περὶ τὰ ἄρθρα, καὶ πολυχρονιώτατον, καὶ δυσαπαλλακτότατον· καὶ
ἔστι μὲν ἡ νοῦσος αὕτη, τοῦ αἵματος ἐφθαρμένου τοῦ ἐν τοῖσι φλεβίοισιν
ὑπὸ χολῆς καὶ φλέγματος· ὅσῳ δὲ ἐν λεπτοτάτοισί τε φλεβίοισι
καὶ ἐν ἀνάγκῃ πεφυκόσι πλείστῃ τοῦ σώματος καὶ ἐν νεύροισι
καὶ ὀστέοισι πολλοῖσί τε καὶ πυκνοῖσι, τοσούτῳ παραμονιμώτατόν
τέ εστι τὸ νούσημα καὶ δυσαπαλλακτότατον. Ξυμφέρει δὲ καὶ ταύτῃ
τὰ αὐτὰ, ἃ καὶ τῇ ἀρθρίτιδι· καὶ μακρὴ μὲν καὶ αὕτη ἡ νοῦσος καὶ ἐπίπονος, θανατώδης δὲ οὔ. Ἢν δὲ τοῖσι δακτύλοισι τοῖσι μεγάλοισιν
ἡ ὀδύνη ἐγκαταλείπηται, καῦσαι τὰς φλέβας τοῦ δακτύλου ὑπὲρ
τοῦ κονδύλου ὀλίγον, καίειν δὲ ὠμολίνῳ.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.