ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.
λαπασσομένου, ὑποστροφὴ γίνεται· κατὰ λόγον τῶν ὑποστροφέων
τῆς ὑποστροφῆς γενομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ
αἱ τῶν πυρετῶν ὑποστροφαὶ, ἐν ὁμοίῃ περιόδῳ· ἐπὶ τούτοισιν ἐλπὶς
ἐς ἄρθρα ἀφίστασθαι.
τεταρταίοισιν ἔστιν ὅτε ἔρχεται καὶ ῥύεται τῆς ἀποστάσιος,
ἢν δὲ πρὸς τούτῳ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ
πάνυ.
ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.
γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα ἐπιπολαίως, ἦρεν
ἄχθος μέγα· αὐτίκα μὲν ψοφῆσαί τι ἐδόκεε κατὰ τὸ στῆθος· τῇ δ᾿ ὑστεραίῃ, ἆσθμά τε εἶχε καὶ ἤλγει ἰσχίον τὸ δεξιόν· ὁκότε τοῦτο
πονέοι, τότε καὶ τὸ ἆσθμα εἶχε, παυσαμένου δὲ, ἐπαύσατο· ἔπτυσεν
ἀφρώδεα, ἀρχομένη δὲ ἀνθηρὰ, κατασταθὲν δὲ ἐμέσματι χολώδει
ἐῴκει λεπτῷ· οἱ πόνοι μάλιστα μὲν, ὁκότε πονοίη τῇ χειρὶ ταύτῃ·
εἴργεσθαι σκορόδου, χοιρίου, ὄϊος, βοὸς, ἐν δὲ τοῖσι πνευμένοισι, βοῆς,
ὀξυθυμίης.
ἐνήρμοσεν, εἶχεν ἄλλην ἀπόστασιν, ἴσως ὅτι ὀστέον ἔμελλεν
ἀποστήσεσθαι· ἀπέστη ἑξηκοσταῖον· ὑπὲρ τοῦ ὠτὸς ἄνω πρὸς κορυφὴν
τὸ τρῶμα ἦν.
ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα.
βρωτὰ ἢ ἃ ἂν ὁρᾷ, μαλακῶς ὅσα ψαύει· ἄλλαι· ἃ μὴ μεγάλα
βλάπτει, ἢ εὐανάληπτα, οἷον ψυχρὸν, ὅκου τοῦτο δεῖ· εἴσοδοι, λόγοι,
σχῆμα, ἐσθὴς, τῷ νοσέοντι, κουρὴ, ὄνυχες, ὀδμαί.
εἶναι καὶ ἐπίθημα ἔχειν.
ἀκρατέες ἐγένοντο καὶ διτέλεον, ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες.
καθεύδων τἀναντία.
ὡραῖον, τὸ δὲ λαιλαπῶδες, κακόν.
θερμῇ ὥρῃ, κοίτη ἐν ψύχει παχύνει, ἐν θερμῷ λεπτύνει. Ἄσκης
ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων. Ἐν τῷ ἐγρηγορέναι
δίψης ἐπιπολαίου ὕπνος ἄκος, τῆς δὲ ἐξ ὕπνου διέγερσις.
ἀὴρ πλεῖστος· δύο δὲ μεγάλων μεγάλα καὶ τὰ ἔκγονα γίνεται.
Οἱ θερμοκοίλιοι, ψυχρόσαρκοι καὶ λεπτοί· οὗτοι ἐπίφλεβοι,
καὶ ὀξυθυμότεροι.
θῆλυ.
ἢ ἄμεινον ἐπιδιδοῖ· δίκαιον δὲ, ὡς ἂν ἔχῃ ἡ τροφὴ,
οὕτω καὶ τὸ ἔξω ἕπεσθαι. Σημεῖα θανατώδεα, ἀνὰ ῥινὸν θερμὸς ἀτμός· πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν· τὰ ζωτικὰ
ἐναντία.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.