40. Περὶ προδοτῶν.
3 πόλεως προσελθόντας συνέλαβέν τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν.
πτεύσαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ
διαπολιτευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπιλαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μεχρὶ τῆς ἐκκλησίας κακεῖ πάλιν ὁ
Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδίζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν.
τοῖς πολεμίοις προστεθεῖσαν ἔπεισεν τοὺς πεζοὺς αὑτοῦ, ὡς αὐτὸς εἴη τούτους ἀπεσταλκὼς χάριν προδοσίας τῶν πολε-
μίων. οἱ δὲ θαρρήσαντες καὶ γενναιότερον ἀγωνισάμενοι ἐνίκησαν.
τὴν προδοσίαν. ὁ δὲ ἀνεβόησε μέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φυλάσσειν σκόπει, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσό- μενοι τοὺς πολειμίους ἐμοῦ προστάξαντος. τοῦτο ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ τοὺς Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύ-
γειν ὥρμησαν ὑπὸ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.