τοῦ σώματος λαμβάνει ὀξείη, καὶ ἐς ἄλλο τε καὶ ἄλλο τῶν ἄρθρων
ὀξύτεραί τε καὶ μαλακώτεραι καταστηρίζουσιν αἱ ὀδύναι. Τούτῳ
ξυμφέρει προσφέρειν, ᾗ ἂν ἡ ὀδύνη ἔχῃ, ψύγματα, καὶ ἐκ τῆς κοιλίης
ὑπάγειν τὰ ἐνεόντα κλύσμασιν ἢ βαλάνῳ, καὶ ῥοφᾶν διδόναι καὶ
πιεῖν ὅ τι ἂν δοκέῃ σοι ξυνοῖσον· ὅταν δὲ ἡ ὀδύνη ἀνῇ, φάρμακον
κάτω πίσαι, καὶ μετὰ τοῦτο πίνειν ὀῤῥὸν ἑφθὸν ἢ ὄνου γάλα. Ἡ δὲ
νοῦσος γίνεται ὑπὸ χολῆς καὶ φλέγματος, ὅταν κινηθέντα ἐς τὰ ἄρθρα
καταστηρίξῃ· καὶ ὀλιγοχρονίη μὲν γίνεται καὶ ὀξείη, θανατώδης δὲ
οὔ· νεωτέροισι δὲ εἴωθε μᾶλλον ἢ γεραιτέροισι γίνεσθαι.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.