ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
καὶ καλὰ τῆς ὑμετέρας ἀρετῆς ἀναγράψαι στρατηγή- ματα. ὅσῳ γὰρ δυνάμει καὶ τύχῃ μείζονες τῶν πάλαι στρατηγῶν, καὶ δὴ τόσῳ πλεονεκτεῖτε πάντας ἐμπειρίᾳ καὶ τέχνῃ, μεθʼ ἧς ἤδη πολλοὺς πολέμους κατείργασθε πολλῶν βαρβάρων, βουλευσάμενοι καλῶς μετὰ τοῦ
πατρός, Μαυρουσίων ἁλόντων, Βρεττανῶν ἁλισκο- μένων, Γετῶν πεπτωκότων. ἄγε δὴ κατὰ Περσῶν καὶ Παρθυαίων ἐξιόντες αὐτοὶ μετὰ τῶν θεῶν δείξατε τὴν ὑμετέραν τέχνην, ὡς καὶ βουλευόμενοι περὶ πολέμων καὶ πολεμοῦντες αὐτοὶ τῶν ἐπανισταμένων [περιγίγνε-
σθαι] δύνασθε. ἐγὼ δὲ καὶ ταῦτα μὲν ὡς ἀξιομνη- μόνευτα ὄντα ἐν τῷ δέοντι καιρῷ διὰ μακροτέρων συγγράψαι προθυμήσομαι, νυνὶ δὲ ὅσα θεραπείαν ὑμετέραν οὐκ ἔχει, ἀλλὰ τῶν πάλαι γεγονότων ἀλή- θειαν, προσθήσω καὶ ταῦτα τοῖς προλελεγμένοις.
1. ΙΑΣΩΝ.
ὅπλων ἔχοντες. ἄγγελοι δὲ καθειμένοι θέοντες ἧκον ἀγγέλλοντες πολεμίους ἐμβεβληκέναι τῇ χώρᾳ τοσοῦ- τον ἀπέχοντας, ὅσον ἀπεῖχεν ἡ πόλις, ᾗ προσπολεμεῖν ἐσπουδάκει. οἱ δὲ στρατιῶται πρὸς μάχην εὐτρεπεῖς ὄντες ἠξίωσαν αὐτοὶ μὴ μέλλειν, ἀλλὰ τὴν ταχίστην
ἄγειν. ὁ δὲ Ἰάσων ἐπὶ τὴν πόλιν προσβαλῶν ἀδο- κήτως ἐκράτησε μηδενὸς προγνόντος μήτε τῶν νικών- των μήτε τῶν νικωμένων.
τέρα ὡς διωκόμενος ὑπὸ τῶν στρατιωτῶν, ἀφʼ ὧν δύο καὶ τρεῖς αὐτῷ συνεισέπεσον ὡς διώκοντες. ἡ μήτηρ — πολυχρήματος γὰρ ἦν — τοὺς μισθοὺς ὑπὲρ αὐτοῦ διέλυσεν.
τοὺς Διοσκούρους φανερωτάτους αὑτῷ γενέσθαι συμ- μάχους καὶ διὰ τοῦτο εὔξασθαι νικήσας ξενίσαι τοὺς 4 5 θεούς· κεκληκέναι δὲ ἐπὶ τὴν εὐωχίαν τοὺς ἡγεμόνας τοῦ στρατεύματος καὶ λοχαγοὺς καὶ ταξιάρχους καὶ τοὺς ἐν τέλει πάντας. ἡ δὲ πιστεύσασα ὅσον εἶχε κό- σμον ἐκπωμάτων, κρατήρων, τραπεζῶν, ἀργύρου, χρυ-
σοῦ, πάντα ἔπεμψεν· ὁ δὲ πολλῶν χρημάτων κύριος γενόμενος τὸν μισθὸν ἀπέδωκε τοῖς μισθοφόροις.
λάφυρα κομίζων ἔπεμψε πρὸς τὴν μητέρα κελεύων πέμψαι θεραπαίνας, ὅσαι ποικίλης καὶ πολυτελοῦς
ἐσθῆτος ἐμπειρίαν καὶ τέχνην εἶχον, ὅπως ἐπιλέξαιτο πάντα τὰ κάλλιστα. ἡ δὲ πάσας, ὅσας εἶχε θεραπαίνας, ἔπεμψεν ἐπὶ τὴν ἐκλογὴν τῶν ἐσθήτων. Ἰάσων συγ- κλείσας αὐτὰς λύτρα ὑπὲρ αὐτῶν ᾔτησε τὴν μητέρα.
λασιουργίας τῶν θεραπαινῶν ἐπιμελομένην εἰσελθὼν μετὰ ἑνὸς τῶν ἀδελφῶν ὡς συμβούλῳ χρησόμενος τῶν ἀναγκαίων τῆς ἀρχῆς μεταστῆναι ταύτας ἐκέ- λευσεν. δορυφόροις μὲν δὴ συντεταγμένον ἦν ἀπά- γειν ἁπάσας. αὐτὸς δὲ μετὰ μακρὰν ὁμιλίαν ἐξιὼν
μειδιῶν τῇ μητρὶ προσέταξεν ὑπὲρ τῶν θεραπαινῶν ἀργύριον αὐτῷ πέμψαι.
φιλάργυρον, μηδὲν αὐτῷ διδόντα· καὶ δή ποτε παι- δίου γεννηθέντος αὐτῷ μέλλων ὄνομα τίθεσθαι τοὺς 6 ἀρίστους Θετταλῶν καλέσας παρεκάλεσε τὸν ἀδελφὸν προστῆναι τῆς ὑποδοχῆς. ὁ μὲν δὴ περὶ ταῦτα εἶχεν, Ἰάσων δὲ κατὰ πρόφασιν θήρας ἐξελθὼν ἐς Παγασὰς, ἔνθα Μηριόνης κατῴκει, περιστήσας τοὺς αἰχμοφόρους, βιασάμενος τοὺς οἰκονόμους, εἴκοσι ἀργυρίου τάλαντα
λαβὼν, μετὰ σπουδῆς ἐπὶ τὸ δεῖπνον ἀνῆλθε καὶ τῷ ἀδελφῷ σπονδῶν κατάρχειν ἐπέτρεψε καὶ κύριον αὐτὸν εἶναι τῆς θέσεως τοῦ ὀνόματος τῷ παιδίῳ. Μηριόνης, ἤγγειλεν αὐτῷ πεπορθῆσθαι τὴν οἰκίαν, δεξάμενος τὸ χαρίεν ὄνομα ἔθετο τῷ παιδίῳ Πορθάονα.
τοῦ δακτυλίου παρεκάλεσεν αὐτὸν παρὰ τὴν τρῖψιν ἀποθέσθαι. Πολύδωρος δὲ ἐξελὼν τῆς χειρὸς ἐπέδωκεν ἀνδρὶ πιστῷ τῶν παρόντων. τούτῳ δὲ ἦν ἄρα προ- συγκείμενον δραμεῖν πρὸς τὴν γυναῖκα Πολυδώρου καὶ δόντα τὸν δακτύλιον ἀντὶ [τούτου] δέκα τάλαντα
χρυσίου παρʼ αὐτῆς λαβεῖν. ἡ δὲ τῷ δακτυλίῳ τοῦ ἀνδρὸς πιστεύσασα παραχρῆμα ἔδωκε τὸ χρυσίον· ὡς δὲ ἐπανῆλθεν ὁ τὸν δακτύλιον παρὰ Πολυδώρου λαβὼν, τότε Ἰάσων τριβόμενος ἐπαύσατο.
2. ΑΛΕΞΑΝΔΡΟΣ ΦΕΡΑΙΟΣ.
89 πρὸς ἁπάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐ θαρρῶν διέπεμψεν ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον
στρατιώτας, ὅπως, εἴ τινες τῶν νεῶν ἐκλίποιεν τὴν φυλακὴν, πρὸς τῷ πρότερον αἰρομένῳ πυρσῷ δεύτερον ἀνάσχοιεν τοῖς ἐν Μαγνησίᾳ, κἀκεῖνοι τοῖς ἐν Πα- γασαῖς. Λεωσθένης μὲν τρεῖς τριήρεις διέπεμψε, τὴν μὲν ἐπὶ Σάμου, τὴν δὲ ἐπὶ Θάσου, τὴν δὲ ἐπὶ Ἑλλησ-
πόντου· οἱ δὲ πολιορκούμενοι τοὺς πυρσοὺς ἀνέσχον. Ἀλέξανδρος ἐπιπλεύσας ἄφνω καὶ προσπεσών ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους.
10 ἐλπίσας λήψεσθαι τοὺς Ἀθηναίους ἀφυλάκτους ὡς μετὰ
νίκην ἀμελῶς ἔχοντας συνέταξε τοῖς ἐπὶ τῶν νεῶν διὰ τάχους προσπλεῦσαι τῷ Δείγματι τοῦ Πειραιέως καὶ ἀπὸ τῶν τραπεζῶν ἁρπάσαι τὰ χρήματα. τῶν δὲ προσπλεόντων οἱ Ἀθηναῖοι φιλίας τὰς ναῦς εἶναι νομίσαντες ἀπεσκόπουν. οἱ δὲ ἀποβάντες τὸ πολε-
μικὸν ἐσήμηναν καὶ σπασάμενοι τὰς μαχαίρας ὥρμων ἐπὶ τὰς τραπέζας. οἱ μὲν Ἀθηναῖοι σπουδῇ ἔθεον ἐς τὸ ἄστυ τοῖς στρατηγοῖς ἀγγελοῦντες τὴν κατά- ληψιν τοῦ Πειραιέως, οἱ δὲ τὰ χρήματα ἁρπάσαντες ἀπέπλευσαν.
3. ΑΘΗΝΟΚΛΗΣ.
μηχάνημα προσάγειν, ὅπερ τὸ ἄκρον τῆς δοκοῦ πλῆξαν τὴν δοκὸν ἀπὸ τῶν ἐπάλξεων πίπτειν ὀρθὴν ἐβιάζετο μηδένα βλάπτουσαν τῶν ἐπὶ γῆς ἑστηκότων. πάλιν οἱ μὲν πολέμιοι χελώνας προσάγοντες τὰ τείχη συνέ- σειον, οἱ δὲ ἀπὸ τῶν τειχῶν μόλιβδον τηκτὸν ἐν χαλ-
κείοις προωθοῦντες κατέχεον, ὑφʼ οὐ συνέβαινε τὴν χελώνην διαλύεσθαι. οἱ δὲ πολέμιοι κατὰ τῆς χελώνης ἐκ πύργων προσαγομένων ὄξος ἐπέχεον καὶ κατεσβέν- νυον τόν τε μόλιβδον καὶ ὅσα ἄλλα ἀπὸ τῶν τειχῶν καίοντα ἠφίετο. σβεστήριον γὰρ πυρὸς μάλιστα ὄξος
εἶναι δοκεῖ· ἄριστον δὲ κώλυμα πυρὸς ἐπαλειφόμενον ὄξος — ἥκιστα γὰρ τούτου πῦρ ἅπτεται — καὶ σπόγγος ὕδατος πλήρης προσαρτώμενος. ἔνιοι δὲ πρὸς τὸν καταχεόμενον μόλιβδον πίλους τοῖς μηχανήμασιν ἐπι- θέντες χοῦν καὶ πηλὸν τετριχωμένον προσῆγον.
4. ΦΙΛΟΠΟΙΜΗΝ.
οὔπω καταλαμβανόμενος, τὸν Εὐρώταν διαβὰς προσέ-
ταξε τοῖς ἱππεῦσιν ἀποχαλινῶσαι τοὺς ἵππους καὶ ἀπὸ τοῦ ποταμοῦ ποτίζειν, τοὺ παρακειμένου τόπου δασέος ὄντος καὶ πολλὴν ὕλην ἔχοντος. οἱ δὲ Λακεδαιμόνιοι πολὺ τὸ θράσος ἰδόντες τῶν ἀποχαλινωσάντων τοὺς ἵππους καὶ (τῶν) ποτιζόντων ὑπώπτευσαν ἐν τῇ ὕλῃ
συμμάχους τοῦ Φιλοποίμενος πολλοὺς ἀποκεκρύφθαι καὶ μὴ τολμήσαντες διαβῆναι τὸν ποταμὸν ἀνέστρεψαν.
καὶ δόρατος ἀσπίδα καὶ σάρισαν λαβεῖν, κράνεσι δὲ καὶ θώραξι καὶ προκνημῖσι φράξασθαι, μόνιμον δὲ καὶ
βεβηκυῖαν μάχην ἀσκεῖν ἀντὶ δρομικῆς καὶ πελταστικῆς, τρυφὰς δὲ καὶ πολυτελείας ἐσθήτων καὶ δείπνων ἀφε- λεῖν, μόνοις δὲ τοῖς ἀναγκαίοις [καὶ τοῖς] ἐν στρατείᾳ χρησίμοις ἀρκεῖσθαι. ταῦτα διδάξας Φιλοποίμην ἐν ταῖς πλείσταις μάχαις εὐδοκιμοῦντας εἶχε τοὺς στρατιώτας.
5. ΑΡΑΤΟΣ.
ζίτην, καὶ Ἄρατος διὰ τὴν τοῦ νομίσματος ἐργασίαν ἐχρῆτο· παρασχόντες τούτῳ τὸ χρυσίον κατήλλασσον. εἷς αὐτῶν Ἐργῖνος, πλεονάκις φοιτῶν καὶ τῷ τραπε- ζίτῃ κοινωνήσας ἑστίας καὶ σπονδῶν, λόγου παραπε- σόντος περὶ τῆς φρουρᾶς τοῦ Ἀκροκορίνθου, ὡμολόγησε
παρὰ τὸ κρημνῶδες ἐντομὴν ἑωρακέναι πλαγίαν, ᾗ χθαμαλὸν καὶ εὐεπίβατον εἶναι τὸ τεῖχος. ὁ τραπεζίτης ἀνήγγειλεν Ἀράτῳ. ὁ δὲ πολλῇ σπουδῇ τὸν Ἐργῖνον φιλοποιησάμενος, συντίθεται τάλαντα ἑξήκοντα δώσειν, εἰ διʼ αὐτοῦ κρατήσειεν Ἀκροκορίνθου. Ἐργῖνος ὑπι-
σχνεῖται μετὰ τῶν ἀδελφῶν τοῦτο πράξειν. ἦν μὲν δὴ πάντα πρὸς τὴν ἐπίθεσιν εὐτρεπῆ. Ἄρατος δὲ κελεύει τὴν ἄλλην δύναμιν ἐν τοῖς ὅπλοις ἐγρηγορέναι, αὐτὸς δὲ τετρακοσίους λογάδας ἀναλαβὼν υύκτωρ ἧκε πρὸς τὸ τεῖχος καὶ κλίμακας τῷ χθαμαλῷ προσβαλὼν ὑπερέβη.
τῶν δὲ ἔνδον αἰσθομένων ἐγένετο νυκτομαχία καρ- τερὰ τῆς σελήνης τοτὲ μὲν φῶς παρεχούσης τοῖς μα- χομένοις, τοτὲ δὲ ὑπὸ τὰ νέφη δυομένης, καὶ τοῦ σκότους ποιοῦντος τὴν μάχην φοβερωτέραν. τέλος οἱ 22 περὶ τὸν Ἄρατον ἐκράτησαν καὶ ἀνατέλλοντος ἡλίου τὰς πύλας ἀνοίξαντες τὴν λοιπὴν δύναμιν εἰσεδέξαντο. Ἄρατος δὲ Ἀρχέλαον μὲν ἁλόντα ἀφῆκε, Θεόφραστον δὲ ἀνεῖλεν οὐ βουλόμενον ἀπαλλάσσεσθαι· Περσαῖος
δὲ ὁ φιλόσοφος τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διαφυγὼν ἐκεῖθεν πρὸς Ἀντίγονον ᾤχετο.
6. ΠΥΡΡΟΣ.
23 ἀπολέσας, πρὸς Ἀντίγονον πρεσβευσάμενος περὶ συμ-
μαχίας, ἀποτυχὼν προσέταξε τοῖς πρεσβευταῖς τἀναντία πρὸς ἅπαντας ἀγγέλλειν, ὡς Ἀντίγονος μεγάλῃ δυνάμει βοηθήσειν ὑπέσχηται· ὥστε οἱ Ταραντῖνοι καὶ ὅσοι Σικελῶν καὶ Ἰταλῶν σύμμαχοι, τὸν Πύρρον κατα- λιπεῖν βουλόμενοι, συνέμειναν ἐλπίδι τῆς Ἀντιγόνου
συμμαχίας.
25 τιατῶν πρεσβευτῶν ἀπαντώντων περὶ Ἀρκαδίαν, φιλ- ανθρώπως αὐτοὺς ὑπεδέξατο καὶ τοὺς ἰδίους υίοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρτιάταις παιδευθησομένους
τὴν Λυκούργειον πολιτείαν. οἱ μὲν πρεσβευταὶ ταῦτα ἤγγελλον, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ προσέβαλλεν. ἐγκα- λούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα προειπὼν ἄλλα 26 27 28 29 πράττει, γελάσας ἔφη, οὐδὲ γὰρ ὑμεῖς εἰώθατε προ- λέγειν μέλλοντες πολεμεῖν· μὴ τοίνυν ἀγανακτεῖτε, εἰ πρὸς τοὺς Λάκωνας ἐχρησάμην Λακωνικῷ στρατηγήματι.᾿
Πύρρος συνεβούλευε πρὸ τοῦ πολέμου πείθειν τοὺς πολεμίους φόβῳ, πλεονεξίᾳ, ἡδονῇ, οἴκτῳ, δικαίῳ,
νομίμῳ, συμφέροντι, δυνατῷ.
7. ΑΠΟΛΛΟΔΩΡΟΣ.
30προαγαγὼν, ἱκετηρίας προτείνων αὐτὸν ἐς πᾶσαν τι- μωρίαν ἐξέδωκε τοῖς δικασταῖς, οἳ παθόντες ἄφεσιν αὐτῷ τοῦ ἐγκλήματος ἐψηφίσαντο. ἀφεθεὶς Ἀπολλό- δωρος οὐκ ἐς μακρὰν τὴν τυραννίδα κατέσχε καὶ μά- λιστα δὴ τοὺς ἀφέντας δικαστὰς ὠμῶς ἐκόλασε τὴν
σωτηρίαν ἀναφέρων εἰς τὴν ἑαυτοῦ στρατηγίαν, οὐκ εἰς τὴν ἐκείνων φιλανθρωπίαν.
φισμα ἔγραψεν, ἀγώγιμον ἐκ τῆς χωώρας εἶναι τῆς Κασσανδρέων, καὶ Ἀντίοχον τὸν βασιλέα φίλον ποι- εῖσθαι καὶ σύμμαχον, αὐτῷ τὴν πολιτείαν ἐπιτρέποντας· 32 33 34 καὶ Θεοδότῳ γράψαντι φυλακὴν αὐτῷ δοῦναι τοῦ σώματος αὐτὸς ἀντεῖπε, καὶ τῆς ἀποδούσης Κασσαν- δρεῦσι τὴν ἐλευθερίαν Εὐρυδίκης ἑορτὴν κατεστήσατο, ἣν ἐκάλεσεν Εὐρυδίκεια, καὶ τοῖς ἐξελθοῦσι τῆς ἄκρας
στρατιώταις πολιτείαν ἔγραψε καὶ κλήρους ἐν τῇ Παλλήνῃ δοθῆναι, ἵνα παραμένοιεν φύλακες τῆς ἐλευ- θερίας ἐν δὲ τοῖς συμποσίοις εἴ τις * * ἔφη δεινὸν, ἀλλὰ καὶ σχέτλιον. οὕτω πάντας ἐξαπατήσας, ὡς δημοτικώτατος ὢν, ἐπανέστησεν οἰκέτας καὶ τοὺς ἀπὸ
τῶν ἐργαστηρίων τεχνίτας, καὶ μειράκιον Καλλιμέλη συναρπάσας καὶ θύσας ἐπέδωκεν αὐτὸ μαγείρῳ Λεον- τομένει. οὗτος δειπνοποιήσας τὰ σπλάγχνα παρέθηκε τοῖς συνωμόταις· ὧν δειπνησάντων καὶ πιόντων τὸ αἷμα οἴνῳ μέλανι μεμιγμένον, ἔδειξεν αὐτοῖς τὸ σῶμα
τῇ κοινωνίᾳ τοῦ μιάσματος ἐμπεδῶν τὸ πιστὸν τῆς ἐπιθέσεως. καὶ δὴ τούτοις χρησάμενος συμμάχοις κατ- έσχε τὴν τυραννίδα, καὶ τύραννος ἐγένετο φονικώτατος καὶ ὠμότατος πάντων, ὅσοι παρʼ Ἕλλησιν ἢ παρὰ βαρ- βάροις ἐτυράννησαν.
8. ΑΙΓΥΠΤΟΣ.
νήτου ἀποκόψας τὸ ἀπόγειον ἀπέπλευσεν ἀκινδύνως.
9. ΛΕΥΚΩΝ.
μὲν προσήνεγκαν ὅσον εἶχον, ὁ δὲ ἄλλον χαρακτῆρα ἐπιβαλὼν ἐπέγραψε τὸ τίμημα διπλάσιον ἑκάστῳ νο- μίσματι, ὥστε τοῦ συλλεγέντος τὸ ἥμισυ κερδάνας οὐδένα τῶν πολιτῶν ἐζημίωσεν.
πολῖται συνομοσάμενοι πολλοὶ, τοὺς ἐμπόρους καλέσας ἅπαντας, χρήματα ὅσα εἶχεν ἕκαστος ἐδανείζετο, φά- σκων τοὺς πολεμίους αὐτῷ προδίδοσθαι. οἱ μὲν ἔμποροι προθύμως ἐδάνειζον τὰ χρήματα, ὁ δὲ συναγαγὼν εἰς τὴν αὐλὴν αὐτοὺς ὡμολόγησε τὴν ἐκ τῶν πολιτῶν
ἐπίθεσιν καὶ παρεκάλεσε φύλακας τοῦ σώματος αὐτοῦ γενέσθαι ὡς τὰ χρήματα κομιουμένους, εἰ σώζοιντο αὐτόν. καὶ δὴ τὰ χρήματα σῶσαι ἐθέλοντες οἱ ἔμποροι ὅπλα παραλαβόντες οἱ μὲν δορυφόροι τοῦ σώματος, 38 39 οἱ δὲ τῶν ἀρχείων φύλακες ἐγένοντο. Λεύκων δὲ μετὰ τούτων καὶ μετὰ τῶν περὶ αὐτὸν πιστοτάτων τοὺς κοι- νωνοῦντας τῆς ἐπιθέσεως συλλαβὼν ἀπέκτεινε καὶ τὴν ἀρχὴν ἀσφαλῶς καταστησάμενος ἀπέδωκε τὰ χρήματα.
μένος τῷν τριηράρχων τινὰς προδιδόντας καὶ αὐτο- μολεῖν μέλλοντας συλλαβὼν αὐτοὺς ἀκοῦσαι μὲν ἔφη περὶ αὐτῶν λόγους οὐκ ἐπιτηδείους, οὐ πιστεῦσαί γε μήν. ὅπως οὖν μὴ κατὰ τύχην ἥττης γενομένης αὐτοὶ
δοκοῖεν αἴτιοι τοῦ σφάλματος, αὐτοὺς μὲν ἡσυχάζειν ἐκέλευσεν, ἄλλους δὲ τριηράρχους ἀπέδειξε· τοῖς δὲ οἰκείοις τῶν ὑπόπτων ἀρχὰς καὶ ἐπιμελείας ἐνεχείριζε κωμῶν, ὡς δὴ φιλοφρόνως ἕχων πρὸς αὐτούς. ἐπεὶ δὲ τὸν πόλεμον κατελύσατο. δίκαιον ἔφη κριθῆναι
τοὺς ὑπόπτους, ἵνα μὴ δόξῃ ἀλόγως αὐτοῖς ἀπιστῆσαι. παρελθόντων δὲ εἰς τὸ δικαστήριον ὁμοῦ τοῖς οἰκείοις περιστήσας ὡπλισμένην δύναμιν ἅπαντας αὐτοὺς ἀναι- ρεθῆναι προσέταξεν.
πολλαῖς καὶ ἀποβαινόντων ὅποι τῆς χώρας ἐβούλοντο, ὁρῶν τοὺς αὑτοῦ στρατιώτας ἐθελοκακοῦντας καὶ οὐκ ἀνείργοντας ἔταξε τοὺς ὁπλίτας πρώτους πρὸς τὴν ἀπόβασιν τῶν πολεμίων, ἐπὶ δὲ τούτοις ὄπισθεν τοὺς Σκύθας· καὶ φανερῶς παρήγγειλε τοῖς Σκύθαις, ἐὰν
οἱ ὁπλῖται ὀκνῶσι καὶ τοὺς πολεμίους ἀποβαίνοντας παρέχωνται, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. 41 τοῦτο μαθόντες οἱ ὁπλῖται εὐρώστως τοὺς πολεμίους ἀποβαίνειν ἐκώλυον.
10. ΑΛΕΞΑΝΔΡΟΣ ΦΡΟΥΡΑΡΧΟΣ.
42ἀγωνιστὰς, αὐλητὰς μὲν Θέρσανδρον καὶ Φιλόξενον, ὑποκριτὰς δὲ Καλλιππίδην καὶ Νικόστρατον, θέαν ἐπήγγειλε. πρὸς μὲν τὴν δόξαν τῶν ἀγωνιστῶν συνέ- δραμον ἐκ τῶν πλησίον πόλεων ἅπαντες. ἐπεὶ δὲ πλῆρες τὸ θέατρον ἦν, περιστήσας τοὺς στρατιώτας
καὶ τοὺς βαρβάρους, μεθʼ ὧν ἐφρούρει τὰ χωρία, πάντας τοὺς θεατὰς συλλαβῶν αὐτοῖς παισὶ καὶ γυ- ναιξὶ, λύτρα μεγάλα λαβῶν τοὺς μὲν ἀπέλυσεν, αὐτὸς δὲ τὰ χωρία Θίβρωνι παραδοὺς ἀπηλλάγη.
11. ΑΡΙΣΤΕΙΔΗΣ ΕΛΕΑΤΗΣ.
43
εἴποντο. μετὰ μικρὸν δὲ τούτους καθελόντες ἑτέρους καθῆκαν ἐς τὴν θάλατταν φελλοῖς μεγάλοις ἐφηρμο- σμένους κάκ τοῦ φωτὸς ἐς τὸ πλάγιον ἐπιστρέψαντες ἔφθασαν ἐς τὴν Καυλωνίαν καταπλεύσαντες τῶν περὶ Διονύσιον πρὸς τὴν ἀπὸ τῶν φελλῶν αὐγὴν πλανω-
μένων.
12. ΑΛΕΞΑΝΔΡΟΣ ΛΥΣΙΜΑΧΟΥ.
χωρίον παρὰ τὴν πόλιν, αὐτὸς δὲ ἕωθεν διπλοΐδα Φρυγίαν τραχεῖαν καὶ ῥυπῶσαν περιβαλόμενος, πίλιον [τῇ] κεφαλῇ περιθέμενος, δύο παῖδας παραλαβὼν, ἑκατέρῳ φορτίον ξύλων ἐπιθεὶς καὶ μάχαιραν ὑπὸ μάλης δοὺς εἰσῆλθε διὰ τῆς πύλης ἄγροικος εἶναι
νομιζόμενος. εἰσελθὼν δὲ τὸ μὲν πίλιον ἀπέθετο, γνωρισθεὶς δὲ ἐδεξιοῦτο πάντας ὡς ἐπὶ σωτηρίᾳ τῆς πόλεως ἥκων. οἱ δὲ κατακεκρυμμένοι κατὰ τὸ συγκεί- μενον ἀνεῳγμένῃ τῇ πύλῃ προσπεσόντες αἱροῦσι τὸ Κοτιάειον.
13. ΑΜΦΙΚΤΥΟΝΕΣ.
47τες διαφθείρονται τὰς γαστέρας καὶ πάντες ἐκλυθέντες ἔκειντο· Ἀμφικτύονες ἀπονητὶ τὴν πόλιν ἔλαβον κει- μένων τῶν πολεμίων.
14. ΣΑΥΝΙΤΑΙ.
κάτω λίθους τῶν τειχῶν ἐξεῖλον, ὅπως εἰς γῆν εὐκό- λως καταφέροιτο.
15. ΚΑΜΠΑΝΟΙ.
διατεμόντες τὰ ὅπλα ἐκέλευον τούτους τὰ ἡμίση λαμ- βάνειν.
16. ΚΑΡΧΗΔΟΝΙΟΙ.
54δὲ ἐκέλευσεν αὐτοὺς ἀποστῆναι πάσης Σικελίας τὴν δαπάνην ἀποδόντας, ἣν ἐν τῷ τελευταίῳ πολέμῳ πε- ποίηται. οἱ πρόβουλοι τῶν Καρχηδονίων ὡμολόγουν ταῦτα ποιήσειν· οὐ μὴν εἶναι σφᾶς αὐτοὺς κυρίους ἄνευ τοῦ ναυάρχου δοῦναι βέβαιον ἀπόκρισιν. ἠξίουν
δὴ μεταστρατοπεδεῦσαι πρὸς ἐκεῖνον. Διονύσιος μὲν ἐπέτρεψεν καίπερ ἀντιλέγοντος Λεπτίνου, Καρχηδόνιοι 55 56 57 δὲ μεταστρατοπεδεύσαντες Διονυσίῳ τοὺς κήρυκας ἀπράκτους ἀνέπεμψαν.
ἀπὸ Λιβύης διὰ τάχους τὰ ἀναγκαῖα κομίζοιτο, κλε-
ψύδρας δύο ποιήσαντες ἴσας τοῖς μεγέθεσι, κύκλους ἐν ἑκατέρᾳ διέγραψαν ἴσους ἔχοντας τὴν αὐτὴν ἐπι- γραφήν. ἐπεγέγραπτο δὲ οὗ μὲν χρεία νεῶν, οὐ δὲ στρογγύλων πλοίων, ἀλλαχοῦ δὲ χρυσίου, καὶ πάλιν ἀλλαχοῦ μηχανημάτων καὶ πάλιν σίτου καὶ πάλιν θη-
ρίων καὶ πάλιν ὅπλων καὶ πεζῶν καὶ ἱππέων. οὕτω δὴ πάντας τοὺς κύκλους ἐπιγράψαντες, τὴν ἑτέραν τῶν κλεψυδρῶν ἐν Σικελίᾳ κατασχόντες [τὴν ἑτέραν] ἐξέπεμψαν εἰς Καρχηδόνα συντάξαντες, ἢν ἴδωσιν ἀρθέντα πυρσὸν παρʼ αὐτῶν, ἀποσκοπεῖν, ὅταν ὁ δεύ-
τερος ἀναδειχθῇ πυρσὸς, ποίου κύκλου τοῦτο συμ- βήσεται· οὗ τὴν ἐπιγραφὴν ἀναγνόντας ὅτι τάχος τὸ σημαινόμενον διὰ τῶν γραμμάτων ἐκπέμπειν. τοῦτον τὸν τρόπον ὀξυτάτην εἶχον Καρχηδόνιοι τὴν κομιδὴν τῶν εἰς τὸν πόλεμον ἀναγκαίων.
ἔπλεον ἐπὶ Σικελίαν· Διονύσιος αἰσθανόμενος ναυσὶ πολλαῖς ἐπέπλευσεν. προϊδόντες Καρχηδόνιοι τὸν στό- λον τὰς μὲν στρογγύλας τῶν νεῶν κύκλῳ περιστή- σαντες ἑτέραν ἀπὸ τῆς ἑτέρας ἱκανὸν διάστημα, τὰς
δὲ τριήρεις ἐς τὸ μέσον αὐτῶν ἀθροίσαντες, συχνοὺς δὲ τῶν ἀνδρῶν ἐπὶ τὰς ὁλκάδας ἐπιβιβάσαντες ἠμύ- 58 59 νοντο τοὺς πολεμίους ἐπιόντας· καὶ [διὰ] τῶν διαστημά- των ταῖς τριήρεσι διεκπλέοντες καὶ τοῖς τοῦ Διονυσίου σκάφεσιν ἐμβάλλοντές τινα μὲν αὐτῶν κατέδυσαν, τὰ δὲ ὅπλα πάντων ἀχρεῖα τελείως ἐποίησαν.
πλεύσαντες Μεσήνῃ πλησίον τῆς πόλεως ὑπὸ ἄκραν τινὰ καθωρμίσθησαν. ἐν τῷ λιμένι πολλαὶ τριήρεις καὶ στρογγύλαι νῆες ὥρμουν, ἐπὶ τοῦ στόματος ἄλλαι παρεφύλασσον. ὁ στρατηγὸς τῶν Καρχηδονίων ἄριστα πλεούσης νεὼς τὸν τριήραρχον καλέσας προσέταξεν
αὐτῷ παρὰ τὸν λιμένα πλεῖν ἐγγίζοντα τοῦ στόματος, εἰ δὲ οἱ πολέμιοι διώκοντες ἐπαναχθεῖεν, φεύγειν ἄνω πελάγους. ὁ μὲν τριήραρχος ἐπέλαζε τῷ στόματι, οἱ δὲ κυβερνῆται τῶν ἐφορμουσῶν νεῶν ὑπολαβόντες εἶναι κατάσκοπον τὴν ναῦν ἐδίωκον κατὰ κράτος. ὡς
δὲ μακρὰν ἀπεσπάσθησαν ἄχρι πελάγους διώκοντες, οἱ Καρχηδόνιοι τοῖς λοιποῖς σκάφεσι σπουδῇ πλεύσαν- τες ἐπὶ τὸν λιμένα τὰς μὲν τριήρεις κενὰς οὔσας ἐνέ- πρησαν, τῶν δὲ ὁλκάδων τὰς πλείστας ἐξείλκυσαν.
σπάσαι πείθουσι τῶν ἰδίων πολιτῶν τινας αὐτομόλους γενέσθαι, οἳ πρὸς τὸν Ῥωμαίων στρατηγὸν Γναῖον Κορνήλιον| ἐλθόντες ὑπέσχοντο, Λιπάραν τὴν νῆσον τὴν προκειμένην τῆς Σικελίας αὐτῷ προδώσειν. ὁ μὲν
62 63 δὴ πιστεύσας τὰ ἡμίση σκάφη πληρώσας κατέπλευσεν ἐς Λιπάραν. Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαϊκῶν νεῶν παρωρμίσαντο [καὶ] πρεσβευτὰς πρὸς τὸν Κορνήλιον ἔπεμψαν, οἳ τὸν ὕπατον ἐξικετεύσαντες,
εἰρήνην σπείσαντες καὶ [ὅρκους] δόντες ἐδεήθησαν εἰς τὸ σκάφος αὐτῶν μεταβῆναι τοῦ Καρχηδονίων στρατηγοῦ χαλεπῶς νοσοῦντος, ὅπως ἐφʼ οἷς δεῖ τὴν εἰρήνην ἀσφαλέστερον συνθοῖντο. πεισθεὶς ὁ Ῥωμαῖος μετέβη πρὸς τὸν Καρχηδόνιον. οἱ δὲ Λίβυες ἐγκρατεῖς
αὐτοῦ γενόμενοι ταῖς πάσαις ναυσὶν ἐπιθέμενοι ῥᾳδίως ἐκράτησαν.
17. ΑΜΠΡΑΚΙΩΤΑΙ.
64ροντο, σύριγγα στενὴν υπώρυξαν κάτωθεν τὴν πόλιν ἐκπολιορκεῖν βουλόμενοι. μέχρι μὲν δὴ πολλοῦ τοὺς πολεμίους ἐλάνθανον, ἐπεὶ δὲ χοῦς πολὺς ἐσωρεύετο, συνέντες Ἀμπρακιῶται τὸ δρώμενον καὶ αὐτοὶ σύριγγα ἔνδοθεν ἀνθυπώρυξαν καὶ τῆς σύριγγος ἐπʼ ἄκρῳ
τάφρον ἐγκαρσίαν τεμόντες λεπτὰ χαλκώματα ἐφεξῆς ἔθηκαν, ὅπως τῶν Ρωμαίων τούτοις ἐντυγχανόντων ψόφος γένοιτο. καὶ δὴ γενομένου ψόφου ὑπὸ γῆς 66 67 ἀπαντήσαντες ἀπεμάχοντο ταῖς σαρίσαις. ἐπεὶ δὲ ἐν ὀρύγματι στενῷ καὶ σκότος ἔχοντι μέγα οὐδὲν ἤνυον, πίθον κατασκευάσαντες ἴσον τῷ ὀρύγματι, τρήσαντες αὐτοῦ τὸν πυθμένα, σιδηροῦν αὐλίσκον διέντες, πλη- ρώσαντες πτίλων λεπτῶν , πῦρ ὀλίγον ἐμβαλόντες,
πῶμα πλῆρες τρημάτων ἐπιθέντες νεῦον πρὸς τοὺς ἐναντίους τῇ σύριγγι τῶν πολεμίων προσήρεισαν· ὄπισθεν δὲ τοῦ πίθου χαλκευτικὸν ἀσκὸν προσαρμό- σαντες, εἰς τὸν διατεταγμένον αὐλίσκον φῦσαν ἐνέντες ἐξέκαιον, ὥστε τῆς σύριγγος πληρουμένης καπνοῦ πολ-
λοῦ καὶ δριμέος οἱ Ῥωμαῖοι μὴ φέροντες ἐξέλιπον τὴν ὑπὸ τῇ γῇ πολιορκίαν.
18. ΦΩΚΕΙΣ.
68ἀλλήλοις δόντες φείδεσθαι τῶν γεγυψωμένων νυκτὶ πανσελήνῳ ἐπικαταβάντες τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ ὥσπερ φάσμα ξένον καὶ ἀλλόκοτον φοβηθέντες, ἔνιοι δὲ καὶ νομίσαντες Θετταλοὺς εἶναι τοὺς ἐπιτιθεμένους, 70 71 ἡττήθησαν καὶ πτῶμα ἐγένοντο Θετταλικὸν ἄνδρες τετρακισχίλιοι.
73 ὀρύξαντες κατὰ τὴν Υάμπολιν καὶ πληρώσαντες αὐτὴν
κενῶν ἀμφορέων (καὶ) γῆν ὀλίγην ἐπέβαλον. ἐς ταύ- την τὴν τάφρον ἐμπεσόντες οἱ ἱππεῖς αὐτοῖς ἵπποις διεφθάρησαν.
19. ΠΛΑΤΑΙΕΙΣ.
7475
δὲ ἐς τὴν Πλαταιΐδα ἐνέβαλον Θηβαῖοι, κήρυκα πέμ- ψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους, εἰ μὴ τῆς χώρας ἐξέλθοιεν, [ἀποδώσειν δὲ ὑπέσχοντο, εἰ δῃώσεως ἀποσχόμενοι ἀπαλλάσσοιντο. πιστεύσαντες οἱ μὲν Θηβαῖοι τῆς χώρας ἐξῆλθον], Πλαταιεῖς δὲ τοὺς
αἰχμαλώτους ἀπέκτειναν.
77 κτωρ ἐπέθεντο τῷ περιτειχίσματι· Λακεδαιμόνιοι πυρ- σοὺς πολεμίους ἐς τὰς Θήβας ἀνέσχον συμμαχίαν καλοῦντες. Πλαταιεῖς ἐκ τῆς πόλεως ἀντανέσχον πυρ-
σοὺς φιλίους, ἵνα διὰ τῆς ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους πείσωσιν ἀποστῆναι τῆς βοηθείας. οὕτω γε τοῖς πυρσοῖς ἐναντίοις ἀμφιδοξήσαντες Θηβαῖοι βοηθῆσαι κατώκνησαν.
ἐκεῖνον τὸν τόπον προσβοηθούντων, οἱ δὲ κατὰ τὸ ἐναντίον προσθέμενοι κλίμακας ὑπερέβησαν τὸ τεῖχος. οὐ μὴν οὐδὲ τὴν ἐπʼ Ἀθηνῶν ὁδὸν ἐτράποντο, ἀλλὰ τὴν ἐπὶ Θηβῶν, ὡς ἥκιστα ἄν κατὰ ταύτην διωχθέντες· καὶ γὰρ οὕτω συνέβη. Λακεδαιμόνιοι μὲν διὰ τοῦ
Κιθαιρῶνος ἐδίωκον, οἱ δὲ Πλαταιεῖς ἐκ τῆς ὁδοῦ τῆς Θηβαϊκῆς ἐκκλίναντες ἐπανῆλθον ἐς τὰς Ὑσιὰς κἀκεῖθεν Ἀθήναζε διεσώθησαν.
20. ΚΕΡΚΥΡΑΙΟΙ.
83καταλαβομένους τὸ τῆς Ἰστώνης ὄρος. οἱ δὲ τὰ| ὅπλα παρέδωκαν ἐπιτρέποντες τῷ δήμῳ [τῷ] τῶν Ἀθη- ναίων βουλεύσασθαι περὶ αὐτῶν· ἐὰν δέ τινες αὐτῶν φεύγοντες ἁλῶσι, [ἅπασι] λελύσθαι τὰς σπονδάς. Κερκυραῖοι δείσαντες, μὴ φιλανθρώπως βουλεύσηται
περὶ αὐτῶν ὁ Ἀθηναίων δῆμος, κρύφα ἔπεμψαν πρὸς ἐνίους ἀποδρᾶναι συμβουλεύοντες καὶ πλοῖον αὐτοῖς παριστάντες, ἵνα πεισθέντων φυγεῖν αἱ σπονδαὶ λυ- 84 85 86 θεῖεν. Ἀθηναῖοι δὲ ὡς παρασπονδήσαντας αὐτοὺς ἐξέ- δωκαν τοῖς Κερκυραίοις, οἱ δὲ παραλαβόντες ἅπαντας ἀπέκτειναν.
21. ΕΓΕΣΤΑΙΟΙ.
ἰδιωτῶν οἰκίας. οἱ πρεσβευταὶ πλοῦτον ἰδόντες ἤγγειλαν Ἀθηναίοις, οἱ δὲ τὴν συμμαχίαν ἔπεμψαν.
22. ΛΟΚΡΟΙ.
ἐπὶ τοὺς ὤμους ἐπιθέντες καὶ γῆν ἐμβεβλημένην τοῖς ὑποδήμασιν ὑπὸ τοῖς ποσὶν ἔχοντες ὤμοσαν πρὸς τὸ βέβαιον αὐτοῖς φυλάξειν τὴν πολιτείαν, ἐφʼ ὅσον ἂν τὴν γῆν ταύτην πατῶσι καὶ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέρωσι. τοῖς ὅρκοις πιστεύσαντας τούς Σικελοὺς
ἀνεῖλον οἱ Λοκροὶ μετὰ μίαν ἡμέραν ὡς οὐκέτι τῆς αὐτῆς γῆς ἐπιβαίνοντες οὐδὲ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέροντες.
23. ΚΟΡΙΝΘΙΟΙ.
92ἀντικρὺ τῶν Ἀττικῶν. τούτων δὲ παραφυλαττόντων ἀλλήλους ὁλκάδες μεσταὶ Κορινθίων ὁπλιτῶν ἀπῆραν ἐκ Πελοποννήσου σύμμαχοι Συρακουσίοις, Ἀθηναῖοι δὲ προσεῖχον ταῖς ἀνθορμούσαις τριήρεσιν.
24. ΛΑΜΨΑΚΗΝΟΙ.
τῶν ἐν [τούτοις] τοῖς τόποις θαλασσουργῶν ἔπεισάν τινας, ὅταν ἴδωσι τοὺς Παριανούς παριόντες, ἰχθῦς ἀφθόνως ἐπιβάλλειν τῷ πυρὶ καὶ οἶνον πολὺν ἐπισπέν- δειν ὡς Ποσειδῶνι θύοντας καὶ παρακαλεῖν αὐτοὺς μετʼ εὐφημίας τιμῆσαι τὸν θεὸν σπονδῶν κοινωνήσον-
τας. οἱ μὲν ἁλιεῖς [ταῦτα ἐποίησαν], οἱ δὲ πεισθέντες τοῖς ἁλιεῦσι συνήσθιον καὶ συνέπινον τὸ σπουδαῖον 93 94 95 τῆς πορείας ἀνέντες. Λαμψακηνοὶ δὲ συντείναντες ἐπὶ τὸ Ἑρμαῖον φθάσαντες ἦλθον· τοῦτο δὲ Παρίου μὲν ἀπέχει στάδια ἑβδομήκοντα, Λαμψάκου δὲ διακόσια. τοσαύτην γῆν ἀπετέμοντο τῇ τέχνῃ Λαμψακηνοὶ Πα-
ριανῶν μεθόριον στησάμενοι τὸ Ἑρμαῖον.
25. ΧΑΛΚΗΔΟΝΙΟΙ.
ἐβουλεύσαντο, τὴν τετάρτην παραλείψειν ἔφασαν οἱ Χαλκηδόνιοι διά τινας ἀσχολίας ἀναγκαίας. συγχωρη- σάντων Βυζαντίων, οἱ δὲ νύκτωρ πληρώσαντες τὰς ναῦς ἄφνω προσέπεσον μὴ προσδοκῶσι Βυζαντίοις πόλεμον διὰ τὸ λοιπὰς τῶν ὅλων εἶναι ἡμέρας δύο.
27. ΛΑΚΕΔΑΙΜΟΝΙΟΙ.
96ώρμουν ἐν τοῖς ὅρμοις ὑπʼ ἀλλήλων ὁρώμεναι· κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἀναχθεῖσαι πάλιν ἀπέπλεον καὶ τὰ πληρώματα ἐξεβίβαζον. τοῦτο ἐπὶ συχνὰς ἡμέρας ἔδρων παραφυλάττοντες
ἀλλήλους. ὁ Λάκων ἀσελήνῳ νυκτὶ τὰ πληρώματα μετὰ σιγῆς προσέταξεν εἰσαγαγεῖν, ἐπεὶ δὲ ἦν ἡμέρα, φανερῶς ἐνεβίβασεν τοὺς πελταστὰς καὶ τὴν ἡσυχίαν εἶχεν ἐν ταῖς ναυσίν. οἱ Ἀθη- ναῖοι τοῦτο ἰδόντες καὶ αὐτοὶ ὁμοίως ἐποίουν. ἦν ἀρίστου ὥρα. οἱ Λάκωνες ἐξεβίβασαν τοὺς πελταστὰς καὶ σίτου φροντὶς ἦν
αὐτοῖς· ὁμοίως καὶ οἱ Ἀθηναῖοι τοὺς πελταστὰς ἐξεβίβασαν καὶ περὶ ἄριστον ἐπονοῦντο. ἐν τούτῳ τῷ καιρῷ τὰ πληρώ- ματα τῶν Λακωνικῶν νεῶν ἀντικαθιστάμενα ἐπέπλευσαν ταῖς 97 Ἀθηναίαις ναυσὶ κεναῖς οὔσαις καὶ τὰς πλείστας αὐτῶν συνε- τριψαν τῶν ἀνδρῶν ἀριστοποιουμένων.
Ἀργείων ἀπαγούσης ὁδοῦ· οὓς ἰδόντες Φιγαλεῖς καὶ νομίσαντες τὴν συμμαχίαν ἥκειν ἀνοίξαντες τὰς πύλας ὑπεδέξαντο.
36. ΗΛΕΙΟΙ.
τευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπι- λαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μέχρι τῆς ἐκκλησίας κἀκεῖ πάλιν ὁ Ξενίας τοῦ Ἀρκάδος
ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδί- ζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν.
38. ΑΝΝΙΒΑΣ.
σθαι, οὐκ ἐπέτρεψεν, ἀλλὰ τόν τε ἄνδρα ὡς ἀγαθὸν στρατηγὸν ἐπήνεσέν καὶ τὰ νενομισμένα τῇ ταφῇ ἐπιτελέσας πρὸς τὴν Ῥώμην ἀπέπεμψεν, ὅθεν καὶ πολλὴν εὔνοιαν παρὰ Ῥωμαίων ἐκτήσατο.
105 τέρους ἑκατέρωθεν τῆς φάλαγγος, τοὺς δὲ ἀσθενεστέρους ἐν
μέσῳ προὔχοντας ὑπὲρ τὴν φάλαγγα καὶ παράγγελμα ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντακισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ.
107
ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλμοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο.
109 τούτῳ τῷ τρόπῳ. χειμῶνος ὄντος παρήγγειλεν Ἀννίβας ῾ ὅταν
σημάνῃ τὸ πολεμικὸν, καθεύδετε, ὅταν τὸ ἀνακλητικὸν, ἔξιτε ἀμφὶ δευτέραν φυλακήνʼ. ἐσήμανε τὸ πολεμικόν· Ῥωμαῖοι κατα- πλαγέντες ἐν τοῖς ὅπλοις ἦσαν. πάμπολυ διαλιπών Ἀννίβας τὸ ἀνακλητικὸν ἐσήμανε. Ῥωμαῖοι ταλαιπωρήσαντες τῷ χειμῶνι καὶ τῇ ἀγρυπνίᾳ ἀναχωρήσαντες κατηνέχθησαν εἰς ὕπνον. Ἀν-
νίβας ἐπιπεσών πάντας διέφθειρεν.
111 διελῶν εἰς μέρη προσήγαγε τὴν δύναμιν παραγγείλας, ἐπειδὰν πρῶτον σημάνῃ τὸ πολεμικὸν, τὸ πρῶτον μέρος προσβαλεῖν, ὅταν δὲ οἱ σαλπιγκταὶ τὸ ἀνακλητικὸν σημάνωσι, τῶν προτέρων που-
σαμένων τοὺς δευτέρους προσβαλεῖν καὶ ἐφεξῆς τὸ τρίτον καὶ τέταρτον, καὶ τῷ τοιούτῳ τρόπῳ ἐνίκησεν.
113 τηγὸν λοχήσας ἀπέκτεινεν μετὰ πάντων τῶν ὑπʼ αὐτῷ καθεὶς 114 115 116 117 118 Ἐρδονιάτην ψευδοπροδότην, ὃς αὐτομολήσας ἔπειθεν τὸν Φλάκ- κον ἐλθεῖν ἐπὶ τὴν Ἐρδονίαν ὡς τῶν ἀρίστων ἐν τῇ πόλει καλούντων αὐτὸν διὰ τὸ μὴ φέρειν τὴν βαρύτητα Καρχηδονίων.
τῶν κεράτων λαμπάδας ὑφάψας ἐς τὸ στενωπὸν ἐνεβίβασεν· διʼ ὧν τοὺς παραφυλάττοντας ἐκπλήξας εἰς φυγὴν ἔτρεψεν, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν.
ζευξιν· ἐκεῖνοι γὰρ ἔμελλον ῥᾳδίως ἀφιππάζεσθαι.
ματα καὶ ἐσφάγησαν.
41. ΑΜΙΛΚΑΣ.
122κούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν ἀπορρήτῳ πέμψας Ἀγα- θολεῖ τοῦτο προεμήνυσεν, ὁ δὲ Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, 124 125 126 127 ἐπειδὰν παραλλάξωσι μικρὸν νυκτὸς, πάλιν συντόνως ἐπανελ- θεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμπιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι. ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς
ἔχων μετὰ κραυγῆς καὶ θορύβου προσπεσών ἐφόνευσε τῶν Ἀγα- θοκλείων στρατιωτῶν ἑπτακισχιλίους.
μένοις φαντασίαν παρέσχεν ἀποπλέων ὡς πρύμναν κρουσόμενος, νυκτὸς δὲ καταχθεὶς τὴν στρατιὰν ἐκβιβάσας τετρακισχιλίους δι-
ἐγειρομένους ἐκ τῆς κοίτης κατέκοψεν, οἱ δὲ λοιποὶ συνέφευγον εἰς μάχην, ὥστε πολλῶν αἰχμαλώτων κρατήσας Ἀμίλκας πάλιν ἀπέπλευσεν.
45. ΣΥΛΟΣΩΝ.
δοκῶν στρατηγὸς ᾑρέθη· Σαμίων δὲ πολεμούντων τοῖς Αἰολεῦσι καὶ τὴν πανήγυριν οὐκ ἀγόντων ἐν τῷ ἱερῷ τῆς Ἥρας, πορρωτέρω τῆς πόλεως ὄντι, Συλοσῶν οὐκ ἂν ἔφη στρατηγῶν ἀμελῆσαι τῆς εἰς τὴν θεὸν εὐσε- βείας ὡς καὶ μᾶλλον ἐκπλήξων τοὺς πολεμίους, εἰ τὴν
πάτριον ἀγάγοι πανήγυριν. οἱ Σάμιοι τὸν στρατηγὸν ἐπαινέσαντες τῆς εὐσεβείας καὶ τῆς ἀνδρείας, ἐλθόντες ἐπὶ τὸ τῆς Ἥρας ἱερὸν ἐσκηνοποιοῦντο καὶ ὅσα εἰς πανήγυριν καθίσταντο. ὁ δὲ Συλοσῶν νυκτὸς εἰς τὴν πόλιν εἰσελθὼν καὶ τοὺς ἀπὸ τῶν τριήρων ναύτας
εἰσκαλέσας τὴν Σαμίων ἀρχὴν κατέσχεν.
46. ΑΛΕΞΑΝΔΡΟΣ ΘΕΤΤΑΛΟΣ.
γνοιντο.
47. ΘΡΑΣΥΒΟΥΛΟΣ.
130ἂν τὸν νεὼν κατασκευάσῃ τῆς Ἀσσησίας Ἀθηνᾶς, προσέταξεν τοῖς πολίταις, ὅσον ἕκαστος ἔχοι σῖτον πάντα ἐξενεγκεῖν ἐς τὴν ἀγορὰν καὶ κατακειμένους εὐωχεῖσθαι. ὁ κήρυξ ταῦτα ἰδὼν ἤγγειλεν Ἀλυάττῃ· ὁ δὲ ὡς ἀφθόνων τροφῶν παρασκευὴν Μιλησίων
ἐχόντων διέλυσε τὴν πολιορκίαν.
48. ΜΕΝΤΩΡ.
13149. ΑΝΑΞΑΓΟΡΑΣ.
πάσας, ἐν κλοιῷ δεδεμένους ἐς τὴν ἄκραν τὴν ἐν Σάρδεσιν ἔπεμψεν. οἱ δὲ ἐπὶ μακρὸν ταλαιπωρηθέντες ἔλυσαν αὐτοὺς, φίλου ῥίνην εἰσπέμψαντος, ᾗ χρησά- μενοι τὰ δεσμὰ διέσπασαν καὶ οἰκετικαῖς ἐσθήσεσι μετασκευασάμενοι, διὰ νυκτὸς ὡς οἰκέται τοῦ δεσμω-
τηρίου προελθόντες, σχοινίῳ καὶ ἱματίοις κατὰ μῆκος παρεσχισμένοις συνδήσαντες αὑτοὺς ἀπὸ τῶν τειχῶν καθῆκαν. Διόδωρος μὲν ἐκπεσὼν ἀπὸ ὕψους, παρα- χρῆμα χωλωθεὶς ἄμφω τὼ πόδε, ληφθεὶς ὑπὸ Λυδῶν ὡς Ἀλέξανδρον ἐπέμφθη δίκας δώσων. Ἀλεξάνδρου
ἐν Βαβυλῶνι τελευτήσαντος εἰς Ἔφεσον ὑπὸ Περδίκ- κου κατεπέμφθη κριθησόμενος κατὰ τοὺς νόμους· Ἀναξαγόρας δὲ καὶ Κόδρος διάραντες εἰς Ἀθήνας ἐσώθησαν, τὴν δὲ Ἀλεξάνδρου τελευτὴν ἀκούσαντες εἰς Ἔφεσον ἐπανελθόντες καὶ τὸν ἀδελφὸν Διόδωρον
ἀνέσωσαν.
50. ΠΙΝΔΑΡΟΣ.
139ἐκ τῶν πυλῶν καὶ τῶν τειχῶν θώμιγγας συνάψαι τοῖς κίοσι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος ὥσπερ ἀνατιθέντας τῇ θεῷ τὴν πόλιν. Κροῖσος τιμῶν τὴν θεὸν ἐφείσατο τῆς πόλεως ὥσπερ ἀναθήματος καὶ πρὸς τοὺς Ἐφε- σίους ἐπὶ ἐλευθερίᾳ συνθήκας ἐποιήσατο.
51. ΘΗΡΩΝ.
140ἐργασίαις διεκλέπτετο, ἔπεισεν ἀθρόαν ἔκδοσιν ποιή- σασθαι τοῦ νεὼ καὶ λαβεῖν ἐγγυητὰς ἀξιοχρέους καὶ ὁρίσαι προθεσμίαν, ἐν ᾗ τὸ ἱερὸν συντελεσθήσεται. ἔδοξεν ὀρθῶς λέγειν, καὶ ἡ πόλις πεισθεῖσα τὸ ἔργον ἐξέδωκεν. ἠργολαβεῖτο Γόργος Θήρωνος. ἐπεὶ δὲ τὸ
τῆς πόλεως ἀργύριον ἔλαβεν, οὔτε τέκτονας οὔτε λιθο- ξόους οὔτε τοὺς ἄλλους δημιουργοὺς ἐμισθώσατο, ἀλλὰ κατὰ τῆς δούσης πόλεως μισθὸν τοῖς δορυφόροις ἔδωκε, καὶ τοῖς ἰδίοις χρήμασιν Ἀκραγαντῖνοι ὑπὸ Θήρωνος ἐτυραννεύθησαν.
141 142
52. ΣΙΣΥΦΟΣ.
ἔκλεψενʼ. ὁ μὲν δὴ Αὐτόλυκος νύκτωρ ἀπήλασε τὰς βόας, ὁ δὲ Σίσυφος μεθʼ ἡμέραν τοῖς γείτοσι γεωρ- γοῖς ἔδειξε τὰ ἴχνη τῶν βοῶν κατηγοροῦντα τὴν Αὐ- τολύκου κλοπήν.
53. ΑΓΝΩΝ.
143μένος τὰς καλουμένας Ἐννέα ὁδους ἐπὶ τῷ Στρυμόνι· ἦν γὰρ καὶ λόγιον Ἀθηναίοις τοιόνδε·
καὶ διὰ τῆς νυκτὸς τὸν Στρυμόνα μετὰ τοῦ στρατεύ- ματος διελθὼν τά τε ὀστᾶ τοῦ Ῥήσου κατώρυξε παρὰ τὸν ποταμὸν καὶ τὸ χωρίον ἀποταφρεύσας ἐτείχιζε πρὸς τὴν σελήνην, ἡμέρας δὲ οὐκ εἰργάζοντο. καὶ δὴ [τὸ] πᾶν ἔργον ἐξετελέσθη τριῶν νυκτῶν. ὡς δὲ οἱ
βάρβαροι μετὰ τρεῖς ἡμέρας ἐλθόντες τὸ τεῖχος εἶδον ἐγηγερμένον, ἐνεκάλουν Ἅγνωνι ὡς παραβάντι τὰς σπονδάς, ὁ δὲ οὐδὲν ἔφη ἀδικεῖν· σπείσασθαι γὰρ τρεῖς ἡμέρας, οὐ τρεῖς νύκτας. τούτῳ τῷ τρόπῳ τὰς Ἐννέα ὁδοὺς Ἅγνων οἰκίσας τὴν πόλιν Ἀμφίπολιν
ἐκάλεσεν.
54. ΑΜΦΙΡΗΤΟΣ.
ὕδατι ἁλμυρῷ μίξας ἔπιεν. ἐπεὶ δὲ διεχώρησεν, οἱ λῃσταὶ νομίσαντες αἵματος ῥύσιν αὐτῷ γεγονέναι τῶν δεσμῶν ἀνῆκαν, ὡς μὴ διὰ τὴν νόσον ἀποθάνοι καὶ δὴ τῶν λύτρων ἀπολουμένων. ὁ δὲ λυθεὶς, νύκτωρ ἀποδρὰς, ἁλιάδος ἐπιβὰς εἰς Ἄκανθον διεσώθη.
149
Strategemata. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.