλλά μοι γέ- γονε τῶν ὕβρεων ἀμοιβὴ τὸ μέτρον τῆς γαστρός, πέρα[ς]
δὲ οὐδέν. μήτε οὖν ἐς νέωτα μήτε μὴν νικῴη ὁ θεοῖς ἐχθρὸς Λικύμνιος, ὃν ἐγὼ τῆς ἀχαρίστου φωνῆς ἕνεκεν
ὁρθοκόρυζον καλεῖσθαι πρὸς ἡμῶν καὶ τοῦ χοροῦ τῶν Διονυσοκολάκων ἔκρινα.
13 [ΙΙΙ 49]. Καπνοσφράντης Ἀριστομάχῳ.
σῶμα τὰς ὕβρεις ὑπέμενε καὶ ἦν ἐν ὥρᾳ τοῦ πάσχειν νεότητι καὶ ἀκμῇ νευρούμενον, φορητὸς ἡ ὕβρις· ἐπειδὴ δὲ ἐγώ σοι μεσαιπόλιος, καὶ τὸ λειπόμενον τοῦ βίου πρὸς γῆρας ὁρᾷ, τίς ἴασις τῶν κακῶν; Ἁλιαρτίου σχοι- νίου χρεία, καὶ κρεμήσομαι πρὸ τοῦ Διπύλου, ἢν μή
τι δεξιὸν ἡ τύχη βουλεύσηται. εἰ δὲ [καὶ] τοῖς αὐτοῖς
ἐπιμείνειεν, οὐ πρότερον στραγγαλιῶ τὸν τράχηλον, πρὶν τραπέζης ἀπολαῦσαι πολυτελοῦς· οὐκ εἰς μακρὰν δὲ ὁ περίβλεπτος οὗτος καὶ ἀοίδιμος ἔσται γάμος Χαρι- τοῦς καὶ Λεωκράτους, μετὰ τὴν ἕνην καὶ νέαν τοῦ
Πυανεψιῶνος, εἰς ὃν πάντως ἢ παρὰ τὴν πρώτην ἡμέραν ἢ τοῖς ἐπαυλίοις κεκλήσομαι. δεῖ γὰρ θυμη- δίας καὶ παρασίτων τοῖς γάμοις, καὶ ἄνευ ἡμῶν ἀνέ- ορτα πάντα καὶ συῶν οὐκ ἀνθρώπων πανήγυρις.
14 [ΙΙΙ 50]. Βουκοπνίκτης Ἀρτοπύκτῃ.
τούτῳ μηχανωμένη, τοῦ Εὐβοέως ἐρᾶν προσποιεῖται [τοῦ] νεανίσκου, ἵνα 〈τὰ〉 τούτου κατασπαθήσασα οὕτως
ἐπʼ ἄλλον τρέψῃ τὸν ἔρωτα. ἐγὼ δὲ ὀδυνῶμαι τὴν καρδίαν ὁρῶν ὑπορρέοντα τοσοῦτον πλοῦτον, ὃν οἱ μακαρῖται αὐτῷ Λυσίας καὶ Φανοστράτη κατέλιπον.
ἃ γὰρ ἐκεῖνοι κατ᾿ ὀβολὸν συνήγαγον, ἀθρόως ἀναλοῖ τὸ πολύκοινον τοῦτο καὶ αἰσχρότατον γύναιον. πάσχω μὲν οὖν τι καὶ ἐπὶ τῷ μειρακίῳ· κύριος γὰρ γενόμενος τῆς οὐσίας πολλὴν τὴν εἰς ἡμᾶς φιλανθρωπίαν ἐνεδεί-
ξατο· ὁρῶ δὲ καὶ τὰ ἡμέτερα σκάζοντα· εἰ γὰρ εἰς
ταύτην ἅπαντα 〈ἀνα〉τεθείη τὰ προσόντα τούτῳ τῷ βελτίστῳ, καλῶς, ὦ θεοί, καλῶς ἀπολαύσομεν τῆς πλη- 43 44 σμονῆς. ἔστι γάρ, ὡς οἶσθα, ἁπλοϊκὸς ὁ Φίληβος καὶ πρὸς ἡμὰς τοὺς παρασίτους ἐπιεικὴς καὶ μέτριος τὸν τρόπον, ᾠδαῖς μᾶλλον καὶ γέλωτι ἢ ταῖς εἰς ἡμᾶς ὕβρεσι θελγόμενος.
15 [ΙΙΙ 51].
Λαιμοκύκλωψ Κρεολώβῃ.
ἕτοιμος ἐντεῦθεν ἀποσοβεῖν καὶ σπεύδειν ὡς ὑμᾶς. ἀχάριστοι γὰρ ὤφθησαν οὗτοι καὶ ἥκιστα συμποτικοί,
καὶ πλείους παρ᾿ αὐτοῖς αἱ παροινίαι τῶν ἀπολαύσεων. ὡς ἄμεινον ἐμοὶ ὀλύνθους ἢ παλάθας ἐπιμασᾶσθαι τῶν Ἀττικῶν, ἢ τοῦ παρὰ τούτοις χρυσίου ἀποδρέπε-
σθαι. οἷα γὰρ καινουργεῖν ἐπιχειροῦσιν ἀναγκάζοντες
ἀσκωλιάζοντας πίνειν, διάπυρόν τε τὸν οἶνον καὶ θερ- 45 46 μὸν ἄνευ τοῦ πρὸς ὕδωρ κράματος καταχέοντες, εἶτα [ὀστέα] κῶλά τε καὶ ἀστραγάλους καθάπερ τοῖς κυσὶ παραρριπτοῦντες καὶ νάρθηκας ἐπιρρηγνύντες, καὶ σκύτεσι καὶ τοῖς ἄλλοις ἱμᾶσιν ἀντὶ παιδιᾶς πλήττοντες.
ἐμοὶ γένοιτο, πρόμαχε Ἀθηνᾶ καὶ πολιοῦχε τοῦ ἄστεος,
Ἀθήνησι καὶ ζῆσαι καὶ τὸν βίον ἀπολιπεῖν. ἄμεινον γὰρ πρὸ τῆς Διομηΐδος πύλης ἢ πρὸ τῶν Ἱππάδων ἐκτάδην κεῖσθαι νεκρὸν τύμβου 〈οὐ〉 περιχυθέντος, ἢ τῆς Πελοποννησίων εὐδαιμονίας ἀν〈τ〉έχεσθαι.
16 [III 52]. Ἀκρατολύμας Χωνοκράτει.
παλλακὴν τοῦ τῆς οἰκίας δεσπότου, καὶ ἤδη αὐτοῖς ἡ
πρᾶξις εἰς τὴν ἀκμὴν προκεχώρηκε. καὶ οὐκ ἀρκοῦνται τῆ τῶν ἀφροδισίων ἀθέσμῳ πλησμονῇ, ἀλλὰ γὰρ 〈καὶ〉 τὰ ἐκ τῆς οἰκίας σκεύη καθ᾿ ἓν ἐκλαμβάνουσι. καὶ
ἴσως μὲν ἄχρι τινὸς λήσεται τοὖργον πραττόμενον, πάντως δέ ποτε ἢ λάλος γείτων ἢ ψιθυρὸς οἰκέτης
ἀγορεύσει τὸ πρᾶγμα εἰς τοὐμφανές, καὶ ἀνάγκη μετὰ πῦρ καὶ σίδηρον καὶ τὰς ἄλλας βασάνους τέλος αὐτοῖς γενέσθαι τῆς ἡδονῆς τὸ κώνειον ἢ τὸ βάραθρον. ἀφει- δῶς γὰρ χρώμενοι τῷ τολμήματι ἰσόρροπον τῇ πράξει τὴν τιμωρίαν ἐκτίσουσιν.
17 [III 53]. Λοπαδίωυ Εὐκνίσσῳ
φάγοιμι μόνος. ἀπορίᾳ δὲ τόπου δρομὼν ἐπὶ τὴν Ποικίλην — καὶ γὰρ οὐκ ἠνώχλει ταύτην οὐδὲ εἷς
τῶν ἀδολέσχων τουτωνὶ φιλοσόφων — κεῖθι τῶν πόνων
ἀπέλαυον. ἀνανεύσας δὲ τῆς λοπάδος ὁρῶ προσιόντας τῶν ἀπὸ τῆς τηλίας τινὰς νεανίσκων, καὶ δείσας τὰ μὲν βρώματα ὄπισθεν ἀπεθέμην, αὐτὸς δὲ εἰς τοὔδαφος ἐκείμην κρύπτων τὰ κλέμματα εὐχόμενός τε τοῖς Ἀπο-
τροπαίοις τὸ νέφος παρελθεῖν, χόνδρους ὑποσχόμενος λιβανωτοῦ ἱκανούς, οὓς οἴκοι ἀναλεξάμενος τῶν ἱερῶν
ἔχω εὖ μάλα εὐρωτιῶντας. καὶ οὐκ ἠστόχησα· οἱ θεοὶ γὰρ αὐτοὺς ἄλλην ὁδὸν ἔτρεψαν. κἀγὼ σπουδῇ κατα- βροχθίσας πάνθ᾿ ὅσα ἐνέκειτο τοῖς σκεύεσι, φίλῳ παν-
δοκεῖ τὴν χύτραν καὶ τὸ λοπάδιον, τὰ λείψανα τῶν κλεμμάτων, χάρισμα δοὺς ἔχειν ἀπεχώρησα, ἐπιεικής τις καὶ δεξιὸς ἐκ τῶν δωρημάτων ἀναφανείς.
18 [IIII 54]. Χυτρολείκτης Πατελλοχάρουτι.
τί γὰρ ἔδει με ἀσθενέστερον ὄντα ῥωμαλέοις συνεξε- τάζεσθαι νεανίαις; ἐπεὶ γὰρ εἰς ἐμαυτὸν ὅλας τὰς ἐκ-
θέσεις συνελεξάμην, ἀπορία δὲ ἦν αὐτοῖς παντελὴς ἀργυρίου, ἐπ᾿ ἐμὲ πάντες ὥρμησαν. καὶ οἱ μὲν πύξ ἔπαιον, ἄλλοι δὲ λίθοις ἐχρῶντο, οἱ δὲ διέσχιζον τὸ
ἱμάτιον. ἐγὼ δ᾿ ἀπρὶξ τῶν κερμάτων εἰχόμην, ἀπο-
θανεῖν πρότερον ἢ προέσθαι τι ἐκείνοις τῶν μοι πεπορισμένων αἱρούμενος· καὶ δὴ μέχρι γέ τινος ἀντ- έστην γεννικῶς καὶ τὰς φορὰς τῶν πληγῶν ὑπομένων καὶ τὰς ἐκστροφὰς τῶν δακτύλων ἀνεχόμενος, καὶ ἤμην
οἷά τις Σπαρτιάτης ἀνὴρ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας τυπτόμενος. ἀλλ᾿ οὐκ ἦν Λακεδαίμων ἐν ᾗ ταῦτα
ὑπέμενον, ἀλλ᾿ Ἀθῆναι καὶ τῶν Ἀθήνησι κυβευτῶν οἱ 55 56 ἐξωλέστατοι. τέλος δ᾿ οὖν λιποθυμήσας ἀφῆκα τοῖς ἐναγέσι λαμβάνειν. οἱ δὲ καὶ τὸ προκόλπιον διηρεύ- νησαν, καὶ τὰ ἐν τούτῳ ἐγκείμενα φέροντες ᾤχοντο, τοῦτ᾿ ἐμοῦ λῶον ἡγησαμένου τὸ ζῆν δίχα χρημάτων ἢ μετὰ χρημάτων τεθνάναι.
19 [III 55]. Αὐτόκλητος Ἑτοιμαρίστῳ.
τρὸς ἑορτάζοντος. καλέσας γὰρ ἔναγχος οὐκ ὀλίγους τῶν προὔχειν δοκούντων Ἀθήνησι πλούτῳ καὶ γένει, ᾠήθη δεῖν καὶ τοῖς φιλοσοφοῦσι κοσμῆσαι τὴν εὐωχίαν. παρῆν οὖν ἐν πρώτοις Ἐτεοκλῆς ὁ στωικὸς οὗτος, ὁ πρεσβύτης, ὁ κουρ[ε]ιῶν τὸ γένειον, ὁ ῥυπαρός, ὁ τὴν
κεφαλὴν αὐχμηρός, ὁ ῥυσ[σ]ότερον τῶν βαλαντίων ἔχων
τὸ πρόσωπον. παρῆν δὲ καὶ Θεμισταγόρας ὁ ἐκ τοῦ 57 58 59 περιπάτου, ἀνὴρ οὐκ ἄχαρις ὀφθῆναι, οὔλῃ τῇ γένυϊ λαμπρυνόμενος. ἦν δὲ καὶ ὁ Ἐπικούρειος Ζηνοκράτης, οὐκ ἀτημέλητος τούς κικίννους καὶ ἐπὶ βαθεῖ τῷ πώ- γωνι σεμνυνόμενος, ὅ τε ἀοίδιμος — τοῦτο γὰρ πρὸς
ἁπάντων ἐκέκλητο — Ἀρχίβιος ὁ Πυθαγορικός, ὦχρον ἐπὶ τοῦ προσώπου πολὺν ἐπιβεβλημένος, πλοκάμους ἀπʼ ἄκρας τῆς κεφαλῆς ἄχρι στέρνων αὐτῶν ἀπαιωρῶν, ὀξὺ καὶ ἐπίμηκες τὸ γένειον καθεικώς, τὴν ῥῖνα ἐπι- παμπής, τὸ στόμα ἐπιχειλής, αὐτῷ τῷ πεπιέσθαι καὶ
λίαν μεμυκέναι τὴν ἐχεμυθίαν ὑποσημαίνων. ἐξαίφνης
δὲ καὶ Παγκράτης ὁ κύων ῥύμῃ τοὺς πολλοὺς παρω- σάμενος εἰσήρρησε, στελέχῳ πρινίνῳ ἐπερειδόμενος, ἦν γὰρ ἀντὶ τοῦ πυκνώματος τῶν ὄζων χαλκοῖς τισιν ἥλοις ἐμπεπαρμένην ἔχων βακτηρίαν, καὶ τὴν πήραν
διάκενον καὶ πρὸς τὰ λείψανα ἐντόνως ἠρτημένην. οἱ μὲν οὖν ἄλλοι ἀπʼ ἀρχῆς εἰς τέλος παραπλησίαν
τινὰ καὶ τὴν αὐτὴν εἶχον τῆς ἑστιάσεως ἀκολουθίαν, 60 61 οἱ φιλόσοφοι δέ, προϊόντος τοῦ συμποσίου καὶ τῆς φιλοτησίας συνεχῶς περισοβουμένης, ἄλλος ἄλλην τε-
ρατείαν ἐπεδείξαντο. Ἐτεοκλῆς μὲν γὰρ ὁ στωϊκὸς ὑπὸ γήρως καὶ πλησμονῆς ἐκτάδην κείμενος ἔ〈ρ〉 ρεγχεν· ὁ Πυθαγόρειος δὲ τὴν σιωπὴν λύσας τῶν χρυσῶν ἐπῶν
τινα κατὰ μουσικὴν ἁρμονίαν ἐτερέτιζεν. ὁ βέλτιστος δὲ Θεμισταγόρας, ἅτε τὴν εὐδαιμονίαν κατὰ τὸν τοῦ περιπάτου λόγον οὐ ψυχῇ καὶ σώματι μόνον ἀλλά καὶ τοῖς ἐκτὸς ὁριζόμενος, ἀπῄτει πλείονα πέμματα καὶ
ποικιλίαν τῶν ὄψων δαψιλῆ. Ζηνοκράτης δὲ ὁ Ἐπι-
κούρειος τὴν ψάλτριαν ὡς αὐτὸν ἐνηγκαλίζετο τακερὸν καὶ ὑγρὸν προσβλέπων ὑπομεμυκόσι τοῖς ὄμμασι, λέγων τοῦτο εἶναι τὸ τῆς σαρκὸς ἀόχλητον καὶ τὴν καταπύκ-
νωσιν τοῦ ἡδομένου. ὁ κύων δὲ πρῶτα μὲν οὔρει κατὰ τὴν κυνικὴν ἀδιαφορίαν εἰς σύρμα χαλάσας καὶ
καθεὶς τὸ τριβώνιον, ἔπειτα καὶ Δωρίδα τὴν μουσουρ- γὸν οἷος ἦν ἐν ὀφθαλμοῖς ἁπάντων [ὁρώντων] ἐνεργεῖν, φάσκων ἀρχὴν γενέσεως εἶναι τὴν φύσιν· ὥστε ἡμῶν 62 63 τῶν παρασίτων οὐδεὶς ἔτι λόγος· τὸ γὰρ θέαμα καὶ
τὴν θυμηδίαν παρεῖχεν οὐδεὶς τῶν εἰς τοῦτο κεκλη- [ρω]μένων, καίτοι γε καὶ Φοιβυάδης ὁ κιθαρῳδὸς καὶ μῖμοι γελοίων οἱ περὶ Σαννυρίωνα καὶ Φιλιστί[α]δην
οὐκ ἀπελείποντο. ἀλλά πάντα φροῦδα καὶ οὐκ ἀξιό- χρεα, εὐδοκίμει δὲ μόνος ὁ τῶν σοφιστῶν λῆρος.
20 [III 56]. Θαμβοφάγος Κυσπε〈λ〉ιστῇ.
Πυθοκλεῖ, καὶ ἀρίστων ἀποφέρῃ μερίδας, τὰς σπυρίδας
καθ᾿ ἡμέραν ἐξογκῶν σύ μεγέθει λειψάνων. οὐκοῦν καθάπερ πρῴην Ἀρητάδης ὁ γρραμματικὸς ἐποίει, Ὁμήρου ὡς ἔφασκεν ἐπιλέγων στιχίδιον εὐμηχάνως αὐτῷ πρὸς 64 65 66 τὰς ρππγὰς sῶν βDmῳάτmν ἔρφφέυνν mi φ aγέέὼμεν | mιέμεν τε, ἄπατπ δὲ mί sa φφsύm . mmωυsο, κατά- ) βαλὲ τὴν ἀλαζονeiπν, sρνiύθλιε, ξ ἀνῶrπg σε |τῆς οἶ- | πίπς] γυῳνθν θύρπζε ἄν φαmρεd χρόννυ |ἐxὅληθέντα] | ἐcmeεfsλ.
21 [IIII 57]. θἄνόλρmλος ἴκrηρίιmφλxόρρι
ταῖς ἐορταστικπῖς τῶν ἡῳερῶν ξ χιτώνιον ἡ τριβώνιον | ἢ ἐφεστρίδα πέῳπειν, ἔναγχος Χρονίων ἐνστάντων | |ὑποδήματα] φικρατίδας μοι νsυργεῖς πέμψε τῷ |
Δρόρμmνι δοὺς πομίζειν. ὁ δὲ ἐxi ταύταις 6ρενθύετο | ταὶ μισθούς τῆς διακονίας ἀrήτει, ἐγὼ δὲ δάκνομαι
παὶ τὴν προετῆ γλῶῶτταν διαμααήσῶῶmαm καὶ ὀψὲ τῆς 67 68 69 ἁμαρτίας αἰσθάνομαι. ὅταν γὰρ τὸ ῥεῦμα τῶν λόγων μὴ καθηγουμένης 〈τῆς〉 διανοίας φέρηται, ἀνάγκη τὴν γλῶτταν τηνικαῦτα προσκρούειν καὶ σφάλλεσθαι.
22 [IIII 58]. Ἁλοκύμιυος Φιλογαρελα[δ]ίῳ.
ἐπὶ τοῦ συμποσίου, πολλὴν κατέχεε βλασφημίαν τῶν τὰ τοιαῦτα ὑπομενόντων. ἔλεγε γὰρ γαμεταῖς ἐπι-
κλήροις οἰκουρίαν πρέπειν καὶ τὸν σεμνὸν βίον, τὰς ἑταίρας δὲ δεῖν εἶναι πάντων ἀναφανδὸν καὶ πᾶσιν ἐκκεῖσθαι τοῖς βουλομένοις· ὅνπερ οὖν τρόπον τοῖς
λουτροῖς καὶ τοῖς σκεύεσι κοινοῖς κεχρήμεθα, κἂν ἑνὸς εἶναι δοκῇ, οὕτως καὶ ταῖς εἰς τοῦτον ἀπογραψαμέναις 70 71
τὸν βίον. εἰδὼς οὖν τηνάλλως τὴν διαβολήν σου χω- ρήσουσαν, τρέμε ἐνδακὼν τὸ χεῖλος, ὡς οἱ τὸν Σίγηλον ἥρω παριόντες, μὴ κακόν τι προσλάβῃς· οὐ γάρ ἐστι τῶν Ἀττικῶν τούτων εἷς τῶν χαύνων μειρακίων, ἀλλ᾿ ἀνὴρ ὁπλομάχος καὶ ἀρήιος, παρ᾿ ᾧ κολακείας καὶ δια-
βολῆς τρόπος ἔρρει. ἀνάγκη δὲ τὸν διαβολὰς μὴ προσ- ιἐμενον τοῖς διαβάλλουσιν ἀπεχθάνεσθαι.
23 [III 59]. Λιμέντερος Ἀμασήτῳ
μένων βούλομαι ἐλθὼν τὰς δύο ταύτας δραχμάς, ἃς οἶσθά με ἐν χερσὶν ἔχοντα, καταβαλὸν τὴν φανεῖσαν
ὄψιν μοι κατὰ τοὺς ὕπνους διηγήσασθαι. οὐ χεῖρον δὲ καὶ πρὸς σὲ ὡς φίλον ἀναθέσθαι τὸ καινὸν τοῦτο καὶ πέρα πάσης πίστεως φάσμα. ἐδόκουν γὰρ [κατ᾿ ὄναρ]
εὐπρεπὴς εἶναι νεανίσκος καὶ οὐχ ὁ τυχών, ἀλλ᾿ ἐκεῖνος [εἶναι] ὁ Ἰλιεὺς ὁ περίψυκτος καὶ περικαλλής, ὁ τοῦ 72 73 74 Τρωὸς παῖς Γανυμήδης, καὶ καλαύροπα ἔχειν καὶ σύ- ριγγα, καὶ τιάρᾳ Φρυγίῳ σκέπειν τὴν κεφαλὴνποιμαίνειν τε καὶ εἶναι κατὰ τὴν Ἴδην. ἐξαίφνης δὲ ἐπιπτάντα μοι
γαμψώνυχα καὶ μέγαν ἀετόν, γοργὸν τὸ βλέμμα καὶ
ἀγκυλοχείλην τὸ στόμα, κουφίσαντά με τοῖς ὄνυξιν ἀφ᾿ οὗπερ ἐκαθήμην πέτρου μετεωρίζειν εἰς τὸν ἀέρα καὶ πελάζειν τοῖς οὐρανίοις τόποις ἐπειγόμενον· εἶτα μέλ-
λοντα ψαύειν τῶν πυλῶν αἷς αἱ Ὧλραι ἐφεστᾶσι, κεραυνῷ βληθέντα πεσεῖν, καὶ τὸ ὄρνεον οὐκέτι εἶναι τὸν διι-
πετῆ καὶ μέγαν ἀετόν, γῦπα δὲ πικρὸν ὀδωδότα, ἐμὲ δὲ τοῦτον ὅς εἰμι Λιμέντερον, γυμνὸν πάσης ἐσθῆτος, οἷα πρὸς λουτρὸν ἢ παλαίστραν ηὐτρεπισμένον. ἐκτα-
ραχθεὶς οὖν ὡς εἰκὸς ἐπὶ τοσούτῳ πτώματι διηγ[ει]- ρόμην, καὶ πρὸς τὸ παράδοξον τῆς ὄψεως ἀγωνιῶ καὶ
δέομαι οἱ φέρει τὸ ὄναρ μαθεῖν παρὰ τῶν τὰ τοιαῦτα ἀκριβούντων, εἰ μέλλει τις ἀπλανῶς εἰδέναι καὶ εἰδὼς ἀληθίζεσθαι.
24 [IIII 60]. Χασκοβούκης Ὑπνοτρασπέζρῳ.
φυεῖς νεανίσκους, οὐ περὶ τὰς οἰκίας ἀλλὰ περὶ τὸ Κράνειον εἱλουμένους καὶ οὗ μάλιστα ταῖς ἀρτοπώλισι
καὶ ὀπωροκαπήλοις ἔθος ἀναστρέφεσθαι. ἐνταυθὶ γὰρ εἰς τοὔδαφος ἐπικύπτοντες ὁ μὲν φλοιούς θέρμων ἀνῃρεῖτο, ὁ δὲ τὰ ἄλυτρα τῶν καρύων ἐπολυπραγμόνει
μή πού τι τῶν ἐδωδίμων 〈ἐν〉 απτομεῖναν διέλαθεν, ὁ δὲ τῶν ῥοιῶν τὰ περικάρπια, ἃ σίδια ἡμῖν τοῖς Ἀττι- κοῖς προσαγορεύειν ἔθος, ἀπέγλυφε τοῖς ὄνυξιν εἴ πού τι τῶν κόκκων ἔτι δράξασθαι δυνηθείη, οἱ δὲ καὶ τὰ ἐκ τῶν ἄρτων ἀποπίπτοντα πρὸς πολλῶν ἤδη πεπατη-
μένα ἀναλέγοντες ἔκαπτον. τοιαῦτα τὰ τῆς Πελοπον- νήσου προπύλαια καὶ ἡ δυοῖν θαλάσσαιν ἐν μέσῳ κειμένη πόλις, χαρίεσσα μὲν ἰδεῖν καὶ ἀμφιλαφῶς ἔχουσα 77 78 τρυφημάτων, τοὺς οἰκήτορας δὲ ἀχαρίστους καὶ ἀνεπ- αφροδίτους κεκτημένη· καίτοι γέ φασι τὴν Ἀφροδίτην ἐκ Κυθήρων ἀνασχοῦσαν τὴν Ἀκροκόρινθον ἀσπάσα- σθαι· εἰ μὴ ἄρα τοῖς μὲν γυναίοις Ἀφροδίτη πολιοῦχος
τοῖς δὲ ἀνδράσιν ὁ Λιμὸς καθίδρυται.
25 [IIII 61]. Σκορδοσφράντης Μεριδᾷ.
νεν ἡ ὕβρις ὅσον τὸ διάφορον τοῦ ὑβρίζοντος. ἐγὼ μὲν
γὰρ Ἀνθεμίωνος υἱὸς τοῦ πλουσιωτάτου τῶν Ἀθήνησι καὶ Ἀξιοθέας τῆς κατὰ γένος ἐκ Μεγακλέους ὡρμη- μένης, ὁ δὲ ταῦθ᾿ ἡμᾶς ἐργαζόμενος πατρὸς μὲν ἀσήμου μητρὸς δὲ βαρβάρου, Σκυθίδος οἶμαι ἢ Κολχίδος ἐν
νεομηνίᾳ ἐωνημένης· οὕτω γάρ μοι τῶν γνωρίμων τινὲς διηγήσαντο. ἀλλ᾿ ἐγὼ μὲν 〈ἐν〉 ταπεινῷ τῶ
σχήματι, τὴν πατρῴαν ἀποβαλὼν οὐσίαν, ἀγαπῶ τὴν 79 80 ἀναγκαίαν ἐκπορίζων τῇ γαστρὶ τροφήν. Δωσιάδης δ᾿, θεοί, τὴν Πνύκα καταλαμβάνει δημηγορῶν κἀν τοῖς ἐν Ἡλιαίρᾳ καταριθμεῖται δικάζουσι καὶ τὰς ἡνίας ἔχει τοῦ δήμου, παρ᾿ ᾧ Μιλτιάδης ἐδέδετο ὁ τὸ ἐν Μαρα- θῶνι τρόπαιον ἐγείρας, καὶ Ἀριστείδης ὁ δίκαιος ἐξω-
στρακίζετο. λυπεῖ δέ με οὐχ ἥκιστα πρὸς τοῖς ἄλλοις
καὶ ἡ τῆς προσηγορίας ἀποβολή. οἱ μὲν γὰρ πατέρες Πολύβιόν με ἔθεντο καλεῖσθαι, ἡ τύχη δὲ ἀμείψασα τοὔνομα Σκορδοσφράντην πρὸς τῶν ὁμοτέχνων ἠνάγ- κασε προσαγορεύεσθαι.
26 [III 62]. Χιδρολέπισος Καπυροσφράντῃ.
Ἐλευσινίαιν ἀσφαλέστερον, καὶ βούλονται ἡμᾶς ἀγνοεῖν 81 82 83 τοὺς εἰδότας· ἢ καὶ οἴονται ἀκηκοότας οὔπω πεπεῖσθαι. ἐγὼ δὲ οἶδα τὸ δρᾶμα καὶ ὅσον οὐκ εἰς μακρὰν κατερῶ
τῷ δεσπότῃ· οὐ γὰρ βούλομαι χείρων φανῆναι τῶν κυνῶν, αἳ τῶν τρεφόντων προ[σ]ϋλακτοῦσι καὶ κήδον-
ται· μοιχὸς πολιορκεῖ τὴν οἰκίαν, ὁ Ἠλεῖος νεανίσκος, [ὁ] εἷς τῶν Ὀλυμπίασι βασκάνων. καὶ πρὸς τοῦτον γραμματίδια ὁσημέραι φοιτᾷ δίθυρα παρὰ τῆς γαμετῆς τοῦ τρέφοντος ἡμᾶς καὶ στέφανοι ἡμιμάραντοι καὶ μῆλα ἀποδεδηγμένα· αἱ δὲ ἀλάστορες αὗται θεραπαινίδες
συνί〈σ〉ασι καὶ ἡ ἐπιτύμβιος γραῦς, ἣν Ἕμπουσαν ἅπαν- τες οἱ κατὰ τὴν οἰκίαν καλεῖν εἰώθασιν ἐκ τοῦ πάντα ποιεῖν καὶ βιάζεσθαι. ἐγὼ δὲ οὐκ ἔσθ᾿ ὅπως σιγήσομαι· βούλομαι γὰρ ἐμαυτὸν οὐ παράσιτον ἀλλὰ φίλον ἐπιδεῖ- ξαι, καὶ ἄλλως διψῶ τῆς κατ᾿ αὐτῶν τιμωρίας. οἶδα
γὰρ οἶδ᾿· εἰ ταῦτα εἰς φανερὸν ἀχθείη, αἱ μὲν θερα- παινίδες δεδήσονται, ὁ μοιχὸς δὲ ἀπολεῖται ῥαφάνοις τὴν ἕδραν βεβυσμένος, ἡ μιαρὰ δὲ γυνὴ τίσει τὴν ἀξίαν τῆς ἀκολασίας δίκην, εἰ μὴ Πολυάγρου τοῦ κυρ- τοῦ μαλακώτερός ἐστι τὰ τοιαῦτα Λυσικλῆς. ἐκεῖνος
γὰρ λύτρα παρὰ τῶν μοιχῶν ἐπὶ τῇ γαμετῇ πραττό- μενος ἀθῴους τῆς τιμωρίας ἠφίει.
27 [III 63]. Φιλομάγειρος Πτνακοσαογγίσρῳ.
τοῦτο μετὰ τῶν σπαργάνων δέραιά τινα καὶ γνωρίσματα περιθεῖσαι ἔδοσαν Ἀσφαλίωνι τῷ συργάστρῳ κομίζειν ἐπὶ τὰς ἀκρωρείας τῆς Πάρνηθος. ἡμᾶς δὲ τέως μὲν ἀνάγκη κρύπτειν τὸ κακὸν καὶ πρὸς τὸ παρὸν σιγᾶν.
[ἡ σιγὴ δέ ἐστι τοῦ θυμοῦ τροφή.] ἐπειδὰν δέ τι
κἂν βραχύ λυπήσωσι, κόλακα καὶ παράσιτον ἐξονειδί- ζουσαι καὶ τὰς ἄλλας ἃς εἰώθασιν ὕβρεις ἐπιφέρουσαι, εἴσεται τὸ γεγονὸς ὁ Φαιδρίας.
28 [III 64]. Τουρδοσύυαγος Ἐφαλλοκύθρῃ.
που τὸν υἱὸν εἰς φιλοσόφου φοιτᾶν ἐπέτρεψε, τὸν 86 87 88 αὐστηρὸν πρεσβύτην καὶ ἀμειδῆ, τὸν ἐκ τῆς Ποικίλης, ἐξ ἀπάντων τῶν φιλοσόφων καθηγεῖσθαι τοῦ παιδὸς ἀξιώτατον ἡγησάμενος, ὡς ἂν παρʼ αὐτῷ λόγων τινὰς σκινδαλμοὺς ἐκμαθὼν ἐριστικὸς καὶ ἀγκύλος τὴν γλῶσ-
σαν γένηται. ὁ δὲ παῖς ἐς τὸ ἀκριβέστατον ἐξεμάξατο
τὸν διδάσκαλον· οὐ πρότερον γὰρ 〈τῶν〉 λόγων γενέ- σθαι μαθητὴς ἀλλὰ τοῦ βίου καὶ τῆς ἀγωγῆς ἐσπούδασε. θεασάμενος γὰρ τὸν διδάσκαλον τῇ ἡμέρᾳ μὲν σεμνὸν καὶ σκυθρωπὸν καὶ τοῖς νέοις ἐπιτιμῶντα, νύκτωρ δὲ
περικαλύπτοντα τὴν κεφαλὴν τριβωνίῳ καὶ περὶ χα- μαιτυπεῖα εἱλούμενον, ἐζήλωσεν ἐν καλῷ. καὶ πέμπτην
ταύτην ἡμέραν εἰς ἔρωτα Ἀκαλανθίδος τῆς ἐκ Κερα- μεικοῦ κατολισθήσας φλέγεται· αὕτη δὲ ἐπιεικῶς ἔχει πρὸς ἐμὲ καὶ ἐρᾶν ὁμολογεῖ, τῷ μειρακίῳ δὲ ἔτι ἀντι-
τείνεται ᾐσθημένη τῷ πόθῳ τυφόμενον, καὶ οὐ πρότερόν φησιν ἐπιδώσειν ἑαυτὴν πρὶν ἂν ἐγὼ τοῦτο ἐπιτρέψω· ἐμὲ γὰρ κύριον τοῦ τὰ τοιαῦτα προστάττειν ἐποιήσατο. πολλὰ καὶ ἀγαθὰ δοίης, Ἀφροδίτη πάνδημε, τῇ φιλτάτῃ
γυναικί· ἑταίρου γάρ, οὐχ ἑταίρας ἔργον διεπράξατο.
ἐξ ἐκείνου γὰρ θεραπεύομαι λιπαρῶς ἄλλοτε ἄλλαις 89 90 δωροφορίαις. καὶ εἴ μοι ῥεύσειε τοῦ χρόνου προϊόντος δαψιλέστερος, οὐδὲν κωλύσει με τούτου γαμοῦντος ἐπίκληρον γυναῖκα ἐν γαμετῆς σχήματι τὴν Ἀκαλανθίδα λυσάμενον ἀναλαβεῖν. ἡ γὰρ τοῦ ζῆν αἰτία κοινωνὸς τοῦ ζῆν δικαίως ἂν κατασταίη.
29 [III 65]. Πηξάγκωνος Ῥιγομάχῳ.
ἀπέφηνεν· οὕτως κεχυμένως πρὸς τὰς δόσεις κέχρηται τῷ
βαλαντίῳ. οὐ γὰρ ἕνα παράσιτον ἐξ ἄστεος ἀλλὰ πάντας ἡμᾶς μεταπέμψας, καὶ οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ τῶν ἑταιρῶν τὰς πολυτελεστέρας καὶ 〈τῶν〉 μουσουργῶν τὰς καλλιστευούσας καὶ τούς ἀπὸ σκηνῆς ἀπαξαπλῶς εἰπεῖν
ἅπαντας, οὐ τὴν πατρῴαν οὐσίαν τὰ δὲ ἐκ δικαίων 91 92 93 αὐτῷ ποριζόμενα σπαθᾷ. καὶ ψαλλόμενος καὶ καταυ- λούμενος ἥδεται, καὶ τὴν διατριβὴν ποιεῖται χαρίτων καὶ ἀφροδίτης γέμουσαν καὶ ὑβρίζει οὐδέν· ἔστι δὲ
καὶ ὀφθῆναι κεχαρισμενώτατος καὶ τὸ πρόσωπον αὐτοῦ
τὰς Ὥρας ἐνορχουμένας ἔχει, καὶ τὴν Πειθὼ τῷ στόματι ἐπικαθῆσθαι εἴποις ἄν· προσπαῖσαί τε γλαφυρὸς καὶ λαλῆσαι στωμύλος ‘οῦνεκα οἱ γλυκὺ Μοῦσα κατὰ στό- ματος χέε νέκταρ’. εἰπεῖν γὰρ οὐ χεῖρον κατὰ τοὺς παιδείᾳ σχολάζοντας 〈τὸν〉 ἐξ Ἀθηνῶν ὁρμώμενον, ἐν
αἷς οὐδὲ εἷς τούτων ἄγευστος.
30 [III 66]. Γυμνοχαίρων Φαγοδαίτῃ.
χαιρίσι κυμβαλισμὸν εὔρυθμον ἀνακρούοντα. ὡς γὰρ ʼ ἀφικόμην ξυρ[ι]εῖσθαι τὴν γενειάδα βουλόμενος, ἀσμέ- νως τε ἐδέξατο καὶ ἐφʼ ὑψηλοῦ θρόνου καθίσας σιν-
δόνα καινὴν περιθεὶς πράως εὖ μάλα κατέφερέ μοι τῶν γνάθων τὸν ξυρὸν ἀποψιλῶν τὸ πύκνωμα τῶν
τριχῶν. ἀλλʼ ἐν αὐτῷ τούτῳ πανοῦργος ἦν καὶ σκαιός· ἔλαθε γὰρ τοῦτο παρὰ μέρος ποιῶν καὶ οὐ κατὰ πάσης τῆς γνάθου, ὥστε ὑπολειφθῆναί μοι ἀλλαχοῦ μὲν δα-
κεῖαν ἀλλαχοῦ δὲ λείαν τὴν σιαγόνα. κἀγὼ μὲν οὐκ εἰδὼς τὴν πανουργίαν ὑχόμην κατὰ τὸ εἰωθὸς ἄκλητος εἰς ασίωνος. οἱ συμπόται δὲ ὡς εἶδον, ἐξέθανον τᾷ γέλωτι, ἕως ἀγνοοῦντά με ἐφʼ ὅτῳ γελῶεν εἶς τις εἰς μέσους παρελθὼν τῶν ὑπολειφθεισῶν τριχῶν
μενος εἶλκυσεν. ἐκείνας μὲν οὖν περιπαθῶς κοπίδα λαβὸιν ἀπερρίζωσα,?? ἕτοιμος δέ εἰμι ξύλον εὐμέγεθες ἀνελόμενος κατὰ τοῦ βρέγματος πατάξαι τὸν ἀλιτήριον· 97 98 ἃ γὰρ 〈οὐδʼ 〉 οἱ τρέφοντες παίζουσι, ταῦτα μὴ τρέ- φων ἐτόλμησεν.
31 [IIII 67]. Διψαυασπαυσίλὑσπος Πλακουντομύωνι.
καὶ εὐδάκτυλον, ταῖς βολαῖς τῶν ὀφθαλμῶν ἀπαστρά- πτουσαν, εὐμήκη καὶ εὔχρουν, ἧς αἱ παρειαὶ μαρμαί- ρουσιν, οὕτως ἐξεκαύθην εἰς ἔρωτα ὥστε με ἐπιλαθό- μενον ὅς εἰμι προσδραμόντα ἐθέλειν κύσαι τὸ στόμα, ἔπειτα ἐπὶ συννοίας γενόμενον προσφύντα βούλεσθαι
τὰ τοῖν ποδοῖν ἴχνη καταφιλεῖν. αἰαῖ τῆς γερωχίας,
νῦν ἐμὲ μὴ ἐπιθυμεῖν θέρμων ἢ κυάμων ἢ ἀθάρας, ἀλλʼ οὕτως ὑπερμαζᾶν καὶ τῶν ἀνεφίκτων ἐρᾶν. κατα- λεύσατέ με πάντες εἰς ταὐτὸν συνελθόντες πρὶν ἢ 〈ἐ〉πρι〈νη〉θῆναι τοῖς πόθοις, καὶ γενέσθω μοι τύμβος
ἐρωτικὸς ὁ τῶν λιθιδίων κολωνός.
32 [III 68]. Ἡδύδειπνος Ἀριστοκόρακι.
τῷ οἰνοχοοῦντι παιδὶ ψιλὸν εἰργάσατο. τῆς κεφαλῆς γὰρ ἀπέσυρε τὸ δέρμα καὶ φλυκταίνας ἐπινωτίους ἐξήνθησεν. τίς ἄρα μοι δαιμόνων ἐπίκουρος ἐγένετο;
μή ποτε οἱ σωτῆρες Ἄνακ[τ]ες, ὡς Σιμωνίδην τὸν Δεωπρέπους τοῦ Κρανωνίου συμποσίου, κἀμὲ τῶν τοῦ πυρὸς κρουνῶν ἐξήρπασαν.
33 [III 69]. Τρικλινοσὰξ Κοσσοτραπέζῳ.
τῆς ἀσέλγειαν· καὶ ὅς, δέον βασανίσαι διʼ ἐρεύνης τὸ πρᾶγμα ποικίλης, ὅρκῳ τὸ πᾶν ὁ χρυσοῦς ἐπέτρεψεν. ἀγαγοῦσα οὖν αὐτὸν ἡ γυνὴ εἰς τὸ Καλλίχορον τὸ ἐν Ἐλευσῖνι φρέαρ ἀπωμόσατο καὶ ἀπελύσατο τὴν αἰτίαν.
καὶ ὁ μὲν ἀμογητὶ πέπεισται καὶ τὴν ὑποψίαν ἀπέβαλεν.
ἐγὼ δὲ τὴν φλυαρὸν γλῶτταν ἀποτέμνειν ὀστράκῳ Γενεδίῳ τοῖς βουλομένοις ἕτοιμός εἰμι παρέχειν.
34 [III 70]. Διρφιοσπύκτης Χαλσοκυδοίμῳ.
ἰδὼν ἕρμαιον ᾠήθην, εἰ τῶν κατὰ ἄστυ πραγμάτων ἀπαλλαγεὶς εἰς ἀγρὸν βαδιοίμην καὶ συνεσοίμην ἀνδρὶ φίλῳ, γεωργῷ ἀπράγμονι καὶ ἐργάτῃ, οὐκ ἐκ δικαστη- ρίων οὐδὲ ἐκ τοῦ σείειν κατὰ ἀγορὰν ἀδίκους ἐπινο- οῦντι πόρους, ἀλλὰ γῆθεν ἀναμένοντι τὴν ἐπικαρπίαν
ἔχειν. καὶ δῆτα διανοηθεὶς ταῦθʼ οὕτω δρᾶν, ᾠκειωσά- μην τὸν Κορύδωνα. καὶ στείλας ἐμαυτὸν ἀγροικικῶς,
νάκος ἐναψάμενος καὶ σμινύην λαβών, αὐτοσκαπανεὺς ἐδόκουν. ἕως μὲν οὖν ἐν παιδιᾶς μέρει ἔπραττον ταῦτα, ἀνεκτὸν ἦν καὶ μέγα ἀποκερδαίνειν ᾠόμην,
ὕβρεων καὶ ῥαπισμάτων καὶ τῆς περὶ τὰ ἐδώδιμα τῶν πλουσίων ἀνοσιότητος ἀπηλλαγμένος. ἐπεὶ δὲ ἐκ τῆς
καθʼ ἡμέραν συνηθείας ἐξ ἐπιταγῆς ἐπράττετο τοὖργον, καὶ ἔδει πάντως ἢ ἀροῦν ἢ φελλέα ἐκκαθαίρειν ἢ γύ- ρους περισκάπτειν καὶ τοῖς βόθροις ἐμφυτεύειν, οὐκέτʼ 104 105 ἀνασχετὸς ἡ διατριβή, ἀλλά μοι μετέμελε τῆς ἀλόγου
πράξεως καὶ τὴν πόλιν ἐπόθουν. ἐλθὼν οὖν μετὰ μήκιστον χρόνον οὐκέθʼ ὁμοίως δεκτὸς οὐδὲ χαρίεις ἐδόκουν, ἀλλά τις ὄρειος καὶ τραχὺς καὶ ἀπηχής, ὥστε αἱ μὲν οἰκίαι τῶν πλουσίων πᾶσαί μοι λοιπὸν ἀπε-
κέκλειντο, ὁ δὲ λιμὸς τὴν γαστέρα ἐθυροκόπει. ἐγὼ δὲ αὖος ὤν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας λῃσταῖς τισι Μεγαρικοῖς, οἳ περὶ τὰς Σκειρωνίδας τοῖς ὁδοι- πόροις ἐνεδρεύουσιν, ἐκοινώνησα. ἔνθεν ὁ βίος μοι ἀργὸς ἐξ ἀδικίας πορίζεται. εἰ δὲ λήσω ταῦτα ποιῶν
ἢ μή, ἄδηλον. δέδια δὲ τὴν μεταλλαγὴν τοῦ βίου. εἰώθασι γὰρ αἱ τοδαῦται μεταβολαὶ οὐκ εἰς τὸ ζῆν ἀλλʼ εἰς ἀπώλειαν καταστρέφειν.
35 [III 71]. Φιλάπορος ψιχομάχῳ
νυσίοις τοῖς ἐπιοῦσι τὸ τοῦ οἰκέτου δχῆμα ἀναλαβόντα τὸ μέρος ἐκεῖνο τοῦ δράματος ὑποκρίνασθαι. ἐγὼ δὲ
ὀψὲ τοῦ καιροῦ καὶ φύσιν καὶ ἐπιτήδευμα μεταβαλὼν δύσκολός τις καὶ δυσμαθὴς ἐφαινόμην. ἐπεὶ δʼ οὐκ
ἦν ἑτέρως πράττειν, τὸ δρᾶμα ἐξέμαθον, καὶ μελέτην ἀσκήσει ῥώσας ἕτοιμός εἰμι τῷ χορῷ συντελεῖν. σὺ δὲ ἡμῖν μετὰ τῶν συνήθων ἐπίσειε τοὺς κρότους ἵνα, κἄν
τι λάθωμεν ἀποσφαλέντες, μὴ λάβη χώραν τὰ ἀστικὰ μειράκια κλᾴζειν ἢ συρίττειν, ἀλλʼ ὁ τῶν ἐπαίνων κρότος τὸν θροῦν τῶν σκωμμάτων παραλύσῃ.
36 [ΙΙΙ 72]. Οἰνοχαίρων Ῥαφανοχορτάσῳ.
θεοῦ ἐν Ἐλευσῖνι μυστήρια ἐξορχησάμενοι τὸν περὶ ψυχῆς ἀγῶνα ὑπέμειναν, ὡς ἐγὼ εἰς χεῖρας ἐμπεσών, ὦ θεοί, τῆς μιαρωτάτης Φανομάχης. ἐπεὶ γὰρ ἔγνω
τὸν ἑαυτῆς ἄνδρα προσκείμενον τῇ Ἰωνικῇ παιδίσκῃ τῇ τὰς σφαίρας ἀναρριπτούσῃ καὶ τὰς λαμπάδας περι-
δινούσῃ, ὑπετόπησεν ἐμὲ πρόξενον εἶναι τῆς κοινωνίας, 109 110 καὶ διὰ τῶν οἰκετῶν ἀναρπάσασα παραχρῆμα μὲν ἐν κυσοδόχῃ δήσασα κατέσχεν, εἰς τὴν ὑστεραίαν δὲ παρὰ τὸν ἑαυτῆς ἤγαγε πατέρα, τὸν σκυθρωπὸν Κλεαίνετον, ὃς τὰ νῦν δὴ ταῦτα πρωτεύει τοῦ συνεδρίου καὶ εἰς αὐτὸν
ὁ Ἄρειος πάγος ἀποβλέπουσιν. ἀλλʼ ὅταν τινὰ θέλωσιν
οἱ θεοὶ σώζεσθαι, καὶ ἐξ αὐτῶν ἀνασπῶσι βα〈ρά〉θρων, ὡς κἀμὲ τοῦ τρικαρήνου κυνός, ὅν φασιν ἐφεστάναι ταῖς ταρταρ〈ε〉ίαις πύλαις, ἐξήρπασαν. οὐκ ἔφθη γὰρ τὰ κατʼ ἐμὲ ὁ δεινὸς ἐκεῖνος πρεσβύτης τῇ βουλῇ κοι- νούμενος, καὶ ἠπιάλῳ συσχεθεὶς εἰς τὴν τρίτην ἀπέ-
ψυξε. καὶ ὁ μὲν ἐκτάδην κεῖται, (τὰ〉 πρὸς τὴν ἐκφορὰν τῶν οἴκοι παρασκευαζομένων, ἐγὼ δὲ ἧ ποδῶν εἶχον ᾠχόμην καὶ σώζομαι οὐχ ὑπὸ τοῦ τῆς Ἀτλαντίδος [Μσίας] παιδὸς ψυχαγωγηθείς, ἀλλʼ ὑπὸ τῶν ποδῶν καὶ τοῦ τολμήματος τὴν ἐλευθερίας πορίσας ἀτραπόν.
37 [I 20]. Θερμολέπυρος Ὠκίμωνι.
δαίμονες, δοίητε παρατροπὴν τῆς ἀδίκου ταύτης τύχης
καὶ μὴ τοὺς μὲν διηνεκῶς φυλάττετε ἐν εὐτυχίᾳ, τοῖς δὲ τὸν λιμὸν συνοικίζετε . . . . . τῇ γὰρ φορᾷ τῆς εἱ- μαρμένης τὰ τοιαῦτα κατηνάγκασται. ἄδικα πάσχομεν πρὸς αὐτῆς οἱ λεπτῇ καὶ στενῇ κεχρημένοι τῇ τύχη.
38 [I 21]. Κωνωποσφράντης Ἰσχνολίμῳ.
τλήσειν τὸ πολύ [τῆς οὐσίας]. ὁ δέ, ἐπειδὴ κρίνον αὐτῷ ὁ γεννήσας ἐγένετο, σιτεῖται μὲν τῆς ἡμέρας ἅπαξ, καὶ τοῦτο ὀψὲ τῆς ὥρας ἡλίου λοιπὸν ἀμφὶ τροπὰς τὰς εἰς δύσιν ἔχοντος· σιτεῖται δὲ οὐδὲν τῶν πολυ- τελῶν ἀλλʼ ἄρτον τὸν ἐξ ἀγορᾶς, καὶ ὄψον, εἴ ποτε
εὐημερίας ἡμέραν ἐπιτελοίη, δρυπεπεῖς ἢ φαυλίας.
διαμαρτὼν οὖν τῆς θαυμαστῆς ταύτης ἐλπίδος οὐκ οἶδʼ ὅ τι καὶ δράσαιμι. εἰ γὰρ ὁ τρέφων δεῖται τοῦ θρέ- ψοντος, τί ἄν εἴη ὁ τρέφεσθαι ὀφείλων; λιμώττοντα δὲ λιμώττοντι συνεῖναι διπλοῦν τὸ βλάβος.
39 [I 22]. Γέμελλος Eὐβούλῳ.
πέμματα· ἦν δὲ ὁ καρπὸς τῆς πιστάκης καὶ βάλανοι φοινίκων καὶ κάρυα τῶν ἐλύτρων ἐξῃρημένα. ἐγὼ δὲ 117 118 119 πρὸς ταῦτα ἕκαστα ἐχθρὰ βλέπων ἀνέμενον ἐπαφήσειν ἐμαυτὸν ἐγχανὼν τῷ πλακοῦντι. οἱ δὲ καὶ τὸ ἐντραγεῖν
ἐπὶ μήκιστον ἐξέτεινον καὶ 〈τῆς〉 κύλικος συνεχῶς περισοβουμένης διατριβὰς καὶ μελλησμοὺς ἐνεποίουν,
καὶ ὥσπερ ἐκ συνθήματος τὴν ἐμὴν ἀναρτῶντες ἐπι- θυμίαν ὁ μέν τις κάρφος λαβὼν ἐξεκάθαιρε τὰ ἐνιζά- νοντα τῶν βρωμάτων τοῖς ὀδοῦσιν ἰνώδη, ὁ δὲ ὑπτιάσας ἑαυτὸν οἷος ἦν ὕπνῳ κατέχεσθαι μᾶλλον ἢ τῆς τραπέζης φροντίζειν· εἶτα ἄλλος ἄλλα διελέγετο, καὶ πάντα μᾶλ-
λον ἐπράττετο ἢ ὁ ἡδὺς ἐκεῖνος καὶ ποθητὸς ἐμοὶ πλακοῦς εἰς ἀπόλαυσιν ἤγετο. τέλος, οἷα εἰκός, οἱ θεοὶ
κατοικτείραντες τὸ κατάξηρον τῆς ἐμῆς ἐπιθυμίας μόλις ποτὲ ἱμείροντά με τοῦ πλακοῦντος ἀπογεύσασθαι παρ- εσκεύασαν. ταῦτά σοι γράφω οὐ τοσοῦτον ἐπὶ τοῖς
ἡδέσιν ἡσθείς, ὅσον ἐπὶ τῇ παρολκῇ τῆς βραδυτῆτος ἐκτακείς.
40 [I 23]. Πλατύλαιμος Ἐρεβινθολέοντι.
οἰκίας τὸν στενωπὸν ἰδεῖν. ἐνμοὶ δὲ οὔτε ξύλον οὔτε ἄ[σ]βολος παρῆν. πῶς γὰρ ἢ πόθεν; ὁ κρυμὸς δὲ εἰσε- δύετο μέχρι μυελῶν αὐτῶν καὶ ὀστέων. ἐβουλευςάμην οὖν ᾿Οδύσσειον βούλευμα δραμεῖν εἰς τὰς θόλους [ἢ τὰς καμίνους] τῶν βαλανείων. ἀλλ᾿ οὐδὲ ἐκεῖσε συνεχώρουν
οἱ τῶν ὁμοτέχνων περὶ ταῦτα ἀλινδούμενοι· καὶ γὰρ
αὐτοὺς ἡ παραπληςία θεὸς ἠνώχλει Πενία. ὡς οὖν ᾐσθόμην οὐκ εἶναί μοι εἰς ταύτας εἰσιτητόν, δραμὼν ἐπὶ τὸ Θρασύλ〈λ〉ου βαλανεῖον [ἰδιωτικῆς οἰκίας], εὗρον τοῦτο κενόν, καὶ καταβαλὼν ὀβολοὺς δύο καὶ τὸν βα-
λανέα τούτοις ἵλεων καταστήσας, ἐθερόμην ἄχρις οὗ τὸν νιφετὸν ἡ πηγυλὶς διεδέξατο, καὶ ὑπὸ τοῦ κρύους τοῦ μεταξὺ διεροῦ παγέντος πρὸς ἀλλήλους ἐδέδεντο οἱ λίθοι. μετὰ δὲ τὸ ἀποβράσαι τὸ δριμὺ προσηνὴν ὁ ἥλιος ἐλευθέραν μοι τὴν πρόοδον καὶ περιπάτονς 20 ἀνειμένους ἀπέφηνεν.
41 [fragm. 2.] Παλλάχανος Μουογνάθῳ.
42 [III 74]. Φρυγοκοίλης Βορβοροζώμῳ.
χαλεπώτερον. εἰ δὲ προσθείην καὶ τὰς θεραπαινίδας
κιχλιζούσας καὶ μωκωμένας καὶ γέλωτα τὴν ἡμετέραν ἀτυχίαν ποιουμένας, τότε σχέτλια καθʼ Ὅμηρον ἀπο- δυσπετῶ. τοῦτο γὰρ Αὐτόχθονος ἤκουσα τοῦ γραμ- 124 125 126 ματικοῦ ποτε καὶ μνήμῃ συνέχω ‘Ζεῦ πάτερ· οὔτις
σεῖο θεῶν ὀλοώτερος ἄλλος’. ὀλέθριοι γὰρ ἀληθῶς οἱ δαίμονες οἱ ταῦτα ἐφʼ ἡμῖν πρυτανεύοντες, ἵνʼ ἐγὼ μὲν ὑπομένω κινδύνους ἀλγεινούς, γέλωτος δὲ ὑπό- θεσις 〈ᾖ〉 τοῖς χειρίστοις τἀμά.
127 128
Epistulae. Alciphron. ed. M. A. Schepers. United States. 2016.
Sponsored by Harvard College Library.