42. Περὶ αἰχμαλώτων.
1αἰχμαλώτους τῶν εὐγνενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπεδίδου
τοῖς λυτρουμένοις, ἀλλὰ πολλαῖς ἡμέραις κατέχων κοινωνῶν αὐτοῖς ἑστίας καὶ τιμῆς καὶ προεδρίας τηνικαῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο, ὡς ἂν ὕποπτοι παρὰ τοῖς πολίταις γένοιντο.
βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων. ὁ δὲ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους δεδεμένους γυμνοὺς μόνους προέταξεν τοῦ στρατοπέδου. οἱ προσκείνμενοι γνω- ρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη.
λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις.
εἰς τὴν Πλαταιίδα ἐνέβαλλον Θθηβαῖοι, κήρυκα πέμψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους εἰ μὴ τῆς χώρας ἀπόσχοιντο. Θηβαῖοι οὖν αὐτίκα τῆς χώρας ἐξῆλθον, Πλα-
ταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν.
αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἁλώσιμοι ἠγόρευεν. τῆς δὲ συγκλήτου παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγκαις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγγειλεν
αὐτοῖς τό τε αὑτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ κατείρξαντες καὶ βασανίσαντες ἀπέκτειναν.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.