ΤΜΗΜΑ ΤΡΙΤΟΝ.
ξύνδεσις, ἡ σαρκῶν αὔξησις, ἡ κοιλίης νάρκωσις, ἡ τῶν ἄλλων
ξύγχυσις, ἡ τῶν ἀγγείων ἀκαθαρσίη, ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ
φαλακρότης, ἡ τῶν ὀργάνων κατάτριψις. Ἡ καθαίρεσις, δρόμοισιν,
ἡσυχίῃσιν, πάλῃσι, πολλοῖσι περιπάτοισι τάχεσιν, οἷσιν ἑφθὴ μάζα
τὸ πλεῖστον, ἄρτος ὀλίγος. Καθαιρέσιος σημεῖον τὴν αὐτὴν ὥρην
τῆς ἡμέρης φυλάσσειν· ἐξαπίνης γὰρ εἰρύεται· ὑφεῖναι τῶν πόνων,
ᾗ εἰρύεται· ὁμοίως γὰρ ὅλον ξυμπίπτει· ὅταν δὲ δὴ ξυμπέσωσι,
προσάγειν ὕεια ὀπτά· ὅταν δὲ πληρῶνται, σημεῖον, αὖθις
τὸ σῶμα ἀνθηρὸν γίνεται. Ἐν γυμνασίοισι σημεῖον, ὁ ἱδρὼς
ὁ ῥέων στάγδην ὃς ἔξεισιν ὥσπερ ἐξ ὀχετῶν, ἢ ξύμπτωσις ἐξ
ἐπάρσιος.
πολλὰ ἄνω· ἀτάρ τι καὶ κάτω τεσσαρεσκαιδεκάτῃ.
ἐπιπυρετήνασιν, ὡς οἶμαι, ὑποστροφαί.
κρίσις ἅμα καὶ ἀπόστασίς ἐστιν.
οἷσι δ᾿ ἐν τούτῳ ψόφος, Ἀρκεσιλάῳ δὲ καὶ ᾤδεεν. Τὸ φυσῶδες
ξυναίτιον τοῖσι πιτυρώδεσι, καὶ γάρ εἰσι φυσώδεες.
συναίτιον καὶ αἱ σκληρότητες.
χειρὶ πλέκων ἢ στρέφων, ὑπεροδυνέων, κατακείμενος, λαβόμενος
πασσάλου ἄκρου ὑπερπεπηγότος εἴχετο, καὶ ἐῤῥήϊσεν.
σκέλεα, κνήμην ἑτέρην ἥκιστα ἐλεπτύνετο, μηροὺς δὲ κάρτα· οὖρα
καὶ γονὴ οὐκ ἴσχετο.
ἀφορμῆς, ἐπὶ τοῖσι κατάῤῥοισι τοῖσι κακοήθεσιν, εἰ ἔκκρισις εἴη,
καὶ μὴ εἴη, κακόν.
καὶ τότε ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον ἢ ἔμπροσθεν· φρίσσομεν γὰρ τὰ ἔξωθεν μᾶλλον ἢ τὰ ἔνδοθεν τοῦ σώματος, οἷον
πήχεων, μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιότερον, δηλοῖ δὲ ἡ θρίξ·
ἀφ᾿ ὧν δὲ ἄλλων ῥιγέουσιν ἴσως ἑλκέων, ἄρχεται ἀπὸ τῶν ἀγγείων.
καὶ κατὰ σμικρὰ γινωσκομένων συνάγοντα καὶ καταμανθάνοντα,
εἰ ὅμοιά ἐστιν ἀλλήλοισιν, αὖθις τὰς ἀνομοιότητας τούτοισιν, εἰ
ὅμοιαι ἀλλήλῃσιν, ὡς ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότης γένηται μία·
οὕτως ἂν ἡ ὁδός· οὕτω καὶ τῶν ὀρθῶς ἐχόντων δοκιμασίη, καὶ τῶν
μὴ, ἔλεγχος.
ἐρυθροχλώροισιν, ἢ τοῖσιν ὑποχλώροισιν· βραχέα ὑφέντα, παχῦναι
ξηρῶς· τοῖσι δὲ ἑτέροισι, παχυσμὸν ἧσσον· ξηρῷ δὲ ἀπὸ ῥινῶν
λευκὰ τῇ ἢ τῇ, οἷον κηκίς.
Ἐν τῇσι προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν, οἷον Ἀρκεσίλαος·
οἱ δὲ μέλλοντες, φρικώδεες, ῥικνώδεες· οἱ δ᾿ ἐπὴν προσέλθωσι,
φυσῶνται κοιλίην, οἷον Δαμναγόρας.
τἀναντία· χρωτὸς ῥίκνωσις ξυμπίπτοντος, ἔκτασις ἀνατρεφομένου·
τὸ ῥικνῶδες, τὸ λεῖον, ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ
ὑπέρυθρον· οὕτω τὸ κατεσπάσθαι μαζοὺς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι
καὶ περιτετάσθαι· καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος
τοῦτο γενέσθαι.
πολλῇσι, πυρίῃσι, κακὸν, τὸ πυρετῶδες πολέμιον πάλῃσι, περιόδοισι,
δρόμοισιν, ἀνατρίψει, πόνος πόνῳ αὐτοῖσιν, ὄγκοι φλεβῶν,
ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί.
τῷ ποτῷ ψυχρὸν εἰσάγειν.
εἴτε ὠτὸς, εἴτε πλευροῦ, σημεῖον, οἱ ὀδόντες, καὶ ἐφ᾿ οἷσι βουβῶνες.
ταῦτα μὴ παραγίνεται, ἀκρισίη· οἷσιν ἐγκαταλείπεται, βεβαιόταται
καὶ τάχισται ὑποστροφαί.
οὔτε φαγεδαίνῃ, οὔτε δοθιῆσιν, οὔτε τερμίνθοισιν, ἴσως δὲ οὐδὲ
λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἄλλοισιν· ἰητρευθέντες γε μὴν ἀκαίρως συχνοὶ
τοῖσι τοιουτέοισιν οὐ βραδέως ἑάλωσαν, καὶ ὀλέθρια οὕτω· καὶ ὅσαι ἄλλαι
ἀποστάσιες, οἷον σύριγγες, ἢ ἕτεραι· σκέψις, ἐφ᾿ οἷσι γινόμενα
ῥύεται, τούτων προγενόμενα κωλύει. Ἄλλου τόπου τόποι δεξάμενοι,
ἢ πόνῳ, ἢ βάρει, ἢ ἄλλῳ τινὶ ῥύονται· ἄλλοισιν αἱ κοινωνίαι.
τὴν ξυγγένειαν τοιαῦτ᾿ ἀποπτύουσιν. Ἔστιν οἷσιν αἷμα ἀφίεσθαι
ἐν καιρῷ ἐπὶ τούτοισιν· ἐπ᾿ ἄλλοισι δὲ, ὥσπερ ἐπὶ τούτοισι,
τοῦτο οὐκ εἰκὸς, κώλυσις· ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρη,
πλευρῖτις, χολή.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.