τοῦ ἰσχίου καὶ ἐς ἄκρον τὸ πυγαῖον καὶ ἐς τὸν γλουτόν· τέλος δὲ καὶ
διὰ παντὸς τοῦ σκέλεος πλανᾶται ἡ ὀδύνη. Τούτῳ ξυμφέρει, ὅταν ἡ
ὀδύνη ἔχῃ, μαλάσσειν καθ’ ὁκοῖον ἂν τυγχάνῃ τοῦ σκέλεος στηρίζουσα
ἡ ὀδύνη, ἐν λουτροῖσι καὶ χλιάσμασι καὶ πυρίῃσι, καὶ τὴν
κοιλίην ὑπάγειν· ὅταν δὲ λωφήσῃ ἡ ὀδύνη, φάρμακον δοῦναι κάτω·
καὶ μετὰ ταῦτα πιεῖν γάλα ὄνου ἑφθόν· διδόναι δὲ τῆς ὀδύνης ἃ
γέγραπται παρὰ τοῖσι φαρμάκοισιν. Ἡ δὲ νοῦσος γίνεται, ἐπειδὰν
χολὴ καὶ φλέγμα ἐς τὴν αἱμόῤῥοον φλέβα καταστηρίξῃ, ἢ ἐξ ἑτέρης
νούσου, ἢ ἄλλως, ὁκόσον ἂν τοῦ αἵματος ὑπὸ φλέγματος καὶ χολῆς
νοσήσῃ ξυνεστηκός· τοῦτο γὰρ πλανᾶται ἀνὰ τὸ σκέλος διὰ τῆς φλεβὸς τῆς αἱμοῤῥόου καὶ ὅκου ἂν στῇ, ἡ ὀδύνη κατὰ τοῦτο ἔνδηλος
μάλιστα γίνεται, ἡ δὲ νοῦσος μακρὴ γίνεται καὶ ἐπίπονος, θανατώδης
δὲ οὔ· ἢν δὲ ἐς ἕν τι χωρίον καταστηρίξῃ ἡ ὀδύνη καὶ στῇ,
καὶ τοῖσι φαρμάκοισι μὴ ἐξελαύνηται, καῦσαι καθ’ ὁκοῖον ἂν τόπον
τυγχάνῃ ἐοῦσα ἡ ὀδύνη, καίειν δὲ τῷ ὠμολίνῳ.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.