43. Περὶ ὁμήρων.
εὐγενῶν, ἐπεὶ δὲ ἐγένετο ἡ μάχη, οἱ Γαλάται τὸν μισθὸν ἀπῄτουν. αὐτὸς (μὲν) τοῖς μὲν ὁπλίταις ἐδίδου, παρορᾷ δὲ τοὺς ἀόπλους. ἐπικειμένων δὲ ἐκείνων καὶ ζητούντων καὶ τὸ τῶν ἀόπλων τάλαντον, ἐπειδὴ οὐκ ἐδίδου, ἠπείλουν τοῖς ὁμήροις θάνατον. Ἀντίγονος δείσας περὶ τῶν ὁμήρων πρε-
σβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσιν δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυσίον. οὓς ἐλθόντας λαβὼν οὐ πρότερον ἀφῆκεν, πρὶν τοὺς ἰδίους ἀπέλαβεν.
αὐτοὺς ἐγχειρίζοντες αὐτῷ τε καὶ Ῥωμαίοις· ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκεν κε- λεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς 3 πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπανῆλθον, ἀνέγνωσαν τὰ γε- γραμμένα κατασκάψασθαι τὰ τείχη σήμερον. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμ- ψασθαι, ἀλλὰ φοβούμενοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ
μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, ὁμοῦ πάντες Ἴβηρες τὰ οἰκεῖα τείχη τῶν πόλεων κατέσκαψαν ἐν μιᾷ ἡμέρᾳ.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.