LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.
1 [III 9]
ἱμαντίων ἀπέλυσαν. καὶ τὰ μὲν ἐθορύβει καὶ ἐγγὺς ἦν ἑλεῖν τὸ θηρίον, ὁ λαγωὸς δέ, . . . τοῦ κιν- δύνου φυγῇ ὑπερβὰς τὸ σιμὸν, φωλεοῦ τινος κατάδυσιν εὕρετο. μία δὲ ἡ προθυμοτέρα τῶν κυνῶν ἤδη περι-
κεχηνυῖα καὶ ψαῦσαι προσδοκῶσα τῷ δήγματι συγκατ-
ῆλθεν εἰς τὴν ὀπὴν τῆς γῆς, 〈καὶ〉 ἐντεῦθεν ἀνελ- κύσαι βιαζομένη τὸ λαγῴδιον, [καὶ] θραύει τοῖν B 1 προσθίοιν ποδοῖν τὸν ἕτερον. καὶ ἀνειλόμην χωλεύ- ουσαν σκύλακα ἀγαθὴν καὶ τὸ ζῷον ἡμίβρωτον, καὶ γέγονέ μοι κέρδους ἐφιεμένῳ λυπροῦ ζημίαν μεγάλην ἀπενέγκασθαι.
2 [ΙΙΙ 10]. Ἰοφῶν Ἐράστωνι.
ἔχειν. ἐῴκειν δὲ καὶ τὼ χεῖρε δακτυλίων πεπληρῶσθαι καὶ πολυταλάντους λίθους περιφέρειν· καὶ ἦσαν οἱ δάκτυ- λοί μου μαλακοὶ καὶ ἥκιστα τῆς δικέλλης ἐμέμνηντο. ἐφαίνοντο δὲ καὶ οἱ κόλακες ἐγγύθεν, Γρυλλίωνα εἴ-
ποις ἂν καὶ Παταικίωνα παρεστάναι. ¦ἐν τούτῳ δὴ
καὶ ὁ Ἀθηναίων δῆμος εἰς τὸ θέατρον παρελθόντες ἐβόων προχειρίσασθαί με στρατηγόν. μεσούσης δὲ της χειροτονίας ὁ παμπόνηρος ἀλεκτρυὼν ἀνεβόησε 2 3 καὶ τὸ φάσμα ἠφανίσθη. ὅμως〈δ᾿〉 ἀνεγρόμενος περι- χαρὴς ἦν ἐγώ, ἐνθύμιον δὲ ποιησάμενος τοὺς φυλλο- χόους ἑστάναι μῆνας ἔγνων εἶναι τὰ ἐνύπνια ψευδῆ.
3 [I 24]. Ἀμνίων Φιλομόσχῳ.
σώζεσθαι αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ παιδία. καρπῶν δὲ εὐφορίας γενομένης ἐκτίσομεν ‘αὐτῷ τῷ μέτρῳ, καὶ λώϊον’ ἐάν τις ἀφθονία γένηται. μὴ δὴ περιίδῃς ἀγα- θοὺς γείτονας εἰς στενὸν τοῦ καιροῦ φθειρομένους.
4 [I 25] Εὐπέταλος Ἐλατίωνι.
καθείρξας τηρῇ. ἐνεργὸς γὰρ ἡ εἱμαρμένη καὶ τὸ πεπρωμένον ἄφυκτον· ὥστε τὸ ζῆν οὐχ ὑπὸ τούτοις ταλαντεύεται, ἀλλʼ ὑπὸ τῇ τύχῃ βραβεύεται. ἤδη γάρ
τινες μὲν ἐπὶ γῆς ὠκύμοροι, ἐπὶ θαλάττης δὲ μακρό-
βιοι κατεβίωσαν· ὥστε εἰδὼς ταῦθʼ οὕτως ἔχειν ἐπὶ ναυτιλίαν βαδιοῦμαι, καὶ ἀνέμοις ὁμιλήσω καὶ κύμασι. κρεῖττον γὰρ ἐπανήκειν ἐκ Βοσπόρου καὶ Προποντίδος νεόπλουτον, ἢ καθήμενον ἐπὶ ταῖς τῆς Ἀττικῆς ἐσχα
τιαῖς λιμῶδες καὶ αὐχμηρὸν ἐρυγγάνειν.
5 [I 26]. Ἀγελαρχίδης Πυθολάῳ.
ἐπεὶ κατέστην ἐν χρείᾳ χρημάτων, βουλόμενος ἐπὶ Κο- 7 8 9 λωνῷ πρίασθαι χωρίον, ξεναγήσαντός μέ τινος τῶν ἀστικῶν ἐπὶ τὰς Βυρτίου θύρας ἀφικόμην. εἶτα κατα-
λαμβάνω πρεσβύτην ὀφθῆναι ῥικνόν, συνεσπακότα τὰς ὀφρῦς, χαρτίδια ἀρχαῖά τινα σαπρὰ δὲ διὰ τὸν χρόνον,
ὑπὸ κόρεων καὶ σητῶν ἡμίβρωτα, διὰ χειρὸς κατέχοντα. εὐθὺς μὲν οὖν μόλις με προσεῖπε, ζημίαν ἡγούμενος τὴν προσηγορίαν. εἶτα τοῦ προξένου φήσαντος ὡς δεοίμην χρημάτων, πόσων ἤρετο ταλάντων. ἐμοῦ δὲ
θαυμάσαντος τὴν ὑπερβολὴν διέπτυεν εὐθέως καὶ δῆ-
λος ἦν δυσχεραίνων. ὅμως 〈δ᾿〉 ἐδίδου καὶ ἀπῄτει γραμματεῖον καὶ πρὸς τῷ ἀρχαίῳ τόκον βαρύν καὶ τὴν οἰκίαν ὑποτεθειμένος ἣ ἔστι μοι. μέγα τι κακόν εἰσιν οἱ περὶ τὰς ψήφους καὶ τῶν δακτύλων τὰς κατακάμψεις ἀλινδούμενοι. μή μοι γένοιτο, ἀγροίκων
ἔφοροι δαίμονες, μὴ λύκον ἔτι, μὴ δανειστὴν ἰδεῖν.
6 [Ι 27]. Ἀνίκητος Φοιβιανῇ.
τρυφήματα πάντα ἔστι σοι ἐξ ἐμοῦ; οὕτως ὅλον με αὐτῇ . . . κατὰ τὴν παροιμίαν ἀνατρέψασα δουλεύειν κατηνάγκασας. σὺ δὲ οὐδεμίαν ὤραν ἔχεις ἐμοῦ δια- καῶς φλεγομένου· ἀλλὰ χαῖρε καὶ ἄπιθι· ἐγὼ δὲ [οἴσω] βαρέως μέν, οἴσω δὲ ὅμως τὴν ἀτιμίαν.
7 [Ι 28]. Φοιβιανὴ Ἀνικήτῳ.
12 13 14 τατον γερόντιον, πειρῶν τὰς ἐφʼ ἡλικίας ἀνθούσας ἡμᾶς ὥς τις ἄρτι γενειάζειν ἀρχόμενος; οὐχὶ τῶν κατʼ ἀγρὸν
πόνων ἀφεῖσαι ἀεργὸς τὴν ἀηδίαν πορισάμενος; οὐ τοὐπτανίου καὶ τῆς ἐσχάρας ὡς ἀδύνατος ὢν ἐξέωσαι;
πῶς οὖν τακερὸν βλέπεις [βλέμμα] καὶ ἀναστένεις; πέπαυσο, Κέκροψ ἄθλιε, καὶ τρέπου κατὰ σεαυτόν, ὦ πρέσβυ, μή σε λαβοῦσα κακόν τι ἐργάσωμαι.
8 [III 11]. Δρυαντίδας Χρονίῳ.
κοινῶν παιδίων οὔτε μὴν τῆς κατʼ ἀγρὸν διατριβῆς, ὅλη δὲ εἶ τοῦ ἄστεος, Πανὶ μὲν καὶ Νύμφαις ἀπεχθο- μένη, ἃς Ἐπιμηλίδας ἐκάλεις καὶ Δρυάδας καὶ Ναΐδας, 15 16 17 καινοὺς δὲ ἡμῖν ἐπεισάγουσα θεοὺς πρὸς πολλοῖς τοῖς
προϋπάρχουσι. ποῦ γὰρ ἐγὼ κατʼ ἀγρὸν ἱδρύσω Κω- λιάδας ἢ Γενετυλλίδας; οἶδʼ ἀκούσας ἄλλα τινὰ δαι- μόνων ὀνόματα, ὧν διὰ τὸ πλῆθος ἀπώλισθέ μου τῆς
μνήμης τὰ πλείονα. οὐ σωφρονεῖς ὡς ἔοικεν, γύναι,
οὐδὲ ὑγιές τι διανοῇ, ἀλλὰ ἁμιλλᾷ ἐν ταῖς ἀστικαῖς ταυταισὶ ταῖς ὑπὸ τρυφῆς διαρρεούσαις, ὧν καὶ τὸ πρόσωπον ἐπίπλαστον καὶ ὁ τρόπος μοχθηρίας ὑπερ- γέμων· φύκει γὰρ καὶ ψιμυθίῳ καὶ παιδέρωτι δευσο- ποιοῦσι τὰς παρειὰς ὑπὲρ τοὺς δεινοὺς τῶν ζωγράφων.
σὺ δὲ ἢν ὑγιαίνῃς, ὁποίαν σε τὸ ὕδωρ ἢ τὸ ῥύμμα τὸ πρὶν ἐκάθηρε, τοιαύτη διαμενεῖς.
9 [ΙΙΙ 12]. Πρατίνας Ἐπιγόνῳ.
τὸ καῦμα ἐσκέπαζον. καί μοι ψυχάζοντι μάλ᾿ ἡδέως ἐπῆλθέ τι καὶ μουσικῆς ἐπαφήσασθαι, καὶ λαβὼν τὴν 18 19 20 σύριγγα ἐπέτρεχον τῇ γλώττῃ, στενὸν τὸ πνεῦμα μετὰ τῶν χειλέων ἐπισύρων, καί μου ἡδύ τι καὶ νόμιον ἐξηκούετο μέλος. ἐν τούτῳ δέ, οὐκ οἶδ᾿ ὅπως, ὑπὸ
τῆς ἡδυφωνίας θελγόμεναι πᾶσαί μοι πανταχόθεν αἱ
αἶγες περιεχύθησαν, καὶ ἀφεῖσαι νέμεσθαι τοὺς κομά- ρους καὶ τὸ〈ν〉 ἀνθέρικον ὅλαι τοῦ μέλους ἐγίνοντο. ἐγὼ δὲ ἐν μέσαις τὸν Ἠδωνὸν ἐμιμούμην τὸν παῖδα τῆς Καλλιόπης. ταῦτά σοι οὖν εὐαγγελίζομαι, φίλον ἄνδρα συνειδέναι βουλόμενος ὅτι μοι μουσικόν ἐστιν τὸ
αἰπόλιον.
10 [ΙΙΙ 13]. Καλλικράτης Αἴγωνι.
τῆς πλησίον φάραγγος ἐποχετεύεται. ἐπελθὼν δὲ ὄμβρος
ἐς τρεῖς ἡμέρας καὶ νύκτας ἴσας ποταμοὺς ἄνωθεν ἐκ τῆς ἀκρωρείας τῶν ὀρῶν ἐγέννησεν, οἳ ῥύμῃ κατασυ- ρόμενοι ἰλὺν ἐπεσπάσαντο καὶ τοὺς βόθρους κατέχωσαν, ὥστε εἶναι πάντα ἰσόπεδα καὶ οὐδὲ δοκεῖν ὅλως εἰρ-
γασμένα. οὕτως ἠφάνισταί μοι τὰ πονήματα καὶ εἰς
21 22 23 μίαν ὄψιν ἄτοπον κατέστη. τίς ἂν οὖν ἔτι πονοίη μάτην, ἀδήλους ἐλπίδας ἐκ γεωργίας καραδοκῶν; μετι- τέον μοι ἐφʼ ἕτερον βίον. φασὶ γὰρ ἅμα ταῖς τῶν ἐπιτηδευμάτων ἀλλαγαῖς καὶ τὰς τύχας μετασχηματί- ζεσθαι.
11 [III 14]. Σιτάλκης Οἰνοπίωνι.
τὰ μετέωρα δὲ πολυπραγμονεῖν ἐπιτηδεύοντας, ἐάσας ἔχου τῶν κατʼ ἀγρὸν ἔργων, ἀφʼ ὧν σοι διαπονοῦντι μεστὴ μὲν ἡ σιπύη πανσπερμίας, οἱ δὲ ἀμφορεῖς οἴνου γέμοντες, πλέα δὲ ἀγαθῶν τὰ σύμπαντα.
12 [III 15]. Κότινος Τρυγοδώρῳ.
13 [III 16]. Φυλλὶς Θρασωνίδῃ.
λὸν πλήρη γάλακτος· νῦν δὲ ἀγρὸν 〈μὲν〉 καὶ γεωρ-
γίαν ἀπαναίνῃ, κράνους δὲ ἐπαινεῖς τριλοφίαν καὶ ἀσπίδος ἐρᾷς, ὥσπερ τις Ἀκαρνὰν ἢ Μαλιεὺς μισθο- φόρος. μή σύγε, ὦ παιδίον, ἀλλʼ ἐπάνιθι ὡς ἡμᾶς
καὶ τὸν ἐν ἡσυχίᾳ βίον ἀσπάζου — καὶ γὰρ ἀσφαλὴς
καὶ ἀκίνδυνος ἡ γεωργία, οὐ λόχους, οὐκ ἐνέδρας, οὐ φάλαγγας ἔχουσα — ἡμῖν τε [ὁ] γηροκόμος γενοῦ, 28 29 30 ἀντὶ τῆς ἐν ἀμφιβόλῳ ζωῆς τὴν ὁμολογουμένην ἑλό- μενος σωτηρίαν.
14 [ΙΙΙ 17]. Χαιρέστρατος Λειρίῳ.
ἐκ τῶν ἀγρῶν ἀποπέμψασιν. οἱ μὲν γὰρ ἕωθεν προσ- εδόκων με φέροντα αὐτοῖς τὰ κεράμεια σκεύη, ὧν
ἕνεκεν ἀφικόμην· ἐγὼ δὲ ὁ χρυσοῦς πάννυχος καταυ- λούμενος εἰς ἡμέραν ἐκάθευδον. ἀλλʼ ἄπιθι, ὦ τάλαινα, καὶ τοὺς ἀθλίους τουτουσὶ θέλγε τοῖς γοητεύμασιν.
ἐμοὶ γὰρ εἰ ἔτι ἐνοχλοίης, κακόν τι παμμέγεθες προσ- λαβοῦσα ἀπελεύσῃ.
15 [ΙΙΙ 18]. Εὔσταχυς Πιθακ〈ν〉ίωνι.
μόνον ἀλλʼ ἐπαγόμενον τὴν γυναῖκα καὶ τὰ παιδία καὶ 31 32 33 τὸν σύργαστρον· εἰ βούλοιο δέ, καὶ τὴν κύνα, ἀγαθὴν οὖσαν φύλακα καὶ τῷ βάρει τῆς ὑλακῆς ἀποσοβοῦσαν τοὺς ἐπιβουλεύοντας τοῖς ποιμνίοις. ἡ δὲ τοιαύτη οὐκ
ἂν ἀτιμάζοιτο δαιτυμὼν εἶναι σὺν ἡμῖν. ἑορτάσομεν
δὲ μάλʼ ἡδέως, καὶ πιόμεθα εἰς μέθην καὶ μετὰ τὸν κόρον ᾀσόμεθα, καὶ ὅστις ἐπιτήδειος κορδακίζειν, εἰς μέσους παρελθὼν τὸ κοινὸν ψυχαγωγήσει. μὴ μέλλε οὖν, ὦ φίλτατε· καλὸν γὰρ ἐν ταῖς κατʼ εὐχὴν ἑορ- ταῖς ἐξ ἑωθινοῦ συντάττειν τὰ συμπόσια.
16 [ΙΙΙ 19].
Πιθακ〈ν〉ίων Εὐστάχυϊ.
κωμήτας ἀναμένων ἐπικούρους. νῦν γὰρ οὐκ ἐδοκί-
μαζον ἀσθενέστερος ὢν καὶ μόνος τὼ χεῖρε ἐπιβάλλειν αὐτῷ. ὁ μὲν γὰρ δριμύ βλέπει καὶ τοξοποιεῖ τὰς ὀφρῦς καὶ σφριγῶντας ἔχει τούς ὤμους καὶ ἁδρὰν τὴν ἐπι- γουνίδα φαίνει· ἐγὼ δὲ ὑπὸ τῶν πόνων καὶ τῆς δι-
κέλλης κατέσκληκα, καὶ τύλους μὲν ἐν ταῖς χερσὶν 34 35 36 ἔχω, λεπτότερον δέ μοι τὸ δέρμα λεβηρίδος. ἡ μὲν οὖν γυνὴ καὶ τὰ παιδία εἰς σοῦ βαδιοῦνται καὶ τῆς εὐωχίας μεθέξουσιν, ὁ δὲ σύργαστρος μαλακῶς ἔχει τὰ νῦν. ἐγὼ δὲ καὶ ἡ κύων τὸν μιαρὸν οἴκοι φυλάξομεν.
17 [III 20]. Ναπαῖος Κρηνιάδῃ.
τὰς μὲν οὖν ἄλλας οὐ συνέχω τῇ μνήμῃ, εἰμὶ γὰρ τὰ
τοιαῦτα καὶ εἰδέναι καὶ ἀπαγγέλλειν κακός· ἓν δὲ ἰδὼν ἀχανὴς ἐγώ σοι καὶ μικροῦ δεῖν ἄναυδος. εἷς γάρ τις εἰς μέσους παρελθὼν καὶ στήσας τρίποδα τρεῖς μικρὰς ἐπετίθει παροψίδας· εἶτα ὑπὸ ταύταις ἔσκεπε τρία μικρὰ καὶ λευκὰ καὶ στρογγύλα λιθίδια, οἶα
37 38 39 ἡμεῖς ἐπὶ ταῖς ὄχθαις τῶν χειμάρρων ἀνευρίσκομεν· ταῦτά ποτε μὲν 〈ἓν〉 κατὰ μίαν ἔσκεπε παροψίδα, ποτὲ
δὲ οὐκ οἶδ᾿ ὅπως ὑπὸ τῇ μιᾷ ἐδείκνυ, ποτὲ δὲ παντε- λῶς ἀπὸ τῶν παροψίδων ἠφάνιζε καὶ ἐπὶ τοῦ στόμα-
τος ἔφαινεν. εἶτα καταβροχθίσας τοὺς πλησίον ἑστῶ-
τας ἄγων εἰς μέσον τὴν μὲν ἐκ ῥινός τινος τὴν δὲ ἐξ ὠτίου τὴν δὲ ἐκ κεφαλῆς ἀνῃρεῖτο, καὶ πάλιν ἀνε- λόμενος ἐξ ὀφθαλμῶν ἐποίει. κλεπτίστατος ἄνθρωπος ὑπὲρ ὃν ἀκούομεν Σὐρυβάτην τὸν Οίχαλιέα. μὴ γέ-
νοιτο κατʼ ἀγρὸν τοιοῦτον θηρίον· οὐ γὰρ ἀλώσεται ὑπʼ οὐδενός, καὶ πάντα ὑφαιρούμενος τἄνδον φροῦδά μοι [τὰ κατʼ ἀγρὸν] ἀπεργάσεται.
18 [III 21]. Εὐυάπη Γλαύκῃ.
ἡμέραν ἔχων ἐν ἄστει, ὁ δὲ θητεύων παρʼ ἡμῖν Παρ- μένων ζημία καθαρά, ῥάθυμος ἄνθρωπος καὶ τὰ πολλὰ καταπίπτων εἰς ὕπνον. ὁ δὲ λύκος ἀργαλέος πάροικος
βλέπων φονῶδές τι καὶ αἱμοβόρον· Χιόνην γὰρ τὴν 40 41 42 καλλιστεύουσαν τῶν αἰγῶν ἐκ τοῦ φελλέως ἁρπάσας οἴχεται καὶ ὁ μὲν δειπνεῖ ἀγαθὴν αἶγα καὶ εὐγάλακτον,
ἐγὼ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἀπολείβω. πέπυσται δὲ τούτων οὐδὲν ὁ ἀνήρ· εἰ δὲ μάθοι, κρεμήσεται μὲν ἐκ τῆς πλησίον πίτυος ὁ μισθωτός, αὐτὸς δὲ οὐ πρό-
τερον ἀνήσει πάντα μηχανώμενος, πρὶν τὰς παρὰ τοῦ λύκου δίκας εἰσπράξασθαι.
19 [III 22]. Πολύαλσος Εὐσταφύλῳ.
σταφυλάς, καὶ οὐ μόνον τὰς ῥᾶγας ἔκοπτον ἀλλʼ ἤδη καὶ ὁλοκλήρους ἀπέτεμνον τῶν οἰνάρων τοὺς βό-
τρυς, ὁ δεσπότης δὲ ἐπιστήσεσθαι κατηγγέλλετο — ἀργαλέος ἄνθρωπος καὶ δριμύς, γνωμίδια καὶ προβου- λευμάτια συνεχῶς ἐπὶ τῆς Πνυκὸς Ἀθηναίοις εἰσηγού-
μένος, καὶ πολλούς ἥδη διὰ σκαιότητα τρόπου καὶ 43 44 45 δεινότητα ῥημάτων ἐπὶ τοὺς ἕνδεκα ἀγαγών — δείσας μή τι πάθοιμι κἀγὼ καὶ ταῦτα τοιούτου 〈τοῦ〉 δεσπό- του ὄντος, τὴν κλέπτιν ἀλώπεκα συλλαβὼν ἐβουλόμην παραδοῦναι. ἀλλʼ ἡ μὲν οὐχ ἧκε· Πλαγγὼν δὲ τὸ
Μελιταῖον κυνίδιον, ὃ 〈ἐ〉τρέψομεν ἄθυρμα τῇ δε- σποίνῃ προσηνές, ὑπὸ τῆς ἄγαν λιχνείας ἐπὶ τὸ κρέας ὁρμῆσαν κεῖταί σοι τρίτην ταύτην ἡμέραν ἐκτάδην νεκρὸν ἤδη μυδῆσαν. ἔλαθον οὖν ἐπὶ κακῷ κακὸν ἀναρριπίσας. καὶ τίς παρὰ τῷ σκυθρωπῷ τῶν τοιού-
των συγγνώμη; φευξόμεθα ᾗ ποδῶν ἔχομεν, χαιρέτω
δὲ ὁ ἀγρὸς καὶ τἀμὰ πάντα. ὥρα γὰρ σώζειν ἑαυτόν, καὶ μὴ 〈τὸ〉 παθεῖν ἀναμένειν ἀλλὰ πρὸ τοῦ παθεῖν φυλάξασθαι.
20 [ΙΙΙ 23]. Θαλλὸς Πιτυΐσκῳ.
46 47 48 ἀποκλάσας, κηρία νεογενῆ, πρῶτον μὲν τοῖς θεοῖς ἀπηρξάμην, ἔπειτα δὲ τοῖς φίλοις ὑμῖν ἀπάρχομαι.
ἔστι δὲ λευκὰ ἰδεῖν καὶ ἀποστάζοντα λιβάδας Ἀττικοῦ μέλιτος, οἷον αἱ Βριλήσσιαι λαγόνες ἐξανθοῦσι. καὶ νῦν μὲν ταῦτα πέμπομεν, [καὶ] εἰς νέωτα δὲ δέχοιο
παρʼ ἡμῶν μείζω τουτωνὶ καὶ ἡδίονα.
21 [III 24]. Φιλοποίμην Μοσχίωνι.
τὰς μὲν ἀποδόμενος τὰς δὲ καταθύων. καὶ τῷ μὲν ἡ
γαστὴρ τῆς κραιπάλης ἐμπίπλαται, καὶ τὰ λοιπὰ τῇ τενθείᾳ δαπανᾶται καὶ ψάλλεται καὶ καταυλεῖται καὶ [πρὸς] τοῖς μυροπωλίοις φιληδεῖ, τὰ δὲ αὔλια ἔρημα,
αἶγες δὲ ἐκεῖναι [αἱ πρότερον] οἴχονται. τέως μὲν οὖν ἡσυχίαν ἄγω, μὴ προαισθόμενος ψύττα κατατείνας
φύγῃ· εἰ δὲ ἀνυπόπτως λαβόμην αὐτοῦ καὶ ἐγκρατὴς 49 50 51 γενοίμην, δεδήσεται τὼ πόδε χοίνικας παχείας ἐπισύ- ρων, καὶ τῇ σκαπάνῃ προσανέχων ὑπὸ τῇ δικέλλῃ καὶ τῇ σμινύῃ τῆς μὲν τρυφῆς ἐπιλήσεται, παθὼν δὲ γνώ- σεται οἷόν ἐστι τὸ τὴν ἄγροικον σωφροσύνην ἀσπάζεσθαι.
22 [ΙΙΙ 25].
Ὕλη Νομίῳ.
χρημα μεσαιπόλιος ἄνθρωπος μειράκιον ἀστικὸν ἀνεφά- νης. ἀκούω γάρ σε τὰ πολλὰ ἐπὶ Σκίρου καὶ Κερα- μεικοῦ διατρίβειν, οὗ φασι τοὺς ἐξωλεστάτους σχολῇ καὶ ῥᾳστώνῃ τὸν βίον καταναλίσκειν.
23 [ΙΙΙ 26]. Ληυαῖος Κορύδωνι.
24 [III 27]. Γέμελλος Σαλακuιυίδι.
σὸ δὲ φρυάττῃ, παιδισκάριον εὐτελές, καὶ κιχλίζουσα καὶ μωκωμένη με διατελεῖς. οὐ παύση, τάλαινα, τῆς ἀγερωχίας; ἐγώ σοι τὸν ἐραστὴν δείξω δεσπότην καὶ κάχρυς ἐπὶ τῶν ἀγρῶν φρύγειν ἀναγκάσω, καὶ τότε εἴσῃ παθοῦσα οἷ κακῶν σαυτὴν ἐνέσεισας.
56 57 58
25 [ΙΙΙ 28]. Σαλακωνὶς Γεμέλλῳ.
κάρδοπον ὑπεισελθοῦσα ἐκείμην ἀμφιθεμένη τὸ κοῖλον τοῦ σκεύους εἰς κάλυμμα. ἐπειδὴ δὲ κέκρικα βρόχῳ
τὸν βίον ἐκλιπεῖν, ἄκουε λεγούσης ἀναφανδόν, πάντα γάρ μου περιαιρεῖ φόβον ἡ πρὸς τὸ τελευτᾶν ὁρμή· ἐγώ σε, ὦ έμελλε, στυγῶ, τοῦτο μὲν βδελυττομένη τὸ
δάσος τοῦ σώματος καὶ ὥσπερ τι κίναδος ἐκτρεπομένη, τοῦτο δὲ τὴν δυσχέρειαν τοῦ στόματος ἐκ τοῦ μυχαι-
τατοῦ τῆς φάρυγγος τὴν δυσοσμίαν ἐκπέμποντος. κακὸς κακῶς ἀπόλοιο τοιοῦτος ὤν. βάδιζε παρά τινα λημῶσαν ἄγροικον γραῦν ἐπὶ ἑνὶ γομφίῳ σαλεύουσαν, ἀληλιμ-
μένην τῷ ἐκ τῆς πίττης ἐλαίῳ.
26 [ΙΙΙ 29]. Ὥριος Ἀυθοφορίωνι.
τρίων ἕνεκα δικομαχοῦντας. κινήσας γὰρ ἐπὶ τοῦ κωμ- άρχου δίκας ἔναγχος, οὐκ ἔστιν ἥντινα οὐχὶ νικήσας
ἀπηλλάγης. μακάριε τῆς γλώττης καὶ λαλίστερε τρυ- γόνος. ἐγὼ δὲ ἑρμαιῳ σοι χρῶμαι, [κατὰ] τοῦτο δὴ τὸ τοῦ λόγου. ἔκκειμαι γὰρ τοῖς βουλομένοις τἀμὰ σφετερίζεσθαι καὶ ἀγαπῶ τὴν ἡσυχίαν, καὶ ταῦτα εἰ- δὸς ὅτι |μοι] [πολλάκις ἐκ τῆς ἀπραγμοσύνης φύετιιι
πράγματα.
27 [III 30]. Ἀμγπελίων Εὐέργῳ.
γων, ἀργὸν δὲ καθίζειν ὄνειδος. προκύψας δῆτα τῆς καλύβης οὐκ ἔφθην παρανοίξας τὸ θύριον καὶ ὁρῶ σύν τῷ νιφετῷ δῆμον ὅλον ὀρνέων φερόμενον, καὶ 62 63 64 κοψίχους καὶ κίχλας. εὐθέως οὖν ἀπὸ τῆς λεκάνης
ἀνασπάσας ἰξὸν ἐπαλείφω τῶν ἀχράδων τοὺς κλάδους, καὶ ὅσον οὔπω τὸ νέφος ἐπέστη [τῶν στρουθίων] καὶ πᾶσαι ἐκ τῶν ὀροδάμνων ἐκρέμαντο, θέαμα ἡδύ, πτε-
ρῶνν ἐχόμεναι καὶ κεφαλῆς καὶ ποδῶν εἰλημμέναι. ἐκ
τούτων λάχος σοι τὰς πίονας καὶ εὐσάρκους ἀπέσταλκα πέντε καὶ εἴκοσι. κοινωνεῖν γὰρ ἀγαθὸν τοῖς ἀγαθοῖς, φθονοῦσι δὲ οἱ πονηροὶ τῶν γειτόνων.
28 [III 31], Φιλόκωμος Ἀστύλλῳ.
σοι πρόφασις ὁδοῦ ἄστυδε γένοιτο, ἧκε ἀπάξων νῦν
κἀμέ. καὶ γὰρ ἔγωγε ἄγειν οἶμαι τοῦ πλέον τι μαθεῖν, 65 66 67 ἤδη μοι βρύειν θριξὶ τῆς ὑπήνης ἀρχομένης. τίς οὖν δή με τἀκεῖθι μυσταγωγεῖν ἐπιτηδειό〈τερ〉ς ἢ σὺ ὁ τὰ πολλὰ εἴσω πυλῶν ἀλινδούμενος;
29 [III 73]. Κωμαρχίδης Εὐχαίτῃ.
τέτοκε, καὶ ἔχω δελφάκων ἀφθονίαν· γρύζουσι δὲ μάλʼ
ἀηδές, ἀλλʼ ἐδώδιμοι. μεταδίδωμι δῆτα καὶ σοὶ δύο τούτων ἔχειν. οὔτε γὰρ πάντας οἷός τέ εἰμι τρέφειν τῶν κριθῶν ὀλίγων οὐσῶν καὶ ἄμα τοῖς φίλοις κοι- νωνεῖν τούς ἐν περιουσίαις ὄντας ἀγροικικῇ πρέπον
ἐπιεικείᾳ, οἵους ἡμᾶς ἡ φιλτάτη γῆ ἀπλοϊκοὺς καὶ φιλ- ἀλλήλους τούς ἑαυτῆς τροφίμους ἀνεθρέψατο.
30 [III 32]. Σκοσπιάδης Κοτί〈ν〉ωνι.
ἀνθρώπων — οἰνόφλυγες δὲ πάντες ἦσαν, καὶ οὐδεὶς 68 69 70 71 τὸ μέτρῳ πίνειν ἔστεργε — συνεχῶς δὴ περιφερομένης τῆς κύλικος — ἦν 〈γὰρ〉 τοῖς ἀρνουμένοις τοὐπιτίμιον [ἔδει γὰρ αὐτούς] εἰς τὴν ὑστεραίαν ἑστιᾶν — πιὼν οὖν ὅσον οὔπω πρότερον ἐν ἀσκῶ βαστάσας οἶδα, τρί-
την ταύτην ἡμέραν ἔχω καὶ ἔτι σοι καρηβαρῶ καὶ τὴν κραιπάλην ἀπερυγγάνω.
31 [III 33]. Ἄνθυλλα Κορίσκῳ.
ἤδη [λοιπὸν] ὑιδοῦς καὶ θυγατριδοῦς ἔχομεν, ἐρᾷς κιθαρῳδοῦ γυναικὸς κἀμὲ κνίζεις ἄχρι τοῦ καὶ αὐτὴν ἐκρινῆσαι τὴν καρδίαν. ἐγὼ μὲν γὰρ ἀτιμάζομαι τρια-
κοστὸν ἔτος ἤδη συνοῦσά σοι, Παρθένιον δὲ 〈ἡ〉 ἱππό- 72 73 74 πορνος μεθʼ ὑποκορισμῶν ἐκθεραπεύεται ὅλον σε αὐ- τοῖς ἀγροῖς καταπιοῦσα. γελῶσι δὲ οἱ νέοι, καὶ σὺ τοῦ γέλωτος ἀναισθήτως ἔχεις. ὦ γῆρας ἐταίρας παίγνιον.
32 [III 34] Γνάθωυ Καλλικομίδῃ.
τὸν Κολλυτέα, ὃς ἐκ πλουσίου, σπαθήσας τὴν οὐσίαν εἰς ἡμὰς τούς παρασίτους καὶ τὰς ἑταίρας, εἰς ἀπορίαν συνηλάθη, εἶτʼ ἐκ φιλανθρώπου μισάνθρωπος ἐγένετο
καὶ τὴν Ἀπημάντου ἐμιμήσατο στύγα. καταλαβὼν γὰρ τὴν ἐσχατιὰν ταῖς βώλοις τούς παριόντας βάλλει, προ-
μηθούμενος μηδένα αὐτῶ καθάπαξ ἀνθρώπων ἐντυγχά-
νειν. οὕτως τὴν κοινὴν φύσιν ἀπέστραπται. οἱ λοιποὶ δὲ τῶν Ἀθήνησι νεοπλούτων Φείδωνός εἰσι καὶ Γνί- φωνος μικροπρεπέστεροι. ὥρα μοι μετανίστασθαι καὶ πονοῦντι ζῆν. δέχου δὴ οὖν με μισθωτὸν κατʼ ἀγρόν,
πάντα ὑπομένειν ἀνεχόμενον ὑπὲρ τοῦ τὴν ἀπλήρω- τον ἐμπλῆσαι γαστέρα.
33 [III 35]. Θαλλίσκος Πετραίῳ.
καὶ ἀνήκοα τέθυται τῷ Ὑετίῳ, καίτοι γε ἐξ ἁμίλλης ἐκαλλιερήσαμεν πάντες οἱ τῆς κώμης οἰκήτορες, καὶ ὡς ἕκαστος δυνάμεως ἢ περιουσίας 〈εἶχε〉 συνεισηνέγκα- μεν, ὁ μὲν κριὸν ὁ δὲ τράγον ὁ δὲ κάπρον, ὁ πένης πόπανον ὁ δὲ ἔτι πενέστερος λιβανωτοῦ χόνδρους [εὖ
μάλα εὐρωτιῶντας], ταῦρον δὲ οὐδείς· οὐ γὰρ εὐπορία
βοσκημάτων ἡμῖν τὴν λεπτόγεων τῆς Ἀττικῆς κατοι- κοῦσιν. ἀλλʼ οὐδὲν ὄφελος τῶν δαπανημάτων· ἔοικε γὰρ πρὸς ἑτέροις ἔθνεσιν ὁ Ζεὺς ἄν τῶν τῇδε ἀμελεῖν.
34 [III 36]. Πρατίνας Μεγαλοτέλει.
76 77 Θρᾷκας τὸν προηγεμόνα βαλὼν μεσαγκύλῳ, νῦν δὲ ὡς κοντῷ διαπείρας τὸν Ἀρμένιον ἀπώλεσεν· ἐπὶ πᾶσί τε αἰχμαλώτους παρῆγε καὶ ἐδείκνυ γυναῖκας, ἃς ἔλεγεν ἐκ τῆς λείας ὑπὸ τῶν στρατηγῶν ἀριστείας αὐτῷ γέρας
δεδόσθαι. τῷ δʼ ἐγὼ ἐγκανάξας κύλικα εὐμεγέθη φλυα-
ρίας φάρμακον ὤρεγον, ὁ δὲ καὶ ταύτην καὶ πλείονας ἐπὶ ταύτῃ καὶ ἁδροτέρας ἐκπιὼν οὐκ ἐπαύσατο τῆς ἀδολεσχίας.
35 [III 37]. Ἐπινφυ〈λ〉λὶς Ἀμαρακίνῃ.
θρίου τοῦ Ἀλωπεκῆθεν ταύτην ἀναθήσουσα. εἶτά μοι λόχος ἐξταίφνης ἀναφαίνεται νέων ἀγερώχων ἐπʼ ἐμὲ συντεταγμένων· ὁ λόχος δὲ τῷ Μοσχίωνι συνέπραττεν.
ἐπεὶ γὰρ τὸν μακαρίτην ἀπέβαλον Φαιδρίαν, οὐκ ἐπαύ- σατό μοι πράγματα παρέχων καὶ γαμησείων· ἐγὼ δὲ ἀνη-
νάμην ἅμα μὲν τὰ νεογνὰ παιδία κατοικτείρουσα ἅμα δὲ τὸν ἥρω Φαιδρίαν ἐν ὀφθαλμοῖς τιθεμένη. ἐλάν- θανον δὲ ὑβριστὴν ὑμέναιον ἀναμένουσα καὶ θάλαμον
νάπην εὑρίσκουσα. εἰς γάρ με τὸ συνηρεφὲς ἀγαγών, οὗ τὸ πύκνωμα συνεχὲς ἦν τῶν δένδρων, αὐτοῦ που
κατὰ τῶν ἀνθῶν καὶ τῆς φυλλάδος, αἰδοῦμαι εἰπεῖν, B 78 79 ὦ φιλτάτη, τί παθεῖν ἐπηνάγκασε. καὶ ἔχω τὸν ἐξ ὕβρεως ἄνδρα, οὐχ ἑκοῦσα μὲν ὅμως δὲ ἔχω. καλὸν μὲν γὰρ ἀπείρα[σ]τον εἶναι τῶν ἀβουλήτων, ὅτῳ δὲ οὐχ ὑπάρχει τοῦτο, κρύπτειν τὴν συμφορὰν ἀναγκαῖον.
36 [III 38]. Εὔδικος Πασίωυι.
μετὰ περιχαρ〈ε〉ίας ἦγον ὡς ἐπὶ τῆς ἐσχατιᾶς μοι ἐσό- μενον. ἦν δὲ οὗτος ἄρα λαμπρὰ ζημία. ἐσθίει μὲν
γὰρ τεσσάρων σκαπανέων σιτία, ὑπνοῖ δὲ ὅσον ἤκουσα τετυφωμένου σοφιστοῦ λέγοντος Ἐπιμενίδην τινὰ Κρῆτα κεκοιμῆσθαι, ἢ ὡς ἀκούομεν τὴν Ἡρακλέους
τριέσπερον. τί ἂν οὖν ποιοί[μ]ην, ὦ φίλτατε ἑταίρων καὶ συγγεωργῶν, ἴθι φράσον, ἐπὶ τοιούτῳ θηρίῳ κατα- βαλὼν ἀργυρίδιον;
37 [III 39]. Φιλομήτωρ Ἐτιφαυίῳ.
καὶ ἡ νῦν ἑστῶσα σεμνοτάτη τῶν Θεσμοφορίων ἑορτή.
ἡ μὲν οὖν Ἄνοδος κατὰ τὴν πρώτην γέγονεν ἡμέραν, ἡ Νηστεία δὲ τὸ τήμερον εἶναι παρʼ Ἀθηναίοις ἑορ- τάζεται, τῇ Καλλιγενείᾳ δὲ εἰς τὴν ἐπιοῦσαν θύουσιν. εἰ οὖν ἐπειχθεῖσα ἔρχῃ, ἔωθεν πρὸ τοῦ τὸν ἑωσφόρον
ἐξελθεῖν συνθύεις ταῖς Ἀθηναίων γυναιξίν [αὔριον].
ἧκε οὖν, μὴ μέλλε, ναὶ πρὸς ἐμῆς καὶ τῶν αὐταδέλφων τῶν ἐμῶν σωτηρίας. τὸ γὰρ ἄγευστον πόλεως κατα- λῦσαι τὸν βίον ἀποτρόπαιον, ὡς ὂν θηριῶδες καὶ δύστροπον. ἀνέχου δέ, ὦ μῆτερ, τῆς ἐπὶ τῷ συμφέ-
ροντι παρρησίας· καλὸν ἅποσιν ἀνθρώποις ἀνυποστό- λως ὁμιλεῖν, οὐχ ἥκιστα δὲ ἀναγκαῖον τὸ πρὸς τοὺς οἰκείους ἀληθίζεσθαι.
38 [III 40]. Εὐθύδικος Φιλίσκῳ.
δαιμόνων εἰς αὐτὸν [οὐκ ἔχω λέγειν], ὅλον παρήμειψε καὶ φρενῶν ἔξω κατέστησε. θεασάμενος γὰρ ἕνα του- τωνὶ τῶν μεμηνότων, σὓς διὰ τὸ μανιῶδες πάθος [λύτταν] κύνας ἀποκαλεῖν εἰώθασιν, ὑπερέβαλε τῇ μιμήσει τῶν κακῶν τὸν ἀρχηγέτην. καὶ ἔστιν ἰδεῖν
θέαμα ἀποτρόπαιον καὶ φοβερόν, κόμην αὐχμηρὰν ἀνασείων, τὸ βλέμμα ἰταμός, ἡμίγυμνος ἐν τριβωνίῳ, πηρίδιον ἐξηρτημένος καὶ ῥόπαλον ἐξ ἀχράδος πεποιη- μένον μετὰ χεῖρας ἔχων, ἀνυπόδητος, ῥυπῶν, ἄπρακτος, τὸν ἀγρὸν καὶ ἡμᾶς οὐκ εἰδὼς τοὺς γονεῖς, ἀλλʼ ἀρνοῦ-
μενος, φύσει λέγων γεγονέναι τὰ πάντα καὶ τὴν τῶν στοιχείων σύγκρασιν αἰτίαν εἶναι γενέσεως, οὐχὶ τοὺς πατέρας. εὔδηλον δέ, ὅτι καὶ χρημάτων ὑπερορᾷ καὶ
γεωργίαν στυγεῖ. ἀλλὰ καὶ αἰσχύνης αὐτέ μέλει οὐδὲν καὶ τὴν αἰδῶ τῶν προσώπων ἀπέξυσται. οἴμοι οἷόν
δε, ὦ γεωργία, τὸ τῶν ἀπατεώνων τουτωνὶ φροντιστῇ- 83 ριον ἐξετραχήλισε. μέμφομαι τῷ Σόλωνι καὶ τῷ Δρά- κοντι, οἳ τοὺς μὲν κλέπτοντας σταφυλὰς θανάτῳ ζημιοῦν ἐδικαίωσαν, τοὺς δὲ ἀνδραποδίζοντας ἀπὸ τοῦ φρονεῖν τοὺς νέους ἀθῴους εἶναι τιμωρίας ἀπέλιπον.
39 [ΙΙΙ 41]. Δρυάδης Μηλίῳ.
νόσου. ἔχουσα οὖν ἀφθονίαν ἐρίων ἐξύφηνον ἡμῖν
ἐσθήματα πρόσφορα ταῖς ὥραις, ὡς εἶναι τὰ μὲν τῷ θέρει προσαρμόζοντα λεπτοϋφῆ, τὰ δὲ χειμέρια ἐχέτω περιττῶς τῆς κρόκης καὶ πεπαχύνθω πλέον, ἵνα τὰ μὲν τῇ μανότητι σκιάζῃ μόνον καὶ μὴ καταθάλπῃ τὰ σώ- ματα, τὰ δὲ τῇ βαρύτητι ἀπείργῃ τὸν κρυμὸν καὶ
ἀλεξάνεμα τυγχάνῃ. καὶ ἡ παρθένος δέ [ἡ παῖς], ἣν ἔχομεν ἐν ὥρᾳ γάμου, συλλαμβανέτω τῆς ἱστουργίας ταῖς θεραπαινίσιν, ἵνα εἰς ἀνδρὸς ἐλθοῦσα μὴ καται- σχύνῃ τοὺς πατέρας ἡμᾶς. καὶ ἄλλως δὲ εἰδέναι σε χρή, ὡς αἱ ταλασίαν ἀγαπῶσαι καὶ τὴν Ἐργάνην θερα-
πεύουσαι κόσμῳ βίου καὶ σωφροσύνη σχολάζουσιν.
Epistulae. Alciphron. ed. M. A. Schepers. United States. 2016.
Sponsored by Harvard College Library.