8. Ὅτι δεῖ τοῖς πολεμίοις ἄλλους πολεμίους κατασκευάζειν.
1τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους· ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοὺς πατέρας ὑμῶν.᾿ τούτων ἀναγιγνωσκομένων Ξέρξης τοὺς Ἴωνας ὑπόπτους ἡγήσατο.
μίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὐτὸν δια- λέξεως ἕνεκεν τῶν κοινῇ συμφερόντων· οἷς ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας.
λάθρᾳ προσπεσεῖν ἐπιχειρῶν, ἐπειδὴ διʼ αὐτομόλου Τεριναῖοι προαισθόμενοι ὑπὲρ κεφαλῆς ἐγένοντο αὐτοῦ καὶ ἐκ τούτου συνέβαινε τὸν οἰκεῖον ἀθυμεῖν στρατὸν, τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν, ὃς ἂν Τεριναίων τὸ σύν-
θημα λέγῃ τὸ προκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκού- σαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ἔδοξάν τινας ἐξ αὐτῶν ἔχειν προδότας καὶ ἐκ τούτου πρὸς φυλακὴν τῆς οἰκείας ἐτράπησαν πόλεως ἀφέντες τὸν πρὸς Κλεανδρίδαν ἐξ ὑπερ- δεξίου αὐτῶν πόλεμον. ὁ δὲ ἀκινδύνως ἐκ τούτου ἐπὶ τὰ
ὑψηλὰ τὴν στρατιὰν διαβιβάσας τὴν χώραν αὐτῶν κατεδῄωσεν.
νίζειν ὑποπτευομένους ἐποίησεν ὑποπτοτέρους τὰ τούτων χωρία μόνον μὴ δῃώσας, [τὰ δὲ] τῶν ἄλλων λυμαινόμενος. οἱ μὲν οὖν Τεγεᾶται σὺν πολλῇ ὀργῇ τοὺς ἄνδρας εἰς δίκην
προδοσίας ὑπῆγον, οἱ δὲ ἁλῶναι δείσαντες προέδωκαν τὴν 5 πόλιν τὴν ψευδῆ ὑποψίαν ἀληθῆ ποιῆσαι τῷ φόβῳ βια- σθέντες.
δοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι ἐπιθυμοῦντος τὴν εἰρήνην, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἠδύ- ναντο, πολλοὺς δὲ καὶ εἰς συμμαχίαν αὐτῶν προσεποιήσαντο. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν κατʼ αὐτῶν, ὥστε δίχα διαιρεθέντες παρετάξαντο πρὸς ἀλλήλους. ἐκ τού-
του συνέβη ἡττηθέντας Ἀρκάδας ἀνοῖξαι τὰς πύλας καὶ προσδέξασθαι Λακεδαιμονίους, οἳ καὶ κατέσχον τὴν πόλιν, ἣν πολέμου νόμῳ κρατῆσαι οὐκ ἴσχυον.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.