41. Περὶ ψευδοπροδοτῶν.
1ἐφόρων προποιητῶς αὐτομολῆσαι πρὸς τοὺς Τεγεάτας ὑπε- κρίνατο, οἳ καὶ προσεδέξαντο αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας 2 ἔχοντα. τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστο- κλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν.
τηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα ἀδικίας ἔχων καὶ τῷ βωμῷ προσέφυγεν ἱκετεύων τυχεῖν σωτηρίας καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος, ὥστε καὶ ἦσαν τῶν Μακεδόνων τινὲς, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων· ἱκέτης
ἦλθον προπηλακιζόμενος διʼ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἵνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς δεικνύω Φιλίππου γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρακλείδην ὑποδέχονται ὡς
δυνησόμενον αὐτοῖς ὠφέλιμον κατὰ Φιλίππου γενέσθαι. ὁ δὲ νύκτωρ πνεῦμα ἐπίφορον παραφυλάξας τὰ νεώρια Ῥδίων κατέπρησεν. καὶ παραχρῆμα σκάφους ἐπιβὰς ἀνήχθη καὶ διέβη εἰς Μακεδονίαν.
πείθουσι τῶν ἰδίων πολιτῶν τινας αὐτομόλους γενέσθαι, οἳ πρὸς τὸν Ῥωμαίων στρατηγὸν ἐλθόντες ὑπέσχοντο Λιπάραν τὴν νῆσον τὴν προκεινμένην Σικελίας αὐτῷ προδώσειν. ὁ μὲν δὴ πιστεύσας τὰ ἡμίση σκάφη πληρώσας κατέπλευσεν εἰς
Λιπάραν. Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαϊ- κῶν νεῶν κατὰ κράτος ἐνίκησαν.
πόλιν ἑλεῖν οὐχ οἷός τε ὢν διὰ Ζωπύρου ταύτην παρέλαβεν.
σατράπης γὰρ ὢν αὐτοῦ Ζώπυρος ἀκρωτηριάσας ἑαυτὸν ἧκεν αὐτόμολος ὡς ταῦτα ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πι- στεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο ἀπό-
φθεγμα· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἔχειν ἠβουλόμην, ἐφʼ τε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.