ΤΜΗΝΑ ΕΚΤΟΝ.
ὡς ἔκπνοον καὶ εἴσπνοον ὅλον τὸ σῶμα. Ἐνθερμότερον φλέβιον
αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες, καὶ εὐθὺς ἀποκρίνει. Καὶ οἷσι
τὸ μὲν πῖον, χολὴν ξανθὴν, τὸ δ᾿ αἷμα, μέλαιναν.
ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερμότερος ἔσται.
διαιρεῖν, καῦσις, τομὴ, θάλψις, ψύξις, πταρμοὶ, φυτῶν χυμοὶ,
ἐφ᾿ ὧν τὴν δύναμιν ἔχουσι, καὶ κυκεών· κακούργων, γάλα,
σκόροδον, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες.
ἔβησσε γὰρ ἐκ κορυφῆς· πυρετὸς ὀξὺς, ὑποδάκνων πρὸς χεῖρα· δευτεραίῳ
δὲ καρηβαρίη· γλῶσσα ἐπεκαύθη· ῥὶς ὀνυχογραφηθεῖσα,
οὐχ ᾑμοῤῥάγησεν, ἀριστερὸς σπλὴν μέγας καὶ σκληρὸς, ὠδυνᾶτο.
οὐχ ἁλίσκονται· ἢν δ᾿ ἁλίσκωνται πρότερον, ἐπιγένηται δὲ τεταρταῖος,
παύονται. Ἀνθ᾿ οἵων αἱ νοῦσοι. Ἡ χολὴ, οἷον εἶπον περὶ τῶν ὀρνίθων, ὅτι χολώδεες. Ἡ θερμότης δριμύτητος σημεῖον. Οἱ ὄχλοι,
αἱ δίοδοι· ὅτι τοῖσι παρακρούουσι λήγουσιν ὀδύναι πλευρέων· ἔστι
δ᾿ οἷσι πυρετοί· ἐστὶ δ᾿ οἷσιν, οὔ, ἀλλὰ ξὺγ ἱδρῶσιν· ἔστι δ᾿ οἷσι
σὺν ὄχλῳ· ἔστι δ᾿ οἷσι καρφαλέον καὶ περιτεταμένον τὸ δέρμα καὶ
ἁλμυρῶδες. Αἱ ναρκώσιες οἷαι· ἐξ οἵων, καὶ οἷαι ᾧ τὸ
ἰσχίον. Δι᾿ οὐάτων, ἐξ οὐάτων τὰ πολλὰ θνήσκει τριταῖα. Οἷσι
μὲν δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρῶτος, οἷσι
δὲ χαλαρὰ, ξὺν ἱδρῶτι θνήσκουσιν. Ἐν τοῖσι παλιμβόλοισιν αἱ
μεταβολαὶ ὠφελέουσι, τούτοισι μεταβάλλειν, πρὶν κακοῦσθαι, ἐς τὰ
πρέποντα, οἷον Χαιρίωνι. Τὰ ἐρεθιζόμενα, ἐξ οἵων τὰ κερχνώδεα.
προφάσιος, ἢ καθαίρων, ἢ ἀποδέων, ἢ ἐκβάλλων, ἢ ἀποτάμνων, ἢ
ἀποκαίων ἔσο· οἷσι δὲ μὴ, οὔ.
οὐχ ὁμοίως· καὶ οἷσι κεφαλαὶ εὔφοροι, ἄκρητος ἀρήγει, οἷσι δὲ
μὴ, οὔ.
ὑγιαίνουσιν οὗτοι νοσηλότερον· τοῖσι πλείστοισι δὲ, οἷσιν ὑπὸ νούσου.
τἀναντία.
Πλινθίῳ, τουτέῳ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ, καὶ ἐλύθη πεμπταίῳ.
οἷον καὶ τὸ τοῦ Δεξίππου μετὰ μάδησιν.
τὰ παρὰ τὰ οὖλα καὶ γλῶσσαν ἀποπυεῖ ἑβδομαίοισι, μάλιστα
δὲ καὶ αἱ κατὰ ῥῖνας ἐμπυήσιες.
τούτοισιν ἀπὸ πεπέρεος εὖ ἐνερεισθέντος παχύτερα τῇ ὑστεραίῃ
ἔρχεται, ἢν καὶ τὰ ἄλλα μὴ κρατήσῃ· Ἡγησίππῳ γὰρ τὸ ὑπνικὸν ἐντεθὲν οὐκ ἐκράτησε, μᾶλλον δέ τι καὶ προσεσκαλεύθη βιαιότερον.
καὶ σαρκῶν, καὶ τῶν ἄλλων χυμῶν, καὶ τῶν ἄνω καὶ τῶν κάτω
κοιλιῶν, καὶ γνώμης, καὶ τρόπων, καὶ τῶν κατ᾿ ἐνιαυτὸν γινομένων,
ὥρῃ τινὶ τὸ ἐπὶ πρωϊαίτερον τοῦ ἔτεος, οἷον ἐξανθήματα καὶ τὰ
τοιαῦτα, ὅμοιον τοῖσι καθ᾿ ἡμέρην πρωϊαίτερον λαμβανομένοισιν,
ἢ ὀψιαίτερον. Ὡσαύτως τὸ ἐπίχολον καὶ ἔναιμον σῶμα μελαγ·
χολικὸν, μὴ ἔχον ἐξαρύσιας.
ἢ τῇ πέμπτῃ.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.