ΤΜΗΜΛ ΔΕΥΤΕΡΟΝ.
τοὺς μὲν, ἐξῶσαι, τοὺς δὲ ξηρᾶναι, τοὺς δὲ ἐνθεῖναι, καὶ τῇ μὲν, τῇ δὲ
μή. Λεπτῦναι, παχῦναι τεῦχος, δέρμα, σάρκας, καὶ τἄλλα, καὶ
τὰ μὲν, τὰ δὲ μή. Λειῆναι, τρηχῦναι, σκληρῦναι, μαλθάξαι, τὰ
μὲν, τὰ δὲ μή. Ἐπεγεῖραι, ναρκῶσαι· καὶ τἄλλα ὅσα τοισῦτα.
Παροχετεύειν, ὑπείξαντα ἀντισπᾷν αὐτίκα, ἀντιτείναντα ὑπεῖξαι.
Ἄλλον χυμὸν, μὴ τὸν ἰόντα, ἄγειν, τὸν δὲ ἰόντα συνεκχυμοῦν, ἐργάσασθαι
τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει, τὰ ἀνόμοια, ἢν ῥέπῃ ἄνωθεν ἀρθέντα, κάτωθεν λύειν, καὶ τὰ ἐναντία ταῦτα, οἷον κεφαλῆς
κάθαρσις, φλεβοτομίη, ὅτε οὐκ εἰκῆ ἀφαιρέεται.
ἐχόντων, ἀτὰρ καὶ ἄλλων, μάλιστα δὲ περὶ τὰ σπλάγχνα,
κακοήθεες δὲ οὗτοι.
πυκνὰ, μεγάλα· ἔξω μεγάλα, εἴσω σμικρά· εἴσω μεγάλα, ἔξω
σμικρά· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον· διπλῆ εἴσω ἐπανάκλησις,
οἷον ἐπεισπνέουσι, θερμὸν, ψυχρόν.
καὶ μόγις, βραχύπνους.
σπληνὸς ἐπάρσιες, καὶ ἐκ ῥινῶν ῥήξιες, καὶ ὦτα κατ᾿ ἴξιν, τούτων τὰ
πλεῖστα ταῦτα καὶ ἐν ὀφθαλμοῖσιν· πότερον ἦρα πάντα, ἢ τὰ μὲν
κάτωθεν ἄνω, κατ᾿ ἴξιν, οἷα τὰ παρὰ γνάθους ἢ παρ᾿ ὀφθαλμὸν καὶ οὖς,
τὰ δὲ ἄνωθεν κάτω, οὐ κατ᾿ ἴξιν; καίτοι καὶ τὰ συναγχικὰ ἐρυθήματακαὶ πλευρέων ἀλγήματα κατ᾿ ἴξιν· ἢ καὶ τὰ κάτω ἥπατος ἄνωθεν
διαδιδόντα, οἷον τὰ ἐς ὄρχιας καὶ κιρσούς; σκεπτέα ταῦτα, ὕπη
καὶ ὅθεν καὶ διὰ τί.
ἢν πνεῦμα ἐγκαταλείπηται, ἢ βὴξ ξηρὴ, μὴ θηριώδης, ἐς ἄρθρα
στήριξιν προσδέχεσθαι δεῖ, κατ᾿ ἴξιν τῶν ἐντασίων τῶν κατὰ κοιλίην
ὡς ἐπιτοπουλύ· ἔχουσι δὲ οὗτοι οἱ πλεῖστοι καὶ ἐξέρυθρα, καὶ τῇ
φύσει τοῦ λευκοχροωτέρου τρόπου, καὶ οὐχ αἱμοῤῥαγέουσι ῥῖνες, ἢ
σμικρὰ αἱμοῤῥαγέουσιν· καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται,
ἕτοιμον· δίψα ἐγκαταλειφθεῖσα καὶ στόματος ἐπιξηρασίη καὶ ἀηδίη
καὶ ἀποσιτίη τοῦτον τὸν τρόπον· πυρετοὶ δὲ οὐκ ὀξέες οἱ τοιοίδε,
ὑποστροφώδεες δέ.
γοῦν πρῶτον σπληνῶν ἐπάρσιες, ἢν μὴ ἐς ἄρθρα τελευτήσῃ, ἢ
αἱμοῤῥαγίη γένηται, ἢ δεξιοῦ ὑποχονδρίου ἔντασις, ἢν μὴ ἐξοδεύῃ
οὖρα· αὐτὴ γὰρ ἡ ἐγκατάληψις ἀμφοτέρων, καὶ αἱ ὑποστροφαὶ
τουτέων εἰκότως. Ἀποστάσιας οὖν ποιέεσθαι αὐτὸν μὴ γινομένας,
τὰς δὲ ἐκκλίνειν γινομένας, τὰς δὲ ἀποδέχεσθαι, ἢν ἴωσιν, οἷαι δεῖ,
καὶ ᾗ δεῖ, ὁκόσαι δὲ μὴ σφόδρα, ξυνδρᾷν, τὰς δὲ ἀποτρέπειν, ἢν
πάντη ἀξύμφοροι ἔωσι, μάλιστα δὲ ταύτας μελλούσας, εἰ δὲ μὴ,
ἀρχομένας ἄρτι.
τῶν πέντε εἰς τὰς ἑπτά.
παροξυσμοῦ· ἡ δὲ ἐπιοῦσα, εὐφορωτέρη ὡς ἐπιτοπουλύ.
κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι, οὐ τῷ θηριώδει,
ἀλλὰ τῷ πνεύματι, δῆλον δέ· ὅταν γὰρ διαλέγωνται ἢ χασμῶσι,
τότε βήσσουσιν· ὅταν δὲ μὴ, οὔ· τοῦτο ἐν τοῖσι κοπιώδεσι μάλιστα
πυρετοῖσι γίνεται.
προσάγειν, καὶ διαναπαύειν.
τμηθεῖσα ὠφέλησεν.
καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν οἷα δύνανται, εἴτ᾿ ἐξ ἥπατος
σπληνὶ, καὶ τἀναντία, καὶ ὅσα τοιαῦτα. Ἀντισπᾷν, ἢν μὴ, ᾖ
δεῖ, ῥέπῃ· ἢν δὲ ὅπη δεῖ, τουτέοισι δὲ στομοῦν, οἵως ἕκαστα
ῥέπει.
εἶχεχειμῶνος· ὅτε πρὸς πῦρ ἀλείψαιτο, ἢ θερμῷ λούσαιτο, ἀνίστατο·
ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τις ἐξεπυρία, ἀνιέναι ἄν.
ξηραίνειν καὶ ἀνεῷχθαι. Ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται ξυμφέρειν, ἀντισπᾷν ἐς φάρυγγα, καὶ ὅπη ἔρευξις λυσιτελέει, καὶ
ἄλλα τοιαῦτα. Τὰς ἐφόδους ἀνεστομῶσθαι, οἷον ῥῖνας, καὶ
τὰς ἄλλας, ὧν δεῖ, καὶ ὡς δεῖ, καὶ οἷα, καὶ ὅτε, καὶ
ὅσον δεῖ, οἷον ίδρῶτας καὶ τἄλλα δὴ πάντα.
σημεῖον χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι τἀναντία εὐσημείη κακόν.
ἐπιγενομένου....
τὸ γονοειδὲς, τὸ τοιοῦτον ὅτι κρίσιμον, καὶ τῶν ἤτρων τὰ τοιαῦτα· ὅτι αἱ οὐρήσιες ῥύονται· ὅτι οὔτε φύσης πολλῆς, οὔτε κόπρου πολλῆς
γλίσχρης διελθούσης ἐλαπάσσετο· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον·
κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνοος ἐὼν, ἐπὶ τὸ ἦτρον
ἐλαπάσσετο, εὐθύπνους ἐγένετο· ἡ κοιλίη αὐτῷ ἐξετίναξεν.
τοιοῦτον καὶ τοῖσιν ἠγρυπνηκόσι, καὶ εἴτε φλαῦρον, εἴτε χρηστόν.
Οἷσιν ὁ σπλήν ἐστι κατάῤῥοπος, πόδες καὶ γούνατα καὶ χεῖρες,
θερμά· ῥὶς καὶ ὦτα, ἀεὶ ψυχρά· ἦρα διὰ τοῦτο λεπτὸν τὸ αἷμα·
ἦρα καὶ φύσει τοιοῦτον οὗτοι ἔχουσιν;
ἐκπυέειν, αἱ κοιλίαι ἐκταράσσονται.
μακρὸς, λεπτός.
ἃ διηγεῖται, οἷα, ὡς ἀποδεκτέον, οἱ λόγοι· τὰ πρὸς τὸν νοσέοντα,
τὰ πρὸς τοὺς παρεόντας, καὶ τὰ ἔξωθεν.
καὶ μέλανες διὰ τοῦτο, καὶ ἔξω αἱ φλέβες μᾶλλον. Ξυνεκρίθη,
ξυνέστη, ὀξύτερον, κινηθὲν, ἐμωλύνθη, καὶ βραδύτερον
αὔξεται καὶ ἐπὶ πλείω χρόνον. Ὅτι ἐστερεώθη καὶ χολωδέστερόν
τε καὶ ἐναιμότερον, ᾗ τοῦτο θερμότερόν ἐστι τὸ χωρίον τῶν
ζώων.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.