10. Περὶ χάρακος.
1δεδιὼς νυκτερινὴν ἐπίθεσιν προσέταξεν ἐν τοῖς ὅπλοις πάντας διάγειν καὶ τὰς ἐγέρσεις ποιῆσαι πυκνάς. αὐτὸς δὲ νυκτὸς 2 οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾴκιον τρόπον. οἱ δὲ ὡς τῶν πολε- μίων ἐπιφερομένων ἦσαν ἕτοιμοι· ἐν τούτῳ τῶν Θρᾳκῶν ποιησάντων ἐπίθεσιν, ἐπειδὴ εὑρέθησαν ἐγρηγορότες, πλεί- στους αὐτῶν ἀπέκτειναν.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.