ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
προεστηκότας· νυνί γε μὴν μάλιστα, ὁπότε μὴ μόνον τὰ δίκαια τῆς εἰρήνης πρυτανεύετε, ἀλλὰ καὶ τὰ ἔργα τοῦ πολέμου διατάσσετε, καὶ τοῦτο ἄρα στρατήγημα νίκης ἡγούμενοι, εἰ διʼ ὧν ἐνίκησαν οἱ παλαιοὶ στρα- τηγοὶ, ταῦτα καταμανθάνοιτε. βασιλεῦσι γὰρ πόλεμον
ἐκτάσσουσι προσήκειν ὑπολαμβάνετε κατανοεῖν ἔργων ἀγώνισμα. λόγων μὲν γὰρ σπουδὴ τοῖς ἄγουσι σχολὴν χρῆμα ὡφέλιμον· ἔργων δὲ ἐπιστήμη τοῖς ὅπλων ἄρχου- σιν ἀρίστη διδάσκαλος ὧν χρὴ δρᾶν κατὰ ζῆλον τῶν πάλαι κρατησάντων. ὅπως οὖν ζηλώσετε τὰς τῶν ἀρ-
χαίων ἀρετὰς καὶ νίκας, αὐτὰ δείξει τὰ στρατηγήματα.
1. ΦΑAPIΣ.
1λυσιτελῶς παρέξειν καὶ τῶν χρημάτων ἀσφαλεῖς ἐγγυ- ητὰς δώσειν. ἐπίστευσεν ὁ δῆμος, ὡς διὰ τὸν τελω- νικὸν βίον ἐμπειρίαν τῶν τοιούτων ἔχοντι. λαβὼν δὴ τὰ κοινὰ χρήματα πολλοὺς μὲν μισθοῦται ξένους, πολλοὺς δὲ ὠνεῖται δεσμώτας, πολλὴν δὲ ὕλην ἐς τὴν
ἄκραν ἀνακομίζει λίθων, ξύλων, σιδήρου. ἤδη δὲ τῶν θεμελίων ὀρυσσομένων καθῆκε τὸν κηρύξοντα ὅς ἄν μηνύσῃ τοὺς κλέψαντας τοῦ ἐν τῇ ἄκρᾳ λίθου καὶ σιδήρου, λήψεται ἀργύριον τόσον᾿. ἠγανάκτησεν ὁ δῆμος, ὡς τῆς ὕλης κλεπτομένης. ὁ δὲ οὐκοῦν᾿, ἔφη,
συγχωρήσατέ μοι περιφράξαι τὴν ἀκρόπολινʼ. συνε- χωώρησεν ἡ πόλις περιφράξαι καὶ περίβολον ἐγεῖραι. λύσας τοὺς δεσμώτας, τοῖς λίθοις καὶ τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις ὁπλίσας, Θεσμοφορίων ὄντων ἐπιθέ- μενος, τοὺς πλείστους τῶν ἀνδρῶν ἀποκτείνας, γυναι-
κῶν καὶ παίδων κύριος καταστὰς ἐτυράννησε τῆς Ἀκρα- γαντίνων πόλεως.
3 λόμενος ἀγῶνα γυμνικὸν λαμπρότατον ἔξω τῆς πόλεως ποιήσειν ἐπήγγειλε. τῶν δὲ πολιτῶν ἁπάντων ἐπὶ τὴν
θέαν προελθόντων τὰς πύλας κλείσας προσέταξε τοῖς δορυφόροις τὰ ὅπλα τῶν οἰκιῶν ἐκφέρειν.
ἐδέξαντο οἱ Σικανοί. ὁ δὲ Φάλαρις τοὺς σιτοφύλακας αὐτῶν ἔπεισεν ἀργυρίῳ διαφθείρας τὰς ὀροφὰς τῶν οἰκημάτων διελεῖν, ὅπως ὁ σῖτος ὑόμενος κατασαπείη· τὸν δὲ θερισθέντα κατὰ συνθήκας αὐτὸς ἀπέλαβεν. ἀναγκαίως οὖν τὸν μὲν ἀπὸ τῆς χώρας τῷ Φαλάριδι
ἀποδόντες, τὸν δὲ ἐν τῇ πόλει διεφθαρμένον εὑρόντες ὑπήκουσαν αὐτῷ διὰ τὴν σιτοδείαν.
ὑποσχομένου δὲ στρατιώτας ἀγενείους ἐπὶ τῶν ζευγῶν καθίσας ἔπεμψε στολὰς γυναικῶν ἔχοντας ὡς θερα- παινίδας δῶρα τῇ κόρῃ κομιζούσας. ἐπεὶ δὲ κατελά- βοντο τὴν οἰκίαν, οἱ μὲν τὰς μαχαίρας ἐσπάσαντο, Φάλαρις δʼ εὐθὺς ἐπιφανεὶς τὴν Οὐέσσαν ἐχειρώσατο.
2. ΔΙΟΝΥΣΙΟΣ.
7τὴν εἰς τὸ ταπεινὸν αὐτοῦ μεταβολὴν ἐλεήσαντες ἀθῶοον ἀφῆκαν. Διονύσιος οὐκ ἐς μακρὰν ἐν Λεον- τίνοις περιστήσας αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν ἅπαντας κατηκόντισεν.
12
καὶ γραμματεύων τοῖς στρατηγοῖς, ἐν τῷ πολέμῳ [τῷ] πρὸς Καρχηδονίους ἡττωμένων πολλάκις Συρακουσίων καὶ τοὺς στρατηγοὺς αἰτιωμένων ἐτόλμησε προδοσίας αὐτοὺς γράψασθαι. οἱ μὲν αὐτῶν ἑάλωσαν ἀποθανεῖν, οἱ δὲ φυγεῖν. ὁ δὲ ὡς ἐπιβουλευόμενος ὑπὸ τῶν διὰ
τοὺς ἁλόντας ἐχθρῶν γενομένων καὶ τοῦ πολέμου τοῦ πρὸς Καρχηδονίους ἀκμάζοντος, φυλακὴν τοῦ σώματος αἰτήσας, παρὰ τοῦ δήμου λαβών τύραννος ἐγένετο Συρακουσίων μέγιστος· καὶ μέχρι γήρως τὴν ἀρχὴν κατασχὼν, προσέτι καὶ τῷ υἱῷ κατέλιπεν.
πάντων ἐσπούδαζε. τῶν ξένων τις περιῄει τὴν 'όλιν φάσκων μόνος δύνασθαι διδάξαι προγιγνώσκειν τοὺς ἐπιβουλεύοντας. κληθεὶς εἰς τὴν ἀκρόπολιν ἔφη πρὸς 13 14 15 τὸν Διονύσιον, μόνον αὐτὸν διδάξειν, ἴνα μὴ φανερὰ γένοιτο πᾶσιν ἡ τέχνη. Μεταστάντων ὅσοι παρῆσαν, ἰδίᾳ πρὸς αὐτὸν ἔφη· ὁμολόγησον, ὅτι μεμάθηκας τὴν τέχνην τοῦ προγιγνώσκειν, καὶ οὐδεὶς ἐπιβουλεύειν ἔτι τολμήσει.᾿ ὁ δὲ ἡσθεὶς τῷ σοφίσματι τὸν μὲν ἄνθρω-
πον δώροις λαμπροῖς ἐτίμησε, πρὸς δὲ τοὺς σωματο- φύλακας καὶ τοὺς στρατιώτας ἀπήγγειλεν, ὡς θαυμα- στὸν εἴη γνώρισμα τῶν ἐπιβουλευόντων δεδιδαγμένος. οἱ δὲ ἐπίστευσαν καὶ ἐπιβουλεύειν ἐτόλμων οὐκέτι.
τῆς ἀκροπόλεως καὶ τῶν χρημάτων· Ἑρμοκράτης παρε- κάλει συλλαβεῖν αὐτῷ πρὸς τὸ κατασχεῖν [τῆς] ἀκρο- πόλεως καὶ τῶν χρημάτων. ἐπεὶ δὲ σῶος κατέπλευσεν ὁ Διονύσιος μετʼ ὀλίγας ἡμέρας, οὐδὲν πυθόμενος τοῦ Ἄνδρωνος ἔφη πάντα μὲν πεπύσθαι παρʼ ἄλλων·
ὅμως δὲ καὶ παρʼ αὐτοῦ βούλεσθαι μαθεῖν, τίς ἦν ὁ μάλιστα σπουδάσας ἐπιπηδῆσαι τῷ καιρῷ. ὁ δὲ ἐξα- πατηθεὶς ὡμολόγησε τὸν Ἑρμοκράτην. Διονύσιος τὸν μὲν Ἄυδρωνα προσέταξεν ἀναιρεθῆναι, ὅτι εὐθὺς αὐτῷ καταπλεύσαντι μὴ τοῦτο ἐμήνυσε, τὸν δὲ Ἑρμοχράτην
καθεῖρξεν ἄνδρα ὄντα τῆς ἀδελφῆς, διʼ ἥν ὕστερον καὶ λύσας αὐτὸν ἐς Πελοπόννησον ἀπεπέμψατο.
μετὰ τῆς δυνάμεως ἀπάσης· ὁ δὲ ἠπείλει τοῖς ἐπὶ τοῦ τείχους, εἰ μὴ παραδοῖεν τὴν πόλιν ἑκόντες, ἀποσφά- ξειν αὐτοὺς ἅπαντας. ὑπὸ δὲ τὴν αὐτὴν ὥραν Διο- νυσίου προστάξαντος εἰς τὸν λιμένα τῶν Ναξίων κατέ- πλει πεντηκόντορος Διονυσιακὴ αὐλητὰς αὐλοῦντας
ἄγουσα καὶ κελευστὰς κελεύοντας, ὧς (ἄν) ἕκαστος ἀνεκάλει τριήρη μίαν. οἱ δὲ Νάξιοι νομίσαντες ἐπι- πλεῖν τοσαύτας τριήρεις, ὅσους (ἑώρων) κελευστὰς, φοβηθέντες παρέδωκαν ἑκόντες Διονυσίῳ τὴν πόλιν.
21
τοῦ λιμένος τοῦ Μοτυαίων ἀποφράξαντος, αὐτός τε ἀπὸ τῆς Μοτύης τό πεζὸν ἀναστήσας ἐστρατοπέδευσε κατʼ ἀντικρὺ καὶ παρεκάλεσε τοὺς ναύτας καὶ στρα- τιώτας θαρρεῖν καὶ παρασκευάζεσθαι τὴν διαγωγήν τῶν τριήρων [διὰ] τῆς περιεχούσης ἄκρας τὸν λιμένα.
τόπος ἦν ὁμαλὸς καὶ πηλώδης, εὖρος εἴκοσι στάδια· τοῦτον οἱ στρατιῶται ξύλοις φαλαγγώσαντες ὑπερή- 22 23 νεγκαν ὀγδοήκοντα τριήρεις ἡμέρᾳ μιᾷ. Ἱμίλκων φοβηθεὶς μὴ Διονύσιος τὸ ναυτικὸν ὑπερβαλών ὑπὲρ τὴν ἄκραν ἐπιπλεύσας τοὺς Καρχηδονίους ἐπὶ τῷ στόματι τοῦ λιμένος κατακλείσας ἔνδον ἐξέλοι, βορέου πνεύσαντος οὐρίου ἀπόπλουν ἐποιήσατο. Διονύσιος
δὲ καὶ τὸν λιμένα καὶ τὴν Μοτύην καὶ τὸ ναυτικὸν διεσώσατο.
ἀρχὴν, δεχόμεθα πρεσβείαν, εἰ δὲ μὴ, ἄσπονδος ὁ πόλεμος ἔστωʼ. Διονύσιος πάλιν κήρυκα πέμψας ἐκέ- λευσε πέμψαι πρεσβευτὰς ὡς ἀφήσων τὴν ἀρχὴν καὶ σπονδὰς πρὸς αὐτοὺς ποιησόμενος. οἱ μὲν ἔπεμψαν καὶ ὑπὸ χαρᾶς ἐξέλυσαν τὰς φυλακὰς, ὡς ἤδη τοῦ
τυράννου τὴν ἀρχὴν ἀφιέντος· ὁ δὲ τοὺς μὲν πρέσβεις κατασχὼν, τοὺς δὲ στρατιώτας ἐξαγαγών μετὰ πολλῆς ὁρμῆς καὶ βοῆς ἐλθὼν πρὸς τὰ διατειχίσματα, καρτερᾷ προσβολῇ χρησάμενος, ἐμπεσὼν ταῖς Συρακούσαις, τήν τε ἀκρόπολιν οὐκ ἀπέδωκε καὶ τὴν πόλιν ἀπέλαβεν.
25
κουσίους, ὧν ἡσαν αἱ γυναῖκες πολιορκούμεναι. ταύτας τὰς ἐπιστολὰς εὑρόντες [συναγαγόντες] ἐκκλησίαν φανε- ρῶς ἀναγιγνώσκειν ἠξίουν. αἱ μὲν ἄλλαιγυναικῶν ἦσαν ἱκετεῖαι καὶ δεήσεις μὴ περιιδεῖν σφᾶς ἀπολλυμένας, [ἀλλὰ] διαλλαγῆναι πρὸς Διονύσιον· μιᾶς δὲ ἐπιστολῆς
ἔξωθεν ἐγέγραπτο παρὰ Ιππαρίωνος τῷ πάτρι’ τοῦτο δὲ ἦν ὄνομα τῷ Δίωνος υἱῷ. τοῦ δὲ γραμματέως τὴν ἐπιγραφὴν ἀναγνόντος καὶ τὴν ἐπιστολὴν ἀνοί- ξαντος ὁ μὲν υἱὸς οὐδὲν ἦν γεγραφὼς, Διονύσιος δὲ Δίωνι φιλικῶς καὶ συγγενικῶς ἐπιστέλλων καὶ μεγάλα
ὑπισχνούμενος. τούτων ἀναγνωσθέντων διεβλήθη πρὸς τοὺς Συρακουσίους ὁ Δίων καὶ οὐκέθʼ ὁμοίως πιστὸς ἦν, ὅ γε δὴ μάλιστα Διονύσιος ἐσπουδάκει.
29 τριάκοντα πολλὰ κατὰ τὴν χώραν ἐρύματα καὶ φρούρια
κατεσκεύασε συντάξας διαλύεσθαι πρὸς Καρχηδονίους καὶ τὰς φρουρὰς αὐτῶν δέχεσθαι. οἱ Καρχηδόνιοι πάνυ ἀσμένως τὰ χωρία παρελάμβανον ἄνευ μάχης καὶ πολλοὺς τῶν στρατιωτῶν φρουροὺς καὶ φύλακας 30 31 ἐν ἑκάστῳ κατέλειπον. ὁπηνίκα τὸ πλεῖστον τῆς δυ- νάμεως διεσπάρη μεριζόμενον φρουραῖς καὶ φυλακαῖς, τηνικάδε τοῖς ὑπολοίποις Διονύσιος ἐπιθέμενος ἐνί- κησεν.
μὲν τοὺς Ἱμεραίους φιλίαν συνέθετο, πρὸς δὲ τὰ πλη- σίον αὐτῶν πολίσματα πόλεμον ἐξήνεγκεν· καὶ δὴ στρατοπεδεύσας οὐ μακρὰν τῆς Ἱμέρας ἐπεκηρυκεύετο πρὸς τοὺς ἐν τοῖς πολίσμασιν. Ἱμεραῖοι δὲ μέχρι πολλοῦ μὲν τοῖς στρατιώταις αὐτοῦ τὴν ἀγορὰν ἔπεμπον
ἐπειδὴ δὲ χρόνου προϊόντος δῆλος ἦν οὐδὲν πράττων, ὑπιδόμενοι δύναμιν τηλικαύτην παραστρατοπεδεύουσαν πέμποντες τὴν ἀγορὰν ἐπαύσαντο. Διονύσιος ἔχθρας ἀρχὴν ποιησάμενος τὴν ἔνδειαν τῶν ἀναγκαίων ἧκεν ἐπὶ τὴν μέραν αὐτὴν καὶ βίᾳ προσβαλῶν ἐξεῖλε τὴν
πόλιν.
γορεύει τάδε· τοὺς μὲν νεωτέρους ἐς τὸν κίνδυνον τῆς μάχης τάττω, τοὺς δὲ πρεσβυτέρους ἐς τὰς φυλακὰς τῶν χωρίων ἴσην σύνταξιν λαμβάνοντας· πεῖραν γὰρ 32 33 πίστεως δεδωκότες ἐπιμελῶς τὰ χωρία φυλάξουσι καὶ πονήσουσιν ἔλαττον. ἥσθησαν οἱ στρατιῶται πάντες καὶ διῃρέθησαν ἀπʼ ἀλλήλων ἄσμενοι. ἐπειδὴ δὲ διελύθη τὸ πλῆθος καὶ κατʼ ὀλίγους εἰς πολλὰς φυλα-
κἀς ἐμερίσθη, καὶ δὴ τότε ἑκάστους τῶν πρεσβυτέρων ἀπομίσθους ἐποίησεν οὐκέτι τὴν παρὰ τοῦ πλήθους ἐπικουρίαν ἔχοντας.
λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηράρχων, ἀλλὰ
μὴν οὐδὲ προειδέναι τινὰ, ποῖ μέλλει πλεῖν. βιβλίον ἄγραφον ἐσφραγισμένον ἔδωκεν ἑκάστῳ τριηράρχῳ προστάξας, ἐπειδὰν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μαθόντας ἐκεῖσε πλεῖν, οἷ κελεύει τὰ γεγραμμένα. οἱ μὲν δὴ ἀνήχθησαν· ὁ δὲ,
πρὶν ἆραι τὸ σημεῖον, ἐπιβὰς ὑπηρετικοῦ περιέπλει καὶ παρʼ ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτησεν. ὅσους μὲν εὗρε τὴν σφραγίδα λελυκότας, ὡς προδότας ἐκέλευσεν ἀπαχθῆναι τὴν ἐπὶ θανάτῳ· τοῖς δὲ ἄλλοις ἔδωκεν ἕτερα βιβλία, ἐν οἷς ἀληθῶς ἐγέγραπτο ποίᾳ
πόλει βούλοιτο ἐπιπλεῦσαι. καὶ δὴ τὸ ἀπόρρητον οὕτω φυλαχθὲν παρέσχεν αὐτῷ τὴν πόλιν ἀφύλακτον λαβεῖν. Διονύσιος βουλόμενος μαθεῖν, οἷα περὶ αὐτοῦ
φρονοῖεν καὶ λέγοιεν οἱ ἀρχόμενοι, τὰς μουσουργοὺς καὶ τὰς ἑταίρας ἐκέλευσεν ἀπογράψασθαι. αἱ μὲν δὴ
πολλοῦ τέλους ἐπιβολὴν ἐνόμισαν γενήσεσθαι, ὁ δὲ 35 36 τέλος μὲν οὐκ ἐπέβαλεν, ἑκάστην δὲ τῶν ἑταιρῶν ἀνέ- κρινε βασανίζων, τίνα παρὰ τῶν ἐραστῶν συνόντων ἀκούσειαν περὶ τῆς τυραννίδος. οὕτω τοὺς βλασφη- μοῦντας μαθὼν οὕς μὲν ἀπέκτεινεν, οὕς δὲ ἐδίωξεν.
ἡνίκα πρὸς τοὺς πολεμίους κινδύνου καιρὸς ἦν, προάγειν αὐτοὺς ἀπό τῆς πόλεως ἑκατὸν στάδια κελεύσας, τότε ἀπεδίδου τὰ ὅπλα· μετὰ δὲ τὴν μάχην, πρὶν ἐπανελ- θεῖν εἰς τὴν πόλιν καὶ τὰς πύλας ἀνοῖξαι, πάλιν αὐτοὺς ἐκέλευεν ἀποτίθεσθαι τὰς πανοπλίας.
[Διονύσιος] συναρπάσας τοὺς ἐφηδομένους ἀπέκτεινεν.
ἀπαχθῆναι προσέταξεν.
ὕποπτοί τινες ὡς προδιδόντες, βουλόμενος αὐτοὺς ταράττειν, τὴν τῶν ἄλλων χώραν λυμαινόμενος τῆς τῶν διαβαλλομένων ἐκέλευσεν ἀπέχεσθαι. τοῦτο μὲν δὴ καὶ ἄλλοις οἶδα στρατηγοῖς πεπραγμένον. Διονύ- σιος δὲ πρὸς τούτοις καὶ στρατιώτην εἰσέπεμψε τάλαν-
τον χρυσίου κομίζοντα τοῖς ὑποπτευομένοις. τοῦτον οἱ Μεσήνιοι μετὰ [τοῦ] χρυσίου λαβόντες, ἀνακρίναν- τες, μαθόντες οἷς ἐκόμιζε, τοὺς μὲν ὡμολογημένους προδότας ὥρμησαν κολάζειν. οἱ δὲ ἦσαν ἐν δυνάμει καὶ αὐτοῖς σφοδρῶς ἀντέστησαν. ἐγένετο στάσις, ἣ
παρέσχε Διονυσίῳ Μεσήνης κρατῆσαι.
τῶν εἰσφορὰς ᾔτει. τῶν δὲ πολλάκις δεδωκέναι φα- σκόντων βιάζεσθαι μὲν οὐκ ἔγνω, διαλιπὼν δὲ ὀλίγον ἐκέλευσε τοὺς ἄρχοντας, ὅσα ἦν ἀναθήματα ἐν Ἀσκλη-
πίου — πολλὰ δὲ ἦν ἀργύρου καὶ χρυσοῦ — ταῦτα ἔξω τοῦ ἱεροῦ κομίσαντας ὡς βέβηλα προκηρύττειν ἐπὶ τῆς ἀγορᾶς. οἱ Συρακούσιοι μετὰ πολλῆς σπου- δῆς ἐπρίαντο, ὥστε ἠθροίσθη χρημάτων πλῆθος· ὧν κρατήσας Διονύσιος προσέταξε κηρῦξαι, εἴ τίς [τι] 38 39 40 τῶν τοῦ Ἀσκληπιοῦ ἀναθημάτων ἠγόρασεν, αὐτίκα εἰς τὸ ἱερὸν ἀνακομίζειν, ἀποδιδόναι τῷ θεῷ, ἢ θάνατον εἶναι τὴν ζημίαν. οἱ μὲν ἀπέδωκαν τῷ θεῷ, Διονύ- σιος δὲ εἶχε τὰ χρήματα.
τεθνηκότες, οἱ δὲ πεφευγότες ἦσαν — ἦν δὲ μείζων ἢ ὥστε ὑπὸ ὀλίγων φυλάττεσθαι — φρουροὺς μὲν ὀλίγους αὐτόθι καταλείπει· τοῖς δὲ ἀλοῦσιν οἰκέταις τῶν δεσποτῶν θυγατέρας συνῴκισεν, ἵνα πολεμιώτατοι φανέντες [τοῖς δεσπόταις] αὐτῷ πιστοὶ φύλακες τῆς
πόλεως γένοιντο.
χίλια, ἀργυρίου πολλῷ πλείονα ὑπὸ τῶν στρατιωτῶν καὶ τῶν ναυτῶν διηρπάσθαι, πρὶν ἐπιβῆναι τῆς γῆς ἐκήρυξε τοῖς ἔχουσι τὰ χρῆματα προστάσσων τὰ μὲν ἡμίσεα ἀναφέρειν, τὰ δὲ ἡμίση συγχωρῶν· ἢ θανάτῳ ζημιώσειν τοὺς μὴ πεισθέντας. οἱ μὲν τὰ ἡμίση προσ-
εκόμισαν· ὁ δὲ ἀπὸ τούτων καὶ τὰ λοιπὰ εἰσπράξας δωρεὰν ἔδωκεν αὐτοῖς μηνὸς σιταρκίαν.
τοῖς περὶ Ἰταλίαν χωρίοις. Διονύσιος ὁ Σικελίας τύ- ραννος ἐπεκηρυκεύετο πρὸς Μεταποντίνους καὶ τοὺς ἄλλους Ἰταλιῶώτας περὶ φιλίας. Εὐήφενος τοῖς φοι-
τῶσι νέοις καὶ τοῖς πατράσιν αὐτῶν γνώμην ἠγόρευε, μηδαμῶς τυράννῳ πιστεύειν. Διονύσιος ἐπὶ τούτῳ μάλα ὠργίξετο, ὥστε καὶ λαβεῖν αὐτὸν ὑποχείριον ἐσπούδασεν ἐκ Μεταποντίου διακομιζόμενον ἐς Ῥήγιον. ἐπεὶ δὲ ἔλαβεν, ἐπὶ τοῦ συνεδρίου κατηγορήσας ἔδειξεν,
ἡλίκων διʼ αὐτὸν εἴη πραγμάτων ἀφῃρημένος. ὁ δὲ ὁμολογῶν δικαίως ἔφη ταῦτα ποιῆσαι· τοὺς μὲν γὰρ εἶναι φίλους αὐτῷ καὶ μαθητὰς, τύραννον δʼ οὐδὲ ὄψει γνώριμον. [ὁ δὲ] αὐτοῦ θάνατον κατέγνω. Εὐή- φενος οὐδὲν ταραχθεὶς πρὸς Διονύσιον ἔφη· τοῖς μὲν
δεδογμένοις πείθομαι· ἐπεὶ δὲ ἀνέκδοτος ἀδελφὴ ἐστί μοι ἐν Παρίῳ, ταύτην ἐκδοῦναι πρότερον βούλομαι διαπλεύσας εἰς τὴν πατρίδα καὶ συντόμως ἐπανελθὼν τεθνήξομαι. πάντων γελασάντων ἐπὶ τῷ λόγῳ Διονύ- σιος ἐθαύμασε καὶ ἤρετο τίς ἂν οὖν πίστις γένοιτο;᾿
ὁ δὲ ἐγγυητὴν᾿, ἔφη, τοῦ θανάτου καταστήσωʼ, καὶ μεταπεμψάμενος τὸν Εὔκριτιον ἠξίωσεν ἐγγυήσασθαι. ὁ δὲ μάλα ἀσμένως ἐπένευσε τοῦ θανάτου τὴν ἐγγύην 44 45 συντάξας τὸν μὲν ἐξιέναι ὡς ἐν μησὶν ἓξ ἐπανήξοντα, αὐτὸν δὲ φυλάττειν αὐτόθι μένοντα καὶ φρουρούμενον. ἦν τὸ χρῆμα ἤδη [θαυμαστόν]· θαυμαστότερον δὲ ἐγένετο. καὶ γὰρ μετὰ τοὺς ἓξ μῆνας ὁ τὸν ἐγγυητὴν παρασχὼν τὴν ἀδελφὴν ἐκδοὺς, ἐπανελθὼν ἐς Σικε-
λίαν, παραδοὺς ἑαυτὸν ἠξίωσε τὸν ἐγγυησάμενον ἀφεῖ- ναι. Διονύσιος ὑπεραγασθεὶς ἀμφοτέρων τὴν ἀρετὴν ἀμφοτέρους ἀφῆκεν καὶ τὰς δεξιὰς λαβὼν ἠξίου τρί- τον αὐτὸν εἰς τὴν ἑαυτῶν φιλίαν συγκατατάττειν καὶ μένειν παρʼ αὐτῷ κοινωνοῦντας τῶν παρόντων ἀγα-
θῶν. οἱ δὲ τὴν μὲν προαίρεσιν ἀπεδέξαντο τοῦ τυ- ράννου, ᾐτήσαντο δὲ, εἰ τὸ ζῆν αὐτοῖς βούλοιτο παρα- σχεῖν, συγχωρῆσαι ἀναστρέφειν ἐπὶ τὰς συνήθεις διατριβὰς μετὰ τῶν νέων. συνεχώρησε Διονύσιος. τοῦτο τὸ ἔργον ἔπεισε πολλοὺς Ἰαλιωτῶν Διονυσίῳ
πιστεύειν.
3. ΑΓΑΘΟΚΛΗΣ.
46τες ἐξεμέσωμεν τοὺς ὅρδους᾿.
καὶ ὅρκους ἔδωκαν. Ἀγαθοκλῆς εἰσελθὼν ἐκέλευσεν αὐτοὺς ἀόπλους εἰς τὴν ἐκκλησίαν συνελθεῖν· ὁ στρα- τηγὸς ἐπηρώτησεν ὅτῳ δοκεῖ ὅπερ καὶ Ἀγαθοκλεῖ, αἰρέτω τὴν χεῖρα᾿. ὁ τοίνυν Ἀγαθοκλῆς δοκεῖ μοι᾿, ἔφη, πάντας ἀνελεῖν᾿. ἦσαν δὲ μύριοι. καὶ δὴ περι-
στάντες οἱ στρατιῶται πάντας ἀνεῖλον ἐπὶ τῆς ἐκ- κλησίας.
52 σίων νεωτερίζειν, Καρχηδονίους νικήσας, θύων ἐπι- νίκια πεντακοσίους ἄνδρας τοὺς ὑπόπτους ἐπὶ τὴν
ἑστίαν ἐκάλεσεν. ἦν μὲν δὴ μεναλοπρεπὴς ἡ τῶν κλη- θέντων ἑστία. αὐτὸς δὲ ἤδη μεθυόντων ἐς μέσους παρελθὼν, κροκωτὸν ἐνδὺς, Ταραντῖνον περιβαλόμενος ηὔλησεν, ἐκιθάρισεν, ὡρχήσατο· ὥστε ὑφʼ ἡδονῆς θό- ρυβος καὶ κρότος ἐκ πάντων ἦν. ἐν δὲ τῷ καιρῷ τῆς
ἡδονῆς ὑπεξῆλθε τοῦ συμποσίου ὡς κεκμηκὼς τὴν ἐσθῆτα ἀλλάξων. ἐκυκλώσαντο τὸν ἀνδρῶνα ὁπλῖται πολλοί· χίλιοι δὲ ξίφη σπασάμενοι, δύο κατὰ ἔνα στάντες πάντας ἀπέσφαξαν τοὺς κατακειμένους.
ὥρας ἡττώμενος περιεῖπεν αὐτὸν καὶ περὶ τὴν θερα- πείαν αὐτοῦ μόνον ἠσχολεῖτο. Ἀγαθοκλῆς ἄφνω τοὺς Συρακουσίους ἐπαγαγών τόν τε Ὀφέλαν ἀπέκτεινε καὶ τῆς δυνάμεως αὐτοῦ πάσης ἐκράτησε καὶ τὸν υἱὸν ἀπέ- λαβεν οὐχ ὑβρισθέντα.
δὴ ἔκτεινε πάντας ὡς δειλοὺς καὶ ἀπίστους· τοὺς δὲ μείναντας ὡς ἀνδρείους καὶ πιστοὺς ἐπαινέσας διέβαλεν ἐς τὴν Λιβύην ἑξήκοντα ναυσὶ καὶ τῆς γῆς ἐπιβὰς παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζοιντο γενναιότερον οἱ στρατιῶται τὸ δύνασθαι φεύγειν ἐπὶ
τῶν νεῶν ἀπεγνωκότες. τούτοις τοῖς στρατηγήμασι χρησάμενος Ἀγαθοκλῆς αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἐν Λιβύῃ πόλεων ἐκράτησεν.
ᾔτησε παρὰ Συρακουσίων ὡς διαβησόμενος ἐς τὴν Φοινίκην φάσκων τῶν ἐκεῖ τινὰς προδιδόντας μετὰ σπουδῆς αὐτὸν καλεῖν. πιστεύσαντες ἔδωκαν οἱ Συρα-
κούσιοι. ὁ δὲ λαβῶν τοὺς στρατιώτας Φοίνιξι μὲν μακρὰν χαίρειν ἔφη, ὁρμήσας δὲ ἐπὶ τοὺς συμμάχους τὰ περὶ τὴν Ταυρομενῖτιν φρούρια κατέσκαψεν.
61 μὲν εἰς Λιβύην ἀπῆρεν. ὁ δὲ συναγαγὼν ἐκκλησίαν
τῶν Συρακουσίων ταύτηνʼ, [ἔφη], τὴν ἡμέραν ηὐ- ξάμην, ἐν ἧ τοὺς πολίτας ὄψομαι τὴν ἐλευθερίαν ἔχον- ταςʹ. ταῦτα λέγων, τὴν χλαμύδα περιελὼν καὶ τὴν μάχαιραν αὐτὸν ἰδιώτην ἀπέφηνε. τῶν Συρακουσίων ὡς ἀνδρὶ δημοτικῷ καὶ μετρίῳ τὴν πολιτείαν ἐπιτρε-
ψάντων, ὁ δὲ μετὰ τὴν ἕκτην ἡμέραν πολλοὺς φονεύ- σας τῶν πολιτῶν, διώξας δὲ πλείους τῶν πεντακισχι- λίων αὐτὸς τὴν ἀρχὴν τῶν Συρακουσίων κατέσχεν.
62 θρώπινον καὶ Διοκλέα φίλους ἐπιβουλεύειν αὐτῷ κα-
λέσας αὐτοὺς ἐνεχείρισεν αὐτοῖς πολλὴν στρατιὰν, ἴνα πόλει συμμάχῳ πολεμουμένῃ βοηθοῖεν ἐξελθόντες· καὶ ῾αὔριόν γε᾿ , ἔφη, συνελθόντες εἰς τὸ Τιμολεόντειον 63 64 65 66 μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων διατάξωμεν τὴν ἔξο- δονʹ. οἱ μὲν ἄσμενοι ταῦτα ἐδέξαντο ὡς μέλλοντες καὶ δύναμιν στρατιωτικὴν ἔχειν πρὸς τὴν ἐπίθεσιν. ἐπεὶ δὲ τῆς ὑστεραίας εἰς τὸ Τιμολεόντειον συνῆλθον, ὁ μὲν Ἀγαθοκλῆς ἐσήμηνε τὴν σύλληψιν· οἱ δὲ τὸ
σύνθημα δεξάμενοι τοὺς περὶ Διοκλέα καὶ Τίσαρχον καὶ Ἀνθρώπινον, ἄνδρας τῶν διακοσίων πλείονας, ἐξεκέντησαν. ὅσοι δὲ βοηθεῖν τούτοις ἐπειρῶντο, καὶ οὗτοι προσανῃρέθησαν οὐκ ἐλάττους τῶν ἑξακοσίων.
4. ΙΠΠΑΡΙΝΟΣ.
67παραφυλάττοντας τὴν ἐφοδείαν ἀποκτεῖναι. οἱ μὲν ἔκτειναν τοὺς παραφυλάσσοντας καὶ πυλίδας τινὰς τοῦ τείχους διεῖλον· Ἱππαρῖνος δὲ διὰ τούτων τοὺς ξένους εἰσαγαγὼν κατέσχε τὴν Συρακουσίων πόλιν.
5. ΦΕΟΚΛΗΣ.
68ἀνοίξειν τὰς πύλας, καὶ παρελθόντας αὐτοὺς χρῆσθαι τοῖς Σικελοῖς ὡς πολεμίοις. ὁ μὲν ἀνέῳξεν, οἱ δὲ Μεγαρεῖς καταλαβόμενοι τὴν ἀγορὰν καὶ τὴν ἀκρόπο- λιν ὡπλισμένοι προσέπιπτον τοῖς Σικελοῖς. οἱ δὲ κατα- ληφθέντες ἄοπλοι τὴν πόλιν ἐκλιπόντες ἔφευγον· Με-
γαρεῖς δὲ ἀντὶ Σικελῶν Χαλκιδεῦσι συνῴκησαν.
72 μῆνας τῆς πόλεως ἐξέβαλε φήσας εὔξασθαι κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐὰν κρατήσωμεν τῆς πόλεως ἀσφαλῶς, θύσειν τοῖς δώδεκα θεοῖς καὶ πέμψειν πομ-
πὴν ὅπλοις κεκοσμημένην᾿. τῶν δὲ Μεγαρέων [οὐδὲν] ὑπιδομένων, ἀλλὰ θύειν ἀγαθῇ τύχῃ κελευόντων, οἱ Χαλκιδεῖς παρʼ αὐτῶν εἰς τὴν πομπὴν χρησάμενοι τὰς πανοπλίας, τῆς θυσίας γενομένης, αὐτοὶ νόμῳ πομπῆς βαδίζοντες, ἐπειδὴ κατὰ τὴν ἀγορὰν ὡπλισμένοι κάτε-
στησαν, Θεοκλῆς ἐκέλευσεν ἀνειπεῖν τὸν κήρυκα· ῾ Με- γαρεῖς ἐκ τῆς πόλεως ἀπιόντων πρὸ δύντος ἡλίουʼ. οἱ δὲ ἐπὶ τοὺς βωμοὺς ἱκέται καταφυγόντες ἠξίουν μὴ διώκεσθαι ἢ μετὰ τῶν ὅπλων ἐκπέμπεσθαι. Θεο- κλῆς μετὰ τῶν Χαλκιδέων ἐβουλεύσατο οὐκ ἀσφαλῶς
ἔχειν ἐκβαλεῖν τοσούτους ἐχθροὺς ὡπλισμένους. καὶ 73 δὴ γυμνοὶ Μεγαρεῖς τῆς Λεοντίνων ἐκπεσόντες Τρώ- τιλον κατῴκησαν μέχρι ἑνὸς χειμῶνος· μέχρι γὰρ το- σούτου συνεχώρησαν οἱ Χαλκιδεῖς.
6. ΙΠΠΟΚΡΑΤΗΣ.
74ἔνεμεν ἀεὶ τῆς λείας τὸ πλεῖον μέρος καὶ μισθοὺς μείζονας ὑπερεπαινῶν αὐτοὺς ὡς προθυμοτάτους καὶ μάλιστα χαριζόμενος, ὡς πλείονας ἐκ τῆς πόλεως ταύ- της ἔχοι συμμάχους. ταῦτα ἠγγέλλετο τοῖς ἐν τῇ πόλει·
οἱ δὲ ζηλώσαντες τὴν ὠφέλειαν τῶν στρατευομένων ἐθέλοντες πάντες ἐξῆλθον καταλιπόντες ἔρημον τὴν πόλιν. Ἱπποκράτης φιλοφρόνως δεξάμενος τοὺς ἄν- δρας, αὐτῆς νυκτὸς ἀναλαβὼν τὴν δύναμιν διὰ τοὔ Λαιστρυγονίου πεδίου προῆγε, τοὺς μὲν Ἐργετίνους
τάξας πρὸς τὴν θάλατταν, τὴν δὲ ἄλλην στρατιὰν πρὸς τὴν ἤπειρον. ἐπεὶ δὲ ἀπεφράχθησαν πρὸς ταῖς ῥαχίαις τῶν κυμάτων οἱ Ἐργετῖνοι, τοὺς ἱππεῖς προπέμψας Ἱπποκράτης τὴν πόλιν αὐτῶν ἔρημον οὖσαν κατελά- βετο καὶ τὸν κήρυκα πόλεμον αὐτοῖς προειπεῖν ἐκέ-
λευσε καὶ σύνθημα Γελῴοις καὶ Καμαριναίοις ἔδωκε κτείνειν ἀδεῶς Ἐργετίνους ἅπαντας.
7. ΔΑΦΝΑΙΟΣ.
78σας μεγάλης βοῆς φερομένης ἀπὸ τῆς λαιᾶς τάξεως, προσδραμὼν, τοὺς Ἰταλιώτας ἰδὼν πονοῦντας καὶ ἡττωμένους, ἐπανελθὼν ἐπὶ τὸ δεξιὸν κέρας εὐηγγέλιζε τοῖς Συρακουσίοις, ὡς τῶν Ἰαλιωτῶν κατὰ τὴν εὐώ- νυμον τάξιν νενικηκότων· καλῶς δὲ ἔχειν καὶ παρʼ
αὐτῶν ἔργον τι γενναῖον γενέσθαι. ὑπολαβόντες οἱ Συρακούσιοι τὸν στρατηγὸν ἀληθῆ λέγειν ἀνεβόησαν ῾ παντὶ θυμῷ τοῖς πολεμίοις ἐμβάλωμενʼ· καὶ δὴ προ- θύμως ἐμβαλόντες ἐτρέποντο τοὺς βαρβάρους.
8. ΑΕΠΤΙΝΗΣ.
8081
παραπλεόντων καὶ ἀποβαινόντων ἐπὶ τὴν γῆν καὶ ὅσα ἐπὶ θαλάττῃ καιόντων [καὶ] ἁρπαζόντων, προκαθίσας νύκτωρ ἱππεῖς ἐνεδρεύοντας, προπέμψας κρύφα τινὰς ἐκέλευσεν ἐμπιπράναι τοὺς σταθμούς. οἱ δὲ Καρχη-
δόνιοι πρὸς τὰ καιόμενα προσθέοντες ὡς ἁρπασόμενοι τὰ ἐν τοῖς σταθμοῖς περιέπιπτον τοῖς ἐνεδρεύουσιν ἱππεῦσιν, ὑφʼ ὧν διωκόμενοι μέχρι τῶν τριήρων οἱ πλεῖστοι διεφθείροντο.
φορτίον ξύλων ἀράμενος ἐπέβη τῆς νεώς· καὶ ἀπο- κόψας τὰ πρυμνήσια τὸ σκάφος. ἐπανήγαγε καὶ τοὺς ναύτας προσνηξαμένους ἀναλαβών ἀνέπλευσεν ὡς Διονύσιον.
9. ΑΝΝΩΝ.
85
ὀξέως ἄρασθαι τὰ ἱστία καὶ οὕτω διέφυγε τοὺς ἐναν- τίους μέλλοντας καὶ ταρασσομένους καὶ ἀπειροτέρους ὄντας ναυτικῆς ἐπιστήμης.
10. ΙΜΙΛΚΩΝ.
86οινον κεράμια οἴνου πολλὰ μανδραγόρᾳ διαφθείρας 87 88 89 90 καὶ ἐν τοῖς προαστείοις ἐπικλίνας ἐπιόντων ἀνεχώρη- σεν εἰς τὴν πόλιν, ὡς οὐχ οἷός τε ὥν βιαζομένοις ἀντιστῆναι. οἱ δὲ ὑπερεχάρησαν ὡς κατακλείσαντες εἴσω τειχῶν Καρχηδονίους καὶ τὰ κεράμια εὑρόντες
τοῦ οἴνου χανδὸν ἐνεφορήθησαν· καὶ αὐτίκα ὕπνῳ βαρυτάτῳ καταλαμβάνονται.
βύης εἰς Σικελίαν, γράψας καὶ σημηνάμενος (εἰς) γραμ- ματεῖα τοῖς κυβερνήταις ἔδωκε συντιθέμενος, ἐὰν ἀπο-
σπασθῶσιν ἐν τῷ πελάγει, ποῖ χρὴ συνάπτειν, ἴνα μὴ ὑπὸ τῶν αὐτομόλων ἐξαγγελθῇ. λαμπτῆρας [δʼ ἦρε] τὸ πρόσθεν μέρος πεφραγμένους, ὅπως μὴ γνωρίζοιεν ἀπὸ τοῦ φωτὸς οἱ πολέμιοι τὸν ἐπίπλουν.
93
ἐφʼ ἥν ἦσαν ὁδοὶ δύο δύσποροι. ταύτας οἱ μὲν Λί- βυες ἐφύλαττον. ὁ δὲ Ἰμίλκν ἔπεμψε πρὸς αὐτοὺς αὐτόμολον φράσοντα· ἡ μὲν ἑτέρα τῶν ὁδῶν ἐγχω- σθήσεται, ὅπως εὔπορος γένοιτο, ἡ ἑτέρα δὲ ἀποσκα- φήσεται, ὅπως μὴ διὰ ταύτης ἱ ρμσάντων κυκλωθή-
σωνται᾿. καὶ δὴ ταῦτα γιγνόμενα ὁρῶντες οἱ πολέμιοι πιστὸν ἡγούμενοι τὸν αὐτόμολον ὥρμησαν ἐπὶ τὴν ἐγχωννυμένην ὁδὸν ὡς ἀνείρξοντες. ὁ δὲ νύκτωρ 94 95 96 ξύλοις προπαρεσκευασμένοις τὴν ἀπεσκαμμένην ὁδὸν γεφυρώσας, διὰ ταύτης ἀγαγὼν τὸ στρατόπεδον εἷλε τὴν πόλιν τῶν πολεμίων τὴν ἑτέραν ὁδὸν φυλατ- τόντων.
διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλε παράγ- γελμα δοὺς ἀπόρρητον ἐς φυγὴν ἑκόντας τραπέσθαι. οἱ μὲν δὴ ἔφευγον, οἱ δʼ Ἀκραγαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν
ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρόμενον ἰδόν- τες ἀπὸ τῶν τειχῶν ᾠήθησαν ὑπὸ τῶν πολεμίων [τὴν πόλιν] ἀνακαίεσθαι καὶ μεταβαλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φυγόν-
των. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο, οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν.
βουλομένων δέξασθαι τοὺς Καρχηδονίους, οὐ μὴν τῶν στρατηγῶν ἐπιτρεπόντων, τοῦτο μαθὼν Ἰμίλκων τὴν 101 102 103 ὕλην, ὅση πρὸ τοῦ στρατοπέδου τῶν πολεμίων ἦν — πολλὴ δὲ ἦν καίειν — παραφυλάξας ἄνεμον ἐναντίον τοῖς πολεμίοις ἐνέπρησεν. ὁ μὲν δὴ καπνὸς πολὺς καὶ βίαιος ἐς τὰς ὄψεις τῶν πολεμίων ὑπὸ πνεύματος ἐφέ-
ρετο, μίλκων δὲ ἔλαθε διελθν πρὸς τὰ τείχη, καὶ ἀνέῳξαν αὐτῷ τὴν πύλην οἱ βουλόμενοι δέξασθαι, καὶ παρῆλθεν εἴσω τῶν στρατηγῶν ἀγνοούντων.
11. ΓΕΣΚΩΝ.
104ἐν Λιβύῃ στρατηγῶν, πολλοὺς πολέμους κατορθώσας, φθονηθεὶς ὑπὸ τῶν διαπολιτευομένων, διαβληθεὶς ὡς ἐπιθέμενος τυραννίδι αὐτός τε ἀνῃρέθη, καὶ ὁ ἀδελ- φὸς αὐτοῦ Γέσκων φυγαδευθεὶς ἐξέπεσε· τὰ δὲ χρή- ατα αὐτῶν δημευθέντα ἐνείμαντο οἱ πολῖται. τού-
τῶν πραχθέντων οἱ Καρχηδόνιοι στρατηγοῖς ἄλλοις χρησάμενοι καὶ πολλάκις ἡττώμενοι καὶ ἁλῶναι κιν- δυνεύοντες μετέγνωσαν ἐπὶ τῇ τοῦ Γέσκωνος φυγῇ καὶ τῇ ἀναιρέσει τοῦ Ἀμίλκου. ἀλλὰ τὸν μὲν Ἀμίλκαν τεθνηκότα οὐχ οἷόν τε ἦν ἀνακαλέσασθαι, τὸν Γέ-
σκωνα δὲ ἀπὸ τῆς φυγῆς ἀνεκαλέσαντο καὶ αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν καὶ τοὺς ἐχθροὺς αὐτῷ παρέδω- καν εἰς τιμωρίαν καθʼ ὅν ἂν βούληται τρόπον. Γέσκων 106 107 δὲ παραλβὼν αὐτοὺς δεδεμένους προσέταξε τοῦ πλή- θους ἐναντίον κατὰ γαστέρα κατακλῖναι χαμαί· τρὶς δὲ ἑκάστου ἐλαφρῶς τῷ ποδὶ ἐπὶ τὸν τράχηλον ἐπιβὰς, ἱκανὴν ἔφη τιμωρίαν ἔχειν τῆς τοῦ ἀδελφοῦ προαναι- ρέσεως. τοῦτο πράξας ἀφῆκε τοὺς ἐχθροὺς προσειπὼν
῾οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλʼ ἀγαθῷ κακόν᾿. τοι- γαροῦν αὐτοί τε οἱ ἐχθροὶ καὶ οἱ τούτων οἰκεῖοι καὶ οἱ Καρχηδόνιοι πάντες πειθαρχοῦντες τῷ Γέσκωνι διετέλεσαν ὡς ἀγαθῷ στρατηγῷ· καὶ αὐτίκα μεταβολὴ τῆς τοῦ πολέμου τύχης ἐγένετο νικῶντος τοῦ Γέσκωνος
ἐν ταῖς μάχαις διὰ τὴν παρὰ τῶν ἀρχομένων εὔνοιαν καὶ προθυμίαν.
12. ΤΙΜΟΛΕΩΝ.
108ἡμίονος ἀπηντᾶτο αὐτοῖς κομίζων σέλινα. οἱ στρα- τιῶται τὸ σημεῖον ἐφοβήθησαν, ὅτι ἄρα παρʼ αὐτοῖς τὰ μνημεῖα τῶν ἀποθανόντων στεφανοῦται σελίνοις. Τιμολέων καὶ μὴν μᾶλλονʼ, ἔφη, φανερὰν νίκην οἱ θεοὶ δηλοῦσιν ἡμῖν· τοὺς γὰρ τὰ Ἰσθμια νικῶντας
οἱ Κορίνθιοι τῶν σελίνων στεφανοῦσι.᾿ ταῦτα εἰπὼν αὐτός τε τῶν σελίνων ἀνεστέψατο καὶ τοὺς περὶ αὐτὸν 109 110 111 ἡγεμόνας ἀνέστεψεν, ὥστε καὶ οἱ στρατιῶται, ἄλλος πρὸς ἄλλου τῶν σελίνων λαβόντες, εὐτολμότεροι πρὸς τὴν μάχην ἐγένοντο.
112
λοὺς ἐξαπατήσαντα καὶ παρὰ τοὺς ὅρκους ἀποκτείναντα κατεστρατήγησεν. ὁ μὲν τύραννος [ὡμολόγησε Τιμο- λέοντι παραδώσειν ἑαυτὸν ἐφʼ ᾧ τε] κριθῆναι παρὰ Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος, ὁ δὲ ὤμοσε μὴ κατηγορήσειν. ἐπὶ τούτοις ὁ Μάμερκος ἧκεν
εἰς τὰς Συρακούσας. Τιμολέων προαγαγών αὐτὸν εἰς τὴν ἐκκλησίαν κατηγορήσω μὲν οὐδαμῶςʼ, ἔφη, ῾ τοῦτο γὰρ συνεθέμην, ἀποκτεῖναι δὲ τὴν ταχίστην αὐτὸν κελεύω. τὸν γὰρ πολλοὺς ἐξαπατήσαντα δίκαιον ἄν εἴη καὶ αὐτὸν ἅπαξ ὁμοίως ἐξαπατηθῆναι.᾿
113 λόφον ὑψηλὸν καὶ μετέωρον, ἰδών Καρχηδονίους πεν- τακισμυρίους ἐκτεταγμένους, τὸ δὲ κατάστημα χειμέ- ριον καὶ πνεῦμα κινούμενον ἐναντίον τοῖς πολεμίοις, ἐκκλησίαν συναγαγὼν ἠγόρευσε· νῦν ἀλῶναι χρὴ τοὺς
πολεμίους· εἶναι γὰρ χρησμὸν, ὡς ἐν τούτῳ τῷ τόπῳ παραταξάμενοι διαφθαρήσοιντο, τεκμηριοῖ δὲ τὸν χρη- σμὸν ὁ χειμῶν ἐξαπίνης κινούμενος. οἱ Ἕλληνες ἐπὶ μέγα ταῖς γνώμαις ἀρθέντες ὀλίγοι πολλοὺς ἐνίκησαν.
13. ΑΡΙΣΤΩΝ.
τριήρης προσάγῃ τῇ νηὶ, ὑπὸ τῶν ἐν [ταῖς] σιτηγοῖς προσβάλλοιτο βέλεσι πολλοῖς, εἰ δὲ ταῖς ὁλκάσιν αὐταῖς πειρῷτο προσβάλλειν καὶ βιάζεσθαι, αὐτὸς περιπλέων ἐκ πλαγίων βλάπτοι τὴν πολεμίαν τριήρη καὶ ἀπο- λαμβάνοι μέσην αὐτοῦ καὶ τῶν ὁλκάδων.
γῆν καὶ ἀποβάντες εὐθὺς ἠριστοποιοῦντο. οἱ Ἀθηναῖοι νομίσαντες αὐτοὺς ἡττωμένους ἀναχωρῆσαι μέγα φρο- νοῦντες ἐπὶ τῇ νίκῃ ἐκβαίνουσι καὶ περιῄεσαν τά τε ἄλλα πράττοντες καὶ ὅσα πρὸς ἄριστον ἑτοιμάζοντες. ἐπέπλευσαν ἐξαίφνης οἱ Συρακούσιοι. θόρυβος ἦν
τῶν Ἀθηναίων ἀσίτων ἐμβαινόντων· οἴ δὲ ἠριστη- κότες εὐκολώτερον ἐκράτησαν.
14. ΘΡΑΣΥΜΗΔΗΣ.
τῶν καὶ δεινὴν ὕβριν ἡγουμένων ὁ Πεισίστρατος ῾ ἢν τοὺς φιλοῦντας᾿, ἔφη, κολάσωμεν, τοὺς μισοῦντας τί ποιήσομεν;᾿ Θρασυμήδης ἐπὶ μεῖζον αἰρομένου τοῦ ἔρωτος ἡλικιώτας παραλαβὼν συμμάχους τὴν κόρην ἐπὶ τῇ θαλάσσῃ θυσίαν τελοῦσαν παρεφύλαξεν. οἱ μὲν
δὴ σπασάμενοι τὰ ξίφη, τὸν ὄχλον σκεδάσαντες, εἰς σκάφος ἐμβαλόντες ἐπʼ Αἰγίνης ἀνήγοντο. Ἱππίας δὲ, ὁ πρεσβύτερος τῶν Πεισιστράτου παίδων, τὰ λῃστρικὰ τῆς θαλάσσης ἀναιρῶν καὶ τοιοῦτο τὸ σκάφος διὰ τὴν σπουδὴν τῆς εἰρεσίας νομίσας εἶναι, τὴν ἀδελφὴν
αὐτήν τε ἀνεσώσατο καὶ τοὺς ἁρπάσαντας συλλαβὼν ἐπανήγαγεν. Θρασυμήδης καὶ οἱ φίλοι τῷ τυράννῳ παραστάντες οὐχ ἱκέτευσαν, ἀλλὰ μάλα ἀνδρείως χρῆ- σθαι αὐτοῖς βούλοιτο τρόπῳ προὐκαλέσαντο φήσαν- τες ἔκτοτε θανάτου καταφρονῆσαι, ὁπότε τὴν ἁρπαγὴν
ἐβουλεύσαντο. Πεισίστρατος καταπλαγεὶς τὴν γενναιό- τητα τῶν νεανίσκων πρὸς γάμον ἐξέδωκε (τῷ νεανί- σκῳ) τῷ Θρασυμήδει τὴν θυγατέρα. τοῦτο ποιήσας 121 122 εὔνοιαν καὶ φιλίαν ἐκτήσατο παρʼ αὐτῶν ὡς οὐκέτι τύραννος, ἀλλὰ χρηστὸς πατὴρ καὶ δημοτικὸς πολίτης.
15. ΜΕΓΑΚΛΗΣ.
123των διετέλει καὶ πολλοὺς Σικελιώτας κατʼ αὐτοῦ συνί- στη καὶ τοῖς ἀνελοῦσιν αὐτὸν ἐκήρυξε μεγάλας δωρεάς. Ἀγαθοκλῆς παροξυνθεὶς πολιορκεῖν Μεσήνην παρε- σκευάζετο καὶ πέμψας κήρυκα ἐξῄτει Μεγακλέα· εἰ δὲ μὴ λάβοι, τὴν πόλιν ἐξανδραποδιεῖσθαι κατὰ κράτος
ἐλῶν ἠπείλει. Μεγακλῆς τὸν θάνατον οὐκ ἔδεισεν, ἀλλʼ ἑκών αὐτὸν εἰς τὴν ἔκδοσιν ἐπέδωκεν, εἰ πέμποιτο πρεσβευτής. ψηφισαμένων ταῦτα Μεσηνίων ἐλθὼν εἰς τὸ στρατόπεδον τοῦ Ἀγαθοκλέους ἐγώ τοι᾿, ἔφη, καὶ πρεσβεύων παρὰ τῆς πόλεως ἥκω καὶ τεθνηξόμενος,
πρότερον δὲ τῆς πρεσβείας ἄκουσον μετὰ τῶν φίλωνʼ. Ἀγαθοκλῆς συνήγαγε τοὺς φίλους. ἐπὶ τούτων ὁ Με- γακλῆς διεξελθὼν τὰ δίκαια τῆς πατρίδος τελευταῖον ἔφη εἰ δὲ ἐπὶ τὰς Συρακούσας ἐστράτευον Μεσήνιοι, πότερον ἄν ὑπὲρ Συρακουσίων ἢ Μεσηνίων πάντα
ἔπραττες;ʼ τοῦ δὲ Ἀγαθοκλέους πρὸς τὸ ἐρώτημα μει- διάσαντος οἱ παρόντες φίλοι παρεκάλεσαν αὐτὸν φεί- δεσθαι πρεσβευτοῦ δίκαια λέγοντος· ὁ δὲ διαλυσά- μενος τὸν πόλεμον καὶ τὸν Μεγακλέα σῶον ἀπέπεμψε καὶ φιλίαν συνέθετο πρὸς τοὺς Μεσηνίους.
124 125
16. ΠΑΜΜΕΝΗΣ.
126 ἐς Θήβας. οἱ πολέμιοι τὸν Θιλοβοιωτὸν καλούμενον κατελάβοντο ἔχοντα ὁδοὺς δύο στενὰς, ὧν τῆς ἑτέρας
ἤδη κατειλημμένης ὁ Παμμένης ὀρθίας τὰς τάξεις βα- θύνας καὶ ποιήσας τὸ στρατόπεδον εὔογκον καὶ πορευ- τικὸν ἐσχημάτισεν ἐπὶ τὸ δεξιὸν ὡς ἔνθεν ἄξων. οἱ δὲ τὸ εὐώνυμον ἐκλιπόντες ἐπὶ τὸ δεξιὸν ἔδραμον ὡς κωλύσοντες, ὁ δὲ ἐπὶ τὸ εὐώνυμον σπουδῇ δραμών
ἀσφαλὼς διήγαγε τὸ στρατόπεδον.
128 λοὺς πελταστὰς τῶν πολεμίων ἐχόντων, ὀλίγους τῶν αὑτοῦ πελταστὰς καὶ τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας
ὑποφεύγειν, ἵνα ἀποσπάσῃ [τοὺς] ἐναντίους πελτα- στὰς ἀπὸ τῆς ἄλλης φάλαγγος. ἐπεὶ δὲ τοῦτʼ ἐγένετο, λαβών τοὺς ἱππεῖς ἀπὸ τοῦ ἑτέρου κέρατος περι- ίππευσεν ἐπʼ αὐτοὺς καὶ κυκλωσάμενος ἐνίκησε, τῶν τε ἱππέων ἐπικειμένων καὶ τῶν φεύγειν δοκούντων
ἀναστρεψάντων.
130 τοῦ Σικυωνίων λιμένος αὐτὸς μὲν κατὰ γῆν παρε- 131 132 133 134 σκευάζετο προσβαλεῖν, πλοῖον δὲ στρογγύλον πληρώ- σας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες προσέσχον πρὸ τοῦ λιμένος· δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν ἐπι- τηδείων ἥκοντες. ὁ δὲ Παμμένης, ἐπεὶ τὸ πλοῖον ἐφώρ-
μει τῷ λιμένι καὶ ἦν ἑσπέρα, προσέβαλε τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ περὶ τὸν λιμένα πρὸς τὸν θό- ρυβον ὁρμήσαντες βοηθεῖν ἐπειρῶντο. ἐκ τοῦ πλοίου δὲ τοῦ στρογγύλου ἀποβάντες οἱ ὁπλῖται μηδενὸς κω- λύοντος τὸν λιμένα κατέσχον.
ἔβλαψεν.
πολεμίοις, πολλοὺς αὐτῶν φθείρας διεξεπαίσατο· αὐτὸς [μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο] σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυνα- μένοις διὰ τοῦ συνθήματος.
17. ΗΡΑΚΛΕΙΔΗΣ.
137 τάξας αὐτὸς μὲν ἦν περὶ τὴν Λυδίαν. οἱ δὲ στρατη- γοὶ τῶν Ἀθηναίων ἐν ἀπορρήτῳ βουλευσάμενοι τὸν
ξεναγὸν Ἱεροκλέα, Κᾶρα τῷ γένει, ἔπεισαν νυκτὸς ἀνοῖξαι τὰς πύλας καὶ δέξασθαι στρατιώτας Ἀττικοὺς, οἱ κτενοῦσιν Ηρακλείδην. ταῦτα μὲν δὴ συνέθεντο παρὰ τὸν λισσὸν, οὐ τὸν καθαρμὸν τελοῦσι τοῖς ἐλάττοσι μυστηρίοις, Ἱππάρχου καὶ Μνησιδήμου στρα-
τηγῶν ὅρκια δόντων καὶ λαβόντων. Ἱεροκλῆς δὲ πιστὸς Ἡρακλείδῃ γενόμενος ἐμήνυσε τὴν πρᾶξιν. ὁ δὲ συνέ- πραττε νύκτωρ αὐτοὺς εἰσδέξασθαι ἀνοίξαντές τι μέρος [τῶν] πυλῶν. καὶ δὴ νυκτὸς εἰσεδέξαντο τετρακοσίους καὶ εἴκοσι ἄνδρας, ὧν ἡγοῦντο Μνησίδημος, Πολυ-
κλῆς, Καλλισθένης, Θεόπομπος, Σάτυρος, Ὀνητορίδης, Σθενοκράτης, Πυθίων· Ἡρακλείδης δὲ στρατιώτας δισχιλίους ὡπλισμένους ἐπαφῆκεν, οἴ πάντας αὐτοὺς εἰσελθόντας ἔφόνευσαν.
[ΡΑΚΛΕΙΔΗΣ ΤΑΡΑΝΤΙΝΟΣ.]
138139
λίππῳ, τῷ πατρὶ Περσέως, μόνος καταπρήσειν τὸ Ῥο- 140 141 142 δίων ναυτικόν. καὶ δὴ τότε στρατηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα αἰκίας ἔχων καὶ βωμῷ προσέφυγεν ἱκετηρίας λαβῶν καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος· ὥστε καὶ ἧσαν τῶν Μακεδόνων, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος
ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων ἱκέτης ἦλθον προ- πηλακιζόμενος διʼ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἴνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς Φιλίππου δεικνύω γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον
ἐξοίσειν᾿. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρα- κλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὡφέλιμον κατὰ Φιλίππου γενέσθαι, ὁ δὲ νύκτωρ πνεῦμα ἐπί- φορον παραφυλάξας τὰ νεώρια Ῥοδίων κατέπρησεν. τρισκαίδεκα νεώσοικοι διεφθάρησαν καὶ ὅσαι τριήρεις
ἐν αὐτοῖς· ὁ δὲ πῦρ ἐμβαλὼν παραχρῆμα σκάφους ἐπι- βὰς ἀνήχθη, καὶ διαβαλὼν ἐς Μακεδονίαν ἦν παρὰ Φιλίππῳ κορυφαῖος τῶν φίλων Ἡρακλείδης.
18. ΑΓΑΘΟΣΤΡΑΤΟΣ.
143ναυμαχήσων. Ἀγαθόστρατος Ροδίους ἐξῆγε ἐπὶ μίαν 145 146 ναῦν καὶ φανερός γενόμενος τοῖς ἐπιπλέουσι μετέ- στρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχών βραχὺν ἀνε- χῶώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ παιωνίσαντες εἰς
λιμένα ἐπανήεσαν· Ἀγαθόστρατος ἐπιστρέψας καὶ τὸ ναυτικὸν πυκνώσας ἐπʼ ἀμφοτέρων τῶν κεράτων ἐπέ- πλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφρο- δίτης τέμενος καὶ ἀπροσδοκήτως προσπεσῶν ἐνίκησεν.
19. ΛΥΚΟΣ.
147Δημητρίου φυλάσσοντος Ἔφεσον καὶ πολλοῖς πειρα- ταῖς τοὺς ὁμόρους κατατρέχοντος, τὸν ἀρχιπειρατὴν Ἄνδρωνα χρήμασι διαφθείρας κατελάβετο τὴν Ἔφεσον. ὁ μὲν ἀρχιπειρατὴς τοὺς Λύκου στρατιώτας ἀόπλους
ἐν ἱματίοις καὶ τρίβωσι, δεδεμένους, ὡς αἰχμαλώτους λαβών εἰσήγαγε καὶ πλησίον τῆς ἀκροπόλεως γενόμενος παρήγγειλε χρῆσθαι τοῖς ἐγχειριδίοις, ἃ (κεκρυμμένα) ἐκόμιζον ὑπὸ μάλης. τῶν δὲ περὶ τὴν ἀκρόπολιν πυλωρῶν καὶ φυλάκων φονευομένων αἴρεται σημεῖον
τοῖς περὶ τὸν Λύκον. οἱ δὲ εἰσπεσόντες καὶ τὸν Αἴνήιον συνέλαβον καὶ τὴν Ἔφεσον κατέσχον καὶ τοῖς μὲν πει- ραταῖς τὸν μισθὸν ἀποδόντες παραχρῆμα τῆς πόλεως αὐτοὺς ἀπέπεμψαν τὸ ἄπιστον αὐτῶν περὶ τοὺς πρώ- τους φίλους οὐκ ἀσφαλὲς ὑπάρχειν ἡγούμενοι.
20. ΜΕΝΕΚΡΑΤΗΣ.
τὴν παρακειμένην ἄκραν [τὰς] ναῦς ἀποκρύψαι. οἱ στρατιῶται προσβαλόντες πάλιν ἔφευγον, ὡς δὲ εἶδον τὰς ναῦς ἀφανεῖς, οὐκ ἔχοντες ἐλπίδα τοῦ δύνασθαι φυγεῖν, ἀναστρέψαντες ἐξ ἀπονοίας ἐμαχέσαντο καὶ νι- κήσαντες κατέσχον τὴν Σαλαμῖνα.
21. ΑΘΗΝΟΔΩΡΟΣ.
ἦν ἰδεῖν τοὺς μὲν νικήσαντας ἡττημένους, τοὺς δὲ ἡττημένους νικήσαντας.
22. ΔΙΟΤΙΜΟΣ.
των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν 152 153 ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχάτων [τὰς μὲν αὐτάνδρους ἔλαβε] τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παρά-
λόγον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας.
νίοις τὰς ἴσας ναῦς ἔχουσιν. οἱ μὲν οὐκ ἐθάρρουν συμβάλλειν τὰς Ἀττικὰς ἐμπειρίας δεδοικότες. ὁ δὲ τοὺς ταρσοὺς τῶν τριήρων ἐξελῶν, [κατὰ δύο] ζεύξας
πρὸς ἀλλήλας, τα ἱστία τῆς μιᾶς ἐπαράμενος εἰς τὸ πέλαγος ἀνήγετο. Ἀακεδαιμόνιοι πέντε ἱστίων φαινο- μένων πέντε ναῦς εἶναι νομίσαντες καταφρονήσαντες ἐπέπλευσαν· Διότιμος τὰ ζεύγματα λύσας, ἐπιστρέψας, ἐναντίοις ἐμβαλών δέκα ναυσὶ, προσούσης τῆς Ἀττικῆς
ἐπιστήμης, τας μὲν ἕξ τῶν Λακωνικῶν κατέδυσε, τας δὲ τέσσαρας ἔλαβεν αὐτάνδρους.
μέλλων πλεῖν, κρύφα συναγαγών τοὺς τριηράρχους προεῖπεν αὐτοῖς, ὅτι τὰς κάλλιστα πλεούσας τῶν νεῶν
αὐτὸς παραλαβών ἀναχθήσεται· τοῦτο δὲ προεῖπεν, ἴνα οἱ ἄλλοι τριήραρχοι μὴ ἀπολείποιντο ὡς παρίσας τριήρεις ἔχοντες.
λεμίας ἀφʼ ἑκάστης νεὼς συχνοὺς ἄνδρας ἐκβιβάσας
τους μὲν εἰς ἐνέδραν ἀπέκρυψεν· ἀρχομένης δὲ ἡμέ- 157 ρας κατὰ τοὺς ἐνεδρεύοντας ταῖς ναυσὶν ἀνεκώχευε παραγγείλας τοῖς μὲν ἐπὶ τῶν καταστρωμάτων δια- σκευάζεσθαι πρὸς μάχην, τοῖς δὲ ἐρέταις ἀνὰ μέρος ὁτὲ μὲν τὰς θαλαμίας, ὁτὲ δὲ τὰς ζυγίας, ὁτὲ δὲ τὰς θρανίτιδας κώπας ἀναφέρειν, καί τινα τῶν σκαφῶν
τῇ γῇ προσάγειν ἐπειρᾶτο. οἱ μὲν πολέμιοι προσδρα- μόντες ἐκώλυον τὴν ἀπόβασιν, τοῦ δὲ τὸ προσυγκεί- μενον σημεῖον ἄραντος οἱ μὲν ἐκ τῶν ἐνεδρῶν ἐπι- φανέντες πολλοὺς τῶν πολεμίων ἐφόνευσαν, τοὺς λοι- ποὺς δʼ ἐς φυγὴν ἐτρέψαντο. ὁ δὲ Διότιμος ἀσφαλῆ
τὴν ἀπόβασιν ἐποιήσατο.
23. ΤΥΝΝΙΚΟΣ.
158ἐξ Ἡρακλείας νηὶ στρογγύλῃ καὶ τριήρει μιᾷ. δεξά- μενος δὲ στρατιώτας ὅσους οἷόν τε ἦν, καὶ σαλπιγκτὰς τρεῖς καὶ σκάφας τρεῖς μονοξύλους, ἑκάστην ἄνδρα ἕνα δέξασθαι δυναμένην, νυκτὸς ἐπιπλεύσας, τῆς πόλεως ἐγγὺς γενόμενος, ἐξελὼν τὰς σκάφας, ἐμβιβάσας ἑκάστῃ
σαλπιγκτὴν ἕνα συνέταξεν ἀποσχόντας ἀλλήλων διά- στημα σύμμετρον, ἐπειδὰν ἐκ τῆς τριήρους καὶ τῆς στρογγύλης ὑποσημήνῃ, διαδεξαμένους σημαίνειν παρ- αλλάσσοντας τοῖς χρόνοις, ὡς μὴ σάλπιγγος μιᾶς 160 161 προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. οἱ μὲν ἐσήμηναν ἤχῳ σαλπίγγων τὸν περικείμενον ἀέρα τῇ πόλει πλη- ροῦντες, οἱ δὲ πολιορκοῦντες νομίσαντες ἐπίπλουν εἶναι στόλου μείζονος οὐδενὶ κόσμῳ τὰς φυλακὰς ἐκλιπόντες
ᾤχοντο. Τύννιχος δὲ προσπλεύσας τὴν Θευδοσίαν ἠλευθέρωσε τῆς πολιορκίας.
24. ΚΛΕΙΤΑΡΧΟΣ.
162κλεῖσαι τὰς πύλας καὶ βαλεῖν τὰς βαλανάγρας ὑπὲρ τὸ τεῖχος, ἃς δὴ καὶ λαβών ἔδειξε τοῖς στρατιώταις, οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδα εἴσω τῆς πόλεως φεύγειν, ἐνίκων ἀνδρείως μαχόμενοι.
25. ΤΙΜΑΡΧΟΣ.
26. ΕΥΔΟΚΙΜΟΣ.
27. ΠΑΥΣΙΣΤΡΑΤΟΣ.
166ῆλθον ἐν τοῖς καλλίστοις ὅπλοις, ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τὰς ναῦς καὶ πάντας ἐμβιβάσας ἐκέλευσεν ἀπερείσασθαι τὰ ὅπλα κατὰ κόσμον ἕκαστον καὶ τοῦ μηδὲν ὅπλον ἐκκομισθῆναι φύλακας κατεστήσατο.
28. ΘΕΟΓΝΣ.
σεσθαι. ἐπιφανέντων ὁ Θέογνις μετὰ θορύβου καὶ ταραχῆς παρεκάλει τοὺς στρατιώτας, ὡς ἤδη τῶν πο- λεμίων ἐπιφαινομένων, αὐτοὺς καταλαμβάνεσθαι τάξιν τὴν προσήκουσαν· οἱ δὲ διὰ τὸν φόβον τῶν πολεμίων φιλονεικεῖν ἀλλήλοις ἀποστάντες [εἰς] τὰς συνήθεις
τάξεις καθίσταντο. ἐπεὶ δὲ κατέστησαν, ὡμολόγησεν 167 168 169 ὁ Θέογνις, τοὺς μὲν πολεμίους εἶναι φίλους· ῾ ὑμεῖς δὲ᾿ , ἔφη, τάξαντες ἑαυτοὺς ἄνευ στάσεως καὶ εἰσαῦθις φυλάττετε τὴν τάξιν, ἥν αὐτοῖς δεδώκατε.ʼ
ὑπάρχειν φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας παρήγγειλεν, ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων. [οὕτω δὴ συνέβη τοὺς ἄνευ ὅπλων] ὄντας καὶ χωρι- ζομένους εὐχερῶς [ὡς] κατασκόπους (ὄντας) ἁλίσκεσθαι.
29. ΔΙΟΚΛΗΣ.
30. ΧΙΛΕΟΣ.
οἰκεῖα πρὸς τοὺς Πέρσας εὖ θεμένων πολλὰς διαβάσεις ἕξουσιν εἰς τὴν Πελοπόννησον οἱ βάρβαροι᾿. τούτῳ 172 173 τῷ λόγῳ πεισθέντες οἱ Λάκωνες, τῷ Ἰσθμῷ μακρὰν χαίρειν εἰπόντες ἐκοινώνησαν τοῦ πολέμου πᾶσι τοῖς Ἕλλησιν.
31. ΚΥΨΕΛΟΣ.
174θεωροὺς πέμψας εἰς Δελφοὺς ὡς περὶ τῆς κοινῆς Κο- ρινθίων σωτηρίας χρώμενος ἀπεῖπεν αὐτοῖς τῆς Κο- ρινθίας μηκέτι ἐπιβαίνειν· καὶ τοῦ λοιποῦ τὴν τυραν- νίδα κατέσχεν ἀσφαλῶς τοὺς εὐγενεστάτους ἐκβαλών.
32. ΤΕΛΕΣΙΝΙΚΟΣ.
175εἶδε, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατ- ἥλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθηναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστο- ποιοῦντο, ἄλλος ἄλλῃ διασπαρέντες· ὁ δὲ τῶν στρα- τιωτῶν ἑτοίμῃ τῇ ἀγορᾷ χρησαμένων ἀναχθεὶς αὐτίκα
σὺν τοξόταις καὶ ἀκοντισταῖς ἐπὶ τῶν καταστρωμάτων πολλοῖς, προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀναγκα- 177 178 ζομένοις ἀτάκτως καὶ μετὰ θορύβου ποιεῖσθαι τὴν ἔμβασιν ἀντιπρώροις ταῖς τριήρεσιν ἐμβαλῶν ἐνίκησε.
180 μένων τῶν πολεμίων καὶ τὰ λοιπὰ πραττόντων ὁμοίως,
προσέταξε τοὺς ἐν ταῖς ἄριστα πλεούσαις τριήρεσιν αὐτοὺς πρὸ ἡμέρας ἀριστήσαντας ἐμβάντας ἡσυχάζειν. ἐπεὶ δὲ καιρὸς ἀρίστου παρῆν, κατὰ τὸ ἔθος ἐσήμηνεν. οἱ μὲν οὖν ἐν τοῖς ἄλλοις σκάφεσιν ἠριστοποιοῦντο, [καὶ οἱ πολέμιοι τοῦτο] συνιδόντες πρὸς τῇ παρασκευῇ
τῶν σιτίων ἦσαν. οἱ δὲ τῶν Συρακουσίων προεμβε- βηκότες, ἐπὶ τὰ καταστρώματα ἐπιβάντες, ἐπιπλεύσαντες πολλὰς διέφθειραν τριήρεις τῶν πολεμίων περὶ τὰς τροφὰς ἀσχολουμένων.
33. ΠΟΜΠΙΣΚΟΣ.
181τὰς ἐπὶ τὸ στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτε, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν ἄλλας, ὅπως οἱ κατάσκοποι ἢ οἱ νύκτωρ ἐπιτιθέμενοι διὰ τῶν ἀρχαίων ὁδῶν πορευόμενοι ἐμπίπτοιεν τοῖς ὀρύγμασι,
τῶν δὲ καινῶν ἀπείρως ἔχοιεν.
τὰ κηρύγματα αὐτοῦ παραφυλαττόντων, ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγμασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.
σκοπῶν ὡς ἔμαθε τοὺς ἥκοντας [ὄντας] πολλοὺς, ἐπιθέ- μενος τοὺς πλείστους αὐτῶν ἐχειρώσατο.
πολιορκίαν· οἱ δὲ ἡσθέντες καὶ μετʼ οὐ πολὺ τὴν στρατιὰν ἀναχωροῦσαν ἰδόντες, πιστὸν εἶναι τὸν αὐτό- μολον ἡγούμενοι, προελθόντες πολλὰ ἐκ τοῦ στρατο- πέδου διήρπαζον. ὁ δὲ Πομπίσκος ἀναστρέψας. ἐπιθέ- μενος, καταλαβών ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.
διόδους ταύτας ὡς φανερὰς φυλαττόμενοι διὰ τῶν πλαγίων ὑπιέναι πειρώμενοι ταχέως ἡλίσκοντο.
ἀλλήλοις, ἴνα μη συντίθοιντο μηδὲ ψευδάγγελοι γί- γνοιντο. ἀπηγόρευε δὲ αὐτοῖς μηδενὶ τῶν ἐν τῷ στρα-
187 τοπέδῳ διαλέγεσθαι, ὅπως μή τινες αὐτοὺς φθάνοντες ἐξαγγείλωσι τοῖς πολεμίοις τὴν μέλλουσαν αὐτῶν ἄφιξιν.
34. ΝΙΚΩΝ.
λεμίων ὁρμουσῶν βουλόμενος παραπλεύσας λαθεῖν τὴν ἀλοιφὴν τῆς αὐτοῦ νεὼς ὁμοίαν καταχρίσας ταῖς πολε- μίαις τριήρεσι, τάξας τοὺς ἀρίστους καὶ τοῖς σώμασιν εἰρωστοτάτους ἐρέτας ἔπλει παρʼ αὐτὰς τὰς πρῴρας τῶν πολεμίων τριήρων ὡς φίλος ὥν αὐταῖς. προελθὼν
ἐπ ἐσχάτων τῶν ὁρμουσῶν νεῶν ἐξέπλευσε καταπε- πληγότων καὶ θαυμαζόντων τὸ δρώμενον τῶν πολεμίων. καὶ τότε ἐγνώσθη πολέμιος ὥν, ὅτε μηκέτι καταληφθῆναι οἷός τε ἦν.
35. ΝΕΑΡΧΟΣ.
παρʼ αὐτῷ καὶ παῖδας δεδεμένους. ὁ μὲν Ἀντιπατρίδης ἐπέτρεψεν, οἱ δὲ παῖδες οἱ δεδεμένοι τὰ σκεύη τῶν μουσουργῶν γυναικῶν ἀνεκόμισαν· ἐν δὲ τοῖς κιβωτίοις 188 189 τῶν αὐλῶν ἐνῆν ἐγχειρίδια γυμνὰ, ἐν δὲ ταῖς κίσταις πέλται. ὡς δʼ εἴσω τῆς ἄκρας ἐγένοντο, οἱ τὰς γυναῖ- κας καὶ τοὺς παῖδας ἄγοντες σπασάμενοι τὰ ἐγχειρίδια καταλαμβάνουσι τὴν ἄκραν, καὶ τῆς Τελμησσοῦ Νέαρ- χος ἐκράτησεν.
36. ΔΩΡΟΘΕΟΣ.
τριήρων διώκουσα τὸν Δωρόθεον ῥύμῃ φερομένη τὸν εἴσπλουν ἐποιεῖτο. Δωρόθεος ἐμβαλὼν ἐκ πλαγίου κατέδυσεν· ἡ δʼ ἑτέρα ναῦς τὴν προτέραν ἰδοῦσα κατα- δυομένην εὐθὺς ὥρμησε φεύγειν.
37. ΣΩΣΙΣΤΡΑΤΟΣ.
191βόντες ἀπέκτειναν, οὓς δὲ διαφυγόντας Σωσίστρατος ἐπικηρύξας ἀναιρεῖν ἐπέτρεψεν. αὐτὸς δὲ τὰς τῶν φυγάδων οὐσίας κατέσχεν καὶ συναγαγὼν στρατιώτας Ἕλληνας καὶ βαρβάρους καὶ τοὺς ἐκ τῶν λιθοτομιῶν λύσας ὑπὸ τούτων φυλασσόμενος ἦρχε τῶν Συρα-
κουσίων.
38. ΔΙΟΓΝΗΤΟΣ.
μὲν ἐκ τῆς πόλεως ἐπὶ τὰς ναῦς ἐβοήθουν· οἱ δὲ ἐνε- δρεύοντες ὥρμησαν ἐπὶ τὴν πόλιν καὶ ῥᾳδίως αὐτῆς ἐκράτησαν. Διόγνητος προσπλεύσας καὶ καθορμισθεὶς, ἐκβιβάσας τοὺς ἐκ τῶν νεῶν ἐχειρώσατο τοὺς ἐπὶ τὴν βοήθειαν ἐξελθόντας.
39. ΑΡΧΕΒΙΟΣ
σκοπός. οὗτος ἰδὼν τοὺς πολεμίους προσορμισθέντας νηὶ μακρᾷ καὶ τριακοντόροις δυσὶ καὶ ἀποβάντας καὶ τοὺς μὲν ἁρπάζοντας, τοὺς δὲ τὰ πλοῖα τῶν δεσμῶν ἀπολύοντας ἐσήμηνε τῇ σάλπιγγι. Ἀρχέβιος τοὺς ἐνε- δρεύοντας ἀναστήσας τοὺς μὲν πολεμίους διέφθειρε,
τὰς δὲ τριακοντόρους αὐτῶν καὶ τὴν ναῦν τὴν μακρὰν ἐς τὸν λιμένα τῆς πόλεως κατήγαγεν.
40. ΑΡΙΣΤΟΚΡΑΤΗΣ.
193τιατῶν ἔχων ἐν τῇ νηὶ συχνοὺς ἄνδρας ἔνδοθεν ἐγχει- 194 ριδίοις ὡπλισμένους. οἱ μὲν [ἐπὶ] τοῦ λιμένος τὴν ναῦν ὡς φιλίαν ὑπεδέξαντο, οἱ δὲ τῆς νεώς ἐκβάντες, ἄφνω προσπεσόντες τοῖς περιπατοῦσι δέκα μὲν αὐτῶν ἀπέσφαξαν, εἴκοσι δὲ καὶ πέντε συναρπάσαντες ἀπέ- πλευσαν, οὓς πολλῶν χρημάτων Ἀριστοκράτης ἀπε-
λυτρῶώσατο.
41. ΑΡΙΣΤΟΜΑΧΟΣ.
ἐφέλκων, τὴν καταγωγὴν ὀψὲ ποιούμενος. Καρδιανοὶ μὲν πρὸς [τὰς] ναῦς ὥρμησαν ἐκ τῆς πόλεως ὡς οἰκείας καὶ νικώσας, οἱ δὲ Ἀριστομάχειοι τῶν νεῶν ἐκβάντες πολλοὺς Καρδιανῶν ἀπέκτειναν.
42. ΧΑΡΙΜΕΝΗΣ.
43. ΚΑΛΛΙΑΔΗΣ.
44. ΜΕΜΝΩΝ.
197ραννῳ, βουλόμενος καταμαθεῖν τὰ μεγέθη τῶν πολε- μίων [πόλεων] καὶ τὰ πλήθη τῶν ἐνοικούντων ἔπεμψεν Ἀρχιβιάδην Βυζάντιον ἐπὶ τριήρους πρεσβευτὴν πρὸς Λεύκωνα ὡς ὑπὲρ φιλίας καὶ ξενίας διαλεξόμενον. συνέπεμψε δὲ αὐτῷ καὶ Ὀλύνθιον κιθαρῳδὸν Ἀριστό-
νικον, εὐδοκιμοῦντα μάλιστα δὴ πάντων τότε παρὰ τοῖς Ἕλλησιν, ὅπως ἐν τῷ παράπλῳ προσορμιζομένων, ἐπιδεικνυμένου τοῦ κιθαρῳδοῦ, τῶν ἐνοικούντων εἰς τὰ θέατρα σπουδῇ συνιόντων τὸ πλῆθος τῶν ἀνθρώπων κατάδηλον τῷ πρεσβευτῇ γένοιτο.
βόντων καὶ οὐ καταβαινόντων ἐς μάχην, ἀποχωρήσας ἀπωτέρω τῶν ὀχυρῶν τόπων καὶ ἀντιταχθεὶς μετὰ τῶν ἡμίσεων στρατιωτῶν, ὡς τῶν ἄλλων στασιαζόντων πρὸς αὐτὸν, πέμψας πρὸς αὐτοὺς αὐτόμολον ἐκέλευσεφράζειν,
ὅτι στασιάζοιεν καὶ μέλλοιεν ἀλλήλοις μάχεσθαι καὶ διὰ τοῦτο ἀνεχώρησαν ἀπωτέρω, ἄνωθεν ὑμᾶς φοβη- θέντες, καὶ δὴ ὡς ἀντιπαρατάσσεσθαι μέλλοντες ὡπλί- ζοντο. οἱ δὲ ἐκ τῆς πόλεως τοῖς τοῦ αὐτομόλου λόγοις 199 200 201 ὅμοια καὶ τὰ ἔργα ὁρῶντες καταβαίνουσιν ἀπὸ τῶν ἐρυμνῶν πρὸς αὐτούς. οἱ δὲ Μεμνόνειοι τοὺς πολε- μίους ὁρῶντες ἐν τῷ ἰσοπέδῳ οὐκ ἐπʼ ἀλλήλους, ἀλλὰ μετʼ ἀλλήλων ἐπʼ αὐτοὺς ὁρμήσαντες ὑποχειρίους ἅπαν- τας ἐποιήσαντο.
τιωτῶν ἐκεῖ γενήσεσθαι. Χάρης τῶν πρεσβευτῶν ἀγγει- λάντων ταῦτα κατεφρόνησεν ὡς ἀδύνατον πολὺ καὶ βαρὺ στρατόπεδον [τῆς] ἐπιούσης νυκτὸς ἐνταυθοῖ γενέσθαι. ὁ δὲ Μέμνων ὁδεύσας πέντε στάδία. ἑσπέ- ρας ἐς πλοῖα χιλίους διακοσίους στρατιώτας ἐμβιβάσας
σύνθημα ἔδωκεν, ὅταν ἀποβάντες ἐς τὴν ἀκρόπολιν παρέλθωσιν, ἆραι πυρσὸν καὶ τοῖς πολεμίοις ἐπιθέσθαι- τούτων πραχθέντων ἡ μὲν ἐπίθεσις ἐν τῷ σκότῳ παρά- δοξος ἐφάνη, ὁ δὲ πυρσὸς ἀρθεὶς ἐς φυγὴν ἐτρέψατο τὸν Χάρητα ὡς τοῦ Μέμνονος μετὰ πάσης [τῆς] δυνά-
μεως τὴν ἀκρόπολιν κατειληφότος.
206 γνησίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρε κύκλῳ τοῦ στρατοπέδου· Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ
στρατόπεδον ὁ Μέμνων ἐξήγαγεν αὐτοὺς διεσκευα- σμένους ἐς μάχην ὅσον ἐπὶ στάδια δέκα. τῶν δὲ πολε- μίων ἐκβοηθησάντων, ὁ Μέμνων [τὸ] ἀνακλητικὸν σημήνας ἀνεχώρησεν εἴσω τείχους, καὶ οἱ πολέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν,
τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησε, καὶ οἱ πολέμιοι ἀνεχώρουν. καὶ τοῦτο πολλάκις τῆς ἡμέρας. τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ ἀριστοποιΐαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη· τῶν δὲ οὐ φθασάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν,
πολλῶν δὲ ἄρτι τὰ ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων, συνιδὼν διεσπασμένην αὐτῶν τὴν φάλαγγα, συντεταγμένος αὐτὸς ἐπιθέμενος πολλοὺς αὐτῶν διαφθείρας, πολλοὺς δὲ ζωγρήσας τοὺς λοιποὺς καταφυγεῖν ἐς Μαγνησίαν ἠνάγκασεν.
208
ἐπέθετο Μακεδονικὴν, αὐτός τε καὶ οἱ ἀμφʼ αὐτὸν ἡγεμόνες. Κυζικηνοὶ προσιόντας ἀπὸ τῶν τειχῶν ὁρῶν- τες, νομίσαντες, ὅτι Κάλας ὁ Μακεδὼν φίλος ὢν καὶ 209 210 σύμμαχος ἥκοι βοηθήσων , προσεδέχοντο τὰς πύλας ἀνοίγοντες. ἐπεὶ δὲ πλησίον γενόμενον ἐγνώρισαν, οἱ μὲν ἀπέκλεισαν τὰς πύλας, Μέμνων δὲ τὴν χώραν λεηλατήσας ἀπηλλάττετο.
45. ΦΙΛΟΜΗΛΟΣ.
211
46. ΔΗΜΟΚΛΗΣ.
212οὗτοι μὲν τοὺς Στησιχόρου καὶ Πινδάρου παιᾶνας ᾖδον, ἐγὼ δὲ τοὺς ὑπὸ σοῦ πεποιημένους᾿· καὶ συνῇσε τοὺς παιᾶνας αὐτοῦ. Διονύσιος ἡσθεὶς οὐκέτι ἠνέσχετο τῶν ἐγκλημάτων.
47. ΠΑΝΑΙΤΙΟΣ.
ἐκείνων πλεονεκτούντων ἐν ταῖς μάχαις, αὐτῶν δὲ πολλὰ ἐλαττουμένων, ἔπειτα δὲ καὶ πρὸ τῶν πυλῶν ἐξόπλισιν ποιήσας τὰ μὲν ὅπλα ἀριθμεῖν καὶ δοκιμάζειν ἐπειρᾶτο, τοὺς δὲ ἵππους τοῖς ἡνιόχοις παραδοὺς ἐκέ- λευσεν ἄγειν ἐς νομήν. ἑξακοσίους δὲ πελταστὰς ἔχων
εὐτρεπεῖς πρὸς τὴν ἐπανάστασιν τῷ μὲν τούτων ἄρχοντι τὴν ἐξαρίθμησιν τῶν ὅπλων ἐπέτρεψεν, αὐτὸς δὲ ὡς σκιᾶς δεόμενος ὑπὸ τὰ δένδρα ἀνεχώρησε καὶ τοὺς ἡνιόχους ἔπεισεν ἐπιθέσθαι τοῖς δεσπόταις. οἱ δὲ ἐπι- βάντες τῶν ἵππων ἐπέδραμον αὐτοῖς καὶ τὰ ὅπλα
ἐξαριθμούμενα ἁρπάσαντες γυμνοὺς καὶ ἀόπλους ἐφό- νευσαν. καὶ οἱ πελτασταὶ δὲ συνεφήψαντο τοῦ φόνου καὶ πολλῇ σπουδῇ δραμόντες κατελάβοντο τὴν πόλιν καὶ Παναίτιον τύραννον ἀνηγόρευσαν.
Strategemata. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.