BIBAION TPITON.
σοφία καὶ τέχνη. ἅπασι μὲν γὰρ τοῖς ἄρχουσι δεῖ τῆς πολιτικῆς στρατηγίας καὶ προμηθείας, ᾗ τὰς πόλεις ἐς τὸ πράσσειν ἃ χρὴ ὑπάξονται. ὑμεῖς δὲ τὴν αὐτο- κράτορα ἀρχὴν ἔχοντες καὶ τῶν ὅλων προεστηκότες ἀεὶ μετὰ στρατηγικῆς ἐπιστήμης βουλεύεσθε τὰ συμ-
φέροντα τοῖς ἀρχομένοις· ὥστε ἐν μὲν εἰρήνῃ δεῖ ἐγ- γυμνάζειν τὴν γνῶώμην τοῖς στρατηγικοῖς ἐνθυμήμασιν, ἐν δὲ πολέμῳ — τί χρὴ καὶ γράφειν; πρόδηλον γάρ.
1. ΔHMΟΣΘΕNΗΣ.
15
τηγῶν ἀντικρὺ Πελοποννησίων ἐστρατοπέδευεν χαρά- δρας μεγάλης διειργούσης. ὁρῶν δὲ πολλῷ πλείονας τοὺς πολεμίους καὶ τὸ στρατόπεδον ὑπερφαλαγγούμενον ἐς τὸ κοῖλον καὶ λοχμῶδες ἐνελόχισεν ὁπλίτας καὶ ψιλοὺς τριακοσίους, ὅπως, ἐπειδὰν ὑπερφαλαγγήσωσιν
οἱ ἐναντίοι κατὰ τὸ ὑπερβάλλον αὐτῶν, ἐξαναστάντες κατὰ νῶώτου γένοιντο. οἱ μὲν ὑπερεφαλάγγησαν, οἱ δὲ ἐξόπισθεν ἐξανεστησαν καὶ ἄφνω προσπεσόντες οὐ σὺν πολλῷ πόνῳ τὴν μάχην ἐνίκησαν.
2. ΠAXΗΣ.
6σούθνου κοινολογησόμενον προελθεῖν ἔξω τείχους ήξίωσεν συνθέμενος ἀβλαβῆ καὶ ζῶντα ἀποπέμψειν- ἐπεὶ δὲ προῆλθε, φυλακὴν αὐτῷ περισr ήσας τὸ Νό- τιον κατὰ κράτος ἐξεῖλεν. καὶ τότε Ἱππίον ἐς τήν
πόλιν ζῶντα ἐσήγαγεν, ὡς ἐσπείσατο, καὶ μετὰ τοῦτο κατηκόντισεν.
3. ΤΟΛMIΔΗΣ.
8καὶ πεντήκοντα τριήρεις ἐπλήρωσεν ἀντὶ χιλίων τετρα- κισχιλίοις ἀνδράσιν.
4. ΘΟΠΜΙΩΝ.
14ἐπρεσβεύσαντο ἀπαιτοῦντες· ὁ δὲ κρύφα καθῆκεν ὑπη- ρετικὸν ὡς Ἀθήνηθεν ἧκον τοῦ δήμου καλοῦντος αὐτὸν ἐς Πειραιᾶ διὰ τάχους. τοῖς μὲν πρεσβευταῖς ἀπέ- δωκεν ὅσα ἔτυχον ἀπαιτοῦντες, αὐτὸς δὲ ἀναχθεὶς ὑπὸ νησίον ὡρμίσατο τὴν νύκτα. οἱ Χαλκιδεῖς καὶ
τῷ κομίσασθαι τὰ ἴδια καὶ τῷ νομίσαι τὸν ορμίωνα Ἀθήναζε πεπλευκέναι ἀφυλάκτως καὶ τῆς πόλεως καὶ τῆς χώρας εἶχον. ὁ δὲ ἀφυλάκτοις ἐπελθών ὀλίγου μὲν καὶ τὴν πόλιν κατέσχεν· ὅση δὲ ἦν λεία κατὰ τὴν χῶώραν, ἅπασαν ἐξήγαγεν.
λιπουσῶν, συνιδῶών τὴν ἀταξίαν αὐτῶν ὁρμιῶν, ἐπι- στρέψας τὴν ἑαυτοῦ πεντεναίαν ἐνέβαλλε ταῖς γενομέ- ναις αὐτοῦ πλησίον τριήρεσι καὶ ταύτας καταδύσας ἐπὶ τὰς ἄλλας ἐπέπλει· καὶ τῶν ἄλλων τριηραρχῶν ταὐτὰ πράσσειν πειρωμένων φυγὴ τῶν πολεμίων ἐγέ-
νετο. οἱ δὲ περὶ ορμίωνα διώκοντες [τὰς] πλείστας αὐτῶν καταδύσαντες τὴν νίκην ἀνείλοντο.
18 ὑπὸ δύο τριήρων ἐδιῶώκετο. ὁρμούσης δὲ ἐπὶ σάλου νεὼς ὁλκάδος, ἢδη καταλαμβανόμενος περὶ ταύτην
ἔκαμψεν καὶ τῇ βραδυτέρᾳ τῶν τριήρων κατὰ πρύμναν ἐνσείσας κατέδυσε καὶ διὰ τάχους ἐπὶ τὴν ἑτέραν ἐπι- στρέψας εὐκόλως καὶ ταύτην διέφθειρεν.
5. ΚΔEIΣΘΕNΗΣ.
Κιρραίοις, ἀνάλωτον ἔσεσθαι τὴν πόλιν, ἕως ἄν ψαύσῃ τῆς Κιρραίας γῆς ἡ θάλαττα. οἱ μὲν Κιρραῖοι κατε- φρόνουν πλεῖστον ἀπέχοντες θαλάττης. ἡ δὲ Κίρρα 19 20 21 γῆς ἱερᾶς ἔψαυε καθηκούσης ἐπὶ θάλατταν. ὁ Κλει- σθένης τὸ μαντεῖον μαθὼν καθιέρωσε τῷ θεῷ τήν τε πόλιν καὶ τὴν χῶώραν τὴν ἔΚιρραίαν, ἴνα πᾶσα ἱερὰ γενομένη κατὰ τὸν χρησμὸν ψαύσειε τῆς θαλάττης. τοῦτο πράξας ἐκράτησεν καὶ ἀνέθηκε τὴν χώραν τῷ θεῷ.
6. ΦΡΥΝΙΧΟΣ.
22μέλλουσι προσβάλλειν οὐ πασῶν [ένδον ὁρμουσῶν] τῶν νεῶν. ἀλλὰ προλαβόντες τειχίσωμεν. οἱ μὲν ἤρχοντο τοῦ τειχισμοῦ. οἱ δὲ περὶ Ἀλκιβιάδην ἐχθροὶ γράμματα Σαμίοις ἔπεμψαν μηνύοντα τὴν ρυνίχου προδοσίαν. Σάμιοι τοῖς ἔργοις ρυνίχου μᾶλλον ἐπί-
στευσαν ὡς ἀγαθοῦ στρατηγοῦ ἢ τοῖς τῶν ἐχθρῶν γράμμασιν.
7. ΛΑΧΑΡΗΣ.
23σας τὸ πρόσωπον, κάλαθον ὑπὸ κόλπου κομίζων, διὰ 25 26 27 πυλίδος μικρᾶς ὑπεξελθν, ἐπιβὰς ἵππου, δαρεικοὺς χρυσοῦς μετὰ χεῖρας ἔχων ἔφευγεν. ἱππεῖς Ταραντῖνοι πολλῇ σπουδῇ διώκοντες οὐκ ἀνίεσαν. ὁ δὲ κατʼ ὀλίγους τῶν δαρεικῶν ἐρρίπτει κατὰ τῆς ὁδοῦ· οἱ δὲ
καταβαίνοντες ἀπὸ τῶν ἵππων συνέλεγον τὸ χρυσίον. τούτου γενομένου πολλάκις ἡ δίωξις μὲν διεκόπτετο, Λαχάρης δὲ ἱππεύσας ἔφθασεν ἐς τοὺς ἔοιωτούς.
28 καταδὺς, μετὰ τρεῖς ἢ τέτταρας ἡμέρας ἑσπέρας ὑπὲξ-
ελθῶν εἰς Δελφοὺς ἀφίκετο κἀκεῖθεν ὡς Λυσίμαχον.
30 ὀλίγας μὲν ἡμέρας ἐν λάκκῳ διήγαγε καταδεδυκώς, τροφὰς ὀλίγας ἔχων, ὅσον μὴ τελευτῆσαι· γυναικὸς δὲ ἐκφορὰν οἰκείου νεκροῦ ποιουμένης ἐν γυναικείᾳ
στολῇ ταῖς πενθούσαις ἀναμεμιγμένος, καλύπτραν ἔχων μέλαιναν ἐξῆλθεν ἔξω τείχους καὶ νυκτὸς ἐπιγενομένης ἐς Λυσιμάχειαν διῆλθεν.
8. APΧINOΣ.
τοῖς πολίταις ἐπιμελητὴς τῶν ἐργαζομένων ἀποδειχθεὶς, καινὸν ὅπλον ἑκάστῳ τῶν πολιτῶν διδοὺς τὸ παλαιὸν ἐλάμβανεν ὡς ἀναθήσων τοῖς θεοῖς· καὶ γὰρ οὕτως 32 33 ἦν τοῖς Ἀργείοις δεδογμένον. ἐπεὶ δὲ τὰ παλαιὰ πάντων ὅπλα μόνος ἤθροισεν, ὁπλίσας ξένους καὶ μετοίκους καὶ ἀτίμους καὶ πένητας τὴν Ἀργείων τυραν- νίδα κατέσχεν.
9. ΙΦΙΚΡΑΤΗΣ
σκευασάμενος καλῶς ἐπανηκέτω.᾿ ἥσθησαν οἱ δειλοὶ καὶ αὐτίκα ἀνέστρεψαν. ὁ δὲ Ἰφικράτης οὐκ ἀναμεί- νας νῦνʼ, ἔφη, ἄνδρες, τῶν ἀνδραπέδων ἀπηλλαγ- μένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν πολλῷ
μᾶλλον ἐθάρσησαν οἱ στρατιῶται, καὶ συμβαλόντες ἄνευ τῶν δειλῶν ἐνίκησαν.
φευγόντων τοῖς ὑπολειπομένοις ἐνοχλεῖτε· ᾗ ποταμῶν διαβάσεις, ᾗ καὶ τόποι στενοὶ καὶ τάφροι, ταύτῃ μά- 36 37 λιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ, ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι· τῶν τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν᾿.
οἱ δὲ συνέφευγον ἐς τὴν ἀγορὰν καὶ πλῆθος ἠθροί- ζοντο. Ἰφικράτης ἀνοίγειν ἐκέλευσε τὰς πύλας παρ- έχων αὐτοῖς ἀφορμὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως αὐτὸς ἀκινδυνότερον κρατήσειεν.
αὐτοῦ φοβηθέντων τοὺς πολεμίους καὶ ἐς φυγὴν τρε- πομένων ἐκήρυξεν, ὃς ἂν μηνύσῃ τὸν ἀφέντα τὸν ὄνον ἐς τὰ ὅπλα [τάλαντον ἀργυρίου λήψεται], ὡς δὴ Πανικοῦ γεγονότος. τούτῳ τῷ κηρύγματι τὰς ψυχὰς
τῶν στρατιωτῶν ἀνεκαλέσατο καὶ πρὸς τὸ μένειν εὐ- θυμοτέρους ἐποίησεν.
βον. τῶν πολεμίων τραπομένων πρὸς τὸ θορυβοῦν μέρος αὐτὸς κατὰ θάτερον ἐξῆλθεν ἀκωλύτως.
δὲ ἀὴρ παχὺς καὶ ὀμιχλώδης γενόμενος ἐπεσκότησε ταῖς τῶν πολεμίων ὄψεσιν.
τοῖς πολλοῖς ἐγένετο τὰ ἐν τῇ διανοίᾳ μου ἱερὰ οὐκ ἐπέτρεψεν᾿, ἔφη, συνάψαι μάχην· πολλοὶ γὰρ ὄντες οἱ στρατιῶται οὔτε προβαλέσθαι ὁμοῦ δυνατοὶ ἦσαν οὔτε παιωνίσαι· ἡνίκα δὲ παρήγγειλα κλῖναι τὸ δόρυ, πλείων ἐξηκούετο ψόφος τῶν ὀδόντων ἢ τῶν ὅπλων.᾿
44
45 πολλοὶ παρεκάλουν αὐτὸν, ὅπως ἀποφήνῃ τὸν μὲν χιλίαρχον, τὸν δὲ πεντακοσίαρχον· καὶ ἄλλος ταξίαρ- χος καὶ λοχαγὸς ἕτερος ἐσπούδαζον γενέσθαι. πάντας
τοὺς παρακαλοῦντας ἀνεβάλλετο ἐς καιρὸν ἐπιτήδειον. ὁ δὲ καιρὸς οὗτος ἦν. προάγει τὴν φάλαγγα καὶ καθιστάμενος τὴν τάξιν ἐκέλευσεν ἐν ἀπορρήτῳ κινῆ- σαι Πανικὸν ὡς καὶ τῶν πολεμίων ἐμβεβληκότων. ταραχὴ μεγάλη πάντων· οἱ μὲν δειλοὶ φοβηθέντες
ἀνεχώρουν· οἱ δὲ ἀνδρεῖοι προῆλθον ἀντιταξόμενοι τοῖς πολεμίοις. Ἰφικράτης γελάσας ὡμολόγησε τὸ Πανικὸν αὐτὸς κεκινηκέναι πειρώμενος τῶν δυναμένων ἡγεῖσθαι. τοῖς μὲν δὴ μείνασι χιλιαρχίας καὶ ταξιαρ- χίας ἔδωκεν, τοὺς δὲ ἀναχωρήσαντας ἐκέλευσε τούτοις
ἕπεσθαι.
τινας καταληψομένους τόπον ὀχυρὸν πορρωτάτω τοὐ στρατοπέδου. θαυμασάντων τῶν παρόντων καὶ ἐρο- μένων τί καταλαμβάνεις;᾿ Ἰφικράτης ὑπολαβὼν ἔφη
τὸ τίς ἂν ἤλπισε τοῦτʼ ἔσεσθαι;᾿ παιδεύων, ὡς ἐν πολέμῳ χρὴ φυλακὴν εἶναι καὶ τῶν οὐκ ἐλπιζομένων.
λέμιοι πολλῷ πλείους ὄντες προσέβαλον· ὁ δὲ κατόπιν τῶν αὑτοῦ στρατιωτῶν τάφρον βαθεῖαν ὤρυξεν, ὡς
μὴ φυγῆς ἐλπίδας ἔχοντες γενναιότερον ἀγωνίζοιντο μένοντες.
τιώτας ἔχων ἠσκημένους, οὐ παραχρῆμα συνῆπτεν ἐς 48 μάχην, τρίβων δὲ τὸν χρόνον ἐν τῇ συστάσει προεξέλυε τοὺς πολεμίους ὡς πονεῖν ἔλαττον εἰθισμένους καὶ τότε ἐπετίθετο. εἰ δὲ προγεγυμνασμένοις ἔμελλε μάχε- σθαι αὐτὸς ἔχων στρατιώτας ἀγυμνάστους, συνεπλέκετο παραχρῆμα ἐς μάχην ταῖς πρώταις ὁρμαῖς τῶν οἰκείων
ἀκμαίως ἀποχρώμενος.
λεμίουςʼ ἔδωκεν αὐτοῖς πρὸς τὸ φυγεῖν καιρὸν καὶ τόπον, ἵνα τὴν νίκην αὐτὸς ἀκινδύνως ἔχοι.
κατέπληξαν, ὥστε φοβηθέντες ἀπεδίκασαν τὴν δίκην.
Ἰφικράτης καὶ ὡς τὸν κηδεστὴν ἀπιών ἐπὶ τὴν ἑστίαν τὸν θώρακα ἐνεδύετο λέγων μελετῶ φυλάτ- τεσθαι᾿.
στρατιώτας, βουλόμενος λαθεῖν, ἵνα καταφρονοῦντας
αὐτοὺς λάβοι, μίαν στιβάδα τοὺς δύο στρατιώτας ἐκέλευε ποιεῖσθαι, ἐπὶ ταύτης ἀνὰ μέρος ἀναπαύεσθαι καὶ τὰ ὅπλα ἐπʼ ἄλληλα τιθέναι. εἰ δὲ ὀλίγους ἔχοι, ὅπως μὴ καταφρονοῖντο, τὸν ἕνα στρατιώτην δύο στι- βάδας ποιεῖσθαι προσέταττε καὶ ταχέως ἐς ἄλλο χω-
ρίον μετανίστατο. τῶν δὲ πολεμίων τὰς στιβάδας καταμαθόντων καὶ τὸ πλῆθος καταπλαγέντων τηνι- κάδε προσπεσὼν συνῆπτε μάχην.
56 Ἰφικράτης μαθὼν παράγγελμα ἔδωκεν Ἀθηναίοις
νύκτωρ ὑποσημήναντος ἐς ἀγορὰν ἀθροίζεσθαι· ‘προ- δίδοταί μοι ἡ Θηβαίων πόλις, καὶ μετὰ ἡσυχίας ἐξελ- θόντες, ἄφνω προσπεσόντες ἀμαχεὶ Θήβας αἱρήσομεν᾿. τοῦτο δὲ ἐξαγγελθὲν Θηβαῖοι μαθόντες ἀπέσχοντο προσπεσεῖν ταῖς Ἀθήναις, ἐς δὲ τὸ φυλάττειν τὴν
πόλιν αὑτῶν κατέστησαν.
ἀθυμοῦντας. βουλόμενος αὐτοῖς θάρσος ἐνδοῦναι με- 58 59 ταξὺ δειπνοῦντας συγκαλεῖ λοχαγοὺς καὶ ταξιάρχους καὶ κελεύει φέρειν ὅσον ἕκαστος ἔχοι ἀργύριον ἢ χρυσίον ἢ κόσμον, ὡς προδοσίαν τῶν πολεμίων δια- πραξάμενος, καὶ δέον τὰ δῶρα δόντας ἤδη βαδίζειν ἐπὶ τοὺς ἐναντίους. οἱ μὲν ἐκόμισαν, ὁ δὲ λαβὼν
σύνθημα ἔδωκεν Ἑρμῆν Φίλιον, ὡς τοῦτο πρὸς τοὺς ἐνδιδόντας αὐτῷ συγκείμενον, καὶ βραχὺ διαλιπὼν ἐπῆγε τοὺς στρατιώτας. οἱ δὲ πιστεύσαντες, ὡς ἔχοιεν τοὺς προδώσοντας, εὐθαρσέστεροι πρὸς τὴν μάχην ἐγένοντο.
ἄχρηστον οἴχεται.᾿
χρήματα καὶ συμμαχίαν συνέθεντο.
θρασύτερον ἠπείλησαν νῦν γέ τοι δίκην δώσεις᾿. Ἰφι- κράτης ὑπονοήσας εἶναί τινας, οἷς οὗτοι πεποίθασιν, αὐτίκα ἀναστρέφει κατʼ ἄλλην ἀνοδίαν σύντομον καὶ τοὺς εὐρωστοτάτους ἐπιλέξας αὐτὸς ἄφνω προσέπεσε τοῖς ἐνεδρεύουσι καὶ πάντας διέφθειρεν ὁμολογῶν
ἁμαρτάνειν, ὅτι μὴ προηρευνήσατο τοὺς τόπους. τῷ δὲ ταχέως ὑποπτεῦσαι τὸν λόχον ἄριστα ἐχρήσατο προεμπεσὼν ὀξέως τοῖς ἐνεδρεύουσιν.
66 λόμενος τοὺς ἑαυτοῦ στρατιώτας εὐτολμοτέρους ποι-
ῆσαι, δέδοικα᾿, ἔφη, μὴ οὐκ ἠσθημένοι εἶεν οἱ βάρ- βαροι, ὡς τοὺς πολεμίους εἴωθα καταπλήττειν τῷ Ἰφικράτης εἶναι· ἀλλʼ ἔγωγε φροντιῶ, ὅπως νῦν γε αὐτοὶ μαθόντες καὶ τοῖς ἄλλοις ἀπαγγείλωσι· μόνου καὶ ὑμεῖς συμφιλοτιμήσασθέ μοι.᾿ ἐπεὶ δὲ συνῄεσαν
αἱ δυνάμεις, φήσαντός τινος φοβεροὺς εἶναι τοὺς πολεμίους καὶ πόσῳʼ, εἶπεν, ἡμεῖς ἐκείνοις φοβερώ- τεροι;᾿
πολεμίους ὠσάμενοι ἐς φυγὴν ἔτρεψαν.
Λεύκτροις νίκῃ μεγαλοφρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ἐγῶ μὲν ὑμᾶς ἐς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρονεῖν Βοιωτῶν δύνασθαι· τῶν δὲ ἐμοῦ κρειττόνων στρατηγῶν παραλαβών τις ὑμᾶς προαγέτω. οὕτως εἷλε τοὺς Ἀθηναίους, καὶ τῆς ὁρμῆς
ἐπαύσαντο τῇ παρὰ στρατηγοῦ ἀρετῇ, μὴ συνεξορμῆσαι τοῖς προεξανισταμένοις, ἀλλὰ τὸν θυμὸν αὑτῶν λογι- σμῷ κατασχεῖν.
73 καὶ Χάρης ἐδίωκον· αἰτία δὲ ἦν, ὅτι ἄρα περὶ Ἔμ- βατα δυνάμενος ἑλεῖν τοὺς πολεμίους οὐ διεναυμά- χησεν. ὁρῶν τὸ δικαστήριον ὑποφερόμενον εἰς τοὐ-
ναντίον, τοῦ λόγου παυόμενος παρέφηνέ πως τὸ ξίφος τοῖς δικασταῖς· οἱ δὲ καταδείσαντες, μὴ τὴν ἑταιρίαν ὅλην ἐξοπλίσας κυκλώσειε τὸ δικαστήριον, ἄφεσιν αὐτῷ πάντες ἐψηφίσαντο. μετὰ τὴν νίκην φήσαν- τός τινος, ὡς παρεκρούσατο τοὺς δικαστὰς εὐήθης ἂν
εἴην᾿, ἔφη, ὑπὲρ Ἀθηναίων μὲν στρατηγῶν, ὑπὲρ ἐμαυτοῦ δὲ πρὸς Ἀθηναίους μηκέτι.’
74 τὰ ὑπερέχοντα τῶν οἰκοδομημάτων ἐς τὰς δημοσίας ὁδοὺς ἀποκόπτειν ἢ πιπράσκειν, ὥστε οἱ δεσπόται τῶν
οἰκιῶν πολλὰ εἰσήνεγκαν χρήματα ὑπὲρ τοῦ μὴ περι- κοπῆναι καὶ σαθρὰ γενέσθαι τὰ οἰκοδομήματα.
των ἄξια τῶν πόνων διένειμεν ἑκάστῳ. εἰ δὲ ξένια παρὰ πόλεων ἐκομίσθη, καὶ ἀπὸ τούτων διέπεμπεν
ἑκάστῳ, οὐ κατὰ ἕνα μόνον, ἀλλὰ καὶ κατὰ ἔθνη καὶ κατὰ λόχους καὶ κατὰ τὰς ὁπλίσεις, ἱππεῦσιν ἄλλα, ὁπλίταις ἄλλα, ψιλοῖς ἕτερα. πρὸ τῆς μάχης σιγὴν κηρύξας ἐπηγγέλλετο τῷ ἀριστεύσαντι ἐν τοῖς ὁπλίταις 76 77 78 ἆθλον καὶ τὸ πάλιν ἐν τοῖς ἱππεῦσιν ἢ ἐν τοῖς πελ- τασταῖς καὶ ἐφεξῆς ἐν ἁπάσαις ταῖς τάξεσιν. ἔν γε μὴν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν, ὅσοι ἀνδρειότεροι τῶν ἄλλων, προετίμα προεδρίαις. ταῦτα πάντα ἐστρα- τήγει προθυμοτέρους ποιῶν τοὺς στρατιώτας ἐς τοὺς
κινδύνους.
σοιντο.
λοιπὸν χωρίον ἀπόκρημνον ἦν εἰς τὴν θάλατταν — ἐπιλεξάμενος ἄνδρας εὐρώστους, νύκτα παραφυλάξας ἀνηνεμίαν, ἀλειψάμενος λίπα, σὺν τοῖς ἀναγκαίοις ὅπλοις διὰ τῆς θαλάττης περιιὼν, ὅσα γε μὴν βαθύ- τερα παρανηχόμενος, παρελθὼν τοὺς φύλακας, ἐκβὰς,
ὄπισθεν αὐτῶν γενόμενος ἀπέκτεινε πάντας, καὶ τὸ 81 82 αὑτοῦ στρατόπεδον ἤγαγεν διὰ τῆς στενῆς ὁδοῦ παρὰ τὸν κρημνὸν καὶ τοῖς πολεμίοις ἔτι νυκτὸς οὔσης ἀφυλάκτοις καὶ μὴ προσδοκῶσιν ἐπιθέμενος τινὰς μὲν διέφθειρε, τινὰς δὲ ἐζώγρησεν.
ἐπιθέσεως προάγειν ἐβούλετο τοὺς στρατιώτας. διὰ γυμνότητα καὶ κρύος οὐ προθυμουμένων αὐτὸς ἐνδὺς ἐσθῆτα φαύλην καὶ τῶν ἄλλων ἀθλιωτέραν παριὼν τὰς σκηνὰς ἕκαστον ἐπιχειρῆσαι τοῖς πολεμίοις παρε-
κάλει. οἱ δὲ προθύμως ἠκολούθησαν ὁρῶντες τὸν στρατηγὸν ταπεινῶς ἠσθημένον καὶ ἀνυπόδητον ὑπὲρ τῆς κοινῆς σωτηρίας προθυμούμενον.
ἦγε τοὺς στρατιώτας εἰς ἀοίκητα χωρία καὶ ἀκτὰς,
ἵνα ὡς ἐλάχιστα ἀναλίσκοιεν· εἰ δὲ εὐποροίη χρημά- των, ἦγεν αὐτοὺς ἐς πόλεις καὶ χωρία εὐδαίμονα, ὅπου τάχιστα τὸν μισθὸν ἀναλώσαντες σπουδάζοιέν τι πράττειν διὰ τὴν τοῦ ἀργυρίου ἔνδειαν. οὐ μὴν ἐπέτρεπεν αὐτοὺς οὐδὲ σχολάζειν, ἀλλʼ εἰ μὴ πόλεμος
ἦν, ἀεί τι προσέταττεν, ἢ ὀρύττειν ἢ ταφρεύειν ἢ δένδρα κόπτειν ἢ μεταβάλλειν ἢ μετασκευάζειν, ὡς ἐν τῇ σχολῇ νεωτερίζειν βουλομένων.
πλευσε. Σάμιοι πρέσβεις ἀφίκοντο λυτροῦσθαι βου-
λόμενοι τὰ ληφθέντα· ὁ δὲ ὁμολογῶν ἀποδώσειν, 84 κρύφα ὑπηρετικὸν ἐκπέμψας, ὡς ἐξ Ἀθηνῶν ἐκέλευσε καταπλεῖν, κομίζον ἐπιστολὴν πεπλασμένην, ὡς Ἀθη- ναίων αὐτὸν ἐπανήκειν κελευόντων. ὁ δὲ πρὸς τοὺς Σαμίους διαλυσάμενος φιλανθρώπως τοῖς τριηράρχοις ἀναγωγὴν παραγγείλας, ἀποπλεύσας εἰς ἐρήμην νῆσον
ὡρμίσατο νυκτὸς καὶ ἡμέρας. οἱ Σάμιοι, πυθόμενοι ὡς ἀπέπλευσεν Ἰφικράτης φιλανθρώπως αὐτοῖς χρη- σάμενος, κατά τε τὴν πόλιν ἀδεῶς διέτριβον καὶ ἐς τὴν χώραν ἀδεῶς ἐξήεσαν· ὁ δὲ διεσκεδασμένων πάλιν ἐπιπλεύσας ἐς τὴν Σάμον πολλῷ πλείονα λείαν
τῆς προτέρας ἥρπασε. τοῦτο καὶ ὁ Φορμίων πρότερος ἐποίησε Χαλκιδεῦσιν.
τιωτῶν ἐνίοις προσέταξε λεηλατῆσαι τὴν Ἀργολίδα. τῶν δὲ Ἀργείων ἐγκαλούντων τοὺς φυγάδας αὐτῶν ἕφη αἰτίους εἶναι. προελθὼν δὲ καὶ ὡς τοὺς φυγά- δας ἀφελόμενος τὴν λείαν τοῖς Ἀργείοις ἀπέδωκεν· οἱ δὲ ἀπολαβόντες ὡς εὐεργέτῃ καὶ φίλῳ τῷ Ἰφικράτει
προσέφευγον καὶ τὴν εἰρήνην αἱρεῖσθαι Θηβαίους ἔπεισαν.
ἕκαστος ἐχέτωʼ. προσορμιζομένων δὲ τοὺς σάκκους 87 ἄμμου πλήσας * * * κεφαλίδας ἐξῆπτεν ἑκάστης νεὼς καὶ οὕτως ἀνείλκυσεν αὐτὰς τεταρσωμένας.
89 παρετάσσετο· γενόμενος δὲ κατὰ ἄλσος βαθὺ καὶ σύ-
σκιον ἀνεβόησεν ἐξανίστασθαι τοὺς ἐγκαθημένους. οἱ πολέμιοι φοβηθέντες ἐνέδραν μεγάλην ἀνέστρεψαν καὶ διὰ τάχους εἰς τὰς ναῦς καταφυγόντες ἀνεχώρησαν.
πλησίον ποταμοῦ σπείσασθαι βουλόμενοι διʼ ἀγγέλων
ἠρεύνησαν ἀλλήλους καὶ τὰ σώματα ἐγύμνωσαν· καὶ οὕτως ὑπὸ τὴν γέφυραν ἐλθόντες διελέξαντο. ἐπεὶ δὲ καὶ τοὺς ὅρκους διὰ τῶν ἱερείων ἐχρῆν ποιήσασθαι, Ἰφικράτης μὲν δὴ ἐπὶ τὴν γέφυραν ἀνῆλθεν, Ἰάσων δὲ τὸ ἱερεῖον παραλαβὼν, τοῦ ποιμένος ἀπαλλαγέντος,
σφαγιάζειν εἰς τὸν ποταμὸν ἤρχετο. καὶ δὴ τότε Ἰφι- κράτης καθαλόμενος, τῆς σφαγίδος ἐπιλαβόμενος αὐτὸν μὲν ἀποκτεῖναι ἀπέσχετο, προσομολογῆσαι δὲ ἃ συνέ- φερεν αὐτῷ κατηνάγκασεν.
ἐνέπρησε νυκτὸς τὴν μεταξὺ ἀμφοτέρων ὕλην καὶ τὰ σκευοφόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινοτέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς τόπον δασὺν καὶ σύσκιον. ἡμέρας δὲ γενομένης, οἱ 91 92 Θρᾷκες ἐπὶ τὸ στρατόπεδον ἐλθόντες οὐδένα τῶν Ἑλ- λήνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπαγὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ τοὺς πο- λεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν.
94
πρὸς αὑτόν. ἐξιόντων δὲ πάντων καὶ ἀθροιζομένων οἱ Λακεδαιμόνιοι τὸ πλῆθος φοβηθέντες καὶ τὴν φυ- λακὴν τῶν ὀχυρῶν τόπων ἀμαχεὶ φεύγοντες ᾤχοντο.
Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκο- δομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. 97 98 Ἰφικράτης ἰδὼν ἀσυντάκτους νυκτὸς μέρος τοῦ στρα- τεύματος εἰς τὴν Ἀβυδηνῶν διαβιβάσας τοὺς ἀγροὺς αὐτῶν καταδραμὼν ἐκράτησε πολλῶν σωμάτων καὶ χρημάτων.
99 τἀναντία πράττοντες μισθοφόρους ἐκ Λακεδαίμονος νύκτωρ ἐκδέχεσθαι μέλλοιεν, ἀγείρας τοὺς αὑτοῦ στρα- τιώτας τοὺς μὲν κατέλιπεν ἔνδον φυλάττειν, τοὺς δὲ ἄλλους ἔξω πυλῶν ἀγαγὼν καὶ ἐς τάξιν καταστήσας
ἔσπευσεν ἐπʼ ἐκείνην τὴν πύλην, ἣν ἤνοιξαν οἱ δεχό- μενοι [τοὺς πολεμίους. οἱ μὲν] τοὺς πολεμίους ἐσῆγον· τῶν δʼ ἐσχάτων ἐσιόντων, ἐξαίφνης ἐπιστὰς συνηκο- λούθησεν αὐτοῖς καὶ συνεισέπεσεν ἐς τὴν πόλιν. ἀδή- λου δὲ ὄντος τοῦ γεγονότος ὡς ἐν νυκτὶ πολλοὺς μὲν
αὐτῶν διέφθειρεν, ἡμέρας δὲ γενομένης πολλοὺς ἐς τὰ ἱερὰ φυγόντας ἐχειρώσατο.
ὀκτακισχιλίων ἐστρατοπέδευσεν· πυθόμενος τοὺς Θρᾷ- κας νύκτωρ ἐπιτίθεσθαι μέλλειν ἀναλαβὼν τοὺς στρα-
τιώτας ἀνεχώρησεν ἑσπέρας, ὅσον στάδια τρία, ἐς φάραγγα κρύψαι δυναμένην. οἱ Θρᾷκες ἐμπεσόντες ἐς τὸ στρατόπεδον ἔρημον διήρπαζον ἀτάκτως κατα- γελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφικράτης ἐξ ἀφανοῦς ἐξορμήσας πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε,
πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν.
101 πορεύεσθαι παρήγγειλε δειπνοποιησαμένους ὕδατος πληρῶσαι τὰ ἀγγεῖα καὶ ἡλίου δύντος ἤγαγε τὴν δύναμιν διὰ νυκτός. ἡμέρας δὲ γενομένης κατεστρα- τοπέδευσε καὶ προσέταξε σιτοποιεῖσθαι τῷ ὕδατι χρη- σαμένους καὶ κοιμηθέντας διʼ ἡμέρας δειπνοποιήσα-
σθαι καὶ συσκευασαμένους ὁδεῦσαι διὰ νυκτὸς πάλιν· ὥστε ἀντὶ δύο ἡμερῶν δύο νύκτας ἀναψύχοντες διεξ- ῆλθον, καὶ ἡμέρᾳ μιᾷ καὶ τὸ ὕδωρ αὐτοῖς ἱκανὸν ἐγένετο.
ταῖς ναυσίν· οἱ μὲν διώκοντες ἦσαν ἐπὶ λόφου, Ἰφι- κράτης δὲ πρὸ τῆς λείας τοὺς ὁπλίτας τάξας κούφους καὶ ψιλοὺς κατʼ ὀλίγους ἄλλον ἄλλῃ * * καὶ τῷ Λάκωνι προσέβαλε· τοῦ δὲ προσέχοντος τοῖς πολλαχόθεν ἐφορ-
μῶσιν, οἱ τοῦ Ἰφικράτους τὰ ὑπερδέξια χωρία κατα- λαβόντες κατὰ νώτου τῶν πολεμίων ἐγένοντο καὶ πάντας αὐτοὺς διέφθειραν.
αγγείλας τοῖς στρατιώταις ἐκ τῶν στενῶν ὅτι τάχος ὑπεξιέναι, αὐτὸς διὰ μέσου ἐπʼ οὐρὰν διαδραμὼν καὶ τῶν στρατιωτῶν τοὺς ἀρίστους προσλαβὼν ἀκμάζων 105 ἐμπεσὼν τοῖς ἐπικειμένοις ἀτάκτοις πολλοὺς αὐτῶν διέφθειρεν.
τοπέδευσεν ὑπὸ ὅρους περιεχομένῳ διέξοδον ἔχοντι
στενὴν διὰ γεφύρας, ἣν ἔμελλον διαβάντες οἱ Θρᾷκες νύκτωρ ἐπιθέσθαι. ὁ δὲ πυρὰ πολλὰ καύσας ἐν τῷ στρατοπέδῳ πρὸς τὴν ὑπώρειαν ἀναδραμὼν σὺν τοῖς στρατιώταις ἐγγὺς τῆς γεφύρας ἐν τῇ ὕλῃ συγκαθίσας ἡσύχασεν. οἱ μὲν δὴ Θρᾷκες διαβάντες τὴν γέφυραν
ὥρμησαν ὡς τὰ πυρὰ τοὺς πολεμίους ἐκεῖ νομίζοντες εὑρήσειν· Ἰφικράτης δὲ τοὺς στρατιώτας ἐκ τῆς ὕλης ἀναλαβὼν τὴν γέφυραν διελθὼν ἀσφαλῶς ἀνεχώρησεν.
καὶ ναυτικοῦ ἐν τῇ δόσει τοῦ μισθοῦ καθʼ ἕκαστον
μῆνα ὑφαιρῶν τὸ τέταρτον μέρος, ὥσπερ ἐνέχυρον ἑκάστου κατέχων, ἵνα μὴ λίποιεν τὸ στρατόπεδον. οὕτως ἄρα καὶ πολλοὺς εἶχεν ἀεὶ τοὺς στρατευομένους καὶ εὐπόρους, τὸ τέταρτον τοῦ μισθοῦ φυλαττόμενον ἔχοντας.
107
στρατοπεδεύων νύκτωρ τὴν δύναμιν μετημφίεσε, τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν. οἱ μὲν δὴ στρα- τιωτικῶς ἠμφιεσμένοι πόρρω τῶν ὅπλων ἐβάδιζον τὴν
τῶν ἐλευθέρων σχολὴν μιμούμενοι· οἱ δὲ οἰκετικῶς 108 109 110 κατεσκευασμένοι πλησίον τῶν ὅπλων ἦσαν ὅσα εἰκὸς διακονούμενοι. ταῦτα ὁρῶντες οἱ πολέμιοι, κατὰ ζῆλον τῶν ἐναντίων οἱ μὲν στρατιῶται ῥᾳθύμως ἔξω τοῦ στρατοπέδου βαδίζοντες ἐσχόλαζον, οἱ δὲ οἰκέται ταῖς ἀναγκαίαις ὑπηρεσίαις παρέμενον. ἐνταῦθα δὴ σημεῖον
αἴρεται· οἱ δὲ Ἰφικράτειοι τὰ ὅπλα ταχέως ἀναλαβόν- τες, ἐπὶ τὸ στρατόπεδον τῶν ἐναντίων ἐλθόντες, τῶν μὲν οἰκετῶν τῶν ἐν τῇ διακονίᾳ φυγόντων, τῶν δὲ στρατιωτῶν ἀόπλων καταληφθέντων, τοὺς μὲν ἀπέ- κτειναν, τοὺς δὲ αἰχμαλώτους ἤγαγον.
τεινεν. ἐπεὶ δὲ ἀλλήλων ἐχωρίσθησαν, οἱ μὲν πολέμιοι πρὸς τὸ δεῖπνον ὥρμησαν· ὁ δὲ προηριστηκότας ἔχων τοὺς στρατιώτας προσπεσὼν δειπνοποιουμένοις οὐκ ὀλίγον ὄλεθρον αὐτῶν εἰργάσατο.
διὰ τὰς δυσχωρίας μακρᾶς ἐκτεταμένης· οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν ἐπικείμενοι πολλοὺς ἐτίτρωσκον καὶ πολλὰ ἥρπαζον. ὁ δὲ μετὰ τῶν παρὰ πλευρὰν ἀνδρῶν ἐπιστρέψας τῇ μὲν φάλαγγι παρήγγειλε θᾶττον 112 113 114 προχωρεῖν· τῶν δὲ ἀπὸ τῆς δεξιᾶς καὶ ἀπὸ τῆς εὐω- νύμου πλευρᾶς ἀνδρῶν ἐπιλέγων τοὺς ἡγεμόνας καὶ τοὺς ἀρίστους μετʼ αὐτοὺς συνέταττεν. τῆς δὲ οὐρα- γίας ἐγγὺς γενόμενος, προσπεσὼν τοῖς πολεμίοις κεκμη-
κόσιν ἐν τῇ διώξει καὶ τεταραγμένοις ἐν τῇ τῶν σκευο- φόρων ἁρπαγῇ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, πολλῷ δὲ πλείονας αἰχμαλώτους ἤγαγεν.
115 ἐκ Σικελίας ἕνδεκα πληρώμασι τῶν πυρσωρῶν ἀγγει-
λάντων ὑφορμεῖν αὐτὸν νήσῳ τινὶ τῶν ἐρήμων, προσ- τάξας πυρσὸν ἀνάπτειν φίλιον νύκτωρ ἐπιπλεύσας ἐκράτησε τῶν δέκα πληρωμάτων ἑνὸς ἐκφυγόντος. Ἰφικράτης ἐν Ἄκῃ πυθόμενος δύο τῶν ἡγεμόνων
116 προδιδόναι καλέσας τοὺς ἀρίστους τῶν ἐπὶ τοῦ στρα-
τοπέδου προσέταξεν, ὁπόταν τοὺς ἐναιτίους τῆς προ- δοσίας μεταπεμψάμενος ἐξετάζῃ τὸ πρᾶγμα, προλαβεῖν αὐτοὺς τὰ τούτων ὅπλα καὶ τὰ τῶν ὑπʼ αὐτοῖς τεταγ- μένων λόχων. οἱ μὲν προλαβόντες κατέσχον τὰς πανοπλίας. Ἰφικράτης δὲ τὴν προδοσίαν ἐλέγξας τοὺς
μὲν ἡγεμόνας ἐκόλασε θανάτῳ, τοὺς δὲ στρατιώτας γυμνοὺς ἐξήλασε τοῦ στρατοπέδου.
ἐμπεσουμένην τοῖς φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύ- λακες ἐκόμισαν τὰ γράμματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν τοὺς αὐτομόλους· οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν ἄπιστοι γενόμενοι, Λακεδαιμονίοις δὲ δόξαντες.
120
αὐτοὺς (καὶ) τοῖς ἀπὸ τῆς πόλεως προσελθοῦσι συνέ- λαβέ τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν.
ἐνδυσαμένους προσέταξε πληθούσης τῆς ἐκκλησίας ἐπι- φανῆναι καὶ παρελθόντας ἀγγέλλειν βαρβαριστὶ ῾ πλη- σίον οἱ τὰ χρήματα κομίζοντες, ἡμεῖς δὲ προεπέμ- φθημεν τοῦτο σημανοῦντες᾿. ταῦτα μηνύσαντες, οἱ στρατιῶται διέλυσαν τὴν ἐκκλησίαν.
122 123 124
125 ήλασεν· ἐδίωκον οἱ Ὀδρύσαι πλήθει πολλῷ. ὁ δὲ ἱππεῖς ἔχων ὀλίγους ἔδωκεν αὐτοῖς καιομένας λαμπά- δας καὶ προσελαύνειν ἐκέλευσε τοῖς ἐναντίοις. οἱ δʼ
ἵπποι τῶν Ὀδρυσῶν τῆς φλογὸς τὴν ὄψιν ἀσυνήθη μὴ φέροντες ἀναστρέψαντες ἔφυγον.
μὸν, [ὃν] διὰ μέσης τῆς πόλεως ῥέοντα διαβῆναι ἀναγ- καῖον ἦν, ἑσπέρας διέβη μετὰ τοῦ στρατεύματος, ἳνα
τὸ ἐκ τῆς διαβάσεως τοῦ πλήθους θολερὸν διὰ νυκτὸς παροδεῦσαν λάθῃ τοὺς ἐν τῇ πόλει. καὶ δὴ λαθὼν μεθʼ ἡμέραν ἐπέθετο μὴ προσδοκῶσιν.
127 Ὀδρυσῶν. οἱ μὲν δὴ σφοδρῶς ἐπέκειντο βάλλοντες
καὶ ἀκοντίζοντες· ὁ δὲ τοῖς πρωτοστάταις ἑκάστῳ αἰχ- μάλωτον γυμνὸν παρέστησεν, ἐξ ἱμάντος ὀπίσω τῶν χειρῶν δεδεμένων. οἱ δὲ Ὀδρύσαι τοὺς οἰκείους μὴ βουλόμενοι τιτρώσκειν τοῦ βάλλειν καὶ ἀκοντίζειν ἀπ- είχοντο.
ακοντόροις, ἔνθα τεναγώδης αἰγιαλὸς ἦν, ἰδὼν τοὺς Φοίνικας παρὰ τὴν ἠϊόνα συνθέοντας παρήγγειλεν, ὅταν τὸ σημεῖον ἀναδειχθῇ, τοῖς μὲν κυβερνήταις ἄγκυραν ἀφιέναι κατὰ πρύμναν καὶ τὴν καταγωγὴν
ἐν τάξει ποιεῖσθαι, τοῖς δὲ στρατιώταις ὁπλισαμένους 128 ἕκαστον κατά τὴν αὐτοῦ κώπην εἰς τὴν θάλασσαν αὐτὸν καθιέναι καὶ τὴν αὐτοῦ τάξιν διαφυλάττειν· ὡς δὲ ἤδη σύμμετρον ὑπέλαβεν εἶναι τὸ τῆς θαλάσ- σης βάθος, ἀνέτεινε τὸ σημεῖον τῆς ἐκβάσεως. αἱ τριακόντοροι μὲν ἐν τάξει κατήγοντο διὰ τῶν ἀγκυ-
ρῶν, οἱ δὲ ἄνδρες ἐν τάξει προβαλλόμενοι προῆγον. οἱ δὲ πολέμιοι καταπλαγέντες τὴν τάξιν αὐτῶν καὶ τὴν τόλμαν ἔφευγον. οἱ δὲ Ἰφικράτειοί τινας μὲν διώξαντες ἀπέκτειναν, τινὰς δὲ ἐζώγρησαν καὶ λείαν πολλὴν περιελάσαντες καὶ ταύτην ἐς τὰς ναῦς ἐμβα-
λόμενοι στρατόπεδον ἐπὶ τῆς γῆς κατεστήσαντο.
10. TIMOΘEΟΣ.
129τὴν σφραγίδα καὶ τὸ ἀργύριον λαμβάνειν. ἐπίστευ- σαν οἱ ἔμποροι καὶ τὴν ἀγορὰν τοῖς στρατιώταις παρέ- σχον ἐπὶ τῇ σφραγίδι τοῦ στρατηγοῦ. ἀπαλλασσομέ- νοις αὐτοῖς ἐν τῷ τέως εὐπορήσας χρημάτων Τιμόθεος τὴν τιμὴν διέλυσε τὴν ὡμολογημένην.
130 131 132
133 νετο· ὁ κυβερνήτης ἐπισχεῖν ἐκέλευσεν· οἱ ναῦται τῶν τριήρων ἐπιβαίνειν οὐκ ἐθάρρουν. Tιμόθεος μειδιάσας ποῖον γὰρ᾿, ἔφη, γέγονεν οἰῶώνισμα, εἰ τοσούτων
περιεστηκότων εἷς ἔπταρεν; οἱ ναῦται γελάσαντες ἀνήχθησαν.
ταχίστην· ὀλίγοι στρατιῶται προῆλθον· ὁ λοχαγὸς ἠγόρευε, χρῆναι καὶ τοὺς λοιποὺς ἀναμεῖναι. ὁ Τι.
μόθεος οὐκ ἀνέμενεν ὡς τοὺς μέλλοντας προθύμως μαχεῖσθαι τοῖς πολεμίοις ἔχων ἅπαντας, τοὺς δὲ βρα- δέως ἐξιόντας ἀχρήστους ἂν γενέσθαι καὶ παρόντας.
136 μάχουν Τιμοθέου στρατηγοῦντος Ἀθηναίων, Νικολό-
χου ναυαρχοῦντος Λακεδαιμονίων. ἦν ἑορτὴ Σκίρα. Τιμόθεος κατὰ ταύτην τὴν ἡμέραν μυρσίνῃ στεφα- νώσας τὰς τριήρεις ἦρε τὸ σημεῖον· ἀναχθεὶς, ναυμα- χήσας ἐνίκησεν· οἱ δὲ στρατιῶται μετὰ ἐλπίδος ἀγαθῆς ἠγωνίσαντο [τὸ] θεῖον ἔχειν οἰόμενοι σύμμαχον.
ἀλλʼ αὐτοὺς τοὺς καρποὺς λαμβάνειν. καὶ τάδε οι στρατηγοῦντι περιῆν· εἰ μὲν κρατοίη, πλείους φόρους ἐκλέγειν, εἰ δὲ ὁ πόλεμος μηκύνοιτο, τροφὰς ἀφθόνους καὶ καταγωγὰς ἔχειν. τὸ δὲ τούτων μεῖζον, πολλὴν τὴν εὔνοιαν παρὰ τῶν πολεμίων ἐθήρευεν.
141
δὴ πολέμιοι πονέσαντες εἰρεσίᾳ ἀσθενῶς τὰς κώπας ἀνέφερον· Τιμόθεος δὲ ἀκμαίοις πληρώμασιν ἐπαν- αχθεὶς ναυμαχῶν ἐνίκησεν.
πεδον εἰς ἑτερόμηκες πλινθίον τὰ μὲν σκευοφόρα καὶ 144 145 146 τὴν ἵππον εἰς τὸ μέσον λαβὼν, τὰς δὲ ἀμάξας πυκνὰς ἄγων καὶ συνηρτημένας, τοὺς δὲ ὁπλίτας τούτων ἔξω- θεν περιβαλών, ὥστε τοῖς Ὀλυνθίοις ἱππεῦσιν ἀδύ- νατος ἦν ἡ ἱππασία.
147 γειλέ τις ἑσπέρας ἀθροίζεσθαι τοὺς πολεμίους ἐπʼ αὐτόν, καὶ ὡς πολλαπλάσιοι τὸ πλῆθος ὄντες τῆς ὑστεραίας ἐπιθήσοιντο. ὁ δὲ τοῖς μὲν στρατιώταις οὐ προεῖπε τῶν πολεμίων τὸ πλῆθος, ἴνα μὴ καταπλαγεῖεν·
αὐτὸς δὲ ὼς ἐπιθησόμενος αὐτοῖς ὀλίγοις οὖσί καὶ ἀτάκτοις τὸ μὲν ἀχρεῖον τοῦ πλήθους προέπεμπε διὰ τῶν δυσπόρων, ᾗπερ ἥκιστα οἱ πολέμιοι παραφυλάξειν ἔμελλον. αὐτὸς δὲ τὴν φάλαγγα ἐκίνησε τοὺς ψιλοὺς τελευταίους ἐπιτάξας, τὰς δὲ τριήρεις ἐν τῷ Στρυμόνι
ποταμῷ πληρῶσαι οὐ δυνηθεὶς ἐνέπρησεν· καὶ ταῦτα πάντα μιᾷ νυκτὶ πράξας ἀσφαλῶς ἀνεχώρησεν.
148 τιώτας ἑπτακισχιλίους· οἷς οὐκ ἔχων δοῦναι μισθὸν, ἔγκαρπον ὁρῶν τὴν νῆσον, ἐξελῶν χωρίον ἐς προνο-
μὴν, τῶν ἄλλων καρποὺς ἀποδόμενος, ἀσφάλειαν τοῖς καρπολόγοις παρασχὼν, εὐπορήσας χρημάτων ἀπὸ τούτων, μέρος τῶν μισθῶν διανείμας, προθυμοτέροις χρησάμενος τοῖς στρατιώταις κατὰ κράτος εἷλε τὴν Σαμίων πόλιν.
149 150 151 152 153 εἰσπλέοντες συχνὰ τῶν ἐπιτηδείων ἀνήλισκον καὶ διὰ τοῦτο σπάνις ἦν, παρήγγειλε μὴ πωλεῖν ἄλευρον μηδὲ κοτύλην ἐλαίου ἢ οἴνου, ἀλλὰ σίτου [μὲν] μεδίμνου μὴ ἔλαττον, τῶν δὲ ὑγρῶν μετρητήν τοὐλάχιστον, τὰς δὲ σιτουργοὺς μύλας μηδένα ἔχειν, ἢ τοὺς ἐν τοῖς λόχοις.
οὕτω δὴ συνέβη, τοὺς μὲν ξένους οὐκ ἔχοντας τὴν ἀγορὰν τῶν ἐφʼ ἡμέραν ἀναγκαίων, αὐτοῖς κομίζειν, τὴν δὲ παρασκευὴν τῶν σιτίων μόνους ἀναλίσκεσθαι τοὺς στρατιώτας.
ἀπὸ τούτων πέντε προπέμψαι πλειόνων ἡμερῶν ἐχού- σας ἐφόδια, μισθὸν οὐκ ἔχων δοῦναι, παράγγελμα ἔδωκεν, ἀνάγεσθαι τὰς ναῦς ἁπάσας τριῶν σιτία ἐχού- σας· ἐπεὶ δὲ νήσῳ τινὶ προσωρμίσαντο, τοὶς τριηράρ- χοις ἐκέλευσεν ἐξ ἑκάστου πληρώματος αὐτῷ κομίσαι
δύο σιτία. ταῦτα ταῖς πέντε ναυσὶ διαδοὺς, τὰς μὲν ἐξέπεμψεν πλεόνων ἡμερῶν ἐπισίτισμα ἐχούσας, αὐτὸς δὲ μετὰ τῶν τριάκοντα καὶ πέντε νεῶν εἰς τὸν ἴδιον ὅρμον ἐπανῆλθεν.
155 156 κολόχῳ τῷ Σπαρτιάτῃ τῶν μὲν πλειόνων νεῶν τὰ πληρώματα παρήγγειλεν ἐπὶ γῆς ἀναπαύεσθαι παρʼ αὐτῇ τῇ θαλάσσῃ. ταῖς δὲ ἄριστα πλεούσαις εἴκοσιν ἀναχθεὶς προσέταξε τοῖς τριηράρχοις μὴ συνάπτειν
ταῖς πολεμίαις τριήρεσιν ἐντὸς βέλους, ἐκκλίνειν δὲ καὶ φυγομαχεῖν ἑκουσίως, ἴνα κατακόπους ποιήσωσι τοὺς ἐναντίους ἐρέτας. ἐπεὶ δὲ οἱ μὲν ἐφυγομάχουν, οἱ δὲ ἐλέλυντο καύματι καὶ πόνῳ, Τιμόθεος τὸ ἀνα- κλητικὸν ἐσήμηνεν καὶ κατασχῶν ἐπὶ τὴν γῆν ἀνα-
παυσαμένους ἐρέτας ἐμβιβάσας, διὰ τάχους τοὺς πο- λεμίους πεπονηκότας διώξας πολλὰς αὐτῶν τριήρεις τὰς μὲν κατέδυσε, τὰς δὲ ἄπίους ἐποίησεν.
158 θεὶχ δέκα ναῦς Λακωνικὰς, ἃς προέπεμψεν ὁ ναύαρχος
ἐπὶ καταγωγῇ πλοίων σιταγωγῶν, μή ποτε ἀναχωροῦσι τοῖς Ἀθηναίοις ἐπίθειντο, παρήγγειλε τοῖς τριηράρχοις τὴν ἀρχαίαν τάξιν μὴ ζητεῖν, ἀλλὰ ἥν ἕκαστος ἐπὶ τοῦ παρόντος χώραν ἔχοι, ταύτην φυλάσσειν, ἴνα μὴ μεταγομένων τῶν σκαφῶν ἐπὶ τὰς ἑαυτῶν τάξεις ἐπι-
πλεύσαντες οἱ πολέμιοι προσβάλλωσι τῷ ναυτικῷ λελυ- μένῳ. τάξας δὲ τὰς ναῦς ἐν μηνοειδεῖ σχήματι τὰ μὲν ἔμβολα τῶν νεῶν καὶ τὸ περιφερὲς τοῦ σχήματος πρὸς τοὺς ἐναντίους ἐπέστρεψεν, τὰ ναυάγια δὲ καὶ τὰς αἰχμαλώτους τῶν νεῶν ἐς τὸ κοίλωμα τοῦ μηνί-
σκου συναγαγὼν ἀνέπλει κατὰ πρύμναν.
καὶ τοὺς ἀπὸ τῆς χώρας ἔπεισε, πρὸς χαλκὸν πιπρά- σκειν· ἀντιφορτιζόμενοι δὲ τὰ παρʼ ἀλλήλων οὐδὲν τοῦ νομίσματος ἐφύλαττον, ἀλλὰ τοῦτο περιῄει πάλιν εἰς τὴν μισθοφορὰν τὴν στρατιωτικήν.
μεγάλα ὕψη ἀντανέστησαν φορμῶν ψάμμου πληρου- μένων. ὁ δὲ Τιμόθεος μηχανήμασι μακροτέροις ἐξ ἱστοῦ ἀκίδας περιθεὶς καὶ δρέπανα ἐπὶ τὰ ἄκρα τοῦ ἱστοῦ ἐμβαλών ταῖς ἀκίσι διερρήγνυε, τοῖς δὲ δρεπά- νοις ἀνέτεμνε τοὺς φορμοὺς, ὥστε ῥεῖν τὴν ἄμμον.
τοῦτο δρώμενον ἰδόντες Τορωναῖοι πρὸς ὁμολογίαν ἐτράποντο.
τῷ σχήματι τῆς παρατάξεως ἡσυχίαν ἔχειν. ἐπεὶ δὲ οἱ προτεταγμένοι διεναυμάχησαν, ἐπὶ πολὺ κεκμηκότων ἤδη τῶν πολεμίων, σημεῖον ἦρε τοῖς ἡσυχάζουσιν· οἱ δὲ ἀκμῆτες ἐμβαλόντες ἐτρέψαντο τοὺς κεκμηκότας.
168 χήσας ἐνίκησε. πολλῶν συντριβέντων σκαφῶν περι- ῆσαν δέκα νῆες τῶν πολεμίων ἀναυμάχητοι, ἃς ἐδεδοί- κει. Τιμόθεος ἐπανιὼν ἐπὶ τὸν ναύσταθμον καὶ δὴ τὸ
ναυτικὸν ἔταξεν ἐν μηνοειδεῖ σχήματι πρὸς τοὺς πολε- μίους τὸ κυρτὸν, ἐντὸς τὰ ναυάγια συναγαγών· τὸν δὲ ἀπόπλουν ἐποιεῖτο προς τὴν γῆν κελεύσας ἐλαύνειν ἐπὶ πρύμναν, ὅπως ἀντίπρωροι τὰς πολεμίας δέκα ναῦς ῥᾳδίως ἀμύνοιντο. τοῦτο τὸ σχῆμα τῆς τάξεως
οἱ ἀπὸ τῶν δέκα νεῶν φοβηθέντες οὐκ ἐπέθεντο.
11. XABPIAΣ
μέλλωμεν μάχεσθαι, μή τοι νομίζωμεν ὡς [θεοῖς] πο- λεμίοις συμβάλλοντες, ἀλλὰ ἀνθρώποις αἷμα καὶ σάρκας
ἔχουσι καὶ τῆς αὐτῆς φύσεως ἡμῖν κεκοινωνηκόσιν.
169 μιῶνος ἕκτῃ ἐπὶ δέκα ταύτην τὴν μέραν ἐπιτήδειον τῇ ναυμαχίᾳ κρίνας. ὅτι ἦν μία τῶν μυστηρίων. οὕτω γέ τοι καὶ Θεμιστοκλῆς τοῖς Πέρσαις ἐναυμάχησε περὶ
Σαλαμῖνα. ἀλλὰ οἱ μὲν περὶ Θεμιστοκλέα σύμμαχον 170 171 ἔσχον τὸν Ἴακχον, [οἱ δὲ περὶ Χαβρίαν] τὸ Ἅλαδε μύσται.
δύο ζεύξας, ἔπειτα τὰ ἱστία τῶν δυοῖν ἐπὶ μιᾶς ἀρά- μενος. οἱ πολέμιοι καταφρονήσαντες ὡς πρὸς ἓξ τριή- ρεις αὐτοὶ δεκαδύο ἔχοντες ἐπανήχθησαν. Χαβρίας ἐπὶ πλέον αὐτῶν τοῦ πελάγους προελθόντων καθελῶν τὰ ἱστία, τὰ σκάφη διαζεύξας ἐπέτρεψε καὶ τὰς ἡμι-
σείας τῶν πολεμίων ἔλαβεν αὐτάνδρους.
τῶν οὐραγούντων ἔφυγεν οὐ τολμῶν τὸν στρατηγὸν παρελθεῖν ὡς ἄν κωλυθεὶς ἢ καὶ κολασθείς. τῷ σχή- ματι τούτῳ τῆς πορείας ἀσφαλῶς διήγαγε τὸ στρατό- πεδον.
175 176 ἀποροῦντι συνεβούλευσε, τοὺς ἐν τῇ χώρᾳ κεκτημένους ἱκανὴν οὐσίαν κελεῦσαι παραχρῆμα εἰσενεγκεῖν ὅσον τις ἔχοι χρυσίον ἢ ἀργύριον· κομιδὴν δὲ αὐτοῖς ὧν διδόασι γενέσθαι [ἐκ] τῶν φόρων, οὕς κατʼ ἔτος ἐτέ-
λουν. οὕτω δὴ πολλὰ συνελέγη χρήματα οὐδενὸς ἀδικηθέντος, ἀλλὰ πάντων ὕστερον ὅσα ἔδωκαν ἀπο- λαβόντων.
178 νυκτὸς τὸν ποταμὸν διαβὰς, λείαν πολλὴν λαβὼν τὴν
μὲν ὑπὲρ τὸν ποταμὸν ἐς τὴν φιλίαν ἀπεπέμψατο· αὐτὸς δὲ τοὺς ἄλλους στρατιώτας φαγεῖν κελεύσας ἀνέμεινε μέχρι μεσούσης ἡμέρας τοῦτο προσδοκῶν, ὃ δὴ καὶ ἐγένετο. οἱ γὰρ Λακεδαιμόνιοι μαθόντες ἐξεβοήθησαν ὡς ἀφαιρησόμενοι τὴν λείαν ἐπὶ τοῦ
ποταμοῦ καὶ σπουδῇ δραμόντες διακόσια στάδια κε- κμηκότες, ἀσύντακτοι, διεσπαρμένοι πρὸς μάχην ἦσαν ἄχρηστοι. ὁ δὲ τοὺς αὐτοῦ στρατιώτας βεβρωκότας, ἀναπαυσαμένους, συντεταγμένους προσαγὼγν ῥᾳδίως τοὺς πλείστους αὐτῶν διέφθειρεν.
179 τῶν Αἰγυπτίων. τοῦ Περσῶν βασιλέως ἐπιστρατεύ- σαντος πεζῇ δυνάμει καὶ ναυτικῇ, ὁ τῶν Ἀἰγυπτίων βασιλεὶς ναῦς πολλὰς ἔχων ἠπόρει πληρωμάτων συγ- 180 181 κεκροτημένων. Χαβρίας καταλέξας Aἰγυπτίων [τοὺς] νεωτάτους, ἱκανοὺς πληρῶσαι ναῦς διακοσίας, ἐξελῶν τὰς κώπας τῶν τριήρων, ξύλα μακρὰ παραβαλὼν ἐπὶ τὸν αἰγιαλὸν, ὥστε ἐφʼ ἕνα καθῆσθαι, δοὺς αὐτοῖς τὰς κώπας καὶ κελευστὰς τῶν διγλώσσων ἐπιστήσας
ὀλίγαις ἡμέραις ἐλαύνειν αὐτοὺς ἐδίδαξεν [καὶ τὰς ναῦς] ἐρετῶν συγκεκροτημένων ἐπλήρωσεν.
δειλοὶ καὶ ἀρρωστίαν προσποιούμενοι χωρὶς ἐτίθεντο τὰ ὅπλα, τούτοις ἐς μὲν τὴν μάχην οὐκ ἐχρῆτο, ἐς δὲ τὰς προκαταλήψεις τῶν ὀχυρῶν τόπων, ἴνα τὸ γοῦν πλῆθος ἐπιφαινόμενον αὐτῶν φόβον ἐνεργάζοιτο τοῖς πολεμίοις· καιροῦ δὲ παραστάντος ἐποίει ταχέως αὐτοὺς αὐπομίσθους.
182
φανέντες τοὺς μὲν διέφθειραν αὐτῶν, τοὺς δὲ ζωγρείᾳ λαβόντες τῶν νεῶν ἐπιβάντες ἀνήχθησαν.
δὴν ἐπὶ τὴν πόλιν ἔπλει. οἱ δὲ ἐκβοηθήσαντες τὸν ἐπίπλουν ἰδόντες ἐσπούδασαν, ἴνα μὴ καταλάβοι τὴν πόλιν. ὁ δὲ τὰς ναῦς τῇ χώρᾳ προσορμίσας τοὺς πελταστὰς καὶ τὴν λείαν ὅσην ἔλαβον ἀναλαβὼν καὶ δὴ ἀποπλεύσας ιᾤχετο.
186 λιν παρήγγειλε τοῖς τριηράρχοις, ἐὰν ἰσοπαλεῖς κατὰ τὸν κίνδυνον ὦσι, τὰ σημεῖα τῶν ἰδίων νεῶν λάθρα καθελόντας εἰδέναι τὰς ἐπισήμους πολεμίας οὔσας. ἐπεὶ δὲ τοῦτο ἐγένετο, οἱ μὲν τοῦ Πόλλιδος κυβερνῇ-
ται ταῖς ναυσὶ τῶν Ἀθηναίων ἀπαντῶντες διὰ τὸ μὴ ἔχειν αὐτὰς τὸ Ἀττικὸν σημεῖον ἀμφιγνοοῦντες παρέ- πλεον. οἱ δὲ τῶν Ἀθηναίων κατὰ τὸ παράγγελμα [ταῖς] ἐπισήμοις τῶν νεῶν ἔφθανον διδόντες διττὰς ἐμβολάς. τὸ τέχνασμα τοῦτο νίκην Ἀθηναίοις ἔδωκεν.
188
κοσίους ἄνδρας εἰς τινα τόπον ἐπιτήδειον ἀποβιβάσας αὐτὸς παρέπλει. οἱ μὲν ἐκ τῆς πόλεως ἐπεξελθόντες τοῖς ἀποβᾶσι παρετάσσοντο καὶ πολλοὺς αὐτῶν ἀνή- ρουν, ὁ δὲ διὰ τάχους ἐς τὴν πόλιν εἰσέπλευσεν. οἱ
δὲ πολῖται φοβηθέντες, μὴ τῆς πόλεως ἀποκλεισθῶσι, 189 καταλιπόντες τὴν πρὸς τοὺς τριακοσίους μάχην ἀνε- χώρησαν ἐπὶ τὴν πόλιν.
ὕψος φράγμα κατελάμβανεν αὐτὸ πρὸς τὰς παρεξει- ρεσίας. τοῦτο δὲ ἐκώλυε τὴν ναῦν ὑποβρύχιον φέ- ρεσθαι καὶ τοὺς ναύτας ὑπὸ τῶν κυμάτων βρέχεσθαι· καὶ τὰ ἐπιφερόμενα κύματα οὐχ ὁρῶντες διὰ τὴν τοῦ φράγματος πρόσθεσιν οὐκ ἐξανίσταντο διὰ τὸν φόβον
οὐδὲ τὴν ναῦν ἔσφαλλον.
τῆς παρεξειρεσίας κατὰ τὰς θρανίτιδας κώπας παρε- τίθει τοὺς αὐχένας ἔχοντα καὶ τοὺς οἴακας ὑπὲρ τοῦ καταστρώματος, ὥστε ἐξαιρομένης τῆς πρύμνης τούτοις τὴν ναῦν κατευθύνεσθαι.
Ἀγησίλαος ἡγεῖτο, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ 194 λόφον ὑψηλὸν, τὰ σκευοφόρα καὶ τοὺς αίχμαλώτους ἀγαγὼν ἐπὶ τὸ ὀχυρώτατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε σταδίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα πυρὰ καῆναι διὰ
νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν παρήγγειλε τὰ μὲν ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ ἀναχωρεῖν κατὰ τὸ ὄπισθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνεχώρησαν· οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς τῶν ὑποζυγίων ἀκούοντες μένειν
τοὺς Αθηναίους νομίζοντες ὑπὸ τὴν ἕω διασκευασά- μενοι πρὸς μάχην σύνθημα λαβόντες τῷ λόφῳ προσ- ῆγον. ἐπεὶ δὲ ἐγγὺς γενόμενοι κενὸν τὸ στρατόπε- δον εἶδον, ἀνεβόησεν Ἀγησίλαος ἄριστός γε στρατηγὸς Χαβρίαςʼ.
12. ΦΩΚΙΩΝ.
ἑξήκοντα ἐτῶν ἀπὸ ἥβης πέντε ἡμερῶν σιτία λαβόντες εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἕπεσθέ μοι. ὁ θόρυβος ἦν πολύς. οἱ πρεσβύτεροι καὶ μᾶλλον ἐβόων, ἀνεπήδων, ἠγανάκτουν. τότε δὴ Φωκίων οὐδὲν’, ἔφη δεινὸν ὑπομενεῖτε· κἀγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων
ετος μεθʼ ὑμῶν ἔσομαι᾿. τοῦτο ἀκούσαντες Ἀθηναῖοι 196 197 τῆς ὁρμῆς τῆς ἐπὶ τὸν πόλεμον ἐπαύσαντο καὶ μετε- βάλοντο.*)
13. XAPHΣ.
έταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι, πρὶν εἰπεῖν, ὅς τις εἴη καὶ τίνος τάξεως. οὕτω δὴ συνέβη τοὺς κατασκόπους ἁλῶναι μὴ δυναμένους εἰπεῖν μήτε τάγμα μήτε λόχον μήτε συσσίτιον μήτε σύνθημα.
φειδόμενος ἑτοιμότερος ἦν πράττειν τὰ κελευόμενα.
ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἰππέων ἐκέλευσε παριππευσαμένους τὴν ταχίστην γενο- 200 201 μένους ὄπισθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμηναν, οἱ δὲ προσκείμενοι Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες φεύγοντες ᾤχοντο. Χάρης δὲ ἀσφαλῆ τὴν ἀποχώρησιν ἐποιήσατο.
14. XAPIΔHMOΣ.
202πρόβατα καὶ ἀνδράποδα δίς που καὶ τρὶς ἀγαγεῖν. οἱ δὲ φύλακες ταῦτα νειμάμενοι συνεχώρουν αὐτῷ πολλάκις ἐξιέναι νύκτωρ καὶ σὺν αὐτῷ ἄνδρας πλείο- νας τὴν λείαν περιελαύνοντας. Χαρίδημος τοὺς μὲν σὺν αὐτῷ συλλαβῶν ἔδησε· τὰ δὲ τούτων ἱμάτια περι-
βαλὼν ἰδίοις ἀνδράσιν ὡπλισμένοις ἔδωκεν αὐτοῖς τά τε ἄλλα τῆς λείας καὶ ἵππον ὡς αἰχμάλωτον. οἱ φύ- λακες, ἴνα δέξαιντο τὸν ἵππον, πᾶσαν τὴν πύλην ἀνέῳξαν. οἱ στρατιῶται τῷ ἵππῳ συνεισπεσόντες τούς τε φύλακας ἀπέκτειναν καὶ τὴν λοιπὴν δύναμιν δεξά-
μενοι τῆς πόλεως ἐκράτησαν, ὥστε, εἰ χρή τι καὶ παῖξαι, δεύτερον ἑάλω τὸ Ἵλιον πάλιν ἵππῳ καταστρα- τηγούμενον.
15. ΔHMΗTPIΟΣ ΦΑΛHPΕΥΣ.
20416. ΦIΛOKΛHΣ.
209λακας συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις δώσειν [σῖτον]· οἱ δὲ τὰς φυλακας τῶν τειχῶν ἀπολιπόντες τὸν σῖτον ἐμετροῦντο. Φιλοκλῆς ἐν τούτῳ τῷ καιρῷ προσπεσὼν ἀφύλακτον ἔλαβε τὴν πόλιν.
211 212
Strategemata. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.