ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
ἐκείνοις μηχανὴ καὶ δόλος καὶ ἀπάτη σπουδάζεται. ὥστε αὐτοί τε ὑμῖν αὐτοῖς ἐν τῷ πολέμῳ καὶ τοῖς ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ὀρθῶς ἂν παραγγέλλοιτε μὴ καταφρονεῖν ὡς ἀνοήτων ἢ ἀδόλων, ἀλλὰ τοὐναν- τίον μηδὲν οὕτως αὐτῶν πεφυλάχθαι ὡς τὸ δολερὸν
καὶ ἄπιστον καὶ ἀπατηλὸν, οἷς μᾶλλον ἀγάλλεται τὸ βαρβαρικὸν ἢ τοῖς ὅπλοις. ἄριστον δὴ φυλακτήριον καὶ ἀνάλωτον ἔστω πρὸς αὐτοὺς ἀπιστία, μεθʼ ἦς ἰσχὺν τῶν ὅπλων ἕξομεν καὶ τὴν πρὸς αὐτοὺς τέχνην ὀξυτέ- ραν μελετήσομεν προμαθόντες αὐτῶν τὰς ἐννοίας τῶν
στρατηγημάτων.
1. ΔΗΙΟΚΗΣ.
όκης ἐδίκαζε τοῖς γείτοσι καὶ τὸ ἵσον ἔχειν αὐτοὺς 1 ἐδίδασκεν. ἥσθησαν τῷ δικαστῇ, καὶ αὐτίκα κλέος ἦν ἐν Μήδοις αὐτοῦ, καὶ συνέθεον ἐπʼ αὐτὸν ὡς ἴσον δικαστήν. ἐπεὶ δὲ τῇ δόξῃ πάντας παρεστήσατο, τὰς θύρας κατασχίσας νύκτωρ αὐτὸς καὶ λίθων πλήσας
τὴν τύρσιν ἔδειξε μεθʼ ἡμέραν τοῖς Μήδοις, ὡς ταῦτα διʼ αὐτοὺς παθῶν καὶ κινδυνεύσας ἀποθανεῖν, ὅτι αὐτοῖς δικάζοι. τὸ πλῆθος ἠγανάκτησαν καὶ ἀσφάλειαν αὐτῷ τοῦ σώματος ἐπεψηφίσαντο, χωρίον μὲν ἐνοικεῖν ὀχυρώτατον τὴν ἐν᾿ Ἀγβατάνοις ἄκραν, φύλακας δὲ τοῦ
σώματος, οὓς αὐτὸς αἱροῖτο· χορηγίαν δὲ τροφῶν συνέ- ταξαν ἀπὸ τῶν ἱερῶν χρημάτων. ὁ δὲ ταύτην περι- βαλόμενος τὴν δορυφορίαν καὶ πλείονας ἀεὶ προσλαμ- βάνων ἀντὶ δικαστοῦ βασιλεὺς ἐγένετο.
2. ΑΛΥΑΤΤΗΣ.
2καὶ θηριώδη σώματα ἐχόντων μετὰ τῆς ἄλλης δυνά- μεως καὶ τοὺς ἀλκιμωτάτους κύνας ἐπὶ τὴν μάχην ἐξήγαγεν, οἳ προσπλακέντες τοῖς βαρβάροις ὡς θηρίοις πολλοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς φεύ-
γειν αἰσχρῶς ἐβιάσαντο.
ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τὰς ἐκ τῶν στρατειῶν 4 5 ὠφελείας ἀεὶ μείζονας ἔνεμε τοῖς ἱππεῦσι. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγορὰν αὐτοῖς παρα- σκευάζων καὶ διπλῆν τὴν μισθοφορὰν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τὸ στρατόπεδον ἔχοντες, τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους εἴσω τειχῶν
παρῆλθον ἐπὶ τὴν διπλῆν μισθοφορὰν σπουδῇ θέοντες. Ἀλυάττης τὰ τείχη κλείσας, τοὺς ἰδίους ὁπλίτας περι- στήσας ἀπέκτεινε τοὺς ἱππεῖς ἅπαντας καὶ τοὺς ἵππους αὐτῶν τοῖς ἰδίοις ὁπλίταις ἔδωκεν.
3. ΨΑΜΜΗΤΙΧΟΣ.
6
λόφους, συνῆκε τοῦ λογίου καὶ πολλοὺς Κᾶρας ξενολο- λήσας προσήγαγεν ἐπὶ τὴν Μέμφιν καὶ περὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔξω τῶν βασιλείων, [ὧν] ἀπέχει στάδια πέντε, συμβαλῶν μάχην ἐνίκησεν. ἀπὸ τῶν Καρῶν ἐκείνων μέρος τι τῆς Μέμφεως κέκληται Καρομεμφῖται.
4. ΑΜΑΣΙΣ.
5. ΜΙΔΑΣ.
κατεφόνευσαν, τὰς δὲ οἰκίας αὐτῶν ἀνεῳγμένας κατα- λαβόντες Μίδαν τύραννον ἀνηγόρευσαν.
6. ΚΥΡΟΣ.
1112 δὲ τῶν Περσῶν αἱ γυναῖκες καὶ τὰ τέκνα ἦσαν ἐν
Πασαργάδαις, τὴν τετάρτην μάχην ἐνταῦθα συνῆψε. πάλιν ἔφυγον οἱ Πέρσαι. ὡς δὲ εἶδον τὰ τέκνα καὶ τὰς γυναῖκας, παθόντες ἐπʼ αὐτοῖς ἀνέστρεψαν καὶ τοὺς Μήδους ἀτάκτως διώκοντας τρεψάμενοι νίκην τηλικαύτην ἐνίκησαν, ὡς μηκέτι Κῦρον προς αὐτοὺς
ἄλλης δεηθῆναι μάχης.
13 δύναμιν. ὡς δὲ νὺξ ἐπῆλθε, συντόνως ἀναστρέψας sec. Euseb. ἐπὶ τὰς Σάρδεις ἤγαγε καὶ προσπεσὼν τοῖς τείχεσιν ἀφυλάκτοις προσθέμενος κλίμακας κατέσχε τὰς Σάρδεις.
πολιν ἀποδώσοι τὰ οἰκεῖα σώματα, μὴ βουλομένων δὲ παραδοῦναι κρεμάσειε πάντας. οἱ δὲ τὴν ἀκρόπολιν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων παρέδωκαν οὐκ ἀναμείναντες Κροίσου τὰς κενὰς τῶν Ἑλλήνων ἐλπίδας.
ἀποστάντων αὐτὸς ἐλαύνων ἐπὶ Βαβυλῶνος Μαζάρην τὸν Μῆδον κατέπεμψε προστάξας, ὅταν κατάσχῃ τὴν χώραν, ἀφελέσθαι τὰ ὅπλα καὶ τοὺς ἵππους, καὶ στολὴν γυναικείαν αὐτοὺς ἀναγκάσαι φορεῖν, καὶ μήτε τοξεύειν μήτε ἱππεύειν ἔτι μανθάνειν, ὑφαίνειν δὲ καὶ ψάλλειν
ἅπαντας τοῖς ἐπιτηδεύμασι τούτοις, ὡς ἔοικε, τὰς ψυχὰς αὐτῶν ἐκθηλῦναι προαιρούμενος. ἀμέλει βαρβάρων ἀπολεμώτατοι γεγόνασιν Λυδοὶ πρόσθεν ὄντες πολε- μικώτατοι.
τὰς διώρυχας τοῦ Εὐφράτου διὰ τῆς πόλεως ῥέοντος, 19 20 21 ἀνήγαγε τὸ στρατόπεδον μακροτάτῳ· Βαβυλώνιοι νομί- σαντες αὐτὸν ἀπεγνωκέναι τῆς πολιορκίας τὸ σφοδρὸν τῶν φυλακῶν ἀνῆκαν. ὁ δὲ τὸν ποταμὸν ἀποστρέψας, τὴν δύναμιν ἐπαγαγὼν συντόμως κατὰ τὴν χώραν τοῦ
ἀρχαίου ῥεύματος ὑπεισήγαγε τοὺς στρατιώτας καὶ τῆς Βαβυλῶνος ἐκράτησεν.
22 πολλοὶ καὶ μέγα ἐπὶ τούτοις ἐφρόνει Κροῖσος. Κροίσου ἀχρεῖον τὸ ἱππικὸν ἀπέφηνε Κῦρος προτάξας τῶν
ἰδίων ὁπλιτῶν καμήλους πολλάς· ἵππος δὲ καμήλου φεύγει καὶ τὴν ὄψιν καὶ τὴν ὀδμήν. αὐτίκα δὴ φεύ- γοντες οἱ ἵπποι τοὺς Λυδοὺς ὑπεξέφερον, ὥστε ἦν Κύρῳ νίκη καὶ πρό γε τῆς μάχης.
23
δείξας χωρίον αὐτοῖς ἀργὸν καὶ ἀκανθῶδες ἐκέλευσεν ἡμερῶσαι· οἱ δὲ σῦν πολλῷ πόνῳ ἡμέρωσαν. τῆς ὑστεραίας ἐκέλευσε λουσαμένους ἥκειν. ἐπεὶ δὲ ἧκον, προέθηκεν αὐτοῖς εὐωχίαν ἄφθονον καὶ μετὰ τὴν εὐωχίαν ἤρετο, ποτέρα κρείσσων ἡμέρα. οἱ δὲ ὡμο-
λόγησαν τῆς χθὲς τὴν σήμερον τόσῳ κρείττονα, ὅσῳ κακοδαιμονίας εὐδαιμονίαν. οὐκοῦνʼ, ὁ Κῦρος ἔφη, ῾τὰ τῆς εὐδαιμονίας ἀγαθὰ ἕξετε, ἢν τῆς Μήδων δου- λείας ἀποστῆτε.᾿ Πέρσαι μὴ μελλήσαντες ἀφίστανται 24 25 26 καὶ βασιλέα Κῦρον στησάμενοι αὐτούς τε Μήδους κατέλυσαν καὶ τῆς ἄλλης Ἀσίας ἦρξαν.
τὸ πλησίον ἕλος ὑπεξήγαγε. Βαβυλώνιοι πιεῖν ὕδωρ οὐκ ἔχοντες αὐτίκα σφᾶς αὐτοὺς Κύρῳ παρέδωκαν.
ἀνδρῶν πολεμίων Μήδοις· ἀλλὰ ἐς τὴν ὑποδοχὴν τῶν συμμάχων ἕκαστος ὑμῶν κομισάτω φάκελλον ξύλων.᾿ οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα Μήδοις ἀνήγ- γειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκαστον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πολλὴν φλόγα λάμπουσαν
ἰδόντες πιστεύσαντες ἥκειν τοὺς συμμάχους ἔφυγον.
έχοντα (πυρὶ) τῶν τειχῶν τῆς ἄκρας. ὁ δὲ κατὰ τὰ 32 33 34 ἕτερα μέρη τῆς πόλεως προσέβαλεν ἀρχομένης ἡμέρας. ἡ δὲ στρατιὰ τοῦ Κροίσου ἀπομαχομένη τὰς τοῦ Κύρου προσβολὰς, ἐπειδή τινες αὐτῶν ἐπιστραφέντες εἶδον ἀπὸ μακροῦ τὰ εἴδωλα ὑπὲρ τὴν ἄκραν, ἀνεβόησαν·
πάντας δὲ εἷλε φόβος ὡς ἤδη τῆς ἄκρας ὑπὸ Περσῶν κατειλημμένης. τὰς πύλας ἀνοίξαντες ἄλλος ἄλλῃ ἔφευ- γον· Κῦρος δὲ Σάρδεις κατὰ κράτος εἷλεν.
7. APΠΑΓΟΣ.
λαγὼν καὶ τὰ γράμματα ἔνδον κατακρύψας πάλιν αὖθις συνέρραψε καὶ τῷ κομίζοντι λίνα θηρατικὰ περιέθηκεν, ἵνα λάθῃ τοὺς φύλακας τῶν ὁδῶν.
8. KPOIΣΟΣ.
3637
τοὺς ἰσχυροτάτους καὶ μεγίστους τῶν Λυδῶν Ἑλληνι- κοῖς ὅπλοις κατεσκεύασεν· οἱ δὲ τοῦ Κύρου στρατιῶται τὸ ἄηθες τῆς Ἑλληνικῆς ὁπλίσεως κατεπλάγησαν. ἀλλὰ μὴν καὶ τῶν δοράτων κρουομένων πρὸς τὰς ἀσπίδας ὁ ψόφος τοὺς Πέρσας ἐτάραττεν· ἥ γε μὴν αὐγὴ τῶν
ἐπιχάλκων ἀσπίδων τὰς ὄψεις τῶν Περσικῶν ἵππων ἀπέστρεφεν. ὥστε Κῦρος ἡττηθεὶς τριῶν μηνῶν σπον- δὰς πρὸς Κροῖσον ἐποιήσατο.
ὑπαυγαζούσης ἕω τὴν ὕλην καταπρήσοντας. Κροῖσος μὲν δὴ τῇ φυγῇ προέλαβε, Κῦρος δὲ ὑπὸ τῆς φλογὸς διωώκειν ἐκωλύετο.
9. KAMBΥΣΗΣ.
42τερῶς ἀνθίσταντο ἀποκλείοντες τῆς Αἰγύπτου τὰς ἐσβο- λὰς καὶ πολλὰ προσάγοντες μηχανήματα ἠφίεσαν κατα- πέλτας ὀξυβελεῖς, πέτρους καὶ πῦρ. Καμβύσης ὅσα σέβουσιν Αἰγύπτιοι ζῷα, κύνας, πρόβατα, αἰλούρους, ἴβεις, πρὸ τῆς ἑαυτοῦ στρατιᾶς ἔταξεν. Αἰγύπτιοι δὲ
βάλλοντες ἐπαύσαντο φόβῳ τοῦ πλῆξαί τι τῶν ἱερῶν ζῴων. οὕτω Καμβύσης Πηλούσιον ἑλῶν εἴσω τῆς Αἰγύπτου παρῆλθεν.
10. ΟΙΒΑΡΗΣ.
43ἄρχοντας Περσῶν καταλύσαντες ἐβουλεύοντο τῆς ἀρχῆς πέρι. ἔδοξεν ἵπποις ἐποχουμένους ἄστεος ἔξω προελθεῖν· 44 45 ‘ὅτου δʼ ἂν πρῶτος ἵππος χρεμετίσῃ, καὶ δὴ βασιλεὺς ἔστω οὗτος.’ Οἰβάρης, ἱπποκόμος Δαρείου, μαθὼν τὰ βεβουλευμένα ἤγαγεν αὐτοῦ τὸν ἵππον πρὸ μιᾶς ἡμέρας εἰς τὸ προσυγκείμενον χωρίον καὶ παραστησάμενος
θήλειαν ἵππον ἐπαφῆκε τὸν ἄρρενα. τοῦτο πράξας ἐπανήγαγε τὸν ἵππον. τῆς ὑστεραίας ὁ Δαρεῖος ἐπ- οχούμενος ἧκε μετὰ τῶν ἄλλων σατραπῶν· ὁ δὲ ἵππος αὐτοῦ γνωρίσας τὸν τόπον τῆς συνουσίας ἐρωτικόν τι παθὼν πρῶτος ἐχρεμέτισεν. οἱ σατράπαι καταπη-
δήσαντες Δαρεῖον προσεκύνησαν καὶ βασιλέα Περσῶν ἐστήσαντο.
11. ΔΑΡΕΙΟΣ.
46 τὴν Σκυθικὴν φάλαγγα. Σκύθαι μὲν ἐδίωκον τὸν
λαγωόν. αρεῖος δὲ ἄξιονʼ ἔφη Σκύθας φεύγειν, οἳ τοσοῦτον ἡμῶν καταφρονοῦσιν, ὥστε Πέρσας κατα- λιπόντες τὸν λαγωὸν διώκουσι᾿. καὶ δὴ τὸ ἀνακλητι- κὸν σημήνας περὶ ἀναχωρήσεως ἐβουλεύσατο.
48
μετὰ τῶν ἑπτὰ Περσῶν, ἴνα ἐν σκότῳ δύναιντο γι- γνώσκειν ἀλλήλους, συνεβούλευσε τὸ τιαρόδεσμον, ὃ τῆς κεφαλῆς ὄπισθεν ἀποσφίγγει τὴν τιάραν, αὐτοὺς 49 50 51 ἐς μέτωπον περιαγαγεῖν, ἴνα σημεῖον ᾖ [τὸ] ἄμμα τῆς τιάρας (χουμίτρας) ἁπτομένοις τοῦ μετώπου.
φόρους αὐτὸς προέγραψε τοὺς ἡμίσεις χαρίζεσθαι τοῖς ὑπηκόοις. οἱ δὲ ἄσμενοι τοὺς ἡμίσεις τελεῖν ὑπέστη- σαν ὡς ἤδη μεγάλην εὐεργεσίαν παρὰ τοῦ βασιλέως λαβόντες.
οἷός τε ἦν οὔτε σιτίων ηὐπόρει. περὶ δρασμοῦ σκέψις ἦν. ὅπως οὖν λάθοι τοὺς Σκύθας, τὸ στρατόπεδον ὡς εἶχεν ἐᾷ κατὰ χώραν μένειν — ἦσαν ἐν αὐτῷ τραυματίαι πολλοὶ, ὄνοι, ἡμίονοι, κύνες —, ἀλλὰ καὶ πυρὰ πολλὰ διὰ νυκτὸς ἐκέλευσεν ἀνακαῦσαι. ταῦτα
δὴ ὁρῶντες οἱ Σκύθαι, ἀκούοντες τοῦ ταράχου τῶν ζῴων καὶ τὰς σκηνὰς ἀκεραίους ὁρῶντες ᾤοντο παρεῖναι τοὺς Πέρσας. οἱ δὲ ἄρα ἦσαν πρὸ πολλοῦ πεφευγότες. Σκύθαι δὲ ὀψὲ τὴν ἀπόδρασιν μαθόντες ἐπεχείρουν διώκειν , οὓς καταλαβεῖν αὐτοῖς δυνατὸν ἦν οὐκέτι.
πεντεκαίδεκα στάδια τῆς πόλεως ἀπέχοντος, ἤρξαντο μεταλλεύειν ὑπόνομον οἱ Πέρσαι. ἐπεὶ δὲ κατὰ τὴν ἀγορὰν ὀρύσσοντες ἐγένοντο τεκμαιράμενοι ῥίζαις τῶν ἐλαιῶν, αἳ περὶ τὴν ἀγορὰν ἐπεφύκεσαν, νύκτα ἀνα- μείναντες, τὸν ὑπόνομον ἀναστομώσαντες ἀνέβησαν
ἐς τὴν ἀγορὰν καὶ τὴν πόλιν ἄνευ μάχης κατὰ κράτος εἷλον Καλχηδονίων τὰ τείχη φυλαττόντων.
ἐκράτησε μοίρας· τῶν δὲ Σακῶν μυρίων ζώντων ἁλόν- των τὰς ἐσθῆτας καὶ τὸν κόσμον καὶ τὰ ὅπλα περιέθηκε
τοῖς Πέρσαις καὶ προσῆγεν αὐτοὺς τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρέμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἐξα- πατῶώμενοι φιλοφρόνως προσελθόντες ὡς οἰκείους ἠσπά- ζοντο. Πέρσαι δὲ, ἦν γὰρ αὐτοῖς παράγγελμα, πάντας
ἐφόνευσαν καὶ μεταβάντες ἐπὶ τὴν τρίτην μοῖραν Σακῶν ἀμαχεὶ τούτων ἐκράτησαν· οὐδὲ γὰρ ἀντέστησαν τῶν δύο μοιρῶν προηττημένων.
σατράπου τὴν ὠμότητα καὶ διὰ τοῦτο ἀποστάντων 59 αὐτὸς διὰ τῆς ἐρήμης Ἀραβίας ὁδεύσας ἧκεν εἰς Μέμ- φιν. ἔτυχον δὲ Ἀἰγύπτιοι τὸν Ἆπιν ἀφανῆ γεγονότα κατʼ ἐκείνας τὰς ἡμέρας πενθοῦντες. Δαρεῖος προέ- γραψε τῷ ἀγαγόντι τὸν Ἆπιν δώσειν ἑκατὸν τάλαντα χρυσίου, οἱ δὲ τὴν εὐσέβειαν αὐτοῦ θαυμάσαντες
οὐκέτι μετὰ τῶν ἀποστάντων ἐτράποντο, ἀλλὰ σφᾶς αὐτοὺς Δαρείῳ παρέδωκαν.
12. ΣIΡΛΗEΣ.
ἐν ἐρήμῳ χωοίῳ περὶ τῶν παρόντων. ἱπποφορβὸς ἀνὴρ, Σιράκης, προσῆλθεν αὐτοῖς ἐπαγγελλόμενος δια- φθείρειν τὸ Περσῶν στράτευμα, ἐὰν τοῖς παισὶν αὐτοῦ καὶ τοῖς ἐγγόνοις δώσειν οἴκους καὶ χρήματα ὀμόσωσιν. οἱ μὲν ὤμοσαν, ὁ δὲ σπασάμενος τὴν παραξιφίδα
ἀφεῖλεν αὑτοῦ ῥῖνα καὶ ὦτα καὶ το ἄλλο σῶμα δεινῶς ἐλωβήσατο· καὶ αὐτομολήσας πρὸς Δαρεῖον ταῦτα ἔφη παθεῖν ὑπὸ τῶν ἐν Σάκαις βασιλέων. Δαρεῖος ἐπί- στευσε τῷ μεγέθει τῆς συμφορᾶς, ὁ δὲ Σιράκης ἐπι- καλούμενος πῦρ ἀθάνατον καὶ ἱερὸν ὕδωρ τιμωρίαν
παρὰ Περσῶνʼ ἔφη λαβεῖν ἐσπούδακα. ὁ δὲ τρόπος· Σάκαι τῆς ἐπιούσης νυκτὸς ἀπαίρειν μέλλουσιν· εἰ δὲ ἡμεῖς διὰ συντομωτέρας ὁδοῦ προλάβοιμεν τὴν χώραν, 60 ἐφʼ ἣν ἐκεῖνοι στέλλονται, ὥσπερ ἐν πάγῃ πάντας αἱρήσομεν. ἐγὼ δὲ ἱπποφορβὸς ὢν καὶ τὴν ἐπιστήμην τῆς χώρας ἁπάσης ἔχων ἡγήσομαι· σιτία δὲ καὶ ποτὰ ἑπτὰ ἡμερῶν ἐπαγώμεθα.ʼ ὁ μὲν ἡγήσατο τῆς ὁδοῦ,
προάγων δὲ τῶν στρατιωτῶν ἡμέρας ἑπτὰ καὶ κατα- στήσας ἐς μέσην τὴν ἄνυδρον, ἐπιλιπόντος τοῦ ὕδατος καὶ τῶν σιτίων, τοῦ χιλιάρχου Ῥανοσβάτου τί σοι ἔδοξενʼ εἰπόντος ἐξαπατῆσαι τηλικοῦτον βασιλέα καὶ τοσοῦτο πλῆθος Περσῶν καὶ ἀγαγεῖν ἐς χώραν ἄνυ-
δρον, ἐν ᾗ μήτε ὄρνεον ὁρῶμεν μήτε θηρίον καὶ οὔτε προϊέναι δυνατὸν οὔτε ἀναχωρεῖν;᾿ ὁ δὲ συγκροτήσας τὼ χεῖρε καὶ μεγάλα ἀναγελάσας ἐγωʼ ἔφη ‘νενίκηκα· βουλόμενος γὰρ σῶσαι Σάκας τοὺς ἐμοὺς πολίτας δίψει καὶ λιμῷ Πέρσας ἀπολώλεκα.᾿ ὁ μὲν χιλίαρχος τοῦ
Σιράκου παραχρῆμα τὴν κεφαλὴν ἀπέκοψε, Δαρεῖος δʼ ἀναβὰς ἐπὶ λόφον ὑψηλὸν, τὸν κάνδυν καὶ τὴν τιάραν τῷ σκήπτρῳ περιθεὶς καὶ τὸ διάδημα τὸ βασιλι- κὸν περιδήσας κατέπηξεν ἐπὶ γῆς· καὶ — ἦν γὰρ ἐπιτολὴ τοῦ ἡλίου — ηὔξατο τῷ Ἀπόλλωνι, εἰ χρεὼν σωθῆναι
Πέρσας, ὕδωρ ἐξ οὐρανοῦ παρασχεῖν. ὁ θεὸς ἐπήκουσε· καὶ ὄμβρος κατερράγη πολύς. τοῦτον ὑποδεξάμενοι δέρμασι καὶ ἀγγείοις οἱ Πέρσαι διεσαώθησαν ἐπὶ Βάκ- τρον ποταμὸν τῷ θεῷ χάριν ὑπὲρ σωτηρίας εἰδότες· ὅσον δὲ ἐπὶ τῇ ἀπάτῃ τοῦ ἱπποφορβοῦ πάντες [ἂν] διε-
φθάρησαν. τοῦτον τὸν ἱπποφορβὸν ὕστερον καὶ Ζώπυ- ρος μιμησάμενος καὶ ἀκρωτηριάσας τὸ πρόσωπον Βα- βυλωνίους ἐξαπατήσας ἐχειρώσατο.
13. ΖΩΠΥΟΣ.
62τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἑλεῖν ἐβουλό- μην ἂν, ἐφʼ ᾧτε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.᾿
14. ΟΡΟΝΤΗΣ.
64κλίνην ἔθηκεν οὐκ ἐντεταμένην, ἀλλὰ στρώμασι ποικί- λοις κεκοσμημένην. καλεῖ Τηρίβαζον ὡς διαλεξόμενος περὶ ἀπορρήτων. Τηρίβαζος εἰσέρχεται καὶ καθιζάνει καὶ διὰ τῆς κλίνης εἰς τὸν βόθρον καταφέρεται καὶ συλληφθεὶς ἀναπέμπεται βασιλεῖ δεδεμένος.
66 67 68 69 70
71 γοῖς καὶ καταφυγὼν ἐπὶ λόφον τοῦ Τμώλου χαράκωμα περιεβάλετο. τῶν πολεμίων ἀντιστρατοπεδευσάντων παρήγγειλε τοῖς στρατιώταις ὀχυροῦν μάλιστα δὴ τὸ
χαράκωμα καὶ τὰς ἐφοδείας καὶ τὰς φυλακὰς συγκρο- τοῦντας ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπι- λέκτους ἱππέας λαβὼν ἐξώρμησε διὰ τῆς ἐπὶ Σάρδεων ὁδοῦ καὶ τὴν ἀγορὰν τὴν κομιζομένην τοῖς πολεμίοις ἥρπασε καὶ λείαν πολλὴν τῶν Σαρδιανῶν ἀπήλασε
καὶ πέμψας ἄγγελον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῆς ὑστεραίας ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπεξῆλθον. Ὀρόντης δὲ κατὰ νώτου τῶν πολεμίων γενόμενος τοὺς μὲν ἀποκτείνας, τοὺς δὲ ζωγρήσας ἀσφαλῶς ἀπηλλάττετο.
72 ρίους ἱππέας ἔχοντι αὐτὸς ἔχων μυρίους ὁπλίτας Ἕλλη- νας πρῶτον μὲν δὴ προσέταξε τοῖε Ἕλλησιν ἐπιστρα- φῆναι καὶ ἰδεῖν τὸ πεδίον ἡλίκον ἐμφανίζων, ὡς οὐκ ἄν τις τὴν τάξιν λύσας τοὺς ἱππέας διαφύγοι· ἐπεὶ
δὲ συμβαλόντες ἔστησαν πεφραγμένοι, τῶν ἱππέων τὴν φάλαγγα διιππεῦσαι μὴ δυνηθέντων καὶ διὰ τοῦτο ἀποστραφέντων, Ὀρόντης ἐκέλευσε τοὺς Ἕλληνας, ἐαν πάλιν ἐπάγειν ἐγχειρῶσιν οἱ ἱππεῖς, τρία βήματα μόνον 73 74 εἰς τοὔμπροσθεν ἐμβῆναι. οἱ μὲν δὴ ἐνέβησαν, οἱ δὲ ἱππεῖς νομίσαντες ἐπάγειν αὐτούς ἐκκλίναντες ἔφευγον.
καὶ τῷ Αὐτοφραδάτῃ τοῦτο ἐξηγγέλλετο. τῶν δὴ βαρ- βάρων τοὺς ἰσχυροτάτους νυκτὸς ὥπλισεν ὅπλοις Ἑλλη- νικοῖς καὶ ἀρχομένης ἕω παρέταξεν αὐτοὺς μετὰ τῶν ἄλλων Ελλήνων ἐπιστήσας ἑρμηνέας διγλώσσους, ἵνα τὰ παρηγγελμένα τοῖς Ἕλλησιν οὗτοι φράζοιεν τοῖς
βαρβάροις. Αὐτοφραδάτης ἰδών τὰ Ἑλληνικὰ ὅπλα. οἰηθεὶς ἥκειν τοὺς μισθοφόρους περὶ ὧν ἐπέπυστο, συμβαλεῖν οὐ θαρρήσας ἀναλαβὼν τὸ στρατόπεδον εφυγὲν.
15. ΞΕΡΞΗΣ.
76τῶν βαρβάρων καὶ αὐτεπάγγελτοι συνεμάχησαν.
81 Ἑλληνικαὶ παραπλέουσαι ἁλίσκονται ὑπὸ τῶν βαρβά-
ρων. τοῖς μὲν δὴ ἔδοξε καταδῦσαι τὰς ὁλκάδας αὐτοῖς ἀνδράσιν, Ξέρξης δὲ τοὐναντίον ἤρετο ποῖ πλεῖτε;᾿ φησάντων ἐς τὴν Ἑλλάδα. καὶ ἡμεῖςʼ ἔφη ῾ ἐκεῖσε, ὥστε ὁ σῖτος τοῖς Ἕλλησιν ἀγόμενος ἡμέτερός ἐστιν. ἄπιτε δή.᾿ ταῦτα οἱ σωθέντες ἀπαγγείλαντες τοῖς
Ἕλλησιν οὐ μικρὰν ἔκπληξιν αὐτοῖς παρέσχον.
83 των ἀποκρυπτόμενος τὸ πλῆθος τῶν νεκρῶν προσέταξε τοῖς οἰκείοις αὐτῶν διὰ νυκτὸς τοὺς αὑτοῖς προσήκοντας γῇ κατακρύψαι.
84 ὀρῶν πολλοὺς Περσῶν ἀποβαλὼν, Τραχινίου ἀνδρὸς Ἐφιάλτου δείξαντος ἀτραπὸν περὶ τοῖς ὄρεσι στενὴν, ἔπεμψεν ἄνδρας δισμυρίους, οἳ περιελθόντες κατὰ νώτου γενόμενοι τῶν Ἑλλήνων ἀπέκτειναν ἅπαντας,
ὧν ἡγεῖτο Λεωνίδας.
16. ΑΡΤΑΞΕΡΞΗΣ.
8586 πεμψε Τιθραύστην δύο ἐπιστολὰς κομίζοντα, τὴν μὲν πρὸς αὐτὸν περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἕλληνας, 87 88 89 ἐπιτρέπων αὐτῷ τὰ πάντα, τὴν δὲ πρὸς Ἀριαῖον, ὅπως αὐτὸν συλλάβοι μετὰ Τιθραύστου. Ἀριαῖος ἀναγνοὺς τὴν ἐπιστολὴν ἐν Κολοσσαῖς τῆς Φρυγίας καλεῖ Τισα- φέρνην ὡς ὁμοῦ βουλεύσασθαι δέον τά τε ἄλλα καὶ περὶ τῶν Ἑλλήνων. ὁ δὲ μηδὲν ὑπιδόμενος τὸ μὲν
στρατόπεδον κατέλιπεν ἐν Σάρδεσιν, αὐτὸς δὲ μετὰ τριακοσίων λογάδων Ἀρκάδων καὶ Μιλησίων ἀφικό- μενος ἐν Ἀριαίου κατέλυεν· ἤδη δὲ περὶ λουτρὸν ἔχων τὸν ἀκινάκην ἀπέθετο. Ἀριαῖος μετὰ τῶν θεραπευτήρων συναρπάσας αὐτὸν, καθείρξας εἰς ἁρμάμαξαν κατερραμ-
μένην ἄγειν Τιθραύστῃ παρέδωκεν. ὁ δὲ μέχρι μὲν Κελαινῶν ἐγκατερραμμένον ἤγαγεν, ἐνταῦθα δὲ ἀποτε- μὺν αὐτοῦ τὴν κεφαλὴν ἀνεκόμισε βασιλεῖ. βασιλεὺς δὲ ἔπεμψε τῇ μητρὶ Παρυσάτιδι, ἣ μάλιστα ἐσπουδάκει τίσασθαι Τισαφέρνην ἐπὶ τῇ Κύρου τελευτῇ. ἔμελλον
δὲ ἄρα καὶ ὅσαι τῶν Ἑλλήνων τῶν Κυρείων μητέρες ἢ γυναῖκες λαμπρὸν ὀλολύζειν Τισαφέρνου δίκας δόντος τῆς ἐς τοὺς Ἕλληνας ἀπάτης.
τὸ ἐλαττούμενον τὴν ἰσχὺν τοῦ νικῶντος κατέλυεν.
17. ΨΧΟΣ.
91φρόνητος ἔσοιτο, τοῖς εὐνούχοις καὶ κατακοιμισταῖς καὶ τῷ χιλιάρχῳ συνθέμενος ἔκρυψε τὸν θάνατον ἐπὶ 92 μῆνας δέκα· ἐν δὲ τούτοις τὴν βασιλικὴν σφραγῖδα διαπέμπων ἐξ ὀνόματος τοῦ πατρὸς προσέταξεν Ὦχον ἀναγορεῦσαι βασιλέα. ἐπεὶ δὲ πάντες ἀνηγόρευσαν καὶ ὑπήκουσαν, τότε ὡμολόγησε τὸν θάνατον τοῦ
πατρὸς καὶ τὸ βασίλειον πένθος ἐπήγγειλε κατὰ τοὺς Περσῶν νόμους.
18. ΤΙΣΑΦΕΡΝΗΣ.
93 θισάμενος τὰς παλλακίδας τὰς δὲ αὐτὰς ἔφη σπονδὰς
ἐθέλειν ποιεῖσθαι καὶ πρὸς τοὺς λοιποὺς ἡγεμόνας. ἧκον οἱ λοιποὶ, Πρόξενος Βοιώτιος, Μένων Θετταλὸς, Ἆγις Ἀρκὰς, Σωκράτης Ἀχαιός· εἵποντο τούτοις λο- χαγοὶ εἴκοσι, στρατιῶται διακόσιοι. Τισαφέρνης τοὺς μὲν στρατηγοὺς δήσας ἔπεμψεν ὡς βασιλέα, τοὺς δὲ
ἄλλους αὐτὸς ἀπέκτεινε πάντας.
94 δας καταγαγεῖν ἐβουλεύετο. ἀπαράσκευος μὲν δὴ ὢν περιβόητον ἐποίει τὸ ἔργον ὡς τοῦτο δράσων αὐτίκα, ὥστε καὶ Μιλήσιοι τὰ ἐκ τῶν ἀγρῶν εἰς ἄστυ ἀνεκο-
μίσαντο. παρεσκευασμένος δὲ τὸ στρατόπεδον διαλύειν προσεποιήσατο καὶ οὐ μακρὰν ἀπεπέμψατο. Μιλήσιοι τὰς γνώμας μεταβαλόμενοι διαλυθὲν τὸ στράτευμα ὁρῶντες ἐς τοὺς ἀγροὺς ἀνεχώρησαν, ὁ δὲ ὑπὸ συν- θήματι τὸ στράτευμα συλλέξας διὰ τάχους πάντας
Μιλησίους ἔξω τῆς πόλεως διεσπαρμένους ἐχειρώσατο.
19. ΦΑΡΝΑΒΑΖΟΣ.
97βαζος ὑποσχόμενος φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύ- σανδρος ἠξίωσε, κρύφα δὲ εἶχεν ἑτέραν γεγραμμένην, ἐν δὲ τῷ τὴν σφραγῖδα ἐπιβάλλειν ὑπαλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει δίδωσιν αὐτῷ τὴν κρύφα γεγραμμένην. Λύσανδρος ἐπανελθὼν ἐς Λακεδαίμονα
τοῖς ἐφόροις κατὰ τὸ ἔθος ἀπέδωκε τὰ γράμματα, οἱ δὲ ἀναγνόντες ἔδειξαν αὐτῷ τὴν ἐπιστολὴν προειπόντες μηδὲν ἀπολογίας δεῖσθαι αὐτὸν καθʼ αὑτοῦ γράμματα κομίσαντα.
20. ΓΛΩΣ.
98
πολλοὶ πολλὰς ἐπιστολὰς τοῖς ἐρέταις ἔδωκαν. οἱ μὲν δὴ ἀνήχθησαν καὶ βραχὺ τῆς πόλεως ἀπωτέρω προσ- ωρμίσαντο, ὁ δὲ παρελθὼν πεζῇ πρὸς τὴν τριήρη προσέταξε τοῖς ἐρέταις πάσας προσκομίσαι τὰς ἐπιστο- 99 100 λάς, ἐν αἷς τοὺς κατʼ αὐτοῦ γράφοντας εὑρὼν οὐδένα τούτων [ὅν] οὐχὶ παραχρῆμα βασανίσας ἀπέκτεινεν.
21. ΔATAMHΣ.
σθὸν μηνῶν πλειόνων, ἐς ἐκκλησίαν συναγαγὼν αὐτοὺς ἔφη πολλὰ χρήματα ἔχειν ἐν χωρίῳ τριῶν ἡμερῶν ὁδὸν ἀπέχοντι· καὶ δὴ τὴν ταχίστην εἰς τοῦτο ἐπειγώμεθα.᾿ ἐπίστευσαν οἱ στρατιῶται καὶ ἠκολούθησαν. ἀπέχοντας δὲ ἡμέρας ὑδὸν ἐκέλευσε κατὰ χώραν μένειν ἀναπαυο-
μένους. ἀναλαβὼν δὴ τοὺς περὶ αὑτὸν καὶ καμήλους καὶ ἡμιόνους, ἐλθὼν ἐς ἱερὸν ἐγχωρίῳ πλούτῳ κεκο- θμημένον ἔλαβεν ἀργυρίου τάλαντα τριάκοντα. ταῦτα ἐπὶ τῶν καμήλων καὶ τῶν ἡμιόνων ἤγαγεν ἐς τὸ στρατόπεδον ὀλίγα μὲν ἀγγεῖα πληρώσας, πολλὰ δὲ
κατασκευάσας ὁμοίως τοῖς πεπληρωμένοις. ἐπεὶ δέ τινα τῶν πεπληρωμένων ἔδειξε τοῖς στρατιώταις, οἱ μὲν εὐέλπιδες ἐγένοντο ὡς χρήματα ἔχοντες, ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἀφικομένους κόψαι νόμισμα· ἦν δὲ ἄρα Ἀμισὸς ἡμερῶν πολλῶν ὁδὸν ἀπέχουσα καὶ χώρα
δυσχείμερος. τὸν δὴ χειμῶνα ὅλον οἱ στρατιῶται ἡσύ- χασαν οὐκ ἀπαιτοῦντες.
σιν αὐτος ναυπηγῶν καὶ τεκτόνων ἀπορούμενος φιλίαν 101 102 103 104 συνθέμενος πρὸς αὐτοὺς ἐπηγγείλατο Σήσαμον αὐτοῖς ἐκπολιορκήσας παραδώσειν, ἣν μάλιστα πολεμιωτάτην ἡγοῦντο. ἐπίστευσαν οἱ Σινωπεῖς καὶ παρεκάλεσαν, ὧν ἂν ἐς τὸν πόλεμον δέοιτο, παρʼ αὐτῶν λαμβάνειν. ὁ δὲ ἄλλου μὲν οὐδενὸς ἔφη δεῖσθαι ὡς λαμπρὰι
χορηγίαν ἔχων καὶ χρημάτων καὶ σωμάτων, τοὺς δὲ τὰ μηχανήματα, κριοὺς καὶ χελώνας, κατασκευάζοντας οὐκ ἔχειν, ἃ δὴ μάλιστα ὠφέλιμα τοῖς πολιορκοῦσιν. οἱ Σινωπεῖς πάντας τοὺς ἐν τῇ πόλει τεχνίτας καὶ ἀρχιτέκτονας ἔπεμψαν αὐτῷ. ὁ δὲ ταῖς τέχναις αὐτῶν
χρησάμενος νοῦς πολλὰς καὶ μηχανήματα κατασκευάσας ἀντὶ Σησάμου τὴν Σινώπην ἐπολιόρκησεν.
μης ἄνω τοῦ ποταμοῦ πολλὴν ὁδὸν παρελάσας, τὰς ἁμάξας σύνδυο ζεύξας ἐπέθηκεν ἄλλας δύο κατʼ αὐτῶν καὶ συνήλωσε πρὸς ἀλλήλας καὶ περὶ τοὺς κανθοὺς κάτω σανίδας προσήλωσεν, ὅπως οἱ τροχοὶ ἐς τὴν ἰλὺν τοῦ ποταμοῦ μὴ καταδύοιντο· ἄνδρας δὲ ἐρρωμενε-
στάτους τὰ γενναιότατα τῶν ὑποζυγίων ἐπισύροντας ἀπὸ κάλου διανήξασθαι προσέταξεν. ἔπειτα ἐνῆγε τὰς προσηλωμένας ἁμάξας εἰς τὸν ποταμὸν, τῶν μὲν ὄπι- σθεν ὠθούντων , τῶν δὲ διανηξαμένων ἔμπροσθεν ἑλκόντων κάλοις μεγάλοις ἐξηρτημένοις, καὶ ἐπιβαλῶν
107 108 ἄνω κλήματα καὶ ξύλα διέβη τὸν ποταμὸν μετὰ τῆς ἑαυτοῦ δυνάμεως· καὶ ἐς τὴν αὑτοῦ ἀφίκετο ἡμέραις δέκα πρότερον ἢ τὸν βασιλέα ἐπὶ τὸν ποταμὸν ἀφ- ικέσθαι.
109 ἰδίων, [ἐν] Ἀσπενδίῳ [πεδίῳ] μέλλων συμβαλεῖν πολε- μίοις ἄλλον διεσκεύασε τῇ αὑτοῦ πανοπλίᾳ, ἐν ἄλλῃ δὲ αὐτὸς ἐκινδύνευεν. οἱ δὲ ἐπιθέμενοι ἐγνώσθησαν ὑπὸ τοῦ σχήματος ἐξαπατηθέντες.
βασιλέως δεξάμενος οὐκ ἐῶντος πολιορκεῖν, ἀναγνοὺς προσεκύνησε τὴν ἐπιστολὴν καὶ ἔθυσεν εὐαγγέλια ὡς μεγάλα δὴ ἀγαθὰ παρὰ βασιλέως λαβών· καὶ νυκτὸς ἐπιβὰς τῆς νεὼς ἀπέπλευσεν.
ἐγγὺς ποταμοῦ· τὸν δὲ πόρον ἐκκλίνας προσεποιήσατο στρατοπεδεύειν τὰς μὲν μεγίστας καὶ ὑψηλοτάτας σκη- νὰς κατὰ πρόσωπον σκηνώσας, τὰ δὲ σκευοφόρα λύειν ὄπισθεν οὐκ ἐάσας, ἀλλʼ οὐδὲ τοῖς στρατιώταις ἀπο-
θέσθαι τὰ ὅπλα ἐπιτρέψας. οἱ πολέμιοι τὰς σκηνὰς ὁρῶντες καὶ αὐτοὶ κατεσκήνωσαν καὶ τὰ σκευοφόρα τʼ ἔλυσαν καὶ τοὺς ἵππους ἀφῆκαν ἐπὶ νομὴν καὶ παρα- σκευῇ τοῦ δείπνου προσεῖχον. Δατάμης ἑτοίμην καὶ διεσκευασμένην ἔχων τὴν δύναμιν διὰ τοῦ ποταμοῦ 111 112 διήγαγεν. οἱ πολέμιοι διεσκεδασμένην τὴν δύναμιν αὑτῶν ἕως ἀνεκάλουν καὶ συνέλεγον καὶ συνέταττον καὶ τοὺς ἵππους ἐνεσκεύαζον καὶ τὰ ὅπλα ἀνελάμβανον, οἱ περὶ Δατάμην φθάσαντες ᾤχοντο.
ἀναλαβών ηὐτομόλει πρὸς τοὺς ἐναντίους. ὁ δὲ τοῖς πεζοῖς καταπεπληγόσι τὴν προδοσίαν παραθέων ὅλην τὴν φάλαγγα θαρρεῖν παρεκελεύετο ὡς καὶ τῶν ἱππέων ἐν καιρῷ συνεπιθησομένων, ὃν αὐτὸς εἴη δεδωκώς.
ἐπίστευσαν οἱ πεζοὶ, προλαβεῖν τῶν ἰππέων τὴν νίκην ἔσπευσαν καὶ αὐτοὶ πάντες εὐρώστως ἐμβαλόντες τοῖς πολεμίοις ἐνίκησαν· καὶ μετὰ τὴν νίκην ἔμαθον τὴν προδοσίαν τῶν ἱππέων.
22. ΚΟΣΙΓΓΑΣ.
τὸν οὐρανὸν ἀναβῆναι κατερῶν πρὸς τὴν Ἥραν τῶν Θρᾳκῶν ὡς ἀπειθούντων. οἱ δὲ, οἷα δὴ Θρᾷκες 115 116 ἀνόητοι καὶ ἄλογοι, δείσαντες τὴν εἰς οὐρανὸν τοῦ ἡγεμόνος ἀνάβασιν ἱκέτευσαν καὶ ὤμοσαν, ἦ μὴν ὑπ- ακούσεσθαι πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν.
23. ΜΑΥΣΩΛΟΣ
117φίλων ἐβούλετο λαβεῖν καὶ φανερῶς αἰτεῖν ὀκνῶν υπεκρίνατο βασιλεὺς ἀφαιρεῖταί με τὴν ἀρχήν᾿. καὶ καλέσας τοὺς φίλους ἀντίον αὐτῶν προκομίζει τὰ κει- μήλια, χρυσὸν, ἄργυρον, ἐσθῆτα καὶ ὅσα τοιάδε, ὡς
ταῦτα πάντα βασιλεῖ πέμψων, ἐφʼ ᾧ τε μὴ ἀφαιρεθῆναι τὴν πατρῴαν ἀρχήν. οἱ φίλοι πιστεύουσι Μαυσώλῳ ταῦτα λέγοντι καὶ αὐτῆς ἡμέρας πλῆθος ἀμήχανον αὐτῷ χρημάτων ἔπεμψαν.
προσεποιεῖτο φιλικῶς ἔχειν πρὸς τοὺς Λατμίους. ἀπέ- δωκε μὲν αὐτοῖς τὰ ὅμηρα, ὅσα πολεμῶν Ἰδριεὺς ἔλαβε, φύλακας δὲ περὶ τὸ σῶμα Λατμίους εἶχεν ὡς μόνους πιστούς· ὑπηρέτει δὴ αὐτοῖς προθύμως ὅσα ἐβούλοντο. καὶ δη χειρωσάμενος αὐτοὺς ἐς ἀκρότατον εὐνοίας
ᾔτησε παρʼ αὐτῶν ἄνδρας τριακοσίους φύλακας, ἐς Πύγελα παριὼν ὡς δεδιὼς Ἡρόφυτον Ἡφέσιον. οἱ δὲ παραχρῆμα ἐπιλέξαντες τοὺς τριακοσίους ἔπεμψαν. 118 119 120 Μαύσωλος λαβὼν τούτους καὶ τὴν ἄλλην δύναμιν ἔχων παρὰ τὴν Λάτμον ἐπορεύετο βαδίζων ἐς τὰ Πύ- γελα. οἱ δὲ ἐκ τῆς πόλεως πάντες ἐξελθόντες ἐπὶ τὴν θέαν τῆς παριούσης δυνάμεως [συνέδραμον]. ἐνέδρα δὲ Μαυσωώλου πολυάνθρωπος προπαρεσκευασμένη νύ-
κτωρ προκατελάβετο τὴν πόλιν κενὴν, ἀνεῳγμένων τῶν πυλῶν, καὶ ὁ Μαύσωλος ἐπιστρέψας εἰσῆλθε μετὰ τῆς δυνάμεως ἁπάσης καὶ Λάτμου κύριος κατέστη.
24. BΟΓHΣ.
121αὐτῷ τὴν ἀρχὴν μεγάλου βασιλέως. Ἕλληνες ἐπο- λιόρκουν τὴν Ἠϊόνα, ὁ δὲ Βόγης ἐπὶ μακρὸν ἀντέσχε τῇ πολιορκίᾳ. ὡς δὲ ἀπηγόρευεν, οὐχ ὑπομένων τὸ πιστευθὲν ἐκ βασιλέως χωρίον πολεμίοις προέσθαι τῇ πόλει πῦρ ἐνῆκεν, ὥστε αὐτός τε καὶ γυνὴ καὶ τέκνα
καὶ ἡ πόλις ὁμοῦ συγκατεφλέγησαν.
25. ΔΡΟΜΙΧΑΙΤΗΣ.
122Σεύθης αὐτόμολος δὴ πρὸς Λυσίμαχον ἥκειν ἐσκήψατο καὶ πιστὸς εἶναι δόξας ἐς δυσχωρίας ἐμβάλλει τούς 123 124 125 Μακεδόνας, ἔνθα λιμῷ καὶ δίψει κακοπαθοῦντας Δρο- μιχαίτης προσπεσὼν αὐτόν τε Λυσίμαχον καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀνεῖλεν. ἦσαν οἱ πεσόντες Λυσιμαχειοι ἀνδρῶν μυριάδες δέκα.
26. ΑΠΙΟΒΑΡΖΑΝΗΣ.
126φρουροῦντι Πτελεοῦντα τὴν προκειμένην νῆσον ὑπο- κρίνασθαι προδιδόναι τῷ Αὐτοφραδάτῃ. ὁ μὲν πι- στεύει τῷ φρουράρχῳ καὶ πέμπει τὸ ναυτικὸν, ὡς ἂν παραλάβῃ τὸ χωρίον· ὁ δὲ Ἀριοβαρζάνης, ἕως αἱ νῆες πρὸς τὴν νῆσον ἔπλεον, ἔφθασεν εἰσκομίσας πλῆθος
ἐπιτηδείων καὶ συμμάχων.
27. ΑΥΤΟΦΡΑΔΑΤΗΣ.
128εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσ- ήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω
μέχρι σταδίων ἐνενήκοντα. νὺξ ἐπῆλθεν. οἱ μὲν φυ- λάττοντες τῶν Πισιδῶν ἀπηλλάγησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτάτους λαβὼν, πολλῇ σπουδῇ δρα- 129 130 μὼν διῆλθε τὰ στενὰ καὶ τῶν Πισιδῶν χώραν ἐπόρ- θησεν.
διαλέξασθαι περὶ τῶν κοινῇ συμφερόντων. οἱ μὲν προῆλθον καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν πρὸ πολλοῦ παράγγελμα εἶχον, τῶν ἀρχόντων διαλεγομένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφε-
σίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν.
τιῶται σπουδῇ πάντες ἐξωπλίσαντο καὶ προῆλθον. ἦν δὲ ἄρα οὐκ ἐπίδειξις ἀριθμοῦ τὸ δρώμενον, ἀλλὰ παρασκευὴ πολέμου τῷ πλήθει τοὺς ἐναντίους ἐκπλήτ- τοθσα.
28. ΑΡΣΑΜΗΣ.
133ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις ἐπι- τηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόν- των σημεῖον ἦρε τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόμενοι τὰς πύλας καὶ εἰσπεσόντες διήρπασαν τὴν πόλιν τοὺς ἐγχειροῦντας κωλύειν φονεύοντες.
κρατῶν , συμβαλεῖν μάχην ἔμελλε τοῖς ἐκ βασιλέως ἐπʼ αὐτὸν ἥκουσιν. Ἵππαρχος ἱππέων συνέθετο τοῖς πολεμίοις, ἐπειδὰν προσαγάγῃ , αὐτομολήσειν πρὸς αὐτούς. τὴν προδοσίαν ἔμαθεν Ἀρσάμης καὶ νύκτωρ
ἐπὶ τὴν σκηνὴν ἀφικόμενος ἐβασάνισε τὸν ἵππαρχον. ἐπεὶ δὲ ὡμολόγησε, τὰ ὅπλα τῶν ἱππέων καὶ τὰς ἐσθῆ- τας περιέθηκεν ἄλλοις μάλιστα δὴ πιστοῖς καὶ τῇ τοῦ ἱππάρχου σκευῇ ἄλλον ὥπλισεν ἵππαρχον καὶ προσέ- ταξεν αὐτοῖς, ὅταν ἴδωσι τὸ σημεῖον ἀρθὲν ἀπὸ τῶν
ἐναντίων αὐτομολεῖν παριππεύσαντας δὲ καὶ παραλ- λάξαντας αὐτῶν τὴν φάλαγγα ἐπιστρέψαντας κατὰ νώτου τὴν ἐμβολὴν ποιήσασθαι. τούτων οὕτω συγκει- μένων κατὰ νώτου μὲν ἐνέβαλον οὗτοι, ἐξ ἐναντίου δὲ τὴν δύναμιν Ἀρσάμης προσήγαγεν· οἱ πολέμιοι δὲ
λύσαντες τὴν τάξιν ἔφευγον, καὶ οἱ πλείονες αὐτῶν ἐν τῇ φυγῇ διεφθείροντο.
29. ΜΙΘΡΙΔΑΤΗΣ.
καὶ δὴ πολλὰ ἐλυμήνατο· φρούρια βασιλέως κατέσκαψε, κώμας κατέπρησε, φόρους ἥρπασε, λείαν ἤλασεν. ἔδειξεν ἄρα πολέμιος εἶναι βασιλεῖ. ἄμφω δὴ τότε συνηλθέτην γυμνὼ διαλεξομένω περὶ ὧν χρή. Μιθριδάτης ἐν τῷ χρίω τούτῳ προκατεσκευάσατο νύκτωρ ἐγχειρίδια
πολλὰ, κεκρυμμένον ἄλλο ἀλλαχοῦ, καὶ τούτοις ἐπέ- κειτο σημεῖον. διαλεγόμενος δὴ προσῆγεν αὐτὸν ἠρέμα βαδίζων. ἐπεὶ δὲ ἅλις ἦν τοῦ λόγου, Δατάμης ἀσπα- σάμενος ἀπῄει. Μιθριδάτης ἓν τῶν ἐγχειριδίων ἀνε- λόμενος διὰ τάχους καὶ ὑπὸ τῇ ἀριστερᾷ χειρὶ κρύψας
ἀνεκαλέσατο Δατάμην ὡς ἐπιλαθόμενος δή τινων ὧν ἐχρῆν εἰπεῖν· προσελθόντα δὲ ἐκεῖνο τὸ ὄρος ἐκέλευσεν ὀχυρῶσαι μάλιστα. οὕτως ἀφορῶντα Δατάμην ἐς τὸ ὄρος τῷ ἐγχειριδίῳ Μιθριδάτης πλήξας ἀπέκτεινεν.
ὅπως ἂν προλάβοι ὡς πλείστην ὁδὸν τοὺς διώξοντας πολεμίους, ὅσα ἦν ἐν ταῖς οἰκίαις ἔπιπλα καὶ σκεύη προὔθηκεν ἔξω, καὶ νύκτωρ αὐτὸς ἀπέδρα. οἱ διώκον- τες ἐμβαλόντες τῇ πόλει καὶ τὰ σκεύη προκείμενα 140 141 ἰδόντες πρὸς ἁρπαγὴν ὥρμησαν· τῶν δὲ ἡγεμόνων διαώκειν κελευόντων οὐχ ὑπήκουσαν ὠ\φέλειαν φανερὰν οὐ καλὸν ἡγούμενοι προέσθαι. Μιθριδάτης δὲ πολὺ τῆς ὁδοῦ προλαβὼν ἀπιὼν ᾤχετο.
30. ΜΕΜΨΙΣ.
142τῆς ἀπονοίας αὐτῶν φοβηθεὶς καὶ ὅτι μέχρι θανάτου μαχοῦνται, τὴν στρατιὰν ἀπήγαγεν.
31. ΚΕΡΣΟΒΛΕΠΤΗΣ.
κατέστησε πόλεων ἄρχοντας, διαστήσας ἀπʼ ἀλλήλων. ἐπεὶ δὲ χρόνου διαγενομένου τὰ ὑπεκκείμενα χρήματα μετεπέμψαντο, συλλαβὼν αὐτοὺς τῶν πόλεων ἐξήλασε καὶ τῶν χρημάτων αὐτὸς ἐκράτησεν.
32. ΣEΥΘΗΣ.
33. ΑΡΤΑΒΑΖΟΣ.
148αὐτὸς ἀπαγγέλλει. Ἀρτάβαζος μὲν ἀπάτῃ νίκης Θλεττα- 151 152 153 154 λίαν διεξῆλθε, Θετταλοὶ δὲ αὐτίκα τὴν Περσῶν ἧτταν ἐμάνθανον.
34. ΑΡΥΑΝΔΗΣ.
155ὀρύξας τάφρον, ξύλα ἀσθενῆ διατείνας καὶ γῆν ὀλίγην ἐπιβαλὼν, μεθʼ ἡμέραν προκαλεῖται Βαρκαίους ἐπὶ σπονδάς· καὶ στὰς μετὰ τῶν τὰ ὅρκια τεμνόντων ἐπὶ τῆς κρυπτῆς τάφρου ὤμοσεν, ἐφʼ ὅσον οὕτως ἡ γῆ μένει, φυλάξειν τὰ συγκείμενα. οἱ Βαρκαῖοι μετὰ τοὺς
ὅρκους ἀνέῳξαν τὰς πύλας. οἱ περὶ τὸν Ἀρυάνδην καταρρήξαντες τὴν τάφρον κατελάβοντο τὴν πόλιν, ὡς οὐκέτι τῆς γῆς μενούσης, ἐφʼ ἧς ὤμοσαν.
35. ΒΡΕΝΝΟΣ.
157158
αὐτοὺς ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, συναγαγὼν ἐκ- κλησίαν ἀνδρῶν καὶ γυναικῶν προήγαγεν αἰχμαλώτους Ἕλληνας, ἐλαχίστους τὰ σώματα καὶ ἀσθενεστάτους, τὰς κεφαλὰς ἀπεξυρημένους, τριβώνια ῥυπῶντα περι- βεβλημένους· καὶ παρέστησεν αὐτοῖς τῶν Γαλατῶν τοὺς
μεγίστους καὶ τοὺς εὐειδεστάτους Γαλατικὴν ὅπλισιν ἔχοντας. τοῦτο ποιήσας ἡμεῖς᾿ , εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικροὺς πολεμήσομενʼ. οὕτως ἐπείσθησαν Γαλάται καταφρονή- σαντες Ἑλλήνων ἐλθεῖν ἐπὶ τὴν Ἑλλάδα.
χρυσὸς ἐπελήλαται λεπτός᾿ , ἠπειλήσατο θάνατον ἅπασιν, εἰ τοῦτο πρὸς ἄλλους ὁμολογήσειαν· ἀλλὰ καὶ τοὐ- ναντίον λέγειν παρήγγειλεν, ὥς ἐστιν ἅπαντα χρυσὸς αὐτὸς δὴ σφυρήλατος. καὶ δὴ τῶν ἡγεμόνων ἔνδον τινὰς καλέσας τοὺς αἰχμαλώτους ὁμοίως ἤρετο. τῶν δὲ τὸ προσ-
ταχθὲν εἰπόντων, ὡς πάντα εἴη χρυσὸς, ἐκέλευσεν αὐτοὺς ἀναγγέλλειν τοῖς πλήθεσιν, ἵνα μάχοιντο προ- θυμότερον ὡς ἀποληψόμενοι χρυσοῦ μοίρας μεγίστας.
36. ΜΥΓΔONIΟΣ.
ἀγορᾷ νήσας καὶ περιαλείψας πηλῷ, τοῖς μὲν πυροὺς, τοῖς δὲ κριθὰς ἐπέβαλε καὶ θρέψας ἡμιόνους μεγίστους καὶ πιοτάτους ἐκτὸς τείχους ἀφῆκεν. τούτους μὲν οἱ πολέμιοι συνέλαβον. ὁ δὲ κήρυκα πέμψας ἠξίωσε πέμ-
ψαι τοὺς περὶ λύτρων συμβησομένους. κήρυκες ἧκον· πρὸς οὓς ἐπὶ τῆς ἀγορᾶς Μυγδόνιος συνέβαινεν. οἱ δὲ σωροὺς μεγάλους πυρῶν καὶ κριθῶν ἰδόντες καὶ ὑπηρέτας καὶ ἄλλους ἀλλαχόθεν ἀξιοῦντας μετρεῖσθαι 165 ταῦτα ἐπανελθόντες τοῖς πολεμίοις ἤγγειλαν. οἱ δὲ καὶ τὸ εὐτραφὲς τῶν ἡμιόνων ἑωρακότες καὶ τὴν παρα- σκευὴν τῶν τροφῶν τοῖς κήρυξι πιστεύσαντες ὡς οὐκ ἂν δυνάμενοι χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν ἀνέζευξαν.
37. ΠΑΙΡΙΣΑΔΗΣ.
ἐπιφανὴς, κινδυνεύων δὲ μηδενὶ τῶν πολεμίων κατα- φανὴς, φεύγων δὲ μήτε τοῖς οἰκείοις μήτε τοῖς ἐναν- τίοις γνώριμος.
38. ΣEΥΘΗΣ.
ρονήσου πορθούντων μισθωσάμενος Γέτας ψιλοὺς δισχιλίους διʼ ἀπορρήτων συνέταξεν ὡς πολεμίους ἐμβαλόντας πυρπολεῖν τὴν χώραν καὶ βάλλειν τοὺς ἐπὶ τῶν τειχῶν. Ἀθηναῖοι ταῦτα ὁρῶντες καὶ πολε- μίους τῶν Θρᾳκῶν ἡγησάμενοι τοὺς Γέτας ἀπὸ τῶν
δρωμένων ἐκβάντες θαρροῦντες τῶν νεῶν προσῆγον τοῖς τείχεσιν. ὁ μὲν Σεύθης προεξῆλθε τῶν τειχῶν ἐναντίος τοῖς Ἀθηναίοις, καὶ οἱ Γέται δὲ ὡς μετʼ αὐτῶν παρατάττεσθαι μέλλοντες· ἐπεὶ δὲ κατόπιν ἐγέ- νοντο, λαβόντες ὀπίσω τοὺς πολεμίους ἔνθεν μὲν οἱ
Θρᾷκες, ἔνθεν δὲ οἱ Γέται πάντας αὐτοὺς διέφθειραν.
39. ΣΕΙΛΗΣ.
βουλὴν ἀγάγοιεν, συνέταξεν αὐτοῖς ἀπαντᾶν ἐς κώμην ῾Ράνδα καλουμένην. οἱ μὲν πιστεύσαντες ἧκον, ὁ δὲ, ἦν γὰρ ἕλος βαθὺ καὶ κοῖλον ὑπὸ τὴν κώμην, ἐνταῦθα Μακεδόνων καὶ Θρᾳκῶν ἱππεῖς τριακοσίους, ὁπλίτας τρισχιλίους ἀποκρύψας συνέταξεν, ὅταν ἴδωσι πέλτην
χαλκῆν ἀρθεῖσαν, ἐκδραμόντας ἀναιρῆσαι πάντας τοὺς ἠθροισμένους. ἀνεδείχθη μὲν ἡ πέλτη, οἱ δὲ ἐκδρα- μόντες τοὺς τρισχιλίους Πέρσας κατεφόνευσαν.
40. ΟΒΟΡΖΟΣ.
κατοίκων ἐπιβουλεύοντας αἰσθόμενος ἀπεπέμψατο δοὺς ἡγεμόνας τῶν ὁδῶν, οἳ προήγαγον αὐτοὺς εἴς τινα τόπον τῆς Περσίδος, [ὃς] καλεῖται Κωμαστὸς, ἔνθα κῶμαι πυκναὶ καὶ λεὼς πολὺς καὶ σταθμοὶ πολλοί. ἐπεὶ δὲ ἄλλος ἐν ἄλλῳ σταθμῷ κατήγετο, φυλακῆς
ἰσχυρᾶς κυκλωσαμένης τὰς κώμας, ἕκαστος τῶν σταθ- μούχων τὸν ἴδιον ἐπίσταθμον εὖ μάλα καταμεθύσας ἀπέκτεινε, τὰ δὲ σώματα τῶν τρισχιλίων ταφέντα διὰ νυκτὸς ἀφανῆ ἐγένοντο.
41. ΣΟΥΡΗΝΑΣ.
ἔπεμψε πρεσβευτὴν ὡς αὐτὸν λέγοντα συντίθεταί σοι φιλίαν βασιλεὺς μέγας· δείξας Ῥωμαίοις ἀνδρίαν νῦν δεῖξαι βούλεται φιλανθρωπίαν᾿. Κράσσος δόλον ὑφ- ορώμενος οὐκ ἐπείθετο. οἱ στρατιῶται ἀθυμοῦντες καὶ ἀπειρηκόντες ἐβιάσαντο αὐτὸν τὰ ὅπλα κρούσαντες
πιστεῦσαι τῷ βαρβάρῳ. Κράσσος ἄκων πεζὸς ἐβάδιζε. Σουρήνας φιλοφρονούμενος δὴ ἵππον χρυσοχάλινον αὐτῷ παρέστησεν, ἐφʼ οὗ καθίσαι προσέταξεν. ὁ μὲν δὴ ἀναβαίνει τὸν ἵππον , ὁ δὲ βάρβαρος ἱπποκόμος κεντρίσας ἐπετάχυνε τοῦ ἵππου τὸν δρόμον, ὅπως τὸν
Κράσσον ἐς τὸ πλῆθος ἐξενέγκοι τῶν Παρθυαίων. Ὀκτάουιος, τῶν περὶ Κράσσον ἡγεμόνων, συνεὶς τῆς ἀπάτης λαμβάνεται τῶν χαλινῶν, καὶ μετʼ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, ὥστε τὸν μὲν ἱπποκόμον Ὀκτάουιος κτινύει σπασάμενος τὸ ξίφος, τὸν δὲ Ὀκτά-
ουιον ἄλλος τις τῶν Παρθυαίων, τὸν δὲ Κράσσον Ἐξάθρης Παρθυαῖος· καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὴν δεξιὰν ἀποκόψας ἐκόμισε πρὸς μέγαν βασιλέα Παρ- 169 170 θυαίων Υρώδην. ἔτυχε δὲ βασιλεὺς κατʼ ἐκεῖνο τῆς ὥρας ἑστιώμενος καὶ παρὰ τὸν πότον ἀκροώμενος Ἰάσονος Τραλλιανοῦ τραγῳδοῦ ὑποκρινομένου Βάκχας Εὐριπίδου. ὁ μὲν δὴ τραγῳδὸς ἦδεν ἐκεῖνα τὰ μέλη
ταῦτα μᾶλλον τὰ μέλη προσήκει ᾄδειν ἢ τῷ τραγῳδῷ᾿. βασιλεὺς (μὲν) ἡσθεὶς τοῦτον μὲν ἐτίμησεν οἷς πάτριον ἦν, τῷ δὲ Ἰάσονι τῷ τραγῳδῷ τάλαντον ἔδωκεν.
42. ΚΕΛΤΟΙ.
λεμος μακρός. οἱ μὲν Κελτοὶ τὰς τροφὰς καὶ τὸν οἶνον πόαις δηλητηρίοις καταφαρμακεύουσι καὶ κατα- λιπόντες ἐν ταῖς σκηναῖς αὐτοὶ νύκτωρ ἔφευγον· οἱ δὲ Αὐταριᾶται πιστεύσαντες, ὡς φοβηθέντες ἀποδι- δράσκοιεν, κατελάβοντο τὰς σκηνὰς καὶ τῷ οἴνῳ καὶ
ταῖς τροφαῖς ἀνέδην ἐχρήσαντο καὶ παραυτίκα ὑπὸ διαρροίας ἀκρατοῦς λυθέντες [ἔκειντο]. Κελτοὶ δὲ ἐπελθόντες κειμένους φονεύουσιν.
43. ΘΡΑΙΚΕΣ.
βουλευσάμενοι ἀπαλλάξονται· οἱ Βοιωτοὶ τῇ νίκῃ θαρ- ροῦντες καὶ ταῖς σπονδαῖς πιστεύοντες τῇ Ἀθηνᾷ τῇ Ἰτωνίᾳ θύοντες ἑώρταζον ἐπινίκια. οἱ Θρᾷκες θύουσι καὶ πανηγυρίζουσιν ἀόπλοις νύκτωρ ἐπιθέμενοι πολ- λοὺς μὲν ἀνεῖλον, πολλοὺς δὲ ζῶντας εἷλον. αἰτιω-
μένων δὲ τῶν Βοιωτῶν, ὅτι παρεσπόνδησαν, ἀπεκρί- ναντο οἱ Θρᾷκες, οὐδαμῶς παραβῆναι τὰς σπονδάς· ἡμέρας γὰρ συνθέσθαι ῥητὰς τῶν ἀνοχῶν, περὶ δὲ τῶν νυκτῶν μηδεμίαν συνθήκην πρὸς αὐτοὺς πεποιῆσθαι.
44. ΣΚΥΘΑΙ.
173ήγγειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφορβοῖς, ἐπειδὰν αἴσθωνται συμβαλόντας αὐτοὺς τοῖς πολεμίοις, ἐπι- φανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐπελαύνον- τας. οἱ μὲν ἐπεφάνησαν, οἱ δὲ Τριβαλλοὶ πολὺ πλῆθος
ἀνθρώπων καὶ ἵππων πόρρωθεν ἰδόντες κονιορτὸν ἐγειρόμενον, βοὴν αἰρομένην, νομίσαντες τοὺς ἄνω Σκύθας ἥκειν αὐτοῖς συμμάχους ἔφυγον φοβηθέντες.
175 176 177 178 μενοι τοῖς οἰκέταις ἐπαιδοποιήσαντο. ἐπανελθόντας οἱ δοῦλοι τοὺς δεσπότας οὐκ ἐδέξαντο. πόλεμος ἦν. οἱ μὲν οἰκέται φαλαγγηδὸν ἐπῄεσαν ὡπλισμένοι· Σκύ- θης δὲ ἀνὴρ δείσας αὐτῶν τὴν ἐξ ἀπονοίας μάχην συνεβούλευσεν ὅπλα μὲν καὶ τόξα καταβαλεῖν, μάστιγας
δὲ ἀνατειναμένους ἐπὶ τοὺς οἰκέτας βαδίζειν. οἱ μὲν ἀνατεινάμενοι τὰς μάστιγας ἐφώρμησαν, οἱ δὲ τὸ συν- ειδὸς τῆς δουλείας οὐ φέροντες αὐτίκα φεύγοντες ᾤχοντο.
45. ΠΕΡΣΑΙ.
ἀνασυράμεναι τοὺς χιτωνίσκους ῾ ποῖʼ ἔφασαν φεύγετε; ἢ ὅθεν ἐξέδυτε, πάλιν ἐκεῖ καταδῦναι σπεύδετε;᾿ ὁ 181 182 183 λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς Πέρσας καὶ ἀνα- στρέψαντες ἐπὶ τὴν μάχην τοὺς Μήδους ἐς φυγὴν ἐτρέψαντο.
46. ΤΑΥΡΟΙ.
47. ΤΡΩΙΑΔΕΣ.
λάβοντο τὴν νῦν καλουμένην Σκιώνην καὶ πόλιν οἰκίσαντες τὴν χώραν ἀντὶ Φλέγρας Παλλήνην προσ- ηγόρευσαν.
48. ΣΑΛΜΑΤΙΔΕΣ.
ἐπολιόρκει· καὶ δὴ συνθήκας ἐποιήσατο, λαβὼν ἀρ- γυρίου τάλαντα τριακόσια καὶ τριακοσίους ὁμήρους 185 186 187 ἀνεῖναι τὴν πολιορκίαν. τῶν δὲ Σαλματαίων οὐκ ἀπο- διδόντων τὰ συγκείμενα Ἀννίβας ἐπιστρέψας ἐπαφῆκε τοὺς στρατιώτας ὡς διαρπασομένους τὴν πόλιν. ἱκετεύ- ουσιν οἱ βάρβαροι συγχωρῆσαι αὐτοῖς, ἐν ἱματίῳ μετὰ τῶν γυναικῶν ἐξελθεῖν, ὅπλα δὲ καὶ χρήματα καὶ
ἀνδράποδα καταλιπεῖν. αἱ γυναῖκες ἐν τοῖς κόλποις κρύπτουσαι ξίφη τοῖς ἀνδράσι συνεξῆλθον. οἱ μὲν δὴ τοῦ Ἀννίβου στρατιῶται τὴν πόλιν διήρπαζον, αἱ δὲ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδωκαν· ἔνιαι δὲ καὶ αὐταὶ σπασάμεναι μετὰ τῶν ἀνδρῶν ἐπέ-
θεντο τοῖς διαρπάσασι τὴν πόλιν, ὥστε τοὺς μὲν κατέ- βαλον, τοὺς δὲ ἐτρέψαντο καὶ ἀθρόοι διεξεπαίσαντο. Ἀννίβας τὴν ἀνδρείαν τῶν γυναικῶν θαυμάσας ἀπέ- δωκε διʼ αὐτὰς τοῖς ἀνδράσιν αὐτῶν τήν τε πατρίδα καὶ τὰ χρήματα.
49. ΤΥΡΡΗΝΙΔΕΣ.
τὴν εἱρκτὴν ἀφικόμεναι τοὺς φύλακας ἱκετεύουσι παρ- εῖναι αὐτὰς, ὅσον ἰδεῖν καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δὲ εἰσῆλθον, μετημφιέννυντο τὰς ἐσθῆτας· καὶ τὰς μὲν τῶν γυναικῶν οἱ ἄνδρες ἐνδύονται [καὶ] περι- καλυψάμενοι προϊούσης ἑσπέρας ἐξίασι, τὰς δὲ τῶν
ἀνδρῶν αἱ γυναῖκες λαβοῦσαι ὑπομένουσιν ἔνδον ἐπὶ τῷ πᾶν ὁτιοῦν παθεῖν διασωσάμεναι τοὺς ἄνδρας. οὐ τοίνυν οὐδὲ οἱ ἄνδρες τῶν γυναικῶν ἠμέλησαν, ἀλλὰ καὶ αὐτοὶ Ταΰγετον κατελάβοντο καὶ τὸ εἱλωτι- κὸν ἀπέστησαν, ὥστε δείσαντες οἱ Λάκωνες ἐπεκηρυ-
κεύσαντο καὶ διαλλαγέντες ἀπέδωκαν αὐτοῖς τὰς γυ- ναῖκας· ἔδωκαν δὲ καὶ χρήματα καὶ ναῦς καὶ ὡς ἀποίκους Λακεδαιμονίων ἐξέπεμψαν.
50. ΚΕΛΤΑΙ.
μον ὡπλισμένων, αἱ γυναῖκες αὐτῶν [ἐν μέσῳ] στᾶσαι τῆς παρατάξεως τὰ ἐγκλήματα διῄτησαν καὶ διέκριναν, ὥστε τοὺς ἄνδρας φίλους γενομένους διαλλαγὰς ποιή- σασθαι καὶ κατὰ οἴκους καὶ κατὰ πόλεις. αὖθις, εἴποτε 190 191 Κελτοὶ βουλεύοιντο πολέμου πέρι καὶ εἰρήνης ἢ τῶν ἄλλων ὅσα κοινὰ πρὸς ἀλλήλους ἢ τοὺς συμμάχους, ἕκαστα γνώμῃ τῶν γυναικῶν ἐβραβεύετο. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθήκαις γέγραπται, Κελτῶν μὲν ἐγκαλούντων Καρχηδονίοις τοὺς Καρχηδονίων ἐπάρχους
καὶ στρατηγοὺς εἶναι δικαστάς, ἢν δὲ Καρχηδόνιοι Κελτοῖς ἐγκαλῶσι, τὰς Κελτῶν γυναῖκας δικάζειν.
Strategemata. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.