9. Περὶ ἀπιστίας εὐκαίρου.
νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν ἐπηγγέλλετο, καὶ πιστεύσας ὁ δῆμος ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται καὶ κτείνουσι πολλοὺς τοῦ δήμου, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς
φίλοις τοῦ Λυσάνδρου.
σαντες τεθνηκέναι Ἀντίοχον πρὸς ἀναζήτησιν τοῦ σώματος αὐτοῦ πλῆθος στρατιωτῶν ἀόπλων ἐξαπέστειλαν. ἐπεὶ δὲ ἄλλος ἀλλαχοῦ διεσπάρησαν ἀναψηλαφῶντες αὐτὸς Ἀντίοχος μετὰ τῶν στρατιωτῶν σχῆμα βασιλικὸν ἀναλαβὼν ἐπεφάνη δείξας ἑαυτὸν καὶ ζῶντα καὶ νικῶντα.
λοιπὰ τῶν προαστείων τῆς πόλεως ληΐζεσθαι τοὺς οἰκείους στρατιώτας οὐκ ἐκώλυεν, ἐπὶ δὲ τόπον ἕνα οὐ συνεχώρει. οἱ μὲν ἐκ τῆς πόλεως ἀφόβως τῷ τοιούτῳ τόπῳ προσῄεσαν, ὁ δὲ ἐπειδὴ συνηθροισμένους ἀνέμαθεν ἐκεῖσε πολλοὺς τῶν
πολεμίων, ἐπιθέμενος παμπόλλους ἐχειρώσατο.
ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τοῖς ἱππεῦσι διπλᾶς ἐδίδου τὰς ἐκ τῆς λείας μοίρας. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγο-
ρὰν παρασκευάζων καὶ διπλῆν τὴν μισθοφορίαν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους καὶ πρὸς τὴν μισθοφορίαν μετὰ σπουδῆς εἰσελ- θόντες ὑπʼ Ἀλυάττου ἀπεσφάγησαν κλείσαντος τὰ τείχη καὶ τοὺς ἰδίους ὁπλίτας παραστήσαντος· οἷς ἔδωκε καὶ τοὺς
ἵππους μετὰ τὴν ἐκείνων ἀναίρεσιν.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.