ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
ρων προγόνων, οἳ τῆς Μακεδονίας ἐβασίλευσαν.
1. ΑΡΓΑΙΟΣ.
1θένους τῶν Μακεδόνων, ἐπειδὰν οἱ πολέμιοι προσάγωσι τὴν φάλαγγα, αὐτοῖς ἐκ τοῦ ὄρους τῆς Ἐρεβοίας ἐπι- φανῆναι. οἱ μὲν δὴ προσῆγον· αἱ δὲ ἐπεφάνησαν καὶ κατῄεσαν ἀπὸ τοῦ ὄρους παρθένοι πολλαὶ θύρσους ἀντὶ δοράτων πάλλουσαι καὶ στεφάνοις τὰ πρόσωπα
σκιάζουσαι. Γάλαυρος ἐξεπλάγη ἄνδρας εἶναι τὰς παρ- θένους ἀπὸ μακροῦ νομίζων καὶ τὸ ἀνακλητικὸν ὑπε- σήμηνεν· Ταυλάντιοι δὲ ἔφευγον τά τε ὅπλα ἀποβα- λόντες καὶ τὰ σκευοφόρα καταλιπόντες. Ἀργαῖος ἀμαχεὶ 2 κρατήσας ἱερὸν ἱδρύεται Διονύσῳ Ψευδάνορι καὶ τὰς παρθένους, ἃς πάλαι Κλώδωνας ἔκλῃζον οἱ Μακεδόνες, αὐτὸς κλῄζειν ἔταξε διὰ τὴν μίμησιν τῶν ἀνδρῶν Μιμαλλόνας.
2. ΦΙΛΙΠΠΟΣ.
3λουτρῷ θερμῷ χρησάμενον τὴν ἡγεμονίαν ἀφείλετο, φήσας ἀγνοεῖν μοι δοκεῖς τὰ τῶν Μακεδόνων, παρʼ οἷς οὐδὲ γυνὴ τεκοῖσα θερμῷ λούεταιʹ.
4 εἴξας ἐνέκλινεν. στρατηγὸς Ἀθηναίων Στρατοκλῆς ἐκβοήσας οὐ χρὴ ἀποστῆναι προσκειμένους, ἕως ἂν τοὺς πολεμίους κατακλείσωμεν ἐς Μακεδονίανʼ οὐκ ἀνῆκε διώκων. Φίλιππος εἰπὼν οὐκ ἐπίστανται νικᾶν
Ἀθηναῖοιʼ ἐπὶ πόδα ἀνεχώρει συνεσπασμένην ἔχων τὴν φάλαγγα καὶ ἐντὸς ὅπλων πεφυλαγμένος. μετʼ ὀλίγον ὑπερδεξίων τόπων λαβόμενος, παραθαρρύνας το πλῆθος, ἀναστρέψας εὐρώστως ἐμβάλλει τοῖς Ἀθη- ναίοις καὶ λαμπρῶς ἀγωνισάμενος ἐνίκησεν.
περὶ τὴν ἀκρόασιν ὧν ἀγγελοῦσι. Φίλιππος ἐν τῷ καιρῷ τούτῳ μὴ προσδοκῶσιν ἐπιθέμενος τῆς πόλεως ἐκράτησεν.
ἐκομίζοντο, σημήνας ἀφυλάκτοις ἐπῆλθεν.
προσμειδιάσας αὐτοῖς δίκαια᾿, ἔφη, λέγετε, ὦ συστρα- τιῶται, ἀλλά τοι κάγ διὰ τοῦτο νῦν ἐπὶ τὸν βάρβαρον ἀλείφομαι, ὅπως ὑμῖν πολλαπλασίως ἀποτίσαιμι τὰς χάριτας᾿. ταῦτα εἰπὼν καὶ ταῖν χεροῖν κροτῶν, διὰ μέσων δραμὼν, ἐς κολυμβήθραν ἐπέρριψεν ἑαυτὸν, καὶ οἱ
Μακεδόνες ἐγέλασαν. ὁ Φίλιππος μέχρι τοσούτου δια- βαπτιζόμενος πρὸς τὸν παγκρατιαστὴν καὶ κατὰ τοῦ προσώπου ῥαινόμενος οὐκ ἀνῆκεν, ἔστʼ ἂν οἱ στρα- τιῶται καμόντες ἀπερρύησαν. τοῦ στρατηγήματος τούτου καὶ αὐτὸς Φίλιππος παρὰ τοὺς πότους ἐμέ-
11 μνητο πολλάκις, ὡς ἀστείως διακρουσάμενος τοὺς ἀπαι- τοῦντας.
13 ναίους ὀξεῖς καὶ ἀγυμνάστους, τοὺς δὲ Μακεδόνας
ἠσκηκότας καὶ γεγυμνασμένους, ἐπὶ πολὺ τὴν παράταξιν ἐκτείνας ταχέως παρέλυσε τοὺς Ἀθηναίους καὶ εὐχει- ρῶώτους ἐποίησε.
15 ναῖοι καὶ Θηβαῖοι τὰ στενὰ προκατελάβοντο, καὶ ἦν
ἡ δίοδος ἀμήχανος. ἐξαπατᾷ τοὺς πολεμίους Φίλιππος ἐπιστολὴν πεπλασμένην Ἀντιπάτρῳ πέμψας ἐς Μακε- δονίαν, ὡς τὴν μὲν στρατείαν τὴν ἐπʼ Ἀμφισσεῖς ἀνα- βάλοιτο, σπεύδοι δὲ ἐς Θρᾴκην πεπυσμένος τοὺς ἐκεῖ νεωτερίζειν. ὁ γραμματοφόρος [διῄει] διὰ τῶν στενῶν.
οἱ στρατηγοὶ, Χάρης καὶ Πρόξενος, αἱροῦσιν αὐτὸν καὶ τὴν ἐπιστολὴν ἀναγνόντες πιστεύουσι τοῖς γεγραμ- μένοις καὶ τὴν φυλακὴν τῶν στενῶν ἀπολείπουσι. Φίλιππος δὲ λαβόμενος ἐρημίας ἀφυλάκτως διεξεπαί- σατο καὶ τοὺς στρατηγοὺς ἀναστρέψαντας ἐνίκησε καὶ
τῆς Ἀμφίσσης ἐκράτησεν.
μετὰ τῶν ὅπλων ἐπισιτισμὸν καὶ ὅσα σκεύη καθημε- ρινῆς διαίτης.
ἐξήγγειλε τοῖς Ἀλευάδαις τὴν ἐπίθεσιν, καὶ διὰ τοῦτο τέλος οὐκ ἔσχεν ἡ πρᾶξις.
Φίλιππος ἀνέτεινε τὴν δεξιὰν ὡς δημηγορήσων, τοῦτο ἦν ἄρα σημεῖον τοῖς στρατιώταις τοῦ δῆσαι πάντας τοὺς παρόντας. οὕτω Σαρνούσιοι δεθέντες ἐς Μακε- δονίαν ἤχθησαν πλείους μυρίων.
30
φυλαττόντων — ἦν δὲ στενὸς ὅρους αὐχήν U+00AF οὐκ ἐπὶ τοῦτον ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπο- μένοντες ὁρᾶν τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὅρους. Φίλιππος ὑποστρέψας διὰ τοῦ ὄρους
διεξεπαίσατο.
32 ήγαγεν καὶ διʼ αὐτῶν πολλοὺς Μακεδόνας ἀνεβίβασε πολιορκητάς. ἐπεὶ δὲ ἀνέβησαν ἐπὶ τὰ τείχη, ἀφεῖλε τὰς κλίμακας, ὅπως ἐλπίδα τοῦ καταβῆναι μὴ ἔχοντες
προθυμότερον τῶν τειχῶν κρατήσειαν.
33 δέ ἐστι φαραγγώδηc καὶ δασεῖα. καταδυομένων τῶν βαρβάρων ἐς τὰ ἄλση καὶ τοὺς θάμνους, θηρευτικὰς κύνας πολλὰς ἐξήγαγεν, αἴ τοὺς πολεμίους ἐξιχνεύουσαι
τοὺς πλείστους αὐτῶν ἐθήρευον.
πολλοὶ γὰρ ἀπὸ τῶν στεγῶν καὶ τῶν πύργων ἔβαλλον καὶ ἠκόντιζον. Φίλιππος προς τὴν ἐνέδραν ὀξέως ἀντεστρατήγησεν. Ἦν τὰ ὄπισθεν τῆς πόλεως ἔρημα τῶν πολιτῶν συνδραμόντων ἐπὶ τὴν ἐνέδραν. κατὰ ταῦτα τοὺς Μακεδόνας προσβάλλειν ἐκέλευσε καὶ προσ-
τιθέναι κλίμακας. ἀναβάντων δὲ ὑπὲρ τό τεῖχος, οἱ Φαρκηδόνιοι τοῦ βάλλειν τοὺς μισθοφόρους ἀποσχό- μενοι σπουδῇ ἔθεον ἀμυνούμενοι τοὺς τειχοκρατοῦντας. οἱ δὲ, πρὶν ἥκειν εἰς χεῖρας, ἤδη τῆς πόλεως ἐκράτουν.
φανερῶς οὐκ ἐπολέμει Θλεσσαλοῖς· Πελινναίων δὲ πολε- μούντων Φαρσαλίοις καὶ Φεραίων Λαρισαίοις, τῶν δὲ ἄλλων ἐς τούτους διῃρημένων, ἀεὶ προσεβοήθει τοῖς καλοῦσι. νικῶν δὲ οὐκ ἀναστάτους ἐποίει τοὺς ἡττω- μένους, ὅπλα οὐ παρῃρεῖτο, τείχη οὐ κατέβαλλε, τὰς
στάσεις ἔτρεφε μᾶλλον ἢ ἔλυεν, τῶν ἀσθενεστέρων ἐπεμελεῖτο, τοὺς δυνατωτέρους καθῄρει, τοῖς δήμοις φίλος ἦν, τοὺς δημαγωγοὺς ἐθεράπευεν. τούτοις τοῖς στρατηγήμασι Φίλιππος ἐκράτησε Θεσσαλίας, οὐ τοῖς ὅπλοις.
χωρίον, ἑλεῖν οὐχ οἷός τε ὥν, ἀποχωρῆσαι βουλόμε- νος ἀσφαλῶς καὶ τὰ ὄργανα τῆς πολιορκίας περισώ- σασθαι, νύκτα σκοτεινὴν παραφυλάξας ἐκέλευσε τοῖς
μηχανοποιοῖς διαλύειν μὲν τὰ ὄργανα, μιμεῖσθαι δὲ κτύπον οἷος ἄν γένοιτο συμπηγνύντων. οἱ δὲ ἐν ταῖς Κάραις ἀκούσαντες τοῦ κτύπου τὰς πύλας ἔνδοθεν ἀσφαλέστερον ἀπέκλειον καὶ τοῖς μηχανήμασιν ἀντι- μῆχανήματα ηὐτρέπιζον. Φίλιρτπος δὲ περὶ ταῦτα
ἀσχολουμένων διὰ νυκτὸς αὐτοῖς μηχανήμασιν ἀφα- νὴς ἦν.
44 ὀλίγην χεῖρα συμμάχων. τούτους ἀπολιπεῖν τὴν συμ- μαχίαν ἐτεχνάσατο πέμψας αὐτομόλους ἀγγέλλοντας,
ὡς αἱ πόλεις αὐτῶν ὑπὸ Φιλίππου πολιορκοῖντο πέμ- ψαντος ἄλλας δυνάμεις ἐκεῖ, καὶ οὐ μακρὰν ἁλαώσεως αἱ πόλεις. οἱ μὲν ταῦτα ἤγγελλον, Φίλιππος δὲ φανε- ρὸς ἦν διαπέμπων μέρη τῆς στρατιᾶς ἄλλο ἀλλαχοῦ εἰς δόκησιν , οὐκ ἐπὶ πρᾶξιν. οἱ σύμμαχοι ταῦτα
ὁρῶντες καὶ ἀκούοντες ἀπολιπόντες Βυζαντίους ἐπὶ τὰς αὐτῶν πατρίδας ἐστέλλοντο.
46 δραμὼν ἐπανῄει καὶ ναῦς ἔχων πολλὰς καὶ στρατιὰν 47 48 49 πεζὴν ἄγων· Χάρης περὶ Νέαν πόλιν ἐναυλόχει τριή- ρεις ἔχων εἴκοσι. Φίλιππος ἐπιλεξάμενος τῶν νεῶν τέσσαρας τὰς ἄριστα πλεούσας ἐπλήρωσεν ἐρετῶν ἀκμῇ καὶ τέχνῃ καὶ ῥώμῃ ἀρίστων, καὶ παράγγελμα ἔδωκε, προαναχθῆναι τοῦ στόλου παντὸς καὶ παραπλεῖν τὴν
Νέαν πόλιν οὐ πολὺ τῆς γῆς ἀπέχοντας. οἱ μὲν παρ- έπλεον· ὁ δὲ Χάρης ὡς ἀναρπασόμενος τὰς τέσσαρας ναῦς ἐπανήχθη ταῖς εἴκοσιν. αἱ δὲ τέσσαρες, ἐλαφραὶ καὶ ἀρίστους ἐρέτας ἔχουσαι, ταχέως ἐς τὸ πέλαγος μετεωρίζονται, τῶν δὲ ἀμφὶ τὸν Χάρητα συντεταμέ-
νως διωκόντων ἔλαθεν ὁ Φίλιππος Νέαν πόλιν ἀσφα- λῶς παραπλεύσας· Χάρης δὲ οὐδὲ τὰς τέσσαρας ναῦς κατέλαβεν.
3. ΑΛΕΞΑΝΔΡΟΣ.
τῶν καὶ ἀνδρῶν καὶ φωτῶν καὶ μερόπων καὶ ἀνθρώ- πων Ἀλεξάνδρους καλεῖν.
55 χῶμα τοῖς τείχεσι τῶν Τυρίων περιβαλεῖν, πρῶτος
αὐτὸς κόφινον λαβὼν χοῦ πληρώσας προσήνεγκεν. οἱ Μακεδόνες, ὡς εἷδον αὐτουργοῦντα τὸν βασιλέα, παρα- χρῆμα τὰς χλαμύδας ἀπορρίψαντες τὸ χῶμα διὰ τάχους ἤγειραν.
56
Ἀραβίας ἐστέλλετο. Τύριοι τῆς ἀπουσίας αὐτοῦ κατα- φρονήσαντες , τῶν τειχῶν προελθόντες, τοῖς Μακε- δόσι προσπεσόντες ἐκράτουν πολλαχῇ. Παρμενίων Ἀλέξανδρον ἀνακαλεῖται. Διὰ τάχους ἐπανελθών, Μακεδόνων τοὺς ἐγκλίναντας ἰδῶν τοῖς ἡττωμένοις
οὐκ ἐβοήθησεν· ἐς δὲ τὴν πόλιν κενὴν ἀνδρῶν ὁρμή- σας κατὰ κράτος αἱρεῖ τὴν Τύρον. Τύριοι τὴν πόλιν ἀλοῦσαν ἰδόντες αὐτίκα σφὰς αὐτοὺς καὶ τὰ ὅπλα τοῖς Μακεδόσι προήκαντο.
άγγελμα τοῖς Μακεδόσιν ἔδωκεν· ἥν ἐγγὺς γένησθε τῶν Περσῶν, εἰς γόνυ κλίναντες ταῖν χεροῖν διατρίβετε τὴν γῆν· ἢν δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε δὴ ἀνα- 58 59 στάντες θυμῷ καὶ ῥύμῃ τοῖς πολεμίοις ἐμβάλλετε.᾿ οἱ μὲν δὴ Μακεδόνες οὕτως ἐποίησαν· οἱ δὲ Πέρσαι σχῆγμα προσκυνήσεως ἰδόντες τὴν πρὸς τὸν πόλεμον ὁρμὴν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώ- τεροι. Δρεῖος δὲ ἐκυδροῦτο καὶ φαιδρὸς ἦν ὡς
ἀμαχεὶ κρατῶν. οἱ Μακεδόνες ὑπὸ τῷ συνθήματι τῆς σάλπιγγος ἀναπηδήσαντες ῥυμηδὸν ἐμβάλλουσι τοῖς πολεμίοις καὶ τὴν φάλαγγα ῥήξαντες ἐς φυγὴν ἐτρέ ψαντο.
θόντες τὰ σκευοφόρα τῶν Μακεδόνων διήρπαζον. ὁ Παρμενίων Ἀλεξάνδρῳ συνεβούλευε τοῖς σκευοφόροις βοηθεῖν. ὁ δὲ ῾ οὐδὲν᾿ , ἔφη, παραλύειν χρὴ τῆς φά- λαγγος, ἀλλὰ τοῖς πολεμίοις αὐτοῖς μάχεσθαι· ἡττη-
θέντες μὲν γὰρ οὐκέτι τῶν σκευοφόρων χρήζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ἕξομεν.ʼ
αὐτοῖς ἐβιάζοντο παρʼ αὐτοῦ γίγνεσθαι. ὁ δὲ προσ- 63 64 65 έταξεν ὁπλισαμένους ἰδίᾳ στῆναι τοὺς Μακεδόνας, εἰς δὲ τοὐναντίον τοὺς Πέρσας. ἐπεὶ δὲ διέστησαν, ῾ ἐπιλέ- ξασθε οἱ Μακεδόνεςʼ ἔφη ὅν βούλεσθε τῶν ἡγεμόνων, ἐγὼ δὲ ἡγήσομαι τῶν Περσῶν. ἢν μὲν νικήσητε,
ποιήσω πάντα, ὅσα ἂν κελεύητε, ἢν δὲ ἡττηθῆτε, μα- θόντες ὅτι μηδὲν δύνασθε, τὴν ἡσυχίαν ἄγετε.᾿ τὸ στρατήγημα ἐξέπληξε τοὺς Μακεδόνας καὶ τοῦ λοιποῦ πρὸς τὸν Ἀλέξανδρον ἐγένοντο μετριώτεροι.
66
Πέρσας ὁρῶν ἐνδιδόντας ἤδη τοὺς Μακεδόνας παρ- ιππεύων ἀνεβόα· ἔτι ἅπαξ ἐπαγάγωμεν, ἄνδρες Μακε- δόνες, ἔτι γενναίως ἅπαξ.᾿ καὶ δὴ τῆς ἐμβολῆς εὐρώ- στου γενομένης ἐς φυγὴν ἐτράποντο οἱ βάρβαροι. παρὰ τοσοῦτον ἡ νίκη γενέσθαι τότε [λέγεται].
67 μὸν διαβαίνειν ἔμελλεν· Πῶρος Ἰνδῶν βασιλεὺς ἐπέ- κεινα τοῦ ποταμοῦ παρετάσσετο, καὶ διαβαίνειν ἀδύ- νατον ἦν. Ἀλέξανδρος ἄνω τοῦ ποταμοῦ τὴν δύναμιν ἀντιπαρεξῆγεν, καὶ ὁ Πῶρος ἄνω· πάλιν Ἀλέξανδρος
τοῦ ποταμοῦ κάτω, καὶ ὁ Πῶρος ὁμοίως κάτω. τοῦτο ἐγίγνετο πολλάκις καὶ ἐπὶ πολλὰς ἡμέρας, ὥστε οἱ μὲν Ἰνδοὶ κατεγέλασαν τῆς δειλίας τῶν πολεμίων καὶ συμπαραθέοντες ἐπαύσαντο, ὡς οὐκ ἄν ποτε διαβῆναι τολμησάντων, οἳ τοσάκις οὐκ ἐθάρρησαν. Ἀλέξανδρος 68 69 δὲ ὀξυτάτῳ δρόμῳ παρὰ τὰς ὄχθας ἀναδραμὼν, ἐπι- βὰς πλοίων καὶ ζευγμάτων καὶ διφθερῶν χόρτου πε- πληρωμένων διέβη τὸν ποταμὸν ἐξαπατήσας Ἰνδοὺς τῷ τῆς διαβάσεως ἀνελπίστῳ.
ὑπέρογκον ἐπὶ τῶν ἁμαξῶν καὶ τὴν πρὸς Ἰνδοὺς μά- χην οὐκ ἀναγκαίαν ἡγουμένων τοσαῦτα δὴ κεκτημέ- νων, πρώτας ὑπέπρησε τὰς βασιλικὰς ἁμάξας, εἶτα τὰς τῶν ἄλλων. οἱ Μακεδόνες ἐλαφροὶ γενόμενοι καὶ
ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες ἐπὶ τὸν πόλεμον ὥρμησαν προθυμότερον.
βάνοιντο, καθιέντας αὑτοὺς πρὸς τὴν γῆν ὑπερτιθέναι τὰς ἀσπίδας, ὅπως συμβαίνοι φερομέναις ταῖς ἁμάξαις ὑπερπηδᾶν. τοῦτό τοι καὶ ἐν αὐτῇ τῇ πείρᾳ γενόμε- νον ἤλεγξε τοῖς Θρᾳξὶν ἄχρηστον τὴν τῶν ἁμαξῶν παρασκευήν.
ἦν τὸ τεῖχος, ταύτῃ κατελάβετο τὴν πόλιν καὶ σημεῖον ἦρεν. Ἀλέξανδρος ἰδὼν ἀνεβόησεν, ὡς ἤδη τὰς Θήβας ἔχοι· Θηβαῖοι δὲ εὐρώστως μαχόμενοι, ὡς εἶδον ἐπι- στραφέντες ἑαλωκυῖαν τὴν πόλιν, ἔφευγον.
ταις ἀντὶ θωράκων ἔδωκεν, ἵνα μένοντες μὲν ἀσφά- λειαν ἔχοιεν τῶν κατὰ πρόσωπον κρυπτομένων, φεύ- γοντες δὲ τὰ ὄπισθεν μέρη φυλάσσειν μὴ δύναιντο. οὐ τοίνυν ἔφευγεν οὐδεὶς γυμνωθῆναι δεδοικὼς, ἀλλὰ πάντοτε ἐνίκων μένοντες.
γεγονέναι τὰ ἱερὰ, περιφέρειν ἐκέλευε τὰ ἱερεῖα καὶ δεικνύειν τοῖς στρατιώταις, ἵνα μὴ μόνον ἀκούοντες, ἀλλὰ καὶ ὁρῶντες ἀγαθὰς ἔχοιεν περὶ τοῦ κινδύνου τὰς ἐλπίδας.
80
τηγοῦντα Πέρσαις ὕποπτον ἐποίησε προστάξας τοῖς Μακεδόσιν ἐξιοῦσιν ἐπὶ τὰς προνομὰς ἀπέχεσθαι τῶν τοῦ Μέμνονος χωρίων.
81
δεξίων ἐπιόντας (αὐτοὺς) αὐτὸς ἐπὶ δόρυ τοὺς Μακε- δόνας ἀναγαγὼν ὑπερεκέρασεν· ἡ δὲ φάλαγξ προσπε- σοῦσα τοὺς πολεμίους ἐτρέψατο.
ἀντιπαράγειν πειρώμενος ἐπʼ ἀσπίδα διέσπα συνεχῶς τὴν ἵππον. τοῖς διασπάσμασιν ἐμβαλὼν Ἀλέξανδρος, ὁμοίως δὲ καὶ Παρμενίων ἀπὸ τοῦ λαιοῦ, τὰς μὲν τριβόλους ἐξένευσαν, τοὺς δὲ πολεμίους φεύγειν ἠνάγ- κασαν.
84
συναγαγὼν τοὺς φίλους ἔφη βούλεσθαι γράμματα πέμπειν οἴκαδε δηλώσοντα, ὡς ἐπανήξοι μετὰ χρόνον ἐτῶν τριῶν· τὸ δὲ αὐτὸ καὶ τοὺς φίλους ἐκέλευε τοῖς οἰκείοις ἐπιστέλλειν. οἱ μὲν δὴ πάντες ἐνέγραψαν.
ἐπεὶ δὲ οἱ γραμματοφόροι τρεῖς ἀπεῖχον σταθμοὺς, ἀνακαλεσάμενος αὐτοὺς λύσας τὰς ἐπιστολὰς ἔμαθε, τί φρονοῦντες ἕκαστοι διετέλουν.
91 θητο· φοβηθέντες Ἰνδοὶ συνέθεντο μεθʼ ὅπλων ἐξελ- θεῖν. οἱ μὲν ἐξελθόντες λόφον ἕτερον κατελάβοντο καὶ φυλακὰς καθίσταντο. Ἀλέξανδρος ἐπῆγε τὴν δύ-
ναμιν τῶν Ἰνδῶν ἐπιβοωμένων τὰς συνθήκας. ὁ δὲ περὶ ἐξόδου μὲν ὡμολόγει συντεθεῖσθαι, περὶ δὲ ἀφέ- σεως μηδὲν ὑπεσχῆσθαι.
92 λοχῶντος κατὰ τὴν ὁδὸν, ᾗ στενὸς ἦν αὐλὼν, μῆκος
μὲν ἱκανῶς ἐκτεταμένος, πλάτος δὲ συνεσταλμένος ἄχρι τεσσάρων σταδίων, ἡ δὲ ἔξοδος στενὴ παντάπασιν — ἐν τοιαύτῃ φύσει χωρίου τῆς ἵππου διφαλαγγίαν ποιή- σας προῄει, παραγγείλας ἐφʼ ἡνίαν καὶ παρὰ τὴν κίνη- σιν ἕκαστον ἕπεσθαι τῷ ἡγουμένῳ, καὶ γενομένων μὲν
τῶν ἐναντίων κατὰ τὸ δεξιὸν, ἐπιστρέφειν ἐπὶ δόρυ καὶ τοῦ λοιποῦ ἐξ ἡνίας παρεμβάλλειν· ὅταν δὲ τῆς δεξιᾶς πορείας τὴν οὐραγίαν ἴδωσιν, ἐπάγειν ἐπὶ τοὺς πολεμίους. ταῦτα παραγγείλας ὀρθίαν αὐτὸς ἐποιεῖτο τὴν πορείαν, ὥστε γνώμονι [τὸ] σχῆμα παραπλήσιον
ἦν. ὁπότʼ οὖν οἱ τοῦ λαιοῦ μέρους τὴν δεξιὰν οὐρα- γίαν ἰδόντες ἀλαλάξαντες προσῆγον, ὁμοίως δὲ καὶ οἱ ἀπὸ τοῦ δεξιοῦ ἐφʼ ἡνίαν στρέφοντες ἐπῆγον τοῖς Ἰνδοῖς· οἱ δὲ συγκλεισθῆναι φοβηθέντες ὥρμησαν ὁμοῦ πάντες ἐπὶ τὴν στενὴν ἔξοδον, ὥστε οἱ μὲν ὑπὸ τῶν 93 94 95 Μακεδόνων ἀνῃροῦντο, οἱ δὲ πλείους ὑπʼ ἀλλήλων καταπατούμενοι διεφθείροντο.
καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ λαιοῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξε. Πῶρος δὲ πολλοὺς ἐλέφαντας ἀντιπαρατάξας αὐτὸς μὲν κατὰ τὸ λαιὸν ἐπὶ τοῦ ἡγουμένου ἐλέφαντος ἦν· τοὺς δὲ λοιποὺς ἐλέφαν- τας ἐκ διαστήματος πεντήκοντα ποδῶν μέχρι τοῦ δεξιοῦ
κέρως ἔστησε· τὰ δὲ μέσα τῶν θηρίων ἀνδράσι πεζοῖς ἀνεπλήρωσεν, ὥστε ἦν τὸ σχῆμα τείχει μεγάλῳ παρα- πλήσιον, οἱ μὲν ἐλέφαντες ἐοικότες πύργοις, οἱ δὲ πεζοὶ μεσοπυργίοις. ἔνθα δὴ παραγγείλας Ἀλέξανδρος τοὺς πεζοὺς ἀντιπαράγειν τοῖς πολεμίοις, αὐτὸς τὴν
ἵππον ἐπὶ δόρυ σφοδρότερον ἤλασεν βουλόμενος ὑπερ- κεράσαι τοὺς ἐναντίους. τοῦτο φυλασσόμενος Πῶρος ἀντιπαρῆγε. τῷ δὲ μὴ φθάνειν τὰ θηρία διέσπα κατὰ πολλὰ τὴν τάξιν. τῶν Μακεδόνων τοῖς διασπάσμασιν 98 99 ἐμπιπτόντων ἠναγκάζετο κατὰ πρόσωπον ἐπιστρέφων ἀγωνίζεσθαι. ἐν τούτῳ φθάνουσιν οἱ περὶ τὸν Ἀλέ- ξανδρον ἱππεῖς ἐκπεριελθόντες καὶ κατὰ νώτου συνε- λάσαντες τοὺς Ἰνδοὺς τελεωτάτην νίκην ἀνείλοντο
(μεθʼ ἣν βασιλεὺς Ἰνδικῆς Ἀλέξανδρος ἦν).
100 τῆς Ὄσσης τὰς ὀρθίους πέτρας ὑπορύξας καὶ προσπλά- σας βαθμίδας μικρὰς, διὰ τούτων αὐτός τε καὶ οἱ Μακεδόνες ἀκροβατοῦντες ἀνέβησαν ἐπὶ τὰς κορυφὰς
καὶ τὴν Ὄσσαν ὑπερβάντες Θεσσαλίαν εἶχον· Θεσσαλοὶ δὲ τὰ στενὰ τῶν Τεμπῶν ἐφύλασσον. ἔτι νῦν τοῖς διοδεύουσι τὰ Τέμπη πάρεστιν ὁρᾶν τὰς πέτρας τῆς Ὄσσης κλιμακηδὸν ᾠκοδομημένας· καλοῦσιν αὐτὰς την Ἀλεξάνδρου κλίμακα.
Ἕλλησι δικάζων μέτριον καὶ δημοτικὸν ἔχειν τὸ δικα- στήριον ἐδοκίμαζεν, ἐν δὲ τοῖς βαρβάροις λαμπρὸν καὶ στρατηγικὸν, ἐκπλήσσων τοὺς βαρβάρους καὶ τῷ τοῦ δικαστηρίου σχήματι. ἐν γοῦν Βάκτροις καὶ Ὑρκανίοις
καὶ Ἰνδοῖς δικάζων εἶχε τὴν σκηνὴν ὧδε πεποιημέ- νην. ἡ σκηνὴ τὸ μέγεθος ἦν κλινῶν ἑκατόν· χρύσεοι 101 102 103 κίονες ὑπετίθεντο αὐτῇ πεντήκοντα· ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι, ποικίλμασιν ἐκπεπονημένοι, τὸν ἄνω τόπον ἐσκέπαζον. Πέρσαι μὲν πρῶτοι πεντακόσιοι μηλοφόροι περὶ τὴν σκηνὴν ἐντὸς ἵσταντο πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι. μετὰ δὲ τοὺς μη-
λοφόρους τοξόται τὸν ἴσον ἀριθμὸν ἔχοντες ταῖς ἐσθῆσι διήλλαττον· οἱ μὲν γὰρ αὐτῶν φλόγινα, οἱ δὲ κυάνεα, οἱ δὲ ὑσγινοβαφῆ περιεβέβληντο. τούτων προΐσταντο Μακεδόνες ἀργυράσπιδες πεντακόσιοι τῶν μεγίστων ἀνδρῶν. κατὰ δὲ τὸ μέσον τῆς σκηνῆς ὁ χρυσοῦς
ἔκειτο θρόνος, ἐφʼ οὗ προκαθήμενος ἐχρημάτιζεν· οἱ σωματοφύλακες ἐφεστήκεσαν ἑκατέρωθεν τοῦ βασιλέως δικάζοντος. ἐν κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφεστήκει καὶ Μακεδόνες χίλιοι στολὰς Μακεδονικὰς ἔχοντες. ἐπὶ τούτοις πεντακόσιοι
Σούσιοι πορφυροσχήμονες, καὶ μετὰ τούτους ἐν κύκλῳ πάντων Πέρσαι μύριοι (Περσῶν) οἱ κάλλιστοι καὶ μέγιστοι, κεκαλλωπισμένοι παντὶ κόσμῳ Περσικῷ, πάν- τες ἀκινάκας ἔχοντες. τοιόνδε ἦν Ἀλεξάνδρου τὸ δικαστήριον ἐν τοῖς βαρβάροις.
104
τῆς ὁδοῦ, πρὸς τὸ δίψος εὐρώστως ἀντέχοντες διὰ τὴν τοῦ βασιλέως ἐγκράτειαν.
109 ρεῖον ἠπείγετο. Πανικὸν ἀπὸ τῆς οὐραγίας διῇξε τὴν στρατιὰν πᾶσαν. ὁ βασιλεὺς ἐκέλευσε τῷ σαλπιγκτῇ
ὑποσημῆναι σημεῖον ἀφοβίας, τοῖς δὲ πρωτοστάταις τῶν πεζῶν θέσθαι τὰ ὅπλα πρὸ τῶν ποδῶν καὶ τοῦτο φράζειν τοῖς μετʼ αὐτούς. καὶ δὴ πάντες ἐφεξῆς τοῦτο ποιήσαντες ἔμαθον τὴν αἰτίαν τοῦ φόβου. τὸ μὲν Πανικὸν ἐλέλυτο, οἱ στρατιῶται δὲ ἀράμενοι τὰ ὅπλα
προῄεσαν.
110 σαόρτης, Δαρείου συγγενὴς, πολλὴν χεῖρα Περσικὴν ἔχων ἐφύλασσε τὰς Σουσίδας πύλας· αἱ δὲ ἄρα εἰσὶν ὄρη στενὰ καὶ ὑψηλά. τούτοις προσβάλλοντας τοὺς
Μακεδόνας εὐκόλως ἀπεκρούοντο οἱ βάρβαροι σφεν- δόνας, βέλη, πέτρους ἀφιέντες· ὥστε ἀνακαλέσας αὐτοὺς Ἀλέξανδρος ἀπὸ τριάκοντα σταδίων χάρακα ἐβάλλετο· 111 112 113 ἦν δὲ λόγιον Ἀπόλλωνος, ὡς ἄρα ξένος λύκος ἡγεμὼν αὐτῷ τῆς ὁδοῦ τῆς κατὰ Περσῶν γένοιτο. πρόσεισι δὴ τῷ Ἀλεξάνδρῳ βουκόλος θηρείαν ἔχων στολὴν, ὁμολογῶν ὅτι Λύκιος ἦν, καὶ ὡς κύκλῳ τῶν ὀρῶν ἀτραπὸς εἴη τῷ συνηρεφεῖ τῆς ὕλης ἀποκεκρυμμένη,
αὐτῷ δὲ μόνῳ γιγνώσκοιτο διὰ τὴν νομὴν τῶν βοῶν. ἀναμνησθεὶς Ἀλέξανδρος τοῦ μαντείου πιστεύει τῷ βουκόλῳ. τὴν μὲν δὴ πᾶσαν στρατιὰν ἐκέλευσεν ἐν στρατοπέδῳ μένειν καὶ πολλὰ πυρὰ ἀνακαίειν, ἐφελ- κομένους τὴν τῶν Περσῶν ὄψιν. Φιλώτᾳ δὲ καὶ
Ἡφαιστίωνι παράγγελμα δοὺς ἀπόρρητον, ὁπόταν κατὰ κορυφῆς τῶν ὀρῶν ἴδωσι τοὺς Μακεδόνας ἐκφανέντας, αὐτοὺς κάτωθεν προσβάλλειν, αὐτὸς τοὺς ὑπασπιστὰς ἄγων καὶ μίαν ὁπλιτῶν φάλαγγα καὶ τὸ Σκυθικὸν τοξικον ὅσον ἦν διὰ τῆς ἀτραποῦ τῆς λεπτῆς ὀγδοή-
κοντα στάδια προελθὼν ηὐλίσατο πυκαζόμενος ὕλῃ δασυτάτῃ. μέσης δὲ νυκτὸς περιελθὼν ἐπέστη τοῖς πολεμίοις καθεύδουσιν· ἀρχομένης δὲ ἡμέρας αἱ σάλ- πιγγες ἐσήμαινον ἀπὸ τῆς κορυφῆς τῶν ὀρῶν· Ἡφαι- στίων δὲ καὶ Φιλώτας τοὺς ἐκ τοῦ χάρακος Μακεδόνας
προσῆγον. οἱ Πέρσαι μέσοι τῶν ἄνωθεν πολεμίων καὶ τῶν κάτωθεν ἀποληφθέντες οἱ μὲν ἐκτείνοντο, οἱ δὲ κατεκρημνίζοντο, οἱ δὲ ἐζωγρεύοντο.
τιώτας διψῶντας καὶ ἀφορῶντας εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ, ἵνα μὴ πίνοντες διαλύσειαν τὰς τάξεις μηδὲ 115 τὸ τῆς ὁδοιπορίας τάχος διακόψειαν, τὸν κήρυκα ἐκέ- λευσεν ἀνειπεῖν ἀπεχώμεθα τοὺ ποταμοῦ· θανατῶδες ἔχει τὸ ὕδωρ.᾿ οἱ μὲν φοβηθέντες ἀπέσχοντο καὶ τὴν ὁδὸν ἐπετάχυνον· Ἀλέξανδρος δὲ διανύσας καὶ στρα-
τοπεδεύσας αὐτὸς μετὰ τῶν ἡγεμόνων ἀπὸ τοῦ ποτα- μοῦ φανερῶς ἔπιεν. γελάσαντες οἱ στρατιῶται καὶ τὴν αἰτίαν τῆς ἀπάτης νοήσαντες ἀδεῶς ὑδρεύσαντο ἐκ τοῦ ποταμοῦ πάντες.
117
ἡ δέ ἐστι πᾶσα τραχεῖα καὶ δύσβατος· πέτρα δὲ κατὰ μέσην ἀνατείνει (ὀρνίθων) τοῖς πτηνοῖς [μόνοις] βάσι- μος· ἐν κύκλῳ δὲ ὕλη δασεῖα καὶ πυκνὴ τοὺς ἀβάτους κρημνοὺς ἀβατωτέρους εἰργάζετο. τὴν πέτραν Ἀριο- μάζης μετὰ πολλῆς χειρὸς καὶ καρτερᾶς Σογδιανῶν
κατελάβετο | πηγὰς ὕδατος ἔχων ἔνδον καὶ παρασκευὴν σιτίων ἄφθονον. Ἀλέξανδρος περιιππασάμενος καὶ καταμαθὼν τὰς φύσεις τῆς πέτρας ἐκέλευσε τριακοσίους λογάδας νεανίας, οἷς ἦν ἄσκησις καὶ τέχνη κρημνο- βατεῖν, ἀόπλους κατόπιν τῆς πέτρας διὰ πυκνῆς ὕλης
ἀνέρπειν καὶ λεπτοῖς κάλοις ἀνιμᾶν ἀλλήλους· ἐπειδὰν δὲ τῶν κορυφῶν κρατήσωσιν, ζώνας λευκὰς, ἃς εἶχον, λυσαμένους κοντοῖς εὐμήκεσι περιάψαι καὶ τούτους 118 119 ὑπὲρ τὴν ὕλην ἀνατείνειν, ὥστε ἀθρόας καὶ λαμπρὰς τὰς ζώνας ἐπὶ πλεῖστον τινασσομένας καὶ τοῖς ἄνω βαρβάροις καὶ τοῖς κάτω Μακεδόσιν ὁρᾶσθαι. οἱ μὲν δὴ κρημνοβάται σὺν πολλῷ πόνῳ κατὰ κορυφὴν [γε- νόμενοι] ἀνίσχοντος ἡλίου τὰς ζώνας ἀνέσεισαν· οἱ
δὲ Μακεδόνες μέγα καὶ λαμπρὸν κάτωθεν ἠλάλαξαν· ὁ δὲ Ἀριομάζης ἐκπλαγεὶς, ὡς πάσης τῆς στρατιᾶς ἀναβαινούσης καὶ ὡς ἤδη κατὰ κορυφῆς ἑαλωκὼς, αὑτόν τε καὶ τὴν πέτραν παρέδωκεν Ἀλεξάνδρῳ θειο- τέραν αὐτοῦ τὴν δύναμιν καὶ τὴν τύχην ἡγούμενος.
120
βουλόμενος ἄλλην πόλιν (διὰ) τῆς Ἰνδικῆς ἑλὼν, ὁμή- ρους λαβὼν, σπεισάμενος έπὶ τρίτην πόλιν ἦλθεν εὐ- μεγέθη καὶ πολυάνθρωπον, τάξας πρὸ τῆς φάλαγγος τοὺς ὁμήρους, γέροντας, παῖδας, γυναῖκας. οἱ δὲ τοὺς ὁμοφύλους γνωρίσαντες καὶ τὰ ἔργα τῆς Ἀλεξάνδρου
φιλανθρωπίας ὁρῶντες ἀνοίγουσί τε τὰς πύλας καὶ μετὰ ἱκετηριῶν αὐτὸν ἐδέξαντο. αὐτίκα ἡ φήμη δια- δραμοῦσα ἔπεισεν Ἰνδοὺς ἑκόντας Ἀλέξανδρον δέχεσθαι.
124 τε καὶ ὄρη ὑψηλὰ καὶ ἀπρόσιτα καὶ πλῆθος ἐν τοῖς ὄρεσιν ἀνδρῶν δοκίμων· οὐ τοίνυν ἑλεῖν ἐλπίς. ἧκέ τις ἀγγέλλων Ἡφαιστίων ἐν Βαβυλῶνι τέθνηκενʼ. ὁ
δὲ κοινὸν πένθος ἐπαγγείλας ἐπὶ τὴν Ἡφαιστίωνος ταφὴν ἠπείγετο· οἱ σκοποὶ τῶν Κοσσαίων, ἀναζευγνύν- τας ὡς εἶδον [αὐτοὺς], αὐτοὶ διεσπάρησαν. Ἀλέξανδρος νύκτωρ ἱππέας πέμψας τὴν ἐς τὰ ὄρη πάροδον ἀφύ- λακτον κατελάβετο καὶ τῆς ὁδοιπορίας ἀποκλίνας, ἐπι-
φανεὶς τοῖς ἱππεῦσι σὺν αὐτοῖς τὴν Κοσσαίων χώραν ἐχειρώσατο. τοῦτο τὸ ἔργον τῆς ἐπὶ Ἡφαιστίωνι λύπης παρηγόρημα φασὶν Ἀλεξάνδρῳ γενέσθαι.
τὸ βασιλέως ἄριστον καὶ δεῖπνον ἐν κίονι χαλκῷ γε-
γραμμένον, ὅπου καὶ οἱ ἄλλοι νόμοι, οὓς ἔγραψε Κῦρος. εἶχε δὲ οὕτως·
ἀρτάβαι· καὶ τῶν τρίτων τριακόσιαι ἄλλαι ἀρτάβαι. Πυραμίνων μὲν ἀλεύρων τῶν πάντων ἀρτάβαι εἰς τὸ δεῖπνον χίλιαι. κριθαμίνων δὲ ἀλεύρων τῶν κάρτα καθαρῶν διακόσιαι ἀρτάβαι. τῶν δὲ δευτέρων τετρα- κόσιαι· [καὶ τῶν τρίτων τετρακόσιαι·] τὸ σύμπαν δὲ 125 126 τῶν κριθαμίνων ἀλεύρων χίλια ἀρτάβαι. χόνδρου δὲ ἐξ ὀλυρῶν πεποιημένου διακόσιαι ἀρτάβαι. παιπάλης ἐξ ἀλφίτων πεποιημένης ὡς εἰς κυκεῶνας δέκα ἀρτάβαι. καρδάμου κεκομμένου σεσησμένου λεπτοῦ * * [ἀρτάβαι]. πτισάνης δέκα ἀρτάβαι· σινήπυος σπέρματος τρίτον
ἀρτάβης.
κοντα.
δύο μναῖ· κυμίνου ἀρτάβη· σιλφίου τάλαντον σταθμῷ. μύρου ἐκ μήλων γλυκέων τέταρτον μέρος ἀρτάβης· κυκεῶνος ἐκ σιδίων ὀξέων ἀρτάβη, μύρου ἐκ κυμίνου τέταρτον μέρος ἀρτάβης. σταφίδος μελαίνης τρία τάλαντα σταθμῷ· ἀνήθου ἄνθους τρεῖς μναῖ σταθμῷ·
μελανθίου τρίτον μέρος ἀρτάβης· διαρίνου σπέρμα δύο 127 καπέζιες· σησάμων καθαρῶν δέκα ἀρτάβαι. γλεύκους ἐξ οἴνου πέντε μάριες. ῥαφανίδων ἑψανῶν, γογγυλί- δων ἐσκευασμένων ἐν ἅλμῃ πέντε μάριες· καππάρεως ἐσκευασμένης ἐν ἅλμῃ, ἐξ ἧς τὰς ἀβυρτάκας ποιοῦσι,
πέντε μάριες· ἁλῶν δέκα ἀρτάβαι. Αἰθιοπικοῦ κυμί- νου ἓξ καπέζιες — ἡ δὲ καπέζις ἐστὶ χοῖνιξ Ἀττική —· ἄνηθον αὖον τριάκοντα μνᾶς ἕλκον. σελίνου σπέρ- ματος τέσσαρες καπέζιες. ἐλαίου σησαμίνου δέκα μάριες· ἐλαίου ἀπὸ γάλακτος πέντε μάριες· ἐλαίου ἀπὸ τερμίν-
θων πέντε μάριες· ἐλαίου ἀκανθίνου πέντε μάριες· ἐλαίου ἀπὸ ἀμυγδάλων τῶν γλυκέων τρεῖς μάριες. ἀμυγδάλων αὔων τῶν γλυκέων τρεῖς ἀρτάβαι. οἴνου πεντακόσιαι μάριες.
ἡμίσεα ἐκ τῶν φοινίκων οἶνον παρέχει, τὸν δὲ ἡμίσεα ἀμπέλινον. ξύλων διακόσιαι ἅμαξαι· ὕλης ἑκατὸν ἅμαξαι· τοῦ ὕοντος μέλιτος ἑκατὸν παλάθαι τετράγω- νοι ἀνὰ δέκα μνᾶς ἕλκουσαι. ὅταν ἐν τῇ Μηδικῇ ᾖ, ταῦτα διαδίδωσιν. κνήκου σπέρματος τρεῖς ἀρτάβαι.
κρόκου δύο μνᾶς ἕλκοντος σταθμῷ. ταῦτα μὲν εἰς πότον τε καὶ ἄριστον ἀναλίσκεται.
νεσι δισμυρίας ἀρτάβας· ἀχύρων μυρίας ἁμάξας· κάρ- φους πεντακισχιλίας ἁμάξας. ἐλαίου σησαμίνου διακοσίας μάριας· ὄξους ἑκατὸν μάριας· καρδάμου κεκομμένου λεπτοῦ τριάκοντα ἀρτάβας. ταῦτα μὲν πάντα διαδί- δωσι ταῖς στρατιαῖς ὅσα εἴρηται. βασιλεὺς δὲ σὺν
τῷ ἀρίστῳ καὶ τῷ δείπνῳ καὶ οἷς διαδίδωσι τοσαῦτα ἀναλίσκει τῆς ἡμέρας.
ἀσχολίας ἐχούσης, ὥστε καὶ τὸν κίονα, ἐν ᾧ ταῦτα ἐγέγραπτο, καθελεῖν προσέταξεν εἰπὼν πρὸς τοὺς φίλους· ῾ οὐδαμῶς συμφέρει τοῖς βασιλεῦσιν οὕτως ἀσώτως δειπνεῖν διδάσκεσθαι· ἀνάγκη γὰρ τῇ πολλῇ ἀσωτίᾳ καὶ τρυφῇ πολλὴν ἀνανδρίαν ἕπεσθαι· ὁρᾶτε δὲ καὶ
τοὺς τηλικούτων δείπνων πιμπλαμένους ἐν ταῖς μάχαις ταχέως ἡττωμένους.᾿
4. ΑΝΤΙΠΑΤΡΟΣ.
130γέντες ἐξέλιπον τὸ χωρίον· ἀμαχεὶ δὲ Ἀντίπατρος ἐκράτησεν.
133 Θετταλῶν δὲ ἱππέων κωλυόντων διαβαίνειν, ὁ μὲν τὴν δύναμιν ἀπήγαγεν εἰς τὴν αὑτοῦ στρατοπεδείαν καὶ
παρήγγειλε τοῖς Μακεδόσι μένειν ἐν τοῖς ὅπλοις καὶ τὰ σκευοφόρα μὴ λύειν. οἱ Θετταλοὶ δὲ εἰς τὴν Λαμίαν ἀφιππεύσαντες ἠριστοποιοῦντο κατὰ τὰς οἰκίας. Ἀντί- πατρος [ἐπανῆλθε πρὸς] τὸν ποταμὸν καὶ φθάσας διε- βίβασε τὴν δύναμιν, πρὶν ἐκβοηθῆσαι Θετταλοὺς, καὶ
κατελάβετο τὴν Λαμίαν προσπεσών.
134 τοῖς πολεμίοις παρασχεῖν ἱππέων πολλῶν συναγαγὼν ὄνους πολλοὺς καὶ ἡμιόνους συνέταξεν εἰς ἴλας, καὶ ἀνεβίβασεν ἄνδρας ὅπλισιν ἱππικὴν ἔχοντας· προέταξε
δὲ ἑκάστης ἴλης τὸν πρῶτον ζυγὸν ἀληθινῶν ἱππέων. τούτους ὁρῶντες οἱ πολέμιοι καὶ τοὺς ἑπομένους ἱππεῖς εἶναι νομίσαντες καταπλαγέντες ἔφευγον. τούτῳ τῷ στρατηγήματι καὶ Ἀγησίλαος ἐχρήσατο πρὸς Ἀέρο- 135 136 137 πον ἐν Μακεδονίᾳ καὶ Εὐμένης πρὸς Ἀντίγονον ἐν Ἀσίᾳ.
5. ΠΙΡΜΕΝΙΩΝ.
138Περσῶν συνῆψε τοῖς σκευοφόροις. ἐπεὶ δὲ οἱ βάρβαροι φοβηθέντες ἔφυγον, ἐννοήσας Παρμενίων, ὅτι μὴ δύ- ναται διασῶσαι τοσαύτην ἀποσκευὴν, τῶν κομιζόντων βαρβάρων φυγόντων, τρεῖς ἴλας ἱππέων πέμψας πρὸς αὐτοὺς ἐκήρυξεν ὃς ἂν μὴ ταῖς ἑαυτοῦ χερσὶ λάβηται
τῶν ἰδίων ὑποζυγίων, φονευθήσεται᾿. τοῦτο τὸ κή- ρυγμα οἱ βάρβαροι δείσαντες αὖθις προσῆλθον τοῖς ὑποζυγίοις καὶ τὴν ἀποσκευὴν διεκόμισαν.
6. ΑΝΤΙΓΟΝΟΣ.
139γήματι. Ἀλέξανδρος ὁ κατέχων Ἀκροκόρινθον ἐτελεύ- τησεν· ἦν αὐτῷ γυνὴ Νίκαια ἡλικίας ἅλις ἔχουσα. ταύτην Ἀντίγονος τῷ υἱῷ Δημητρίῳ μνηστεύεται· ἡ δὲ ἀσμένη μειρακίῳ καὶ βασιλεῖ πρὸς γάμον αὑτὴν ἐπέδωκεν. ἦν θυσίᾳ μεγαλοπρεπής· πανήγυρις Ἑλλη-
νική· Ἀμοιβεὺς κιθαρῳδεῖν ἔμελλε· πολλὴ σπουδὴ περὶ τὴν θέαν ἦν· τὴν Νίκαιαν αὐτὴν ἐν φορείῳ βασιλικῶς 140 141 142 κεκοσμημένῳ, τρυφῶσαν καὶ θρυπτομένην, δορυφόροι παρέπεμπον. ἐς δὲ τὸ θέατρον ἐσιούσης, μακρὰν χαίρειν τῷ κιθαρῳδῷ καὶ τῷ γάμῳ φράσας Ἀντίγονος ὥρμη- σεν ἐπὶ τὸν Ἀκροκόρινθον καὶ τῶν φυλάκων περὶ τὴν
πανήγυριν ἀσχολουμένων καὶ θέαν κατειληφότων ῥᾳ- δίως κατέσχε τὸ χωρίον καὶ τῆς Κορίνθου πάσης ἐκρά- τησε στρατηγήματι τῷ γάμῳ χρησάμενος.
σκετο ἐκ τῶν ὑπομνημάτων, τίνες εἶεν ὡς αὐτὸν οἱ
καὶ πάλαι πρεσβεύσαντες καὶ μετὰ τίνων καὶ ὑπὲρ οἵων πραγμάτων. ἐν δὲ ταῖς ἐντεύξεσιν ἀπομεμνημέ- νος ἑκάστου πρὸς τοὺς πρεσβεύοντας πάντας ἐξε- πτόησεν ὡς μνήμην ἔχων ὑπερβάλλουσαν.
144
ἐπῆγεν. οἱ Μεγαρεῖς σύας καταλείφοντες ὑγρᾷ πίσσῃ καὶ ὑφάπτοντες ἠφίεσαν· αἱ δὲ ὑπο τοῦ πυρὸς και- όμεναι κεκραγυῖαι πολλῷ δρόμῳ εἰς τοὺς ἐλέφαντας 145 146 147 ἐνέπιπτον· οἱ δὲ οἰστρῶντες καὶ ταρασσόμενοι ἄλλος ἄλλῃ διέφευγον. Ἀντίγονος τοῦ λοιποῦ προσέταξε τοῖς Ἰνδοῖς τρέφειν ὗς μετὰ τῶν ἐλεφάντων, ἵνα τὴν ὄψιν αὐτῶν καὶ τὴν κραυγὴν τὰ θηρία φέρειν ἐθίζοιτο.
ὑπὸ Μακεδόνων ἔσωσε. τοῦ στρατοπέδου μέσος ἦν ποταμὸς ὀξὺς τὸ ῥεῦμα γέφυραν ἔχων· ἔνθεν οἱ Μακε- δόνες ἐσκήνουν· ἐκεῖθεν Ἀντίγονος ἔχων ἱππέας ὁμο- φρονοῦντας. οἱ μὲν μετὰ πολλοῦ θορύβου καὶ μεγάλης βοῆς ᾔτουν χρήματα βαλεῖν ἀπειλοῦντες, εἰ μὴ λάβοιεν·
Ἀντίπατρος δὲ μὴ ἔχων δοῦναι ἦν ἐν ἀμηχάνῳ. Ἀντί- γονος ἔφη πρὸς αὐτὸν ἀλλʼ ἔγωγέ σοι δώσω καιρὸν ἀφόδουʼ. ταῦτα εἰπὼν, ἐν αὐτῇ τῇ πανοπλίᾳ διαδρα- μὼν τὴν γέφυραν, μέσας τεμὼν τὰς φάλαγγας ἑκάστῳ προσῄει ἐοικὼς δημηγορήσοντι. οἱ Μακεδόνες ὡς
ἀνδρὶ τῶν ἐπιφανῶν ἐξεχώρουν καὶ παρίεσαν καὶ πάντες εἵποντο ἀκουσόμενοι [ὧν] προλέγειν μέλλει. ἐπεὶ δὲ περιέστη τὸ πλῆθος, μακρὰ ἐδημηγόρησεν ἀπολο- γούμενος ὑπὲρ Ἀντιπάτρου, ἐπαγγελλόμενος, παρακα- λῶν, διαλλάσσων. ἐν δὲ τῷ καιρῷ τῆς μακρᾶς δημη-
γορίας Ἀντίπατρος μετὰ τῶν ἱππέων τὴν γέφυραν παρελθὼν ἐξέφυγε τοὺς ἀπὸ τῶν στρατιωτῶν λίθους.
ἰσχυροτέραν, τῷ πολέμῳ σχολαίτερον ἐχρῆτο· εἰ δὲ ἀσθενεστέραν, φιλοκινδύνους τὰς ἐπιθέσεις ἐποιεῖτο τοῦ ζῆν ἀγεννῶς τὸ θνήσκειν ἀνδρείως αἱρετώτερον
ἡγούμενος.
152 σαν αὐτοῦ Μακεδόνες ὁπλῖται τρισχίλιοι. οὗτοι κατα- λαβόμενοι λόφους καρτεροὺς Λυκαονίαν ἐπόρθουν, ἤδη δὲ καὶ Φρυγίαν. Ἀντίγονος κτεῖναι μὲν τοσούτους
ὠμὸν ἡγεῖτο· ἐδεδοίκει δὲ, μὴ προσθοῖντο τοῖς πολε- μίοις, ὧν Ἀλκέτας ἦρχεν. τοιοῦτό τι οὖν ἐμηχανή- σατο καθῆκε πρὸς αὐτοὺς Λεωνίδαν τῶν ἰδίων ἡγε- μόνων [ὡς ἐπὶ] κοινοπραγίᾳ τῆς ἀποστάσεως δή· οἱ δὲ ἄσμενοι τὸν ἄνδρα ἐδέξαντο καὶ στρατηγὸν εἵλοντο.
Λεωνίδας πρῶτον μὲν ἔπεισεν αὐτοὺς προστίθεσθαι μηδενὶ, ὥστε γε τοῦτο πρῶτον Ἀντιγόνῳ κατώρθωτο ἔπειτα δὲ κατήγαγεν αὐτοὺς ἀπὸ τῶν λόφων ἐς χωρίον ἱππάσιμον, ἀφίππους ὄντας. ἐνταῦθα προσιππασάμε- νος Ἀντίγονος Ολκίαν καὶ δύο τῆς ἀποστάσεως ἐξάρ-
χους συνέλαβεν. οἱ μὲν ὑπὲρ σωτηρίας αὑτῶν ἱκέτευον. ὁ δὲ ἀφήσειν τούτους ὑπέσχετο, εἰ μετὰ ἡσυχίας εἰς 153 Μακεδονίαν ἐπανέλθοιεν. ἐπὶ τούτοις ἐσπείσαντο καὶ ἀνεχώρησαν. Ἀντίγονος Λεωνίδαν τῶν ἀνδρῶν ἡγή- σασθαι μέχρι Μακεδονίας [ἐκέλευσεν] ὡς ἀσφαλῶς αὐτοὺς εἰς τὴν οἰκείαν παραπέμψοντα.
γοὺς Μακεδόνων οὐκ ἀδόξους, ἐν αὐλῶνι Πισιδικῷ στρατοπεδεύοντας ἐδίωκε κρύβδην. τῶν δʼ ἐλεφάντων κλαγξάντων καὶ φρυαξαμένων ᾔσθοντο, ὡς Ἀντίγονος προσάγοι· μόνῳ γὰρ τούτῳ παρασκευὴ τοιούτων θη- ρίων ἦν. Ἀλκέτας τὸ πελταστικὸν ἀναλαβὼν τὴν διὰ
τῶν ὀρῶν τραχεῖαν καὶ δύσβατον οὖσαν ἠπείγετο κατα- λαβέσθαι. Ἀντίγονος Ἀλκέταν μὲν οὐκ ἐδίωξε· λοξώ- σας δὲ τὴν στρατιὰν ὑπὸ τοὺς τῶν ὀρῶν λαγόνας ἔσπευσεν ἐπὶ τὸ στρατόπεδον [καὶ] κατέλαβε τῶν πολεμίων τοὺς μὲν ἄρτι ὁπλιζομένους, τοὺς δὲ ἀόπλους, ταρασσομέ-
νους δὲ πάντας· ὥστε φόνου μὲν ἀπεχόμενος, σωτη- ρίαν δὲ ὑποσχόμενος χωρὶς μάχης ἐνίκησεν.
157 158 159 μάχη. Νικάνωρ τῶν ναυτῶν ὑπʼ ἀπειρίας πρὸς ἐναν- τίον κῦμα βιαζομένων ἀπέβαλε ναῦς ἑβδομήκοντα. τῶν πολεμίων λαμπρῶς νικησάντων παρῆν Ἀντίγονος ἑσπέρας καὶ τὴν ἧτταν οὐκ ἔδεισεν· ἀλλὰ τοὺς μὲν
ἐπὶ τῶν λοιπῶν νεῶν ἑξήκοντα ἑτοίμους εἶναι πρὸς ναυμαχίαν αὖθις νυκτὸς ἐκέλευσε· τῶν δὲ ὑπασπιστῶν τοὺς ἀλκιμωτάτους ἐπιστήσας τοῖς σκάφεσι προσέταξεν ἀπειλεῖν ὡς ἀποκτενοῦσι τοὺς μὴ χωροῦντας ἐς μάχην. Βυζάντιον δὲ φίλην ἔχων, ἐγγὺς οὖσαν, ἐντεῦθεν ὑπη-
ρεσίαν ναυτικὴν διὰ τάχους ἐκέλευσε [ἐπιπλεῦσαι], πελταστὰς καὶ ψιλοὺς καὶ τοξότας χιλίους παρὰ τὰς ναῦς τῶν πολεμίων ὁρμούσας ἀπὸ γῆς ἀκοντίζειν καὶ τοξεύειν ἔταξεν. ταῦτα μὲν ἐν νυκτὶ μιᾷ διετέτακτο. ἀρχομένης δὲ ἕω οἱ μὲν ἀπὸ γῆς ἐτόξευον καὶ ἠκόν-
τιζον· οἱ πολέμιοι δὲ, οἱ μὲν ἔτι καθεύδοντες, οἱ δὲ ἄρτι ἀφυπνίζοντες, ἀφυλάκτως ἐτιτρώσκοντο. ἄλλοι μὲν ἀνέσπων τὰ πρυμνήσια, ἄλλοι δὲ ἀνεῖλκον τὰς ἀποβάθρας, ἄλλοι δὲ ἀγκύρας ἀνιμῶντο· πάντων δὲ βοὴ καὶ τάραχος ἦν. Ἀντίγονος ἐσήμηνε καὶ ταῖς ἑξή-
κοντα ναυσὶν ἐπιπλεῦσαι καὶ μετὰ θυμοῦ καὶ ῥοθίου ποιεῖσθαι τὰς ἐμβολὰς. αὐτίκα δὴ συνέβαινε, τῶν μὲν ἀπὸ γῆς βαλλόντων, [τῶν δὲ ἐπιπλεόντων,] κρατεῖν μὲν [τοὺς ἡττημένους, ἡττᾶσθαι δὲ] τοὺς νε- νικηκότας.
πλεῖν πᾶσι μὲν ὅρμοις, πάσαις δὲ πόλεσι προσπελά- ζοντας, ὅπως ἡ νίκη διαβόητος ἀνὰ πᾶσαν τὴν Ἀσίαν γένοιτο. Φοίνισσαι νῆες ὁρμοῦσαι Κιλικίας ὑπὸ τῷ Ῥωσίῳ λιμένι χρήματα Εὐμένους ἄγουσαι Σωσιγένην ναύαρχον εἶχον. ὁ μὲν Σωσιγένης ἐπὶ ὀρθίου πάγου
διέτριβεν ἀποσκοπῶν τὴν τοῦ πελάγους κίνησιν. οἱ δὲ ἀπὸ τῶν Φοινισσῶν νεῶν, ὡς εἶδον τὰς νικώσας λαμπρῶς κεκοσμημένας, ἁρπάσαντες τὰ χρήματα ἐσ- επήδησαν ἐς τὰς Ἀντιγόνου τριήρεις· αἱ δὲ αὐτίκα ἀνήγοντο πολλὰ χρήματα καὶ συμμάχους [ἄγουσαι].
Σωσιγένης δὲ ὁ ναύαρχος τὸ πέλαγος ἀπεσκόπει.
κήρυκα, ἐφʼ ὅσον αὐτῶν πάντων τὰ σώματα ἔκαυ- 164 165 166 σεν. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ ταφὴ, τότε τὸν κήρυκα ἀπέπεμψε συγχωρῶν τὴν ἀναίρεσιν.
167 χείμαζεν. Εὐμένης προκατελάβετο τὴν ὁδὸν ἄχρι στᾶ-
δίων χιλίων διατάξας τὴν δύναμιν πανταχοῦ. ἦν δὲ ἡ μὲν ὁδὸς παρὰ τὰς ὑπωρείας· τὸ δὲ κάτω πεδίον ὁμαλὸν, ἄνυδρον, ἀοίκητον, οὐ βοτάνην ἔχον, οὐ δέν- δρον, οὐ φυτὸν, ἀσφαλτῶδες δὲ καὶ πλῆθον ἁλμυρίδος· οὐκ ἄρα ἦν διαβατὸν οὔτε ζώοις οὔτε ἀνθρώποις.
Ἀντίγονος τὰς κατὰ τὴν ὁδὸν φυλακὰς ἐκκλῖναι στρα- τηγῶν μέσον ἔγνω τὸ πεδίον τεμέσθαι. προσέταξε δὴ ῥάψασθαι μυρίους ἀσκοὺς καὶ πλῆσαι τούτους ὕδα- τος καὶ σιτία δέκα ἡμερῶν πέψαντας ἔχειν καὶ κριθὰς τοῖς ἵπποις καὶ χιλὸν αὐτάρκη. τὰ μὲν ηὐτρέπιστο·
ὁ δὲ διὰ τῆς ἀοικήτου μέσης ἦγε τὴν στρατιὰν τῇ νυκτὶ [πυρὰ] καίειν οὐκ ἐπιτρέπων, ἴνα μὴ τοῖς φυλάτ- τουσι τὰς ὑπωρείας κατάδηλον γένηται. καὶ μὴν μέχρι τέλους ἔλαθον ἂν, εἰ ἐπείσθησαν τῷ Ἀντιγόνου παραγ- γέλματι. ὀλίγοι δὲ αὐτῶν παγετώδους νυκτος γενο-
μένης πῦρ ἀνέκαυσαν, ὥστε τὴν φλόγα ἰδόντες οἱ πολέμιοι συνῆκαν καὶ τὸ πεδίον ἐκβαινόντων προσ- βαλόντες κατὰ τὴν οὐραγίαν ἔστιν οὓς τῶν ὑστάτων ἀπέκτειναν. ὅσον δὲ ἐπὶ τῷ Ἀντιγόνου στρατηγήματι ἀβλαβεῖς ἐσώθησαν [ἂν] πάντες.
τιωτῶν εἰδὼς ἑπομένην τὴν ἀποσκευὴν, ἐν ᾗ γυναῖκες ἦσαν αὐτῶν καὶ τέκνα καὶ παλλακαὶ καὶ οἰκέται καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα ἐκτήσαντο ἀπὸ τῆς μετὰ Ἀλεξάνδρου στρατείας, ἐκέλευσεν ἐπιλέκτους ἴλας περιελάσαι τὴν ἀποσκευὴν ἐς τὴν ἑαυτῶν στρατοπε-
δείαν. οἱ μὲν περιήλασαν ἀσχολουμένων τῶν πολε- μίων περὶ τὴν μάχην καὶ τῆς κόνεως ἐπισκοτούσης. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ μάχη [καὶ] πεντακισχίλιοι μὲν ἔπεσον Ἀντιγόνου, τριακόσιοι δὲ Εὐμένους, μέγα δὴ φρονοῦντες ἐπὶ τῇ νίκῃ διελύθησαν. ἐπεὶ δὲ τὴν
ἀποσκευὴν εἶδον ἡρπασμένην καὶ τοὺς οἰκείους ἀπο- λωλότας, ἀθυμία καὶ θρῆνος ἦν τῶν νενικηκότων. ὥστε οἱ πλεῖστοι διὰ τὸν ἔρωτα τῶν οἰκείων ἐπρεσ- βεύοντο παρὰ Ἀντίγονον ἀξιοῦντες αὐτῷ προστίθεσθαι. Ἀντίγονος τὴν ἀποσκευὴν τῶν Εὐμενείων στρατιωτῶν
174 175 ὰρπάσας, ἐπειδὴ βαρέως ἔφερον ἀπολέσαντες τὰ φίλ- τατα, ἐκήρυξεν προῖκα ἀποδώσειν τὰ ἡρπασμένα. οἱ δὲ πρὸς τὸ κήρυγμα αὐτίκα μετεβάλοντο, οὐ μόνον οἱ Μακεδόνες, ἀλλὰ καὶ μύριοι Περσῶν, ὧν ἦρχε
Πευκέστης· καὶ γὰρ οὗτος τοὺς Μακεδόνας ἰδὼν ἀντι- γονίζοντας ὡς τούτους ἐνέκλινεν. τέλος δὲ τοσαύτη μεταβολὴ γνώμης καὶ τύχης ἐγένετο, ὥστε οἱ ἀργυ- ράσπιδες συλλαβόντες Εὐμένη δεσμώτην παρέδωκαν, Ἀντίγονος δὲ ἁπάσης τῆς Ἀσίας βασιλεὺς ἀνηγορεύθη.
176 ξενολογεῖν καὶ χρήματα συλλέγειν, ἀποστῆναι βεβου- λευμένον ἀπιστεῖν τοῖς ἀγγέλλουσι προσεποιήσατο φάσκων οὐκ ἂν ἐγὼ πιστεύσαιμι ταῦτα Πίθωνα πράτ- τειν, ᾧ πεντακισχιλίους Μακεδόνας ὁπλίτας καὶ Θρᾷκας
χιλίους φύλακας τῆς σατραπείας πέμψαι παρεσκεύακα᾿. ταῦτα Πίθων ἀκούσας πιστεύει τῇ φιλανθρωπίᾳ καὶ διὰ τάχους ἧκε ληψόμενος τὴν ἐπικουρίαν. Ἀντίγονος δὲ ἐς τὸ κοινὸν τῶν Μακεδόνων ἐσαγαγῶν Πίθωνα ἑλὼν τιμωρησάμενος ἀπέκτεινεν.
177 δεσμώτην αὐτῷ παρέδωκαν, ἐτίμησε δωρεαῖς· τὸ δὲ ἄπιστον αὐτῶν φυλαττόμενος χιλίους μὲν αὐτῶν ἔδωκε 178 179 180 συμμάχους εἶναι Σιβυρτίῳ τῷ σατράπῃ τῆς Ἀραχωσίας, τοὺς δὲ ἄλλους εἰς ἄλλα χωρία φρουροὺς διέπεμψεν ἐχυρὰ καὶ δύσβατα, ἵνα φρουρὰν αὐτὴν τὴν χώραν ἔχοιεν. διὸ ταχέως ἀφανεῖς πάντες ἐγένοντο.
κίᾳ τὸν υἱὸν Δημήτριον, κηρύξας αὐτομόλοις Ῥοδίοις εἶναι πᾶσαν ἀσφάλειαν· ὁπόσοι δὲ περὶ Συρίαν, Φοι- νίκην, Κιλικίαν, Παμφυλίαν ἦσαν ἔμποροι καὶ θαλασ- σουργοὶ Ῥόδιοι, καὶ τούτοις ἐκήρυξεν ἀσφάλειαν τῆς θαλάσσης ἐπὶ τῷ μὴ καταίρειν εἰς Ῥόδον, ἵνα βοηθείας
ἐρήμην Ῥόδον ἐξέλοι, τῶν παρὰ Πτολεμαίου συμμά- χων οὐχ ἱκανῶν ὄντων ἀντισχεῖν Δημητρίῳ πολιορ- κοῦντι.
χρυσοῦν Μακεδονικὸν, ὅμηρα δοὺς τοῦ μισθοῦ ἄνδρας καὶ παῖδας τῶν εὐγενῶν. ἡ μάχη πρὸς Ἀντίπατρον ἐγένετο· ἐπεὶ δὲ ἐγένετο, οἱ Γαλάται τὸν μισθὸν ἀπῄ- τουν. Ἀντίγονος ἑκάστῳ θυρεαφόρῳ τὸν μισθὸν ἀπε- δίδου. οἱ Γαλάται καὶ τοῖς ἀόπλοις καὶ ταῖς γυναιξὶ
καὶ τοῖς παισὶν ἀπῄτουν· τοῦτο γὰρ εἶναι τῶν Γαλα- τῶν ἑνὶ ἑκάστῳʼ. ἦν οὖν, εἰ μὲν οἱ μάχιμοι λαμβά- νοιεν, τριάκοντα τάλαντα· εἰ δὲ μετὰ τῶν ἀπομάχων, ἑκατόν. ἀφίσταται δὴ τὸ Γαλατικὸν καὶ τοὺς ὁμήρους ἀποκτενεῖν ἠπείλει. Ἀντίγονος δείσας περὶ τοῖς ὁμη-
184 ρεύουσι πρεσβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσι δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυ- σίον. οἱ δὲ περιχαρεῖς τῷ πλήθει τῶν χρημάτων τοὺς ἀρίστους Γαλατῶν οἷα δὴ χρυσοφόρους ἔπεμψαν. Ἀντί-
γονος κατασχὼν τοὺς ἥκοντας οὐκ ἄλλως ἔφη τοῖς Γαλάταις τοὺς ἄνδρας ἀποδώσειν, εἰ μὴ τοὺς αὑτοῦ ἀπολάβοι πάλιν. οἱ Γαλάται σπουδάζοντες ἀνασώσα- σθαι τοὺς αὑτῶν, ἀποδόντες τοὺς ὁμήρους τότε τοὺς ἰδίους ἀπολαμβάνουσι καὶ σὺν αὐτοῖς τὰ τριάκοντα
τάλαντα.
185 ἐξελεῖν Ἀπολλόδωρον τὸν Κασσανδρέων τύραννον. δέκα μηνῶν χρόνος ἦν τῇ πολιορκίᾳ. αὐτὸς μὲν ἀνεχώρη- σεν· Ἀμεινίαν δὲ τὸν ἀρχιπειρατὴν καθῆκε συνθησό-
μενον φιλίαν πρὸς Ἀπολλόδωρον. ὁ δὲ κήρυκα πέμψας πραϋνεῖν Ἀντίγονον ἐπηγγέλλετο καὶ σιτία πολλὰ καὶ οἶνον πέμψειν, ὥστʼ ἐδόκει πιστὸς Ἀμεινίας. οἱ δὲ ἀμφὶ τὸν τύραννον τῇ τε Ἀμεινίου φιλίᾳ πιστεύοντες καὶ τῆς ἀπουσίας τῆς Ἀντιγόνου καταφρονοῦντες οὐκ
ἀκριβῶς ἐφύλαττον τὰ τείχη. τῷ δὲ Ἀμεινίᾳ κλίμακες ἰσομήκεις τοῖς τείχεσιν ἐπεποίηντο, καὶ ὑπὸ τὴν καλου- μένην Βῶλον, ἀπέχουσαν οὐ πρόσω τῶν τειχῶν, ἀπε- κρύπτοντο στρατιῶται δισχίλιοι καὶ μετὰ τούτων Αἰτω- λοὶ πειραταὶ δέκα, ὧν Μελάτας ἡγεῖτο. οὗτοι κατὰ
τὴν πρώτην αὐγὴν τῆς ἡμέρας ἀραιοὺς τοὺς ἐπὶ τῶν τειχῶν φρουροὺς ἰδόντες προσέρπουσι τοῖς μεσοπυρ- γίοις καὶ προσθέμενοι τὰς κλίμακας αἴρουσι σύνθημα. 186 Ἀμεινίας μετὰ τῶν δισχιλίων στρατιωτῶν ἀναβὰς διὰ τῶν κλιμάκων ἐκράτησε τῶν τειχῶν, ὥστε οἱ μὲν ἔνδον ἦσαν, Ἀντίγονος δὲ αὐτίκα παρῆν· καὶ τὴν Κασσάν- δρειαν κατασχὼν τὴν Ἀπολλοδώρου τυραννίδα κατέ- λυσεν.
μὲν ἀκούσας περιχαρὴς ἀνεπήδησε· τοὺς κήρυκας ἀπο- πεμψάμενος καὶ τῆς ὑστεραίας τὸ μῆκος τῆς φάλαγγος διπλάσιον ἐκτείνας τοῦ χάρακος ἐξήγαγεν. οἱ δὲ πολέ- μιοι παρὰ τῶν κηρύκων ἀκούσαντες τὴν παρουσίαν τῶν συμμάχων τὴν μὲν ἔκτασιν τοῦ μήκους τῆς φά-
λαγγος ὁρῶντες, τὸ δὲ βάθος εὐκαταφρόνητον ἔχοντος, μάχην συνάψαι φοβηθέντες φυγόντες ᾤχοντο.
σοντα μέχρι τῆς τῶν καρπῶν ἀκμῆς. ἐπεὶ δὲ ἤκμαζον οἱ καρποὶ, Ἀντίγονος μετὰ τοῦ στρατεύματος ἐς τὴν Ἀττικὴν ἐνέβαλεν. οἱ δὲ τοῦ σίτου τὸν μὲν κατα- ναλωκότες, τὸν δὲ κωλυόμενοι θερίζειν Ἀντίγονον εἴσω 189 190 τοῦ ἄστεος ἐξεδέξαντο καὶ ὑπήκουσαν ἅπασιν αὐτοῦ τοῖς προστάγμασιν.
7. ΔΗΜΗΤΡΙΟΣ.
στρατιώτας· καὶ δὴ θαυμάζοντός τινος, πόθεν ἡ μισθο- φορὰ τοσούτοις, ὅπου μηδὲ τοῖς ἐλάττοσιν, ὅτι᾿, ἔφη, ῾βαρύτεροι ὄντες ἀσθενεστέρους τοὺς ἀντιπάλους ἕξομεν καὶ τῆς τούτων χώρας κρατήσομεν, καὶ φόρους οἴσου- σιν ἄλλοι, [ἄλλοι] καὶ στεφάνους πέμψουσι τὸ πλῆθος
τῶν στρατιωτῶν δεδιότες ἤδη᾿.
192 λόμενος λαθεῖν, ὅποι ἀποβαίνειν μέλλοι, τῶν κυβερ- νητῶν ἑκάστῳ βιβλίον ἔδωκεν ἐσφραγισμένον προστά- ξας εἰ μὲν ὁμοῦ πλέοιμεν, ἐᾶτε μένειν τὰς σφραγίδας,
εἰ δὲ διασπασθείημεν, ἀνοίξαντες τὰ γραμματεῖα ποιεῖ- σθε τὸν πλοῦν εἰς τὸν γεγραμμένον τόπονʼ.
194 λόμενος ἀνεχώρησεν εἰς Κεγχρέας κἀκεῖ διέτριβεν ἡμέ- ραις πλείοσι προσέχων ἡδοναῖς καὶ τρυφαῖς. ὁπηνίκα
δὲ πόρρῳ τῆς ὑπονοίας ἐγένοντο Σικυώνιοι, τὸ μὲν 195 196 197 198 ξενικὸν μετὰ Διοδώρου νυκτὸς ἔταξε προσβαλεῖν κατὰ τὰς ἐπὶ Πελλήνην πόλιν πύλας, τὸ δὲ ναυτικὸν τοῖς λιμέσιν ἐπιφαίνεσθαι, τὸ δὲ ὁπλιτικὸν αὐτὸς ἤγαγεν ἐπὶ τὴν πόλιν, ὥστε πανταχόθεν τὰς προσβολὰς ποιη- σάμενος τῆς πόλεως ἐκράτησεν.
199
ἐπὶ μιᾶς πλέων καὶ Νικάνορα προσλαβὼν ἔπλει πρὸς τὸν λιμένα τῆς Ἐφέσου. ὁ μὲν Δημήτριος ἐν κοίλῃ νηὶ κατεκέκρυπτο· φανερῶς δὲ ὁ Νικάνωρ ἐκάλει τὸν Διόδωρον ὡς διαλεξόμενος αὐτῷ περὶ τῶν στρατιω- τῶν, ὅπως ἀσφαλῶς αὐτοῖς ἀπελθεῖν ἐπιτρέψειεν. ὁ
δὲ ὑπολαβὼν ἥκειν τὸν Νικάνορα μόνον ἐπιβὰς ἐπι- κώπου κέλητος ἕτοιμος ἦν ποιεῖσθαι τὰς συνθήκας. ὡς δὲ ἐγγὺς ἦν, ἐκ νεὼς κοίλης ἀναπηδήσας Δημή- τριος τὸν μὲν κέλητα κατέδυσεν αὐτοῖς ἀνδράσι, τοὺς δʼ ἀπονηξαμένους συνέλαβε, τὴν δʼ Ἔφεσον κατέσχε
τὸν προδιδόντα φθάσας.
ἔπεμψαν· ὁ δὲ λαβὼν καὶ ὁπλισάμενος αὐτοὺς ἐπο- λιόρκησε τοὺς πέμψαντας.
203 τῷ ναυτικῷ κατάρας, ἀλλὰ τὰς μὲν πλείστας τριήρεις ὑπὸ τῷ Σουνίῳ ναυλοχεῖν κελεύσας, εἴκοσι δὲ τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος προσέταξε ῥοθίῳ τῇ
εἰρεσίᾳ πλεῖν οὐκ ἐπὶ τὸ ἄστυ, ἀλλʼ ὡς ἐπὶ τὴν Σαλαμῖνα. Δημήτριος ὁ Φαληρεὺς, Ἀθηναίων στρατη- γῶν, ἐτύγχανε μὲν κασσανδρίζων· ἀπὸ δὲ τῆς ἀκρο- πόλεως κατιδὼν τὰς εἴκοσι νέας ἐπὶ Σαλαμῖνος πλε- ούσας, ἐνόμισεν εἶναι Πτολεμαϊκὰς ἐπὶ Κορίνθου
πορευομένας. οἱ δὲ ἐπὶ τῶν εἴκοσι ἐπιστρέψαντες εὐθὺ τοῦ Πειραιῶς κατέσχον, παραχρῆμα δὲ καὶ Σουνιόθεν ὁ στόλος ἅπας ἐπικατήγετο· ὥστε πολὺ πλῆθος ἐκβάντες κατελάβοντο τοὺς πύργους καὶ τὸν λιμένα. κήρυκες δὲ ἀνεβόων· ῾ Δημήτριος τὰς Ἀθήνας ἐλευθεροῖʼ καὶ
Ἀθηναῖοι τὸ κήρυγμα τῆς ἐλευθερίας ἀκροώμενοι Δη- μήτριον προσεδέξαντο.
205 τριήρεσιν ἑκατὸν ἑβδομήκοντα· Πτολεμαίου στρατηγὸς Μενέλεως ἑξήκοντα ναυσὶν ἐφρούρει τὴν πόλιν, καὶ
αὐτὸς δὲ Πτολεμαῖος προσεδοκᾶτο ναυσὶ τεσσαράκοντα 206 207 208 καὶ ἑκατὸν ἐπιπλευσεῖσθαι. Δημήτριος πρὸς διακοσίας ὁμοῦ τριήρεις ἀξιόμαχος οὐκ ὢν τῆς Σαλαμῖνος ἄκραν ὑπερέχουσαν περιπλεύσας ὑπὸ κρημνῷ λιμενίζοντι ναυ- λοχῶν ἐκρύπτετο. ἐπεὶ δʼ ὁ Πτολεμαῖος τοὺς ὄπισθεν τοῦ κρημνοῦ μὴ προορώμενος κατῆρεν ἐς θῖνα εὔορμον,
ἀναπεπταμένον καὶ περὶ ἔκβασιν ἦν, ἐπιστρέψαντες οἱ περὶ τὸν Δημήτριον ἐξεφάνησαν· καὶ παραχρῆμα ταῖς Αἰγυπτίαις ναυσὶν ἄρτι προσορμιζομέναις ἐμβάλ- λουσιν, ὥστε ὀξύτατον γενέσθαι τῆς νίκης τὸ τάχος. Πτολεμαῖος μὲν παραχρῆμα ἔφυγε· Μενέλεως δὲ ἀπὸ
Σαλαμῖνος ἀναχθεὶς ὡς προσβοηθήσων καὶ αὐτὸς Πτο- λεμαίῳ φεύγοντι συνέφευγεν.
ἐπιθοῖντο, περιέσπασεν αὐτοὺς πολλὴν στρατιὰν προσ- βαλὼν ταῖς πύλαις ταῖς κατὰ τὸ Λέχαιον. οἱ μὲν δὴ μεγάλα ἠλάλαξαν, οἱ δὲ Κορίνθιοι πρὸς τὴν βοὴν συνέδραμον ἅπαντες. οἱ προδιδόντες τὰς κατὰ κορυ- φὴν πύλας ἀνοίξαντες τοὺς πολεμίους ἐδέξαντο· Δημή-
τριος δὲ ᾑρήκει Κόρινθον, Κορινθίων τὰς ἐπὶ Λέχαιον πύλας φυλαττόντων.
πεσοῦσα πάντας ἀπέστρεφεν. οἱ δὲ ἀμφὶ Δημήτριον ἐπεξελθόντες θυμῷ καὶ σιδήρῳ Λακεδαιμονίους ἐνί- κησαν.
216 κατὰ τὴν οὐραγίαν προσβαλόντες πολλοὺς ἐτίτρωσκον.
ὁ δὲ πλῆθος αμαξῶν σωρεύσας κατὰ τὸ στενώτατον τῆς δυσχωρίας πῦρ ἐνῆκεν. οἱ μὲν πολέμιοι τὴν πυρ- καϊὰν ὑπερβαίνειν οὐκ ἠδύναντο· ἐφʼ ὅσον δὲ συνέ- βαινε καταφλέγεσθαι τὰς ἀμάξας, Δημήτριος προλαβὼν ἐξέφυγε τοὺς διώκοντας.
217 μον ἐπήγγειλεν. ὁ μὲν κήρυξ ἐν Ορχομενῷ τοῖς Βοιω- τάρχαις τοῦ πολέμου τὴν ἐπιστολὴν ἀπέδωκε· Δημή- τριος δὲ ἐν Χαιρωνείᾳ τῇ ὑστεραίᾳ ἐστρατοπέδευσε. κατεπλάγησαν οἱ Βοιωτοὶ πόλεμον ἀγγελλόμενον ὁμοῦ
καὶ παρόντα.
8. ΕΥΜΕΝΗΣ.
τὴν φυγὴν ποιούμενος καὶ ἤδη καταλαμβανόμενος, ἰδῶν ἐν τῇ παρόδῳ γεώλοφον προσέταξε τοῖς κομί- ζουσιν ἐπὶ τοῦτον θεῖναι τὸ φορεῖον. οἱ βάρβαροι πλησίον ὄντες καὶ νομίσαντες οὐκ ἄν ποτε τοῦτο ποιῆσαι τὸν Εὐμένη μὴ οὐχὶ μεγάλην ἔχοντα βοήθειαν
ἐγγὺς ἀποκεκρυμμένην τοῦ διώκειν ἀπέστησαν.
αὐτοῦ κατοκνούντων, συγκαλέσας τοὺς ἡγεμόνας ἐν- ύπνιον ἔφη τοῦτο δεύτερον ἑωρακέναι διαπειλούμενον, εἰ μὴ πεισθείημεν, κοινὸν ἅπασιν ἔσεσθαι κίνδυνον. ἦν δὲ Ἀλέξανδρος ὁ βασιλεὺς ἐν μέσῳ στρατοπέδῳ προκαθήμενος ἐν σκηνῇ, σκῆπτρον ἔχων, χρηματίζων
ἅπασι· καὶ δὴ προσέταξε τοῖς ἡγεμόσι, μηδὲν τῶν κοινῶν καὶ βασιλικῶν διοικεῖν ἔξω τῆς βασιλικῆς σκη- νῆς καὶ καλεῖν ταύτην μόνην Ἀλεξάνδρου σκηνήν. 223 224 225 προσεκύνησαν οἱ Μακεδόνες τὸν Ἀλέξανδρον καὶ συν- εβούλευσαν ἐκ τῶν βασιλικῶν χρημάτων σκηνὴν κατα- σκευάσαι βασιλικὴν καὶ θρόνον χρυσοῦν βασιλικῶς κεκοσμημένον· ἐπὶ δὲ τούτου χρυσοῦν στέφανον ἔχοντα
διάδημα βασιλικὸν καὶ παρὰ τὸν θρόνον ὅπλα καὶ μέσον σκῆπτρον καὶ πρὸ τοῦ θρόνου τράπεζαν χρυσῆν· ἐπὶ δὲ ταύτης ἐσχαρίδα καὶ λιβανωτίδα χρυσῆν καὶ λιβανωτὸν καὶ θυμιάματα εὐαώδη·ἀλλὰ μὴν καὶ δίφρους ἀργυροῦς ἐν τῇ σκηνῇ, ἐφʼ ὧν οἱ πάντες ἡγεμόνες
βουλεύοιντο περὶ τῶν κοινῶν πραγμάτων. ταῦτα μὲν δὴ κατεσκευάσαντο. Εὐμένης δὲ τὴν αὐτοῦ σκηνὴν ἤγειρε παρὰ τὴν Ἀλεξάνδρου καὶ οἱ ἄλλοι ἡγεμόνες ἐφεξῆς. οὕτω δὴ συνέβαινεν τὸν Εὐμένη εἰσιόντα πάντας ἐκείνους ἡγεμόνας ὑποδέχεσθαι, μεθʼ ὧν Ἀντι-
γένης καὶ Τεύταμος, οἱ στρατηγοὶ τῶν ἀργυρασπίδων, ἐβάδιζον, τῷ μὲν ἔργῳ πρὸς Εὐμένη, τῇ δὲ τιμῇ πρὸς Ἀλέξανδρον.
226 ὑπὸ Πευκέστου δημαγωγουμένους οἴνῳ καὶ διανομαῖς
δεδοικὼς, μὴ περισπάσῃ πᾶσαν τὴν ἡγεμονίαν, ἐπι- στολὴν προήνεγκεν ὡς παρὰ Ορόντου τοῦ σατράπου τῆς Ἀρμενίας γεγραμμένην Συρίοις γράμμασι δηλοῦ- σαν, ὡς Ὀλυμπιὰς ἐξ πείρου κατελθοῦσα τὸν υἱὸν ἄγουσα τὸν Ἀλεξάνδρου κυρίως Μακεδονίας ἔχει [τὴν 227 228 βασιλείαν ἀναιρεθέντος ] Κασσάνδρου. . Μακεδόνες ταῦτα ἀκούσαντες Πευκέστου μὲν ἐπελάθοντο, τὴν δὲ Ἀλεξάνδρου μητέρα καὶ τὸν υἱὸν μετὰ πολλῆς ἡδονῆς καὶ χαρᾶς ἀνηγόρευον.
χετο Εὐμένης — πέμψας [γὰρ Πευκέστης] ἤγγειλεν αὐτῷ — τοὺς ἡγεμόνας ἐκέλευσε νύκτωρ μετὰ τῶν ἰδίων παίδων πῦρ ἐν ἀγγείοις ἔχοντας τὰ μετέωρα τῆς χώρας καὶ ἄποπτα περιιππεύσαντας ἐπὶ στάδια ἐβδοuή-
κοντα, διαστάντας ἀπʼ ἀλλήλων ὅσον πήχεις εἴκοσιν, ὕλην ἱκανὴν καῦσαι· τὰ δὲ πυρὰ καίειν πρώτης μὲν φυλακῆς δαψιλῆ, δευτέρας δὲ ἐλάττω, τρίτης δὲ μικρὰ παντάπασιν, ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ περὶ τὸν Ἀντίγονον
ἐνόμισαν συνῆχθαι τῷ Εὐμένει τὴν δύναμιν ἅπασαν καὶ μὴ θαρρήσαντες ἐπελθεῖν ἄλλην ὁδὸν ἐτράποντο τὴν οὐ κατεχομένην ὑπὸ τῶν πολεμίων.
9. ΣΕΛΕΥΚΟΣ.
235 μάχης ἡ κρίσις. ἐπεὶ δὲ νὺξ προσῄει, ἔδοξεν ἀμφοῖν ἐς τὴν ὑστεραίαν ὑπερβαλέσθαι. οἱ μὲν Ἀντιγόνου στρατοπεδεύουσιν ἀφοπλισάμενοι· Σέλευκος δὲ προσ- έταξε τοῖς αὐτοῦ στρατιώταις ἐνόπλοις δειπνῆσαι καὶ
κοιμηθῆναι τὸ σχῆμα τῆς τάξεως φυλάσσοντας. ὄρθρος ἦν βαθύς. οἱ μὲν Σελεύκειοι προσῆλθον ὡπλισμένοι καὶ συντεταγμένοι· οἱ δὲ Ἀντιγόνειοι καταληφθέντες ἄοπλοι καὶ ἀσύντακτοι ταχέως τοῖς πολεμίοις τὸ νῖκος ἔδωκαν.
236 μέγα φρονῶν, Σέλευκος, ἀπεγνωκὼς τῶν πραγμάτων δὲ Δημήτριος. νὺξ ἦν· ἔδοξε νυκτομαχῆσαι Δημητρίῳ ὡς ἐξ ἀπονοίας τι κατεργασομένῳ. προθύμως ὑπή- κουον οἱ στρατιῶται τὸ παράλογον τῆς ἐπιθέσεως ἐφό-
διον ὑστάτης ἐλπίδος ἔχοντες. οἱ μὲν δὴ ἀνακινού- μενοι ὡπλίζοντο· Αἰτωλοὶ δὲ πελτασταὶ Δημητρίου 237 238 νεανίαι δύο ἐντυχόντες προφυλακῇ Σελεύκου τὴν ταχί- στην ἄγειν αὑτοὺς ἠξίωσαν ὡς βασιλέα. ἐπεὶ δὲ ἦλθον, ἤγγειλαν τῆς νυκτομαχίας τὴν παρασκευήν. Σέλευκος δείσας, μὴ τῆς ὁπλίσεως τῶν στρατιωτῶν ὀξυτέρα τῶν πολεμίων ἡ ἔφοδος γένοιτο, προσέταξε τοῖς μὲν σαλ-
πιγκταῖς τὸ πολεμικὸν σημαίνειν, τοῖς δὲ στρατιώταις ὁπλιζομένοις ἀλαλάξαι μέγιστον, ἕκαστον δὲ ἀνὰ τὴν κλισίαν πῦρ ἐμβαλεῖν τοῖς παροῦσι φρυγάνοις. ὁρῶν Δημήτριος περιλαμπομένην πυρὶ τὴν στρατιὰν, ταῖς σάλπιγξι περιηχουμένην, ἀλαλαγμὸν ἐγείρουσαν, ὡς
ἀντιπαρεσκευασμένῃ οὐκ ἐθάρρησεν ἐπιθέσθαι.
ρίψας τὸ κράνος ἀνεβόα μέχρι ποῦ μαίνεσθε ληστάρχῳ λιμώσσοντι παραμένοντες, δυνάμενοι πλουτοῦντι βασι- λεῖ μισθοφορεῖν καὶ βασιλείας μετέχειν οὐκ ἐλπιζομένης, ἀλλὰ παρούσης;᾿ τούτων ἀκούσαντες οἱ πλεῖστοι τὰ δόρατα καὶ ξίφη ῥίψαντες ἀνέσεισαν τὰς χεῖρας προσ-
τεθειμένοι Σελεύκῳ.
τῷ Θεοδότῳ πρὸς τοὺς στρατιώτας ὑποψία καὶ φόβος. ὁ μὲν οὖν οὐδὲ προῄει· [οἱ] πολλοὶ δὲ ἠγανάκτουν ἀπιστούμενοι. τοιαύτης ταραχῆς οὔσης φθάσας Θεό- δοτος πυλίδα νύκτωρ ἀνοίξας εἰσαγαγὼν Σέλευκον ἐξέδωκεν αὐτῷ τοῖς θησαυρούς.
244
λόφοις Ταύρου δεδοικὼς, μὴ λαθὼν ἐπὶ Συρίας ἀνα- χωρήσῃ, ἔπεμψε Λυσίαν μετὰ πολλῶν Μακεδόνων ἐπὶ τὰ ὄρη τὰ ὑπερκείμενα τῶν Ἀμανίδων πυλῶν, ἡ τὴν πορείαν ἔμελλε ποιεῖσθαι, προστάξας πυρὰ καῦσαι
πολλά. Δημήτριος προκατειλημμένους ὁρῶν τοὺς τό- πους τῆς πορείας ταύτης ἀπετράπετο.
245 πρὸς τοὺς βαρβάρους, ἴνα μηδὲ οἱ φίλοι μάθοιεν, ὅτι μετʼ ὀλίγων τυγχάνοι φεύγων, Ἀμακτυόνος τοῦ ἡγε-
μόνος τῆς βασιλικῆς ἴλης ὁπλοφόρος εἶναι προσεποιή- σατο, ἐσθῆτα λαβὼν ἁρμόζουσαν ὁπλοφόρου σχήματι. ἐπεὶ δὲ πολὺ πλῆθος συνῆλθεν ἰππέων καὶ πεζῶν, τότε τὴν βασιλικὴν στολὴν ἀναλαβών ἑαυτὸν τοῖς στρατιώταις ἔδειξεν.
10. ΠΕΡΔIΚKAΣ.
249κήρυκι ἐπανελθόντι ἀγγεῖλαι, ὡς ἄρα λύτρα Ἰλλυριοὶ μὴ προσίοιντο, ἀλλὰ ψηφίσαιντο τοὺς αἰχμαλώτους κτιν- νύειν. οἱ δὴ Μακεδόνες ἀπογνόντες τῆς διὰ τῶν λύτρων σωτηρίας εὐτολμότεροι πρὸς τὰς μάχας ἐγέ- νοντο, ὡς ἐν μόνῳ τῷ νικᾶν ἔχοντες τὸ σώζεσθαι.
251
ἐπιχωρίους.
11. ΚΑΣΣANΔPOΣ.
252257 χίαν καὶ πρὸς αὐτὸν κακοήθως ἔχοντα τέχνῃ συνέλα-
βεν. ἀποπλεῖν τῆς Ἀττικῆς προσεποιήσατο. μέλλοντι δὲ αὐτῷ τοῦ σκάφους ἐπιβαίνειν προσελθών γραμμα- τοφόρος ἀπέδωκε γράμματα παρὰ τῶν ἐν Μακεδονίᾳ φίλων, ὡς Μακεδόνων αὐτὸν καλούντων ἐς τὴν βασι- λείαν διὰ τὴν πρὸς Πολυσπέρχοντα ὀργήν. ταῦτα
ἀναγνοὺς Κάσσανδρος φαιδρὸς καὶ περιχαρὴς ἐγένετο καὶ τὸν Νικάνορα παραπέμποντα ἐπισπασάμενος εὐηγ- γελίσατο, καὶ νῦνʹ, ἔφη, ἄλλων ἡμῖν περὶ (τῶν) πραγμάτων ἐστὶ βουλευτέον, καὶ κοινῇ γνώμῃ τὴν ἀρχὴν διατάξωμενʼ. ταῦτα λέγων ἡσυχῆ παρήγαγεν
αὐτὸν εἴς τινα τῶν πλησίον οἰκιῶν, ὡς μόνῳ περὶ μεγάλων ἀπορρήτων διαλεξόμενος. ἦν δʼ ἐπὶ τῆς οἰκίας ἀποκεκρυμμένος λόχος ὑπασπιστῶν, οἳ συλλα- βόντες Νικάνορα ἐφρούρουν. Κάσσανδρος δὲ παρα- χρῆμα συνήγαγεν ἐκκλησίαν καὶ τοῖς βουλομένοις κατη-
γορῆσαι Νικάνορος ἐπέτρεψεν. παρὰ δὲ τὸν καιρὸν τῆς κατηγορίας τὴν Μουνυχίαν ἀνεχειρώσατο. Νικά- νορος ἀδεῶς πολλὰ δράσαντος παρανόμως θάνατον ἐπὶ τῆς ἐκκλησίας κατεψηφίσαντο.
ὡμολόγει τὴν πρᾶξιν, ἐφʼ ἥν ἐστέλλετο. ὁ δὲ τὴν μὲν ἐπιστολὴν ἐσφραγισμένην τῇ σφραγίδι τῇ Πολυσπέρ- χοντος ἐκέλευσεν αὐτὸν εἰσκομίσαι, μὴ μέντοι προσει- πεῖν, ὡς Κάσσανδρος ταῦτα ἔγνω. καὶ ὁ μὲν εἰσε- κόμισε, Κάσσανδρος δὲ τὴν πεντήρη συλλαβῶν
ἐποίησεν ἀφανῆ. Ὀλυμπιὰς πιστεύσασα τῇ σφραγίδι τῇ Πολυσπέρχοντος καὶ τοῖς γράμμασι, τῆς πόλεως προελθοῦσα νύκτωρ, οὐχ εὑροῦσα τὴν πεντήρη, ὡς δὴ καὶ Πολυσπέρχοντος ἐξαπατῶντος ἠθύμησε καὶ παρέ- δωκεν ἑαυτὴν καὶ τὸ ἄστυ τὸ Πυδναίων Κασσάνδρῳ.
261
σαντες ἀπεληλυθέναι Κάσσανδρον προελθόντες τῆς πόλεως ταῖς γεωργίαις προσεῖχον· ὁ δὲ τὴν κεκρυμμέ- νην δύναμιν ἀναστήσας ἀπὸ μὲν τῶν ἔξω τῆς πόλεως 263 264 265 ἔλαβεν οὐκ ἐλάττους ἀνδρῶν δισχιλίων, καὶ τὰς πύλας δὲ τῆς πόλεως ἀνεῳγμένας εὑρὼν ἐπεισελθὼν τὴν Ἐπί- δαμνον κατέσχεν.
12. ΛΥΣΙΜΑΧΟΣ.
266 των ἐν τῇ πρὸς Δημήτριον μάχῃ περὶ Λάμψακον, φοβηθεὶς, μή τι νεωτερίσωσιν οἱ βάρβαροι πάντα ὅσα εἶχον ἀπολέσαντες, προαγαγὼν αὐτοὺς ἔξω τοῦ χάρα- κος ὡς ἐπὶ σιτομετρίαν, σύνθημα δοὺς ἀπέκτεινεν
ἅπαντας. ἦσαν ἄνδρες πεντακισχίλιοι.
267 προδόντος πολλὰ καὶ μεγάλα χαρισάμενος αὐτῷ, μείζονα δὲ ὑποσχόμενος, ἐὰν εἰς τὴν Ἀσίαν αὐτῷ συναποδη- μήσῃ, ἐπειδὴ πρὸς ταῖς Θρᾳκίαις πύλαις ἐγένετο, οὐ
μόνον πάντα ὅσα ἐτύγχανεν ἔχων ἀφείλετο, ἀλλὰ καὶ αὐτὸν βασανίσας ἀπέκτεινεν.
268 ονας ἐπὶ τὴν πατρῴαν βασιλείαν κατῆγεν, ἴνα γνω- ρίσαντες τὸ βασιλικὸν μειράκιον προσοῖντο φιλοφρόνως
αὐτόν. ἐπεὶ δὲ τὸν Ἀρίστωνα ἔλουον τὸ βασιλικὸν λουτρὸν ἐπὶ τοῦ Ἀστίβου ποταμοῦ καὶ τὴν τράπεζαν 269 270 271 272 τὴν βασιλικὴν παρέθηκαν κατὰ τὸ πάτριον ἔθος, Λυσί- μαχος ἐσήμηνεν ἐξοπλίσασθαι. Ἀρίστων μὲν φυγῶν ἀφιππάσατο ἐς τὴν Δαρδανέων, Λυσίμαχος δὲ Παιο- νίαν κατέσχεν.
13. KPATEPOΣ.
273οἱ δὲ φεύγοντες ἐδίωκον.
14. ΠΟΛΥΣΠΕΡΧΩΝ.
274διπλοῦν ἐμπορπησάμενος καὶ βακτηρίαν λαβών ἔφη πρὸς αὐτούς· πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται, τοιοῦτοι τυγχάνουσιν ὄντες.᾿ ταῦτα δὲ ἀποθέμενος καὶ τὴν πανοπλίαν ἀναλαβών· οἱ δὲ μέλ- λοντες πρὸς αὐτοὺς πολεμεῖν τοιοῦτοι, μέχρι νῦν
πολλοὺς καὶ μεγάλους ἀγῶνας νενικηκότες. ἀκού- σαντες οἱ στρατιῶται ἡξίωσαν μηκέτι μέλλειν, ἀλλʼ εὐθὺς ἄγειν ἐπὶ τὴν μάχην.
15. ΑΝΤΙΟΧΟΣ ΣΕΛΕΥΚΟΥ.
278προστάξας ἅπασι τοῖς ὑπάρχοις ἀμφιλαφῆ κομίζειν εὐωχίας παρασκευήν. ἐφʼ ἡ πανταχοῦ πανηγυρίζοντος Ἀντιόχου μετὰ πάντων, καὶ ὁ Δίων πυνθανόμενος τὴν τρυφὴν τῆς ἑορτῆς ἐχάλασε τὸ σφοδρὸν τῆς φυ- λακῆς. Ἀντίοχος δὲ προστάξας ἄπυρα σιτία τεσσάρων
ἡμερῶν κομίζειν ἤγαγε τὴν στρατιὰν διά τε ἐρημίας καὶ ἀτραπῶν παρακρήμνων καὶ ἀπροσδοκήτως ἐπι- φανεὶς αἱρεῖ Δαμασκὸν, Δίωνος οὐ δυνηθέντος ἀντι- σχεῖν Ἀντιόχῳ παρόντι.
16. ΑΝΤΙΟΧΟΣ ΑΝΤΙΟΧΟΥ.
280ἔχων σὺν αὐτῷ Θρᾳκῶν εὐπατρίδας πολλοὺς, ὧν ἡγοῦντο Τήρης καὶ Δρομιχαίτης. τούτους κοσμήσας στρεπτοῖς χρυσοῖς καὶ ὅπλοις ἀργυροπάστοις προῆλθεν ἐπὶ τὴν μάχην. οἱ δὲ ἀπὸ τῶν Κυψέλων ἰδόντες τοὺς ὁμο-
φύλους καὶ ὁμογλώσσους πολλῷ χρυσῷ καὶ ἀργύρῳ κεκοσμημένους, μακαρίσαντες αὐτοὺς τῆς μετʼ Ἀντιόχου 282 283 στρατείας, τὰ ὅπλα καταβαλόντες Ἀντιόχῳ προσ- ἐθεντο καὶ ἦσαν ἀντὶ πολεμίων σύμμαχοι.
17. ΑΝΤΙΟΧΟΣ ΙΕΡΑΞ.
284μενίων ὅρους διελθόντα φίλος ὥν Ἀρσάμης ὑπεδέξατο. στρατηγοὶ Σελεύκου Ἀχαιὸς καὶ Ἀνδρόμαχος μετὰ πολλῆς δυνάμεως ἐδίωκον. πολλὴ μὲν αὐτῶν ἐγένετο ἡ παράταξις. τέλος [δὲ] τρωθεὶς Ἀντίοχος ὑποφεύγει ἐς τὴν ὑπερκειμένην ὑπώρειαν τῆς στρατιᾶς ἐν ὁμαλεῖ
στρατοπεδευούσης ὑπὸ ταῖς λαγόσι τοῦ ὅρους· φήμην διέδωκεν, ὡς Ἀντίοχος ἐν τῇ μάχῃ πεπτώκοι. τῆς δὲ στρατιᾶς οὐκ ὀλίγον μέρος νύκτωρ ἐκέλευσε καταλαβέ- σθαι τὰς ὑπωρείας. μεθʼ ἡμέραν πρεσβευτὰς ἔπεμψαν οἱ Ἀντιόχου στρατιῶται, Φλέταιρον ἡγεμόνα Κρῆτα,
Διονύσιον Αυσιμαχέα, ὑπόσπονδον Ἀντιόχου τὸ σῶμα αἰτούμενοι καὶ σφᾶς αὐτοὺς καὶ τὰ ὅπλα παραδιδόντες. Ἀνδρόμαχος οὐδέπω μὲν ἔφη τὸ Ἀντιόχου σῶμα εὑρῆ- σθαι, ζητεῖσθαι δὲ πεπτωκὸς [ἢ] εἴσω ἐν τοῖς δεσμίοις πέμψειν δὲ τοὺς παραληψομένους τά τε ὅπλα καὶ τοὺς
στρατιώτας. ἧκον ἄνδρες τετρακισχίλιοι οὐ πρὸς μάχην 286 287 ἐσκευασμένοι, ἀλλὰ πρὸς παράληψιν αἰχμαλώτων ἐσταλ- μένοι. ἐπεὶ δὲ ὑπὸ ταῖς λαγόσι τοῦ ὅρους ἐγένοντο, οἱ τὰς ὑπωρείας προκαταλαβόντες ἄνωθεν ἐπιχυθέντες πολὺν αὐτῶν φόνον εἰργάσαντο. Ἀντίοχος δὲ σχῆμα
τὸ βασίλειον ἀναλαωών ἐπεφάνη δείξας αὐτὸν καὶ ζῶντα καὶ νικῶντα.
18.(17.) ΦΙΛΙΠΠΟΣ ΔΗΜΗΤΡΙΟΥ.
288289 ἐπολιόρκει· τῶν δὲ τειχῶν καρτερῶν ὄντων ἐπεχείρη-
σεν ὑπορύττειν. πέτρας δὲ στερεωτάτης ἐν τῇ διώ- ρυχι φανείσης καὶ τοῖς μεταλλευτικοῖς ὀργάνοις μηδα- μῶς εἰκούσης ἐκέλευσε Φίλιππος μεθʼ ἡμέραν μὲν ἐπὶ τὴν διωρυχὴν καταβαίνειν ὡς ἐργαζομένους δὴ καὶ προκαλύμματα ὑπερέτεινεν ὡς βουλόμενος λανθάνειν·
τὰ δὲ ἦν ἄρα φανερὰ τοῖς πολεμίοις ἀπὸ τῶν τειχῶν ὁρῶσι. νύκτωρ δὲ ἐκέλευσε τοὺς στρατιώτας ἀπὸ σταδίων ὀκτὼ ἢ δέκα ἔκ τινος βαθείας φάραγγος ἀνα- κομίζοντας χοῦν μεταβάλλειν πρὸ τοῦ στόματος τῶν ὀρυγμάτων· ἐπεὶ δὲ πόλις χοῦς ἐγήγερτο σωρηδὸν,
μεθʼ ἡμέραν οἱ ἀπὸ τῶν τειχῶν ἰδόντες τοῦτο, ἐκεῖνο ἐπίστευσαν, ὡς ἡ πόλις κάτωθεν ὑπορώρυκται. οὗτος ὁ φόβος ἔπεισεν αὐτοὺς παραδοῦναι Φιλίππῳ τὴν 290 291 πόλιν. ὕστερον δὲ τὴν ἀπάτην μαθόντες πολλὰ τὴν αὐτῶν ἄνοιαν κατωδύραντο.
μίοις ὅτι παρασκευάζοιτο διαναυμαχεῖν τῆς ὑστεραίας· καὶ διὰ νυκτὸς πυρὰ πολλὰ ἔκαυσεν ὡς τῆς στρατιᾶς μενούσης. τῶν δὲ ἀμφὶ τὸν Ἄτταλον τὰ πρὸς τὴν ναυμαχίαν παρασκευαζομένων καὶ τὴν κατὰ τὸν ἔκπλουν φυλακὴν διαλυσάντων Φίλιππος λαθῶν ἀπέπλευσεν.
19.(18) ΠΤΟΛΕΜΑΙΟΣ.
293φορτία ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείροι πλεῖστον. τὰ μὲν δὴ ὑπὸ τῶν νομέων, πρὸς δὲ τούτοις καὶ ἰππέων ἐλαυνόμενα κονιορτὸν ἀνέστησε μέγιστον· αὐτὸς δὲ ἀναλαβάών τῶν ἱππέων τοὺς λοιποὺς τοῖς πολεμίοις προσῆγεν. οἱ δὲ ἀπὸ τοῦ κονιορτοῦ πολὺ
πλῆθος ἐπιέναι νομίσαντες αὐτίκα ἔφυγον· καὶ οἱ πλεῖ- στοι μὲν ἐν τῷ ποταμῷ διεφθάρησαν, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν.
20. (19.) ΑΤΤΑΛΟΣ.
τῆς μάχης, ἱερεῖα παρεσκεύασε, Σουδίνου Χαλδαίου μάντεως θυσίαν βραβεύοντος. ὁ μὲν εὐξάμενος καὶ σπείσας ἀνέτεμε τὸ ἱερεῖον· ὁ δὲ βασιλεὺς κηκίδα τρίψας ἐπέγραψεν ἐπὶ τὴν χεῖρα τὴν δεξιὰν ῾ βασιλέως νίκηʼ ποιησάμενος τὴν ἐπιγραφὴν οὐκ ἀπὸ τῶν ἀρι-
στερῶν ἐπὶ δεξιὰ, ἀλλʼ ἔμπαλιν ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά· καὶ τῶν σπλάγχνων ἐξαιρουμένων ὑπέσχε τὴν χεῖρα, τῆς κηκίδος εἰς θερμὸν καὶ ἀραιὸν λοβὸν ἀπομαξάμενος τὴν ἐπιγραφήν. ὁ μάντις ἐπεξιών τοὺς λοβοὺς καὶ τὴν χολὴν, πύλας τε δὴ καὶ τράπεζαν καὶ
ὅσα ἄλλα σημεῖα κατανοῶν ἀνέστρεψε τὸν λοβὸν τὸν ἔχοντα τὴν ἐπιγραφὴν, διʼ ἦς ἐδηλοῦτο βασιλέως νίκη. αὐτός τε οὖν ὑπερχαρὴς ἐγένετο καὶ τῷ πλήθει τῶν στρατιωτῶν ἔδειξε τὸ σημεῖον· οἴ δὲ ἐλθόντες καὶ ἀναγνόντες θάρσους ἐνεπλήσθησαν καὶ πάντες ἀνε-
βόησαν κελεύοντες ἄγειν ἐπὶ τοὺς βαρβάρους καὶ προ- θύμως ἀγωνισάμενοι τοὺς Γαλάτας ἐνίκησαν.
21. (20) ΠΕΡΣΕΥΣ ΦΙΛΙΠΠΟΥ.
300ξύλινα κατασκευάζειν ἐλεφάντων ἰδέαν καὶ χρόαν ἔχοντα. ἐπεὶ δὲ ἡ κλαγγὴ τοῦ θηρίου μάλιστα δεινὴ, προσ- έταξεν εἰς τὸ ξύλινον εἴδωλον ἐμβαίνειν ἄνδρα αὐλὸν ἔχοντα, ὃς διὰ τοῦ στόματος τὸν αὐλὸν ἰθύνων ὀξὺν καὶ ἀπηνῆ φθόγγον προΐηται. οὕτως ἔμαθον οἱ Μακε-
δόνων ἵπποι καταφρονεῖν τῆς ἐλεφάντων κλαγγῆς καὶ ὄψεως.
Strategemata. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.