ΤΜΗΜΑ ΠΕΜΙΙΤΟΝ.
τὰς ἐφόδους, οὐκ ἐκ διανοίης, οἷον τὸ σκαρδαμύσσειν, καὶ ἡ
γλῶσσα ὑπουργέει, καὶ ὅσα ἄλλα τοιαῦτα· ἀπαίδευτος ἡ φύσις ἐοῦσα
καὶ οὐ μαθοῦσα τὰ δέοντα ποιέει. Δάκρυα, ῥινῶν ὑγρότης,
πταρμοὶ, ὠτὸς ῥύπος, στόματος σίαλον, ἀναγωγὴ, πνεύματος εἴσοδος,
ἔξοδος, χάσμη, βὴξ, λύγξ, οὐ τοῦ αὐτέου παντάπασι τρόπου.
Οὔρου ἄφοδος καὶ φύσης καὶ ταύτης τῆς ἑτέρης, τροφῆς
καὶ πνοιῆς, καὶ τοῖσι θήλεσιν, ἃ τούτοισι, καὶ κατὰ τὸ ἄλλο
σῶμα, ἱδρῶτες, κνησμοὶ, σκορδινισμοὶ, καὶ ὅσα τοιαῦτα.
ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ, τὸ σῶμα φέρβεται.
διὰ λύσιν, καὶ δι᾿ ἀραίωσιν.
καὶ κτείνει.
πλεύμονα ἐς ἑωυτὰ, καὶ ἐς κεφαλὴν τὰ θερμὰ καὶ τὸ ὑγρόν· ἡ δ᾿ εὐθυμίη
ἀφίει καρδίην. Πόνος, τοῖσιν ἄρθροισι καὶ σαρκὶ
σῖτος, ὕπνος σπλάγχνοισιν. Ψυχῆς περίπατος, φροντὶς ἀνθρώποισιν.
πληρωθῆναι.
ἄλειφα θερμὸν, ἔπειτα ἐπιθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἰρίον ὑπὸ τὸ οὖς
ἐπιθεῖναι, ὡς δοκέῃ τί οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν·
ἀπάτη.
χολῶδες, ἀπὸ πίονος· ἐρυθραὶ δὲ, ἀφ᾿ αἵματος· μέλαιναι δὲ, ἀπὸ
μελαίνης χολῆς· αὖαι δὲ, ἀπὸ ἐκκαύσιος λιγνυώδεος καὶ μητρῴου
μορίου· λευκαὶ δὲ, ἀπὸ φλέγματος.
τοῦ ὑγροῦ ξύντηξις.
τοὺς χυμούς. Ἢν ἁλμυραὶ σάρκες γευομένῳ, περισσώσιος σημεῖον.
τὸ ἄγγος.
ὁ δὲ πικρὸς, οὔ.
τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμον. Θερμοκοιλίοισιν ἰσχυρὰ
ποτὰ ἢ βρωτὰ, ταρακτικά. Μελαίνης χολῆς, ὡς ὅμοιον, αἱμοῤῥοΐδι.
Τὰς ἐπαυξέας νούσους, μίξις. ψύξις τὰ κατὰ κοιλίην
σκληρύνει· μίξις τὰ κατὰ τὴν γαστέρα σκληρύνει. Ἐλλέβορον
πιόντα θᾶσσον καθαίρειν ἢν θέλῃς, λούειν ἢ φαγεῖν. Τὸ αἷμα
ἐν ὕπνῳ εἴσω μᾶλλον φεύγει. Ρῖγος ἀπὸ τῆς ἄνω κοιλίης, πῦρ
δὲ ἀπὸ τῆς κάτω μᾶλλον. Ἐπισπασμὸς, πνεύμων, ξηρὸν καῦμα,
ὑπέρινον ἰσχναίνει καὶ ὕπνος πουλύς. Ψυχρότατον βρῶμα, φακοὶ,κέγχροι, κολοκύνται. Ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος
ἐὼν πονήσῃ. Γυνὴ, αἲξ, ἐλατήριον ἢ σίκυον ἄγριον βεβρωκυῖαι,
καὶ παιδίοισι κάθαρσις. Ἐνθέρμῳ βρωθὲν, ἔσωθεν ψύξις,
ἔξωθεν πόνος, ἡλίῳ, πυρὶ, ἐσθῆτι, ὥρῃ θερινῇ· τῷ δὲ ἐναντίῳ ὡς
ἐναντίως. Βρώματα τὰ μὲν ταχέως κρατέεται, τὰ δὲ βραδέως.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.