λουτροῖσι θερμοῖσι, τὴν δὲ κοιλίην διυγραίνειν καὶ τὴν κύστιν,
καὶ τῶν διουρητικῶν διδόναι, ἃ προγέγραπται· ἢν δὲ ἰσχυρὸς
ᾖ, καθήρας τὴν κεφαλὴν, φάρμακον πίσαι κάτω, ὅ τι χολὴν καθαίρει,
ἔπειτα δὲ τοῖσι διουρητικοῖσι χρῆσθαι· ἡ δὲ νοῦσος γίνεται,
ὅταν χολὴ κινηθεῖσα ὑπὸ τὸ δέρμα τράπηται.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.