LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.
1 [I 1]. Εὔδιος Φιλοσκάφῳ.
ἐκ τῶν ἀκρωτηρίων οἱ βορεῖς, καὶ ἐπεφρίκει μὲν ὁ πόντος μελαινόμενος, τοῦ ὕδατος δὲ ἀφρὸς εξηνθήκει, πανταχοῦ τῆς θαλάσσης ἐπʼ ἀλλήλων ἐπικλωμένων τῶν κυμάτων — τὰ μὲν γὰρ ταῖς πέτρταις προσηράσσετο, τὰ δὲ εἴσω ἀνοιδοῦντα ἐρρήγνυτο —, ἀεργία παντελὴς
ἦν· καὶ τὰ ἐπὶ ταῖς ᾐόσι καταλαβόντες καλύβια, ὀλίγα
ξυλισάμενοι κομμάτια ὅσα οἱ ναυπηγοὶ πρῴην ἐκ τῶν δρυῶν ἃς ἐξέτεμον ἀπέλιπον, ἐκ τούτων πῦρ ἀνάψαν- 1 2
τες τὸ πικρὸν τοῦ κρυμοῦ παρεμυθούμεθα. τετάρτη δὲ αὕτη ἐπιλαβοῦσα ἡμᾶς ἀλκυονὶς ὡς οἶμαι ἡμέρα — ἔστι γὰρ τοῦτο τῷ καθαρῷ τῆς αἰθρίας τεκμήρασθαι — πλοῦτον ἀθρόον ἀγαθῶν ἔδειξεν. ὡς γὰρ ὤφθη μὲν ὁ ἥλιος, πρώτη δὲ ἀκτὶς εἰς τὸ πέλαγος ἀπέστιλβε,
τὸ πρῴην νεωλκηθὲν σκαφίδιον σπουδῇ κατεσύραμεν,
εἶτʼ ἐνθέμενοι τὰ δίκτυα ἔργου εἰχόμεθα. μικρὸν δὲ ἄπωθεν τῆς ἀκτῆς χαλάσαντες, φεῦ τῆς εὐοψίας, ὅσον ἰχθύων ἐξειλκύσαμεν· μικροῦ καὶ τοὺς φελλοὺς ἐδέησε κατασῦραι ὑφάλους τὸ δίκτυον ἐξωγκωμένον. εὐθὺς
οὖν ὀψῶναι πλησίον, καὶ τὰς ἀσίλλας ἐπωμίους ἀνελό- μενοι καὶ τὰς ἑκατέρωθεν σπυρίδας ἐξαρτήσαντες καὶ ὑπὲρ αὐτῶν καταβαλόντες 〈τ〉ἀργύριον, ἄστυδʼ ἐκ Φα-
λήρων ἠπείγοντο. πᾶσι δὲ τούτοις ἠρκέσαμεν ἡμεῖς καὶ πρὸς τούτοις ἀπηνεγκάμεθα γαμεταῖς καὶ παιδίοις
ὄγκον οὐκ ὀλίγον ἔχειν τῶν λεπτοτέρων ἰχθύων, οὐκ εἰς μίαν, ἀλλʼ εἰ χειμὼν ἐπιλάβοι[το] καὶ εἰς πλείους ἡμέρας ἐμφορηθῆναι.
2 [I 2]. Γαληναῖος Κύρτωνι.
εἰς τὸν τῶν Δαναΐδων τοὺς ἀμφορέας ἐκχέομεν πίθον· οὕτως ἄπρακτα καὶ ἀνήνυτα διαμοχθοῦμεν. ἡμῖν μὲν
γὰρ οὐδὲ ἀκαλήφης ἔστιν ἢ πελωρίδος ἐμπλῆσαι τὴν γαστέρα, ὁ δεσπότης δὲ συλλέγει καὶ τοὺς ἰχθύας καὶ τὰ κέρματα. οὐκ ἀπόχρη δὲ αὐτῷ τοσαῦτα ἔχειν παῤ
ἡμῶν, ὁ δὲ διερευνᾶται καὶ τὸ σκαφίδιον συνεχῶς. καὶ πρῴην, ὅτε ἐκ Μουνυχίας ἐπέμψαμεν αὐτῶ κομι-
οῦντα τοὐψώνιον Ἕρμωνα τουτονὶ τὸν μειρακίσκον, σπόγγους ἡμῖν ἐπέταττε κομίζειν καὶ τὰ ἐκ τῆς ἁλὸς ἔρια, ἃ φύεται ἐπιεικῶς ἐναβρυνομένης εἰς λῆμνον· 5 6
ὥσθʼ ὁ μὲν 〈ὅσον〉 οὔπω ταῦτα προσαπῄτει, καὶ ὁ Ἕρμων ἀφεὶς τὸ φερνίον αὐτοῖς ἰχθύσιν, ἀφεὶς δὲ καὶ ἡμᾶς αὐτῷ σκάφει, ᾤχετο ἐπὶ λέμβου κωπήρους Ῥοδίοις τισὶ θαλαττουργοῖς ἀναμιχθείς. καὶ ὁ μὲν δεσπότης οἰκέτην, ἡμεῖς δὲ συνεργὸν ἀγαθὸν ἐπεν-
θήσαμεν.
3 [I 3]. Γλαῦκος Γαλατείᾳ.
λαττα καὶ ἡ ναυτιλία ῥιψοκίνδυνον. ὀρθῶς ἐγὼ τοῦτο
κρίνω πείρᾳ καὶ διδασκαλίᾳ μαθών. ποτὲ γὰρ ὄψον ἀποδόσθαι βουληθεὶς ἤκουσα ἑνὸς τῶν ἐν τῇ Ποικίλη διατριβόντων ἀνυποδήτων καὶ ἐνεροχρώτων στιχίδιον ἀποφθεγγομένου τὴν ἀπόνοιαν τῶν πλεόντων ἐπιστῦ-
7 8 9 φον· ἔλεγε δʼ Ἀραίου τινὸς εἶναι σοφοῦ τὰ με- τέωρα, καὶ ἦν ὅσον ἀπομνημονεύσαντα [οὐχ ὅλον] εἰπεῖν ὧδε εἰρημένον ‘ὀλίγον δὲ διὰ ξύλον ἄϊδ᾿ ἐρύκειʼ. τί οὖν, ὦ γύναι, οὐ σωφρονοῦμεν καὶ ὀψὲ τοῦ καιροῦ
φεύγομεν τὴν πρὸς θάνατον γειτνίασιν, καὶ ταῦτα ἐπὶ παιδίοις ζῶντες, οἷς εἰ καὶ μηδὲν μέγα παρέχειν διʼ ἀχρηματίαν ἔχομεν, τάδε παρέξομεν καὶ χαριούμεθα, τὸ τὰς τρικυμίας καὶ τούς ἐκ βυθοῦ κινδύνους ἀγνοῆ- σαι, γεωργίᾳ δὲ συντραφῆναι καὶ τὸν ἀσφαλῆ καὶ ἀδεᾶ
βίον ἀσπάσασθαι.
4 [I 4]. Κυμόθο〈ο〉ς Τριτωνίδι.
πυλῶν τὰ δημοτικὰ διαπράττονται, ἢ γεωμορίᾳ προσ- ανέχοντες τὴν ἐκ τῆς βώλου πρὸς διατροφὴν ἀναμέ- νουσιν ἐπικαρπίαν· ἡμῖν δὲ οἷς βίος ἐν ὕδασι, θάνα-
10 11 12 τος ἡ γῆ καθάπερ τοῖς ἰχθύσιν ἥκιστα δυναμένοις ἀναπνεῖν τὸν ἀέρα. τί δὴ οὖν παθοῦσα, ὦ γύναι, τὴν ἀκτὴν ἀπολιποῦσα καὶ τὰ νήματα τοῦ λίνου ἄστυδε θαμίζεις Ὠσχοφόρια καὶ Λήναια ταῖς πλουσίαις Ἀθη-
ναίων συνεορτάζουσα; οὐκ ἐστι τοῦτο σωφρονεῖν οὐδ᾿
ἀγαθὰ διανοεῖσθαι. οὐχ οὕτω δή σε ὁ πατὴρ ἐκ τῆς Αἰγίνης, οὗ τεχθῆναί σε καὶ τραφῆναι συνέβη, μυεῖ-
σθαι ὑπʼ ἐμοὶ γάμῳ παρέδωκεν. εἰ τὴν πόλιν ἀσπάζῃ, χαῖρε καὶ ἄπιθι· εἰ δὲ τὰ ἐκ θαλάττης ἀγαπᾷς, ἐπάνιθι εἰς τὸν ἄνδρα τὸ λῶον ἑλομένη, λήθη δέ σοι ἔστω
μακρὰ τῶν κατʼ ἄστυ τούτων ἀπατηλῶν θεαμάτων.
5 [I 5]. Ναυβάτης Ῥοθίῳ.
σοῦς κόμματος Δαρεικοῦ, τῆς ἐπὶ Σαλαμῖνι ναυμαχίας ἴσως λείψανα, καταδύσης οἶμαι νηὸς Περσικῆς αὐτοῖς ἀνδράσι καὶ αὐτοῖς χρήμασιν, ὅτε ἐπὶ τῶν προγόνων 13 14 15 τῶν ἡμετέρων ὁ Θθεμιστοκλῆς ὁ τοῦ Νεοκλέους ἤρατο τὸ μέγα κατὰ Μήδων τρόπαιον. ἐγὼ δὲ ἀγαπῶ τὴν
τῶν ἀναγκαίων εὐπορίαν ἐκ τῆς καθημερινῆς ἐργασίας τῶν χειρῶν ποριζόμενος. ἀλλʼ εἰ πλουτεῖς, σύν 〈τῷ〉
δικαίῳ πλούτει· γινέσθω δέ σοι ὁ πλοῦτος μὴ κακίας, ἀλλὰ καλοκαγαθίας ὑπηρέτης.
6 [I 6]. Πανόπη Εὐθυβόλῳ.
πατρὸς ἀγαθῆς δὲ μητρὸς γεγονυῖαν. Σωσθένης ὁ Στειριεὺς ἦν μοι πατὴρ καὶ Δαμοφίλη μήτηρ, οἵ με ἐγγυητὴν ἐπίκληρον ἐπὶ παίδων ἀρότῳ γνησίων συν- ῆψάν σοι γάμῳ. σὺ δὲ ῥᾴδιος ὢν τὼ ὀφθαλμὼ καὶ
πρὸς πᾶσαν ἡδονὴν ἀφροδίσιον κεχυμένος, ἀτιμάσας
ἐμὲ καὶ τὰ κοινὰ παιδία, Γαλήνην καὶ Θαλασσίωνα, ἐρᾷς τῆς Ἑρμιονί[τι]δος μετοίκου, ἣν ἐπὶ κακῶ τῶν 16 17 18 ἐρώντων ὁ Πειραιεὺς ἐδέξατο. κωμάζουσι γὰρ εἰς αὐ- τὴν ἡ πρὸς θάλατταν νεολαία καὶ ἄλλος ἀλλο δῶρον ἀποφέρει· ἡ δὲ εἰσδέχεται καὶ ἀναλοῖ Χαρύβδεως δίκην.
σὺ δὲ ὑπερβαίνων τὰς ἁλιευτικὰς δωροφορίας μαινί- δας μὲν ἢ τρίγλας οὕτε φέρεις οὔτε θέλεις διδόναι,
ἀλλʼ ὡς ἀφηλικέστερος καὶ γυναικὶ πάλαι συνὼν. καὶ παιδίων οὐ μάλα νηπίων πατὴρ παραγκωνίσασθαι τοὺς ἀντεραστὰς βουλόμενος, κεκρυφάλους Μιλησίους καὶ Σικελικὸν ἱμάτιον καὶ ἐπʼ αὐτῷ χρυσίον εἰσπέμπεις.
ἢ πέπαυσο τῆς ἀγερωχίας, καὶ τοῦ λάγνος εἶναι καὶ
θηλυμανὴς ἀπόσχου, ἢ ἴσθι με παρὰ τὸν πατέρα οἰ χησομένην, ὃς οὕτʼ ἐμὲ περιόψεται καὶ σὲ γράψεται παρὰ τοῖς δικασταῖς κακώσεως.
7 [Ι 7]. Θαλάσσιος Ποντίφῳ.
κήρυκας πέντε καὶ τριάκοντα, σὺ δέ μοι τῶν ἐρετμῶν 19 20 21 δύο πέμψον, ἐπειδὴ τἀμὰ κατέαγεν. ἀντίδοσις γὰρ [ἡ] παρὰ φίλων εἰς φίλους. ὁ γὰρ προχείρως καὶ θαρσαλέως αἰτῶν εὔδηλός ἐστιν ἅπαντα κοινὰ [τὰ πρὸς τοὺς φίλους καὶ] τὰ τῶν φίλων [ἔχειν] ἡγούμενος.
8 [I 8].
Εὐκόλυμβος Γλαύκῃ.
συμβουλεῦσαι. ἄκουε δὴ ὡς ἔχει καὶ πρὸς ὅ τι σε δεῖ
τὴν γνώμην ἐξενεγκεῖν. τὰ ἡμέτερα, ὡς οἶσθα, παν- τελῶς ἐστιν ἄπορα καὶ βίος κομιδῇ στενός· τρέφει γὰρ οὐδὲν ἡ θάλαττα. ὁ λέμβος οὖν οὗτος ὃν ὁρᾷς ὁ κω- πήρης, 〈ὁ〉 τοῖς πολλοῖς ἐρέταις κατηρτυμένος, Κωρύ-
κιόν ἐστι σκάφος, λῃσταὶ δʼ Ἀτταλῆς τὸ ἐν αὐτῷ σύστημα. οὗτοί με κοινωνὸν ἐθέλουσι λαβεῖν τοῦ 22 23 24 τολμήματος, πόρους ἐκ πόρων [εὐμεγέθεις] ὑπισχνού-
μενοι. πρὸς μὲν οὖν τὸν χρυσὸν ὃν ἐπαγγέλλονται καὶ τὴν ἐσθῆτα κέχηνα, ἀνδροφόνος δὲ οὐχ ὑπομένω γενέσθαι οὐδὲ μιᾶναι λύθρῳ τὰς χεῖρας, ἃς ἡ θάλαττα ἐκ παιδὸς εἰς δεῦρο καθαρὰς ἀδικημάτων ἐφύλαξε·
μένειν δὲ πενίᾳ συζῶντα χαλεπὸν καὶ οὐ φορητόν.
τούτων σὺ τὴν αἵρεσιν ταλάντευε. ὅπου γὰρ ἂν ῥέψῃς, ὦ γύναι, ἅπαξ, ἐκεῖσε ἀκολουθήσω. ἀποκόπτειν γὰρ εἴωθε τῆς γνώμης ἡ τῶν φίλων συμβουλὴ τὸ ἀμφί- βολον.
9 [I 9]. Αἰγιαλεὺς Στρουθίωνι.
ὥρα οὖν σὲ συμπράττοντα ἡμῖν, ὦ Στρουθίων, τὴν παῤ ἡμῶν ἐξ ὧν ἂν ἡ θάλαττα πορίζῃ παραμυθίαν ἐκδέχεσθαι. βούλομαι δὲ πρὸς ἕνα ἢ δεύτερον του- 25 26 27 τωνὶ τῶν λακκοπλούτων διὰ σοῦ προξένου, ἢ πρὸς Ἐρασικλέα τὸν Σφήττιον ἢ πρὸς Φιλόστρατον τὸν Χολαργέα, οἰκείως ἔχειν ὡς αὐτὸς ἐπὶ τῶν φερνίων κομίζειν αὐτοῖς τοὺς ἰχθύας. πάντως γὰρ πρὸς τῇ
καταβολῇ τἀργυρίου ἔσται παῤ αὐτῶν τις διὰ σοῦ παραμυθία Διονυσίων ἢ Ἀπατουρίων τελουμένων. καὶ ἄλλως ἐκ τῆς πικρὰς τῶν ἀγορανόμων ἐξελοῦνται ἡμᾶς χειρός, οἳ καθʼ ἑκάστην ἐπὶ τῷ σφετέρῳ κέρδει εἰς τοὺς ἀπράγμονας ἐμφοροῦσιν ὕβρεις. πολλοῦ δὲ δύ.
νασθαι τοὺς παρασίτους ὑμὰς παρὰ τοῖς νέοις καὶ πλουσίοις οὐ λόγος ἀλλʼ ἔργον ἔδειξεν.
10 [I 10]. Κέφαλος Ποντίῳ.
συννέφελα, καὶ οἱ ἄνεμοι δὲ πρὸς ἀλλήλους ἀρασσό- μενοι ὅσον οὔπω κυκήσειν τὸ πέλαγος ἐπαγγέλλονται. ἀλλὰ καὶ οἱ δελφῖνες ἀνασκιρτῶντες καὶ τῆς θαλάττης ἀνοιδούσης λείως ἐφαλλόμενοι χειμῶνα καὶ τάραχον ἐπιόντα μηνύουσι. Ταύρου δέ φασιν ἐπιτολὴν κατʼ
οὐρανὸν οἱ τὰ μετέωρα δεινοὶ τὰ νῦν ἑστάναι. πολ- 28 29 30 λάκις οὖν σώζονται ὑπʼ ἀσφαλείας οἱ προμηθούμενοι φυλάξασθαι τὸν κίνδυνον· εἰσὶ δὲ οἵ, παραδόντες ἑαυ- τοὺς ἅπαξ τῷ πελάγει, ὑπʼ ἀμηχανίας τῇ τύχῃ τοὺς
οἴακας ἐπέτρεψαν φέρεσθαι. ὅθεν ἀκούομεν τοὺς μὲν κατὰ τὸ Μαλέας ἀκρωτήριον, τοὺς δὲ κατὰ τὸν Σικε-
λικὸν πορθμόν, ἄλλους δὲ εἰς τὸ Λιβυκὸν πέλαγος ῥύμῃ φερομένους ἐποκέλλειν ἢ καταδύεσθαι. ἔστι δὲ οὐδὲν τούτων πρὸς χειμῶνα καὶ κίνδυνον ὁ Καφηρεὺς
ἐπιεικέστερος. ἀναμείναντες οὖν ἀπολῆξαι τὸ κλυδώ- νιον καὶ καθαράν αἰθρίαν γενέσθαι, περινοστήσομεν
ἄχρι καὶ αὐτοῦ τοῦ Καφηρέως τὰς ἀκτάς, ἵνʼ εἴ πού τι τῶν ἐκ ναυαγίας ἀποπτυσθὲν εὑρεθείη σῶμα, τοῦτο
περιστείλαντες ταφῇ καλύψωμεν. οὐ γὰρ ἄμισθον τὸ εὖ ποιεῖν κἂν μὴ παραχρῆμα τῆς εὐεργεσίας ἡ ἀντί- δοσις φαίνηται. τέρπει δὲ οὐδὲν ἧττον τοὺς ἀνθρώ-
πους πρὸς τοῖς ἐλπιζομένοις ἀγαθοῖς καὶ διαχεῖ τὴν καρδίαν τὸ συνειδός, καὶ μάλισθʼ ὅταν εἰς τοὺς ὑμο- φύλους οὐκέτʼ ὄντας τὴν εὐποιίαν καταβάλλωνται.
11 [III 1]. Γλαυκίππη Χαρόπῃ.
νητου, ἐξ ὅτου τὸν ἀστικὸν ἔφηβον ἐθεασάμην τὸν ὠσχοφόρον, ὅτε με ἄστυδε προὔτρεψας ἀφικέσθαι Ὠσχο- φορίων ὄντων. καλὸς γάρ ἐστι, καλός, ὦ μῆτερ, καὶ
ἥδιστος, καὶ βοστρύχους ἔχει βρύων οὐλοτέρους, καὶ μειδιᾷ τῆς θαλάττης γαληνιώσης χαριέστερον, καὶ τὰς
βολὰς τῶν ὀφθαλμῶν ἐστι κυαναυγής, οἷος τὸ πρῶτον ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ὁ πόντος καταλαμπόμενος φαίνεται. τὸ δὲ ὅλον πρόσωπον αὐτοῦ — ἐνορχεῖσθαι
ταῖς παρειαῖς εἴποις ἂν τὰς Χάριτας τὸν Ὀρχομενὸν ἀπολιπούσας καὶ τῆς Ἀργαφίας κρήνης ἀπονιψαμένας·
τὼ χείλη δὲ τὰ ῥόδα τῆς Ἀφροδίτης ἀποσυλήσας τῶν κόλπων διήνθισται ἐπὶ τῶν ἄκρων ἐπιθέμενος. ἢ τού-
τῳ μιγήσομαι ἢ τὴν Λεσβίαν μιμησαμένη Σαπφὼ οὐκ 33 34 ἀπὸ τῆς Λευκάδος πέτρας, ἀλλʼ ἀπὸ τῶν Πειραϊκῶν προβόλων ἐμαυτὴν εἰς τὸ κλυδώνιον ὤσω.
12 [III 2]. Χαρόπη Γλαυκίππῃ.
Φωκίδος Ἀντικύρας, ἥτις, δέον αἰσχύνεσθαι κορικῶς,
ἀπέξυσαι τὴν αἰδῶ τοῦ προσώπου. ἔχε ἀτρέμα κατὰ σεαυτὴν καὶ ῥάπιζε τὸ κακὸν ἐξωθοῦσα τῆς διανοίας. εἰ γάρ τι τούτων ὁ σὸς πατὴρ πύθοιτο, οὐδὲν διασκε- ψάμενος οὐδὲ μελλήσας τοῖς ἐναλίοις βορὰν παραρρίψει
σε θηρίοις.
13 [III 3]. Εὔαγρος Φιλοθήρῳ.
παρὰ τὸν δανειστὴν Χρέμητα, καὶ ὑποθήκην αὐτῷ 35 36 37 καθομολογήσαντα τὸ σκάφος λαβεῖν χρυσοῦς τέσσαρας, ἐξ ὧν αὖθις καινουργῆσαί μοι τὴν σαγήνην ὑπάρξειεν. καὶ δῆτα τοῦτο λόγου θᾶττον ἐγένετο. καὶ ὁ Χρέμης
ὁ κατεσκληκώς, ὁ συνεσπακὼς τὰς ὀφρῦς, ὁ ταυρηδὸν
πάντας ὑποβλέπων, ἴσως ἔρωτι τῆς ἀκάτου χαλάσας τὸ βαρὺ καὶ ἀμειδές, ἀνεὶς τὰς ὄψεις ὑπεμειδία πρός με καὶ οἷος εἶναι ὑπουργεῖν πάντα ἔφασκεν. εὐθύς μὲν
οὖν ἔκδηλος ἦν, οὕτως ἀθρόως τὸ σκυθρωπὸν λύσας, οὐκ ἀγαθόν τι διανοούμενος, ἀλλʼ ὕπουλον ἔχων τὸ
φιλάνθρωπον· ὡς δὲ ἐνστάντος τοῦ καιροῦ πρὸς τῷ ἀρχαίῳ καὶ τὸν τόκον ἀπῄτει οὐδὲ εἰς ὥραν ἐνδιδούς, ἐπέγνων τοῦτον ἐκεῖνον ὃν πιστάμην πρὸς τῇ Διο- μη[τ]ίδι πύλῃ καθήμενον, τὸν τὴν καμπύλην ἔχοντα, τὸν ἐχθρὰ πᾶσι φρονοῦντα Χρέμητα τὸν Φλυέα· καὶ
γὰρ ἕτοιμος ἦν ἐπιλήψεσθαι τοῦ σκάφους. ἰδὼν οὖν
εἰς ὅσον ἀμηχανίας ἐληλάκειν, οἵκαδε ἀποτρέχω καὶ τὸ χρυσοῦν ἁλύσιον, ὅπερ ποτὲ εὐπορῶν τῇ γαμετῇ κόσμον εἶναι περιαυχένιον ἐπεποιήκειν, ἀποσπάσας τοῦ τρα- χήλου, ὡς Πασίωνα τὸν τραπεζίτην ἐλθὸν ἀπημπόλησα,
καὶ συναγαγὼν τὰ νομίσματα αὐτοῖς τόκοις φέρων 38 39 ἀπέδωκα, καὶ ὤμοσα κατʼ ἐξωλείας ἐμαυτοῦ μήποτʼ U+003CἄνU+003E ὑπομεῖναι παρά τινα τῶν ἐν πόλει δανειστῶν ἐλθεῖν μηδʼ ἂν U+003CεἰU+003E φθάνοιμι λιμῷ κατασκλῆναι. ἄμεινον γὰρ εὐπρεπῶς ἀποθανεῖν ἢ ζῆν ὑποκείμενον δημοτικῷ καὶ φιλοκερδεῖ πρεσβύτῃ.
14 [I 11].
[τῶν ᾐόνων] τὰ πρυμνήσια, τοὺς μαστῆρας [οἳ μέλ- λουσιν ἀπαγγέλλειν παρʼ οὗ καὶ ὅτε δεῖ ἀπιέναι πολε-
μήσοντας,] ἐνθέμεναι. χρεία 〈δέ〉 ταῖς λοιπαῖς ναυσὶ τὸ στρατιωτικὸν τάγμα δεχομέναις ἐρετῶν πλειόνων καὶ οὐχ ἥκιστα ἐμπείρων ἀνέμοις καὶ κύμασιν ἀπομοά-
χεσθαι. τί οὖν, ὦ βέλτιστε, δρῶμεν; φεύγομεν ἢ μέ- 40 41 42 νομεν; ἀνδρολογοῦσιν ἐκ Πειραιῶς καὶ Φαληρόθεν καὶ 〈ἐκ〉 Σουνίου καὶ μέχρι τῶν αὐτῶ 〈τῷ〉 Γεραιστῷ προσοίκων χωρίων τοὺς τῆς θαλάττης ἐργάτας. πῶς
δὲ κἂν ἡμεῖς οἱ μηδὲ τὴν ἀγορὰν εἰδότες ὑπομείναιμεν
παρατάττεσθαι καὶ ὁπλομάχοις ἀνδράσιν ὑπηρετεῖν; δυοῖν δὲ ὄντοιν χαλεποῖν, τοῦ τε φεύγειν ἐπὶ τέκνοις καὶ γυναιξὶ τοῦ τε μέλλειν ξίφεσιν ὁμοῦ καὶ θαλάττῃ παραδιδόναι τὸ σῶμα, τοῦ μένειν ὄντος ἀλυσιτελοῦς τὸ φεύγειν ἐφάνη λυσιτελέστερον.
15 [I 12].
Nαυσίβιος Πρυμναίῳ.
καὶ συμμετέχειν ἡμῖν τῆς ἄγρας τῶν ἰχθύων, ἔγνων ἡλίκα αὐτοῖς ἐκ γῆς καὶ θαλάττης πορίζεται τρυφή- ματα. οὐ γὰρ ἀνεχόμενος τῶν ξύλων τῆς ἁλιάδος ἐπί
τε ταπήτων τινῶν ξενικῶν καὶ ἐφεστρίδων κατακλιθείς 43 44 45 ― οὐ γὰρ οἷός 〈τε〉 ἔφασκεν εἶναι κεῖσθαι ὡς οἱ λοιποὶ ἐπὶ τῶν καταστρωμάτων, τὴν σανίδα οἶμαι λίθου νομίζων τραχυτέραν — ᾔτει παρʼ ἡμῶν σκιὰν αὐτῷ μηχανήσασθαι τὴν τοῦ ἱστίου σινδόνα ὑπερπε- τάσαντας, ὡς οὐδαμῶς οἷός τε ὢν φέρειν τὰς ἡλιακὰς
ἀκτίνας. ἡμῖν δὲ οὐ μόνον τοῖς ταύτην ποιουμένοις τὴν ἐργασίαν, ἀλλὰ καὶ πᾶσιν ἀπαξαπλῶς ὅσοις μὴ περιουσία [πλούτου] πρόσεστι, ἢ σπουδάζεται ἔστιν οὐ δυναμένοις τῇ εἴλῃ θέρεσθαι. ἐν ἴσῳ γὰρ κρυμὸς καὶ θάλαττα. φερομένων δὲ ἄμα — οὐ μόνος οὐδὲ μετὰ
μόνων τῶν ἑταίρων ὁ Πάμφιλος, ἀλλὰ καὶ γυναίων αὐτῷ περιττῶν τὴν ὥραν πλῆθος συνείπετο, μουσουργοὶ
πᾶσαι· ἡ μὲν γὰρ ἐκαλεῖτο Κρουμάτιον καὶ ἦν αὐλη- τρίς, ἡ δὲ Ερατὼ καὶ ψαλτήριον μετεχειρίζετο, ἄλλη δὲ Εύεπὶς καὶ αὕτη κύμβαλα ἐπεκρότει — ἐγένετο οὖν
μοι μουσικῆς ἡ ἄκατος πλέα, καὶ ἦν ᾠδικον τὸ πέλα-
γος καὶ πᾶν θυμηδίας ἀνάμεστον. πλὴν ἐμέ γε ταῦτα οὐκ ἔτερπεν. οὐδὲ γὰρ οὐκ ὀλίγοι τῶν ὁμοβίων καὶ 46 47 μάλιστα ὁ πικρὸς Γλαυκίας Τελχῖνος ἦν μοι βασκαίνων βαρύτερος. ἐπεὶ δὲ τὸν μισθὸν πολὺν κατέβαλε[το], τἀργύριόν με διέχει, καὶ νῦν ἐκείνου τοὺς ἐπιθαλατ- τίους ἀγαπῶ κώμους καὶ τοιοῦτον ἕτερον ἐὑτιστῆναί
μοι ποθῶ δαπανηρὸν καὶ πολυτελῆ νεανίσκον.
16 [I 13]. Aὐχέτιος Ἀρμενίῳ.
στεγανώτερος. ἐγὼ δέ, ὅπη ποτὲ τἀμά, σοι διηγήσο- μαι. ἔρως με οὐκ ἐῷ παρεμπεσὼν ὑπὸ τοῦ λογισμοῦ κυβερνᾶσθαι, ἀλλὰ τὸ νῆφον ἐν ἐμοὶ συνεχῶς ὑπὸ τοῦ πάθους βυθίζεται. πόθεν γάρ ποτε εἰς ἁλιέα
δύστηνον ἀγαπητῶς τὴν ἀναγκαίαν ἐκπορίζοντα δια-
τροφὴν ἔρως ἐνέσκηψε καὶ ἐντακεὶς οὐκ ἀνίησιν, ἀλλʼ ἴσα τοῖς πλουσίοις καὶ ὡρικοῖς νεανίσκοις φλέγομαι; καὶ ὅ ποτε γελῶν τοὺς ἐκ τρυφῆς πάθει δουλεύοντας ὅλος εἰμὶ τοῦ πάθους, καὶ γαμησείω νῦν καὶ τὸν 48 49 50 Ὑμέναιον ἐκφαντάζομαι τὸν παῖδα τῆς Τερψιχόρης.
ἔστι δὲ ἡ παῖς ἧς ἐρῶ τὸ τῶν μετοίκων θυγάτριον τῶν ἐξ Ερμιόνης οὐκ οἶδʼ ὅπως εἰς Πειραιᾶ φθαρέν- των. ἄλλην μὲν οὖν δοῦναι προῖκα οὐκ ἔχω· ἐμαυτὸν δὲ δείξας οἷός εἰμι θαλαττουργός, εἰ μὴ μαίνοιτο ὁ
ταύτης πατήρ, οἶμαι παρέξειν ἐπιτήδειον νυμφίον.
17 [I 14]. Ἐγκύμῶν ‘Αλικτύπῳ.
ὑπὸ χρόνου παλαιότητος διερρωγὸς ἀποκέοιτο. οἱ δὲ ἔφασαν σὸν κτῆμα γεγονέναι πρὸ τούτων εττάρων ἐτῶν, εἶθʼ ὑφάλῳ προσομιλῆσαν πέτρᾳ κατὰ μέσον ἀποσχισθῆναι τῶν πλεγμάτων· σοῦ δὲ ἐξ ἐκείνου μήτε ἀκέσασθαι μήτε ἀνελέσθαι βουληθέντος μεῖναι, μηδε-
νὸς τῶν ἐνοικούντων ὡς ἀλλοτρίου θιγγάνειν ἐπι-
χειρήσαντος. ἐγένετο οὖν οὐκ ἐκείνων μόνον ἀλλὰ 51 52 53 γὰρ καὶ σοῦ τοῦ ποτε δεσπότου λοιπὸν ἀλλότριον. αἰτῶ οὖν σε τὸ τῇ φθορᾷ καὶ τῷ χρόνῳ μὴ σόν. σὺ δʼ ᾧ παντελῶς ἀπώλειαν προσένειμας, ἥκιστα ζημιού- μενος, ἕτοιμος ἔσο πρὸς τὴν δόσιν [ἔρρωσο].
18 [Ι 15]. ίκτυσος Ἐγκύμονι.
ἀδίκους αἰτεῖν χάριτας ἐκβιαζέσθω.
19 [I 16]. Ἐγκύμων Ἀλικτύσπῳ.
20 [I 17]. Εὐσάγηνος Λιμενάρχῳ.
μύδων· καὶ ἡμεῖς πεισθέντες τῇ σαγήνη μονοινουχὶ τὸν κόλπον ὅλον περιεβάλομεν. εἶτα ἀνιμώμεθα, καὶ τὸ βάρος μεῖζον ἦν ἢ κατὰ φορτίον ἰχθύων. εὐέλπιδες
οὖν καὶ τῶν πλησίον τινὰς ἐκαλοῦμεν μερίτας ἀπο- φανεῖν ἐπαγγελλόμενοι, εἰ συλλάβοιντο ἡμῖν καὶ συμπο-
νήσαιεν. τέλος μόγῳ πολλῷ δείλης ὀψίας εὐμεγέθη κάμηλον ἐξειλκύσαμεν μυδῶσαν ἤδη καὶ σκώληξιν ἐπι- βρύουσαν. τοιαῦτα θηράσας οὐχ ἵνα ἐπιγελάσῃς ἐδή-
λωσα, ἀλλʼ ἵνα μάθης αἷς καὶ πόσαις μηχαναῖς ἡ τύχη με τὸν ἀτυχῆ καταγωνίζεται.
21 [I 18]. Εὔπλοος Θαλασσέρωτι
ἐφήμερον ἄγραν κατατίθεσθαι. ἀπήγγειλε γάρ μοι 55 56 57 τοῦθʼ ὁ γειτόνων βέλτιστος ὠσίας, οὗτος ἐκεῖνος | Σωσίας] ὁ τὸν χρηστὸν καὶ ἡδύν γάρον ἔψων ἐκ τῶν λεπτοτέρων ἰχθύων οὓς ἐγκολπίζεται τῇ σαγήνη. ἔστι
δὲ τῶν ἐπιεικῶς τὴν ἀλήθειαν τιμώντων, καὶ οὐκ ἄν
ποτε ἐκεῖνος εἰς ψευδηγορίαν ὠλίσθησεν. πόθεν οὖν, εἰπέ μοι, μουσικῆς σοι . . . . . διάτονον καὶ χπωμεματικὸν καὶ ἐναρμόνιον γένος ἐστίν; ὁμοῦ γὰρ τῇ ὥρᾳ τῆς παιδίσκης ᾑρέθης καὶ τοῖς κρούμασιν, ὡς 〈ὁ〉 αὐτὸς ἔφασκεν ἀπαγγέλλων. πέπαυσο εἰς ταῦτα δαπανώμε-
νος, μή σε ἀντὶ τῆς θαλάττης ἡ γῆ ναυαγὸν ἀποφήνῃ ψιλώσασα τῶν χρημάτων, καὶ γένηταί σοι τὸ τῆς ψαλ- τρίας καταγώγιον [ὁ] Καλυδώνιος κόλπος ἢ [τὸ] Τυρ- ρηνικὸν πέλαγος, καὶ Σκύλλα ἡ μουσουργός, οὐκ ἔχοντί σοι Χράταιῖν ἐπικαλεῖσθαι, εἰ δεύτερον ἐφορμᾷ.
22 [I 19]. Θαλάσσερως Εὐσπλόῳ.
τεκούσης τοῦτο τὸ παιδίον. ἡμέτερος οὖν πρὸς μητρὸς ὁ Ἔρως, καὶ ὑπὸ τούτου βληθεὶς τὴν καρδίαν ἔχω πρὸς θαλάττῃ τὴν κόρην, Πανόπη νομίζων ἢ ἀλατείᾳ ταῖς καλλιστευούσαις τῶν Νηρηίδων συνεῖναι.
Epistulae. Alciphron. ed. M. A. Schepers. United States. 2016.
Sponsored by Harvard College Library.