ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
λειαν σύντομον ὑμῖν δίδωμι· καὶ ταῦτα σχολὴν οὐκ ἄγων, ἀλλὰ καὶ δίκας ἐφʼ ὑμῶν λέγων.
1. ΑΓΗΣΙΛΑΟΣ
1τοὺς πολεμίους εἴργειν· Ἀγησίλαος ἐπέτρεψεν, ὡς μᾶλλον εἰρήνης ἐπιθυμήσοντας, εἰ καρποὺς ἔχοιεν, ὑπὲρ ὧν φοβήσοιντο. εἰ δὲ εἰρήνης μὴ γλίχοιντο, ἡμῖν ἄρα᾿ , ἔφη, εἶεν ἂν ἐσπαρκότες.
Λάκωσιν ἀχρεῖον ἦν, τὴν δὲ φάλαγγα ὅλην ἐπάγειν 4 5 6 ἔδοξεν Ἀγησιλάῳ. Χαβρίας Ἀθηναίοις, Γοργίδας Θη- βαίοις παραγγέλλουσι μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ, τὰ μὲν δόρατα ὀρθὰ προτειναμένους, τάς δὲ ἀσπίδας ἐς γόνυ προσερεισαμένους. Ἀγησίλαος κατα-
πλαγεὶς τὸ στάσιμον σχῆμα τῆς μάχης ἀνεχώρησε στρα- τηγικὸν ἡγούμενος πολεμίων ῥώμην φυλάξασθαι.
8 σετο· ἧκέν τις ἀγγέλλων τέθνηκε Πείσανδρος ὁ ναύαρχος Δακεδαιμονίων ἡττηθεὶς ὑπὸ Θαρναβάζουʼ.
ὅπως οὖν ἀθυμία καὶ φόβος μηδαμῶς ἐμπέσοι τῷ στρατεύματι, Ἀγησίλαος προστάσσει τοῖς ἀγγέλοις ῾ τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλετε· Δακεδαι- μόνιοι νικῶσιν ἐν τῇ θαλάσσῃʹ. ἀλλὰ μὴν καὶ αὐτὸς προῆλθεν ἐστεφανωμένος, ἔθυσεν εὐαγγέλια, διέπεμψε
τοῖς φίλοις μερίδας ἀπὸ τῶν ἱερείων. οἱ στρατιῶται ταῦτα ἀκούσαντες καὶ ὁρῶντες πλεῖον θαρσήσαντες μετὰ μείζονος προθυμίας ἐν τῇ Κορωνείᾳ παρετάξαντο.
διδόναι παρήγγειλεν.
καταφρονεῖν τῶν βαρβάρων, οὓς τέως ἐδεδοίκεσαν, αἰχμαλώτους Πέρσας ἀποδύσας καὶ τοῖς Ἕλλησιν ἐπι- δείξας, τὰ μὲν σώματα αὐτῶν ἀσθενῆ καὶ λευκὰ διὰ τὴν τρυφὴν, τὸν δὲ κόσμον καὶ τὴν ἐσθῆτα πολυτελῆ, κἀκεῖνο Λακωνικῶς εἰπὼν πρὸς οὓς μὲν τὸν ἀγῶνα
ἔχομεν, εἰσὶν οὗτοι· ὑπὲρ ὧν δὲ, ταῦτα᾿.
θηντο. κήρυξ δὲ ἠγόρευεν· ἀναστάντων οἱ κεραμεῖςʼ· ἀνέστησαν ἀπὸ τῶν συμμάχων οὐκ ὀλίγοι. ῾ δεύτεροι οἱ χαλκεῖςʼ· ἀνέστησαν πολλοί. τρίτον οἱ τέκτονεςʼ· ἀνέστησαν πλείονες· καὶ τοὺς ἄλλους βαναύσους καὶ τεχνίτας ἐφεξῆς κατέλεξεν, ὥστε ὀλίγου δεῖν πάντες
ἀνέστησαν οἱ σύμμαχοι, Λακεδαιμονίων δὲ οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην βάναυσον ἐργάζεσθαι. 18 19 20 οὕτως ἄρα ἐδιδάχθησαν οἱ σύμμαχοι πλείονας αὐτῶν εἶναι στρατιώτας τοὺς Λάκωνας.
21 ἐλυμαίνετο, Τισαφέρνης ἀνοχὰς συνέθετο. αἱ δὲ
ἀνοχαὶ τρεῖς μῆνες, ἐφʼ τε βασιλέα πεῖσαι, ὅσαι πό- λεις Ἑλληνίδες ἐν Ἀσίᾳ, καὶ δὴ αὐτονόμους ἀφεῖναι. οἱ μὲν Ἕλληνες ἀνέμενον τὴν προθεσμίαν· ὁ δὲ Πέρ- σης πολλὴν χεῖρα συλλέξας ἐπέθετο τοῖς Ἕλλησιν. ὀρρωδία καὶ φόβος. Ἀγησίλαος καὶ φαιδρὸς τὴν
ὄψιν, μάλα δὴ γαννύμενος ἐστρατήγησε χάριν οἶδα Τισαφέρνῃ τῆς ἐπιορκίας· ἑαυτῷ μὲν γὰρ πολεμίους τοὺς θεοὺς ἐποίησεν, ἡμῖν δὲ συμμάχους. ἴωμεν δὴ θαρροῦντες ὡς μαχούμενοι μετὰ τηλικούτων συμμά- χων᾿. ἀνεθάρρησαν οἱ Ἕλληνες τῷ λόγῳ τοῦ στρα-
τηγοῦ καὶ συμβαλόντες ἐνίκησαν τοὺς βαρβάρους.
23 οὺς, ὡς ἐξαπατῶν Tισαφέρνην στέλλεται μὲν φανερῶς ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. ἠγγέλη ταῦτα Τισαφέρνῃ. ὁ μὲν Πέρσης ὥρμησε Καρίαν
φυλάττειν, ὁ δὲ Λάκων κατέδραμε Λυδίαν καὶ λείαν πολλὴν κατέσυρεν.
25 ἀναφυγόντων ἐς τὰ ὄρη, οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν 26 27 28 29 ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας διαπέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρ- νᾶνες καταφρονήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας, ἐκ τῶν ὀρῶν κατέβησαν ἐς τὰς πόλεις τὰς ἐν τοῖς πεδίοις. ὁ δὲ ἑκατὸν ἑξήκοντα
στάδια ὀλίγῳ μέρει τῆς νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ τοὺς Ἀκαρνᾶνας πολὺ πλῆθος ἀνθρώπων καὶ βοσκημάτων καὶ τῶν ἄλλων κτημάτων λαφυραγωγήσας ἀνέζευξεν.
πάροδον φυλάττειν, πάσαις ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις ἐν Θεσπείαις ἀναμένειν συνέταξεν· ἀλλὰ μὴν καὶ τὰ σιτία τῆς στρατιᾶς συγκομίζειν ἐκεῖσε. Θηβαῖοι ταῦτα πυθόμενοι μετῆλθον ἐπὶ τὴν κατὰ Θεσπείας πάροδον καὶ ταύτῃ παρεφύλαττον. Ἀγησίλαος
δυοῖν ἡμερῶν ὁδὸν ἀνύσας ἡμέρᾳ μιᾷ τὴν κατὰ Σκῶλον πάροδον ἐρήμην εὑρὼν ἄνευ μάχης διῆλθεν.
33 34 35 δύσμαχον καὶ τὸ προχωρεῖν ἀδύνατον. προσποιεῖται δὴ λοξώσας τὴν στρατιὰν ἄγειν ἐπὶ τὸ ἄστυ τῶν Θηβαίων· καὶ γὰρ ἦν ἔρημον ἐξεστρατευκότων ἁπάν- των. Θηβαῖοι περὶ τῇ πόλει δείσαντες τὸν λόφον
καταλιπόντες ἠπείγοντο ἐς τὸ ἄστυ· Ἀγησίλαος τὸν λόφον ἀκωλύτως διῆλθεν.
36 ῥιψάντων τὰ ὅπλα καὶ λιπόντων τὴν τάξιν, ἵνα μὴ πολὺ πλῆθος ἄτιμον γένοιτο, ἠξίωσεν ἀποδειχθῆναινομοθέτης.
ἐπειδὴ ἀπεδείχθη, οὐ καινοὺς νόμους ἔγραψεν, ἀλλὰ τοὺς παλαιοῖς ἰσχύειν μετὰ τὴν ἐν Λεύκτροις μάχην.
37 ὥστε τῶν ὁπλιτῶν οἱ πολλοὶ κατελάβοντο λόφον ἱερὸν Ἀρτέμιδος Ἰσσωρίας ἐγγὺς Πιτάνης· ἐνέκειντο δὲ
Βοιωτοὶ καὶ Ἀρκάδες ἐμβεβληκότες, καὶ δέος ἦν ἀμή- χανον, ἐν τῷ πολέμῳ καὶ στάσις — οὐ μὴν αὐτὸς ἔδει- σεν, ἀλλὰ τὸ μὲν ὅπλοις βιάζεσθαι τοὺς ἐπὶ τοῖ λόφου σφαλερὸν, τὸ δὲ ἱκετεύειν ταπεινὸν ὂν παρῆκεν. αὐτὸς δὲ μόνος ἄοπλος ἀτρέπτῳ καὶ πολλῷ τῷ προσώπῳ
πρὸς τὸν λόφον ἐλθών οὐκ ἐνταῦθα᾿ . ἔφη, ὦ νεανίαι, ὑμᾶς ἔταξα· ἀλλʼ ὑμεῖς μὲν εἰς τόνδε τὸν λόφον᾿ , ἕτερον δείξας, ὑμεῖς δὲ ἐς τόδε τὸ χωρίον ἄπιτε καὶ 38 39 40 φρουρεῖτε᾿ . οἱ δὲ Λάκωνες, ὡς ἀγνοοῦντος τὴν διά- νοιαν αὐτῶν τῆς ἀποστάσεως, κατῃδέσθησαν καὶ οἷ προσέταξεν εὐπειθῶς ἀνεχώρησαν. νύκτωρ δὲ τοὺς ἐξάρχους τῆς στάσεως, ἄνδρας δώδεκα, ἄλλον ἄλλῃ ὑπεξάγων ἔπαυσε τὴν στάσιν.
κειμένης ἀσπίδος ὁ δεσπότης ζητοῖτο. οὐ τοίνυν οἱ αὐτομολοῦντες ἔτι ἐγιγνώσκοντο τῶν ὅπλων οὐ φαι- νομένων.
οὐκ ἔφερε. πολλῷ γε μὴν μᾶλλον ἐταλαιπώρουν οἱ τῶν Φωκαέων σύμμαχοι. ὁ δὲ διαλύσας τὴν πολιορ- κίαν ἀνεχώρησεν· ἄσμενοι δὴ καὶ οἱ τῶν Φωκαέων σύμμαχοι τῶν πολεμίων ἀπελθόντων ἀπηλλάγησαν. τότε Ἀγησίλαος ἐπιστρέφει, καὶ συμμάχων ἔρημον τὸ
Φωκαέων ἄστυ κατελάβετο.
στήσας, ἀνέμιξεν ὄνους καὶ ἡμιόνους καὶ τῶν ἵππων ὅσοι διὰ γῆρας ἀχθοφοροῦντες εἴποντο. τούτοις ἐπο- χούμενοι ἄνδρες ὅπλισιν ἱππικὴν ἔχοντες φαντασίαν παρέσχον ἱππικοῦ πολλοῦ. Ἀέροπος καταπλαγεὶς τὴν δίοδον ἐσπείσατο.
μάχων συνάψαι μάχην δεδιότων, λάθρα δὲ ἐς Ὀρχο- μενὸν, φίλην πόλιν, ὑπορρεόντων, ἀφανῶς πέμψας πρὸς Ὀρχομενίους ἐκέλευσε μηδένα χωρὶς αὐτοῦ σύμ- μαχον δέχεσθαι. οὐ τοίνυν ἔχοντες ποῖ τρέποιντο οἱ σύμ-
μαχοι οὐκέτι περὶ φυγῆς, ἀλλὰ περὶ νίκης ἐβουλεύοντο.
52 κωνικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς ἠγωνίζοντο, καὶ φόνος ἀμφοτέρων πολύς. Ἀγησίλαος παρήγγειλε· παυσάμενοι τῆς θυμομαχίας
διαστῶμεν.᾿ οἱ μὲν διέστησαν· Θηβαῖοι δὲ διαδρα- μόντες ἔφευγον. Ἀγησίλαος κατὰ τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο, καὶ οὐκέτι φόνος ἦν ἀμφοτέρων, ἀλλὰ μόνων τῶν φευγόντων.
53 54 55 τοὺς συμμάχους ἀνεχώρησεν· ἦν δὲ ἡ ἀναχώρησις διὰ στενῶν ὀρῶν, ἐν οἷς προσεδόκα τοὺς Βοιωτοὺς ἐπι- χειρήσειν. ἔταξεν οὖν τοὺς μὲν Λακεδαιμονίους προη- γεῖσθαι, τοὺς δὲ συμμάχους οὐραγεῖν, ἵνα τῶν πολε- μίων κατὰ τὴν οὐραγίαν προσκειμένων ἀνάγκην ἔχοιεν
ἀνδρείως ἀγωνίζεσθαι.
ἡμέρας ἐποιεῖτο. ἀναγκαίως οὖν τὰς καλύβας ἐγεί- ροντες ἔτεμνον τὰ δένδρα διὰ τὴν αὐτῶν χρείαν, οὐ διὰ τὴν τῶν πολεμίων βλάβην· ἴσον δὲ ἄρα ἦν τοῖς πολεμίοις τὸ βλάπτεσθαι.
χωρίον κατακλεισθεὶς περιετειχίζετο. τοῦ δὲ Αἰγυπτίου τὸν περιτειχισμὸν οὐ φέροντος, ἀλλὰ διακινδυνεύειν ἀξιοῦντος οὐκ ἐπείσθη, ἀλλʼ ἐνέμεινεν, ἕως περιετα- φρεύθη καὶ περιετειχίσθη τὸ πᾶν, πλὴν ὀλίγου τοῦδε, ὃ στόμα καὶ δίοδος ἦν τοῦ τείχους. Ἀγησίλαος ἀνε-
βόησεν οὗτος τῆς ἀλκῆς ὁ καιρός᾿ , καὶ διὰ τοῦ στό- ματος ἐξώρμησεν κατʼ ὀλίγους τῶν πολεμίων ἐν τῇ στενότητι φονεύων, καὶ τὸ περιβεβλημένον τεῖχος ἔρυμα ἔχων πρὸς τὸ κυκλωθῆναι μὴ δύνασθαι.
61 ροπος ἡ νίκη· νὺξ γὰρ διέλυσε τὴν μάχην. ὁ δὲ μέσης νυκτὸς τοὺς πιστοτάτους διέπεμψε κελεύσας οὓς δύ- ναιντο γνωρίσαι Σπαρτιάτας νεκροὺς, ἐπαμησαμένους
κόνιν ἀποκρύψαι. οἱ μὲν τοῦτο πράξαντες πρὸ ἡμέρας ἀνεχώρησαν· οἱ πολέμιοι δὲ ἡμέρας γενομένης αὐτῶν νεκροὺς ἰδόντες ἅπαντας κειμένους, τοὺς δὲ τῶν Σπαρ- τιατῶν ὀλίγους, ἄθυμοι καὶ δειλότεροι ταῖς γνώμαις ἐγένοντο ὡς Ἀακεδαιμονίων τὴν νίκην ἐχόντων.
62 ἐπορεύετο· Θηβαῖοι προκατελάβοντο τὰ στενὰ, διʼ ὧν ἐχρῆν πορεύεσθαι. ὁ δὲ ἐπιμηκύνας τὴν φάλαγγα ἦγεν ἐπὶ δύο τάξας, παραγγείλας φανερῶς ὁρμᾶν ἐπὶ τὴν πόλιν. Θηβαῖοι δείσαντες, μὴ καταλάβοιτο τὰς
Θήβας, ἔξω τῆς δυνάμεως οὔσης, ἀπολιπόντες τὰ στενὰ διὰ τάχους ἐπανῆλθον ἐς τὴν πόλιν· Ἀγησίλαος δὲ ἀσφαλῶς τὸ στράτευμα διεπόρευσεν.
63 διετάφρευσαν καὶ ἀπεχαράκωσαν· τοῦ χαρακώματος
ἑκατέρωθεν δύο πάροδοι στεναί. βουλόμενος Ἀγησί- λαος παρελθεῖν πλινθίον τάξας κοῖλον προῆγεν ἐπὶ τὴν πάροδον τὴν κατὰ τὸ εὐώνυμον. Θηβαίων ἐνταῦθα πάντων ἀντιταξαμένων, ὁ δὲ μεταβαλόμενος ἀπʼ οὐρᾶς ἐπὶ τὴν ἑτέραν πάροδον τοὺς εἴργοντας οὐκ
ἔχουσαν, εἴσω παρελθών τὴν χώραν τεμῶν ἐπανῆλθεν οὐδενὸς ἀντιστάντος.
Ἀγησίλαος κωλῦσαι μὴ δυνάμενος σῶσαι τὴν πόλιν βουλόμενος ὡς ὑπεραγανακτῶν δὴ ἐκέλευσεν αὐτοὺς δραμόντας ἐκκόψαι τὰς ἀμπέλους πρώτας· εἶναι γὰρ τῶν πρῶώτων Ἀαμψακηνῶν. οἱ δὲ πρὸς τὸ ἐκκόπτειν ἐτράποντο· ὁ δὲ καιρὸν ἔσχε πέμψας μηνῦσαι Λαμ-
ψακηνοῖς, ὡς χρὴ τὴν πόλιν ἀσφαλῶς φυλάττειν.
τῶν συμμάχων λογοποιοὺς καθῆκεν, ὡς ἄρα χρησμὸς εἴη, τοὺς προτέρους τὸν ποταμὸν διαβάντας ἡττᾶσθαι. οὕτως μὲν δὴ τοὺς Λακεδαιμονίους ἐπισχὼν, ὀλίγους τῶν συμμάχων ἐγγὺς τοῦ ποταμοῦ καταλιπῶν καὶ στρα- τηγὸν ἐπʼ αὐτῶν τὸν Θθάσιον Σύμμαχον, ἐντειλάμενος,
Θηβαίων τὸν ποταμὸν διαβάντων αὐτοὺς φεύγειν ὅτι τάχος, ἄλλους τινὰς ἐς ἐνέδραν κατέκρυψεν ἐν τοῖς κοίλοις χωρίοις, αὐτὸς δὲ τοὺς στρατιώτας ἐς ὀχυρὸν καὶ δασὺ χωρίον ἀγαγὼν ἐπέστησεν. Θηβαῖοι τοὺς περὶ Σ.ύμμαχον ὀλίγους ὄντας ἰδόντες, θαρροῦντες,
68 69 διαβάντες, φεύγοντας διώκοντες, ἐς τὴν ἐνέδραν ἐμ- πεσόντες ἀνῃρέθησαν ἑξακόσιοι.
σκοπον. τοῦ δὲ ἀγγείλαντος, ὡς οὐ μόνον οἱ Μεσήνιοι
τῆς πćλεως ἔξω προΐασιν, ἀλλὰ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα καὶ τὰ ἐλεύθερα σῶώματα, ἀνέζευξεν ὡς ἀπεγνωκότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειοτέρως μα- χουμένων.
71
εἴσω τῆς Σπάρτης ὑπὸ Θθηβαίων οὐκ ἔφερον τὸ τει- χήρεις μετὰ τῶν γυναικῶν φρουρεῖσθαι, ἀλλʼ ἐπεξελ- θόντες γενναῖόν τι δρῶντες ἢ κρατεῖν ἢ ἀποθνήσκειν ροῦντο, ἀπέτρεψεν αὐτοὺς ἀναμνήσας, ὅτι καὶ ἡμεῖς ποτε Ἀθηναίους τειχήρεις ἐποιήσαμεν· οἱ δὲ οὐκ ἡξίω-
σαν ἐπεξελθόντες αὐτοὺς ἀναλῶσαι πάντας, ἀλλὰ τῆς πόλεως καὶ τῶν τειχῶν φύλακας καταστησάμενοι αὐ- τοὺς διεσώσαντο, τῶν πολιορκούντων πονηθέντων τῷ χρόνῳ καὶ αὐτῶν ἑκόντων ἀποστάντων.
εἰς ἐκκλησίαν, ἐπιστὰς τῖ’, ἔφη, θορυβεῖσθε; οἱ γὰρ ἡμίσεις ὑμῶν κοινωνοῦσι τῆς προδοσίας τῶν ἐμοὶ καταλαβεῖν τὴν πόλιν παρασχόντων. οἱ Μενδαῖοιάλλή- λους ὑπόπτους ἡγησάμενοι τῆς ταραχῆς ἐπαύσαντο.
παρὰ τοῖς πολίταις.
ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας.
2. ΚΛEAPΧΟΣ.
ἄχρι μαστοῦ· πρῶτον μὲν ἐπειρᾶτο κατὰ τὸ εὐδιάβατον 80 81 ἄγειν. τῶν πολεμίων ἀπωτέρω τοῦ ποταμοῦ σφενδο- νῶώντων καὶ τοξευόντων καὶ τοὺς διαβαίνοντας ἀνειρ- γόντων ὁ Κλέαρχος τοὺς ὁπλίτας ἥγαγε διὰ τοῦ βαθυ- τέρου, ἴνα τὸ μὲν πολὺ τοῦ σῶώματος ὑπὸ τοῦ ποταμοῦ
κρύπτοιτο, τὰ δὲ ὑπερέχοντα τοῦ ὕδατος τῇ ἀσπίδι φυλάσσοιτο. οἱ μὲν ὁπλῖται ἀσφαλῶς διαβαίνοντες ἀνέκρουσαν τοὺς πολεμίους· ἡ δὲ λοιπὴ στρατιὰ καταά τὸ εὔπορον τοῦ ποταμοῦ διλθεν ἀκωλύτως.
83
Ελλήνων ἐστρατοπέδευεν ἐν κώμῃ τροφὴν ἄφθονον ἐχούσῃ. Τισαφέρνης πρέσβεις πέμψας ήξίου μένειν αὐτόθι τοὺς λληνας παραδόντας αὐτῷ τὰ ὅπλα. Κλέ- αρχος ὑπεκρίνατο προσίεσθαι τοὺς λόγους, ὅπως Τι- σαφέρνης ἐλπίδι σπονδῶν ἐς τὰς κώμας διαπέμψειε
τοὺς πολλοῖς τῶν Περσῶν. ὁ μὲν δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν. ὁ δὲ νύκτωρ τοὺς λληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέραν ὅλην καὶ νύκτα τοῦ Τισαφέρνου βραδέως τοὺς δια- λυθέντας συνάγοντος.
85
δυνεύειν, ἀλλʼ ἐφορᾶν τὴν μάχην· μαχόμενον γὰρ μηδὲν μέγα συμπράξειν τῷ σώματι, παθόντα δέ [τι] 86 87 88 πάντας ἀπολεῖν τοὺς μετʼ αὐτοῦ. τὴν δὲ φάλαγγα τῶν Ελλήνων κατʼ ἀρχὰς μὲν βάδην ἡγε τῇ εὐταξίᾳ τοὺς βαρβάρους ἐκπλήττων· ὡς δὲ βέλους ἐντὸς ἥμελ- λεν εἶναι, δρόμῳ χρῆσθαι παρήγγειλεν, ὅπως μηδὲν ὑπὸ τῶν βελῶν βλάπτοιντο. καὶ δὴ τὸ λληνικὸν
κατὰ τοῦτο τὸ μέρος τοὺς Πέρσας ἐνίκησεν.
οὐκ ἔπειθε, πεπλασμένον αὐτόμολον καθῆκεν ἀπαγ- γέλλοντα βασιλεὺς τὸν ἰσθμὸν ἀπειλεῖ ἀποτειχίσαιʹ. τοῦτʼ ἀκούσαντες οἱ λληνες καὶ πεισθέντες Κλεάρχῳ στρατοπεδεύουσιν ἐκτὸς ἰσθμοῦ.
ληφθεὶς, περιχαρακευόμενος ὑπὸ τῶν πολεμίων, δεομέ- νων τῶν γεμόνων διακινδυνείειν, πρὶν ἅπαντα περιχαρακωθῆναι τὸν λόφον, θαρρεῖν αὐτοὺς ἐκέλευσεν, ὡς πρὸς ὀλίγους ἐσομένης διὰ τὸ χαράκωμα τῆς μάχης. ἑσπέρας δὲ προσιούσης καταλιπῶν τὴν λείαν κατὰ τὸ
διαλεῖπον τοῦ χάρακος διεξεπαίσατο τοὺς ἀπαντῶντας ἐν στενῷ κατακόπτων.
ἐγέρσεις ποιεῖσθαι πυκνάς. αὐτὸς δὲ νυκτὸς οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾳκιον τρόπον. οἱ δὲ ὡς τῶν πολεμίων ἐπιφαινομένων ἦσαν ἕτοιμοι πρὸς μάχην. ἐν τούτῳ καὶ οἱ Θρᾷκες ἐπεφάνησαν ὡς καθεύδοντας
αἱρήσοντες· οἱ δὲ ἐγρηγορίτες καὶ ὡπλισμένοι δεξά- μενοι τοὺς ἐπιδραμόντας πλείστους αὐτῶν ἀπέκτειναν.
τῶν ἐφόρων ἐς Ἀάμψακον κατέπλευσε ναῦς ἔχων τέσ- σαρας καὶ διέτριβεν ἐνταῦθα μεθύειν καὶ κωμάζειν
προσποιούιενος. ἐπολιορκοῦντο ὑπὸ Θρᾳκῶν Βυζάν- τιοι· καὶ δὴ ἔπεμψαν τοὺς στρατηγοὺς δεησομένους τῆς Κλεάρχου βοηθείας. ὁ δὲ ὡς ἀδυνάτως ἔχων διὰ 95 τὴν οἰνοφλυγίαν ἐντυχεῖν αὐτοῖς ἡμέρᾳ τρίτῃ προσή- κατο καὶ δεηθέντας οἰκτεῖραι φάσκων ὑπέσχετο συμ-
μαχήσειν. πληρῶώσας δὲ δὴ ναῦς δύοπρὸς ταῖς τέτταρσι κατέπλευσεν ἐς Sυζάντιον καὶ συναγαγὼν ἐκκλησίαν συνεβούλευσε πάντας τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας ἐπιβῆναι τῶν νεῶν ὡς ἐπιθησομένους ὄπισθεν τοῖς Θρᾳξὶ, τοὺς δὲ κυβερνήτας ἀναχθέντας ἐπʼ ἀγκυρῶν 96 97 σαλεύειν, ἔστʼ ἂν ἴδωσιν αἰρόμενον ὑπʼ αὐτοῦ τὸ σημεῖον τῆς μάχης. οὕτω δὴ πάντων ἀναχθέντων ὁ Κλέαρχος διψῆν ἔφη πρὸς τοὺς στρατηγοὺς καὶ πλησίον ἰδῶν καπηλεῖον μετʼ αὐτῶν εἰσελθὼν φυλακὴν κατα- στήσας ἔνδον ἀπέκτεινεν ἀμφοτέρους· καὶ συγκλείσας
τὸ καπηλεῖον καὶ προστάξας τῷ καπήλῳ σιωπᾶν, τῶν στρατηγῶν ἀνῃρημένων, τῶν ὁπλιτῶν ἀνηγμένων αὐτὸς τοὺς αὐτοῦ στρατιῶώτας διὰ τάχους εἰσαγαγών κατέσχε τό Βυζάντιον.
ἔκτεινε Θρᾳκῶν· οἱ δὲ πρέσβεις ἔπεμψαν δεησομένους διαλύσασθαι τὸν πόλεμον. ὁ δὲ τὴν εἰρήνην ἐπιζή- μιον ἡγούμενος ἐκέλευσεν ἐκ τῶν Θρᾳκῶν νεκρῶν σώ- ματα δύο ἢ τρία διατεμόντας τοὺς ὀψοποιοὺς ἀνα- κρεμάσαι· εἰ δὲ οἱ Θθρᾷκες ἰδόντες ἔροιντο τὴν αἰτίαν,
προσέταξε λέγειν Κλεάρχῳ δεῖπνον παρασκευάζεταιʼ. ταῦτα οἱ πρέσβεις τῶν Θρακῶν ἰδόντες φρίξαντες ἀνε- χώρησαν μηδὲν περὶ τῶν διαλύσεων εἰπεῖν ἔτι τολ- μήσαντες.
στρατόπεδον ὀκτ τὸ βάθος καὶ κατέστησεν ἀραιοτέ- ρους ἢ κατὰ σχῆμα πλινθίου καὶ παρήγγειλε τὸ ἐγχει- ρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. οἱ μὲν ὥρυξαν, ὁ δὲ τοὺς ὁπλίτας ἐπανήγαγεν
[ἐκ τῶν] ὀρυγμάτων ἐς τὸ πρόσω τοῦ πεδίου. τῶν δὲ 101 102 πολεμίων ἱππέων ἐμπεσόντων, ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων· οἱ δὲ πολέμιοι μηδὲν προειδότες ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς, ἐμπεσόντες τοῖς ὀρύγμασιν ἔπιπτον ἐπʼ ἀλλήλοις· οἱ Κλεάρχειοι
δὲ ἀνήρουν τοὺς ἱππέας χαμαὶ κειμένους.
104 τευμα κατελάμβανον. ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο νύκτωρ θόρυβος, μηδένα ὀρθὸν ἀνίστασθαι· ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναιρείσθω. τὸ παράγγελμα
τοῦτο ἐδίδαξε τοὺς στρατιώτας καταφρονῆσαι τοῦ νυ- κτερινοῦ φόβου, καὶ οὕτως ἐπαύσαντο ἀναπηδῶντες καὶ ταραττόμενοι.
3. EΠAMINΩΝΔΑΣ.
105
ρῶν τὴν Καδμείαν· ἡ δὲ τῷ ἀνδρὶ τὴν πεῖραν ἐμή- νυσεν. παμινῶώνδας προσέταξεν αὐτῇ τὸν Φοιβίδαν * * ὑποκρίνασθαι καὶ νύκτα συνθέσθαι ὡς καὶ τοῖς φίλοις αὐτοῦ γυναῖκας ἄλλας ἄξουσαν. ταῦτα μὲν δὴ συνέθεντο· αἱ δὲ ἡκον καὶ συνέπιον τοῖς περὶ τὸν
Φοιβίδαν ἄχρι μέθης. καὶ ῇτήσαντο πρὸς ὀλίγον ἐξελθεῖν ἐπί τινα θυσίαν νυκτερινὴν ὡς αὐτίκα ἀνα- στρέφουσαι. οἱ μὲν ἐπέτρεψαν τοῖς θυρωροῖς προσ- τάξαντες πάλιν αὐτὰς ἐσδέξασθαι αῖ δὲ ἀπῆλθον. 106 107 πρὸς δὲ ταῖς πύλαις ἀγένειοι νεανίσκοι τὰς τῶν γυναι- κῶν ἐσθῆτας ἀλλαξάμενοι καὶ μίαν αὐτῶν παραλαβόντες ἡγεμόνα τῆς ὁδοῦ τῆς ἔνδον, ἢ καὶ βραχέα λαλήσειν τοῖς πυλωροῖς ἔμελλεν, οὕτως ἄρα ἐπελθόντες τόν τε ῶοιβίδαν αὐτὸν καὶ ὅσοι ἀμφʼ αὐτὸν πάντας ἔκτειναν.
108
ὁ βασιλεὺς ἔπεσεν ἐν τῇ μάχῃ.
τοῖς βουλομένοις ἐξέστωʼ. Θθεσπιεῖς μὲν αὐτοῖς ὅπλοις ἀπηλλάσσοντο· παμινῶώνδας δὲ τοῖς μείνασιν ὁπλίταις συντεταμένοις καὶ προθύμοις χρησάμενος εὐκλεῶς ἐνί- κησεν.
λέμιοι κατὰ τὸ Ονειον (ἐμβαλόντες) ἐστρατοπεδεύοντο. βροντὴ γίγνεται, καὶ φόβος αἱρεῖ τοὺς στρατιῶώτας. ὁ μὲν μάντις ἐπισχεῖν ἐκέλευεν. παμινῶώνδας δὲ μη- δαμῶςʹ, ἔφη· τοὺς πολεμίους γὰρ ἐν τοιούτῳ χωρίῳ 113 114 115 στρατοπεδεύσαντας ἐμβεβροντῆσθαι. ὁ λόγος τοῦ στρα- τηγοῦ θάρσος ἐνέδωκε τοῖς στρατιῶώταις, καὶ προθύ- μως ἠκολούθησαν.
116
οἷός τε ἦν διαρπάσαι τὴν Ἀακεδαιμονίων πόλιν· ἀλλὰ μεταγνοὺς οίχ ἁψάμενος τῆς πόλεως ἀνέζευξεν. οἱ συνάρχοντες ἠπείλουν αὐτῷ δίκην· ὁ δὲ δείξας αὐτοῖς τοὺς συμμάχους Ἀρκάδας, εσηνίους, Ἀργείους, καὶ ὅσοι ἄλλοι Πελοποννήσιοι εἰ Ἀακεδαιμονίους ἀνάστα-
τους ἐπεποιήκειμενʹ, ἔφη, νῦν ἐχρῆν πᾶσιν ἂν τούτοις μάχεσθαι· ὡς καὶ νῦν συμμαχοῦσιν ἡμῖν Λακεδαιμο- νίους καθαιροῦντες, οὐχὶ Θηβαίους αὔξοντες.
118 μοῦσι Λακεδαιμονίων ἐν τοῖς γυμνασίοις παλαίειν·
οἱ δὲ εὐκόλως καταβάλλοντες αὐτοὺς ἐδιδάχθησαν καταφρονεῖν αὐτῶν καὶ ὡς ἀνδρειότεροι τὸν πρὸς αὐτοὺς πόλεμον θαρροῦντες ἐξήνεγκαν.
δὲ Πελοποννήσῳ νυκτὸς ἐπαναστὰς προσέπεσεν ἀπροσ- δοκήτως Ἀακεδαιμονίοις ἔτι καθεύδουσιν.
120 121 122 δαιμονίων καὶ τῶν συμμάχων, τετρακισμυρίων. ἐδε- δοίκεσαν οἱ Θηβαῖοι τὸ πλῆθος τῶν πολεμίων. πα- μινῶώνδας θαρρεῖν αὐτοὺς ἔπεισε δυσὶ τεχνάσμασι. παρεσκεύασεν ἄνδρα ἀγνῶτα προελθοῦσιν αὐτοῖς τῆς πόλεως ἐστεφανωμένον καὶ ταινίας ἔχοντα πρῶτον
ἀπαντῆσαι ἀγγέλλοντα· ὁ Τροφώνιός μοι προσέταξεν ἀπαγγεῖλαι Θηβαίοις, ὅτι νίκην δίδωσι τοῖς ἄρχουσι τῆς μάχης. τῶν δὲ Θηβαίων θαρσησάντων καὶ τὴν τοῦ θεοῦ πρόσθεσιν προσκυνησάντων παμινῶώνδας ἐκέλευσε καὶ ἐς τὸ ρακλεῖον ἐλθόντας προσεύξασθαι.
ἦν δὲ ἄρα καὶ πρὸς τὸν ἱερέα τοῦ ρακλέους πάλαι προσυγκείμενον, τὸν μὲν νεῶών νύκτωρ ἀνοῖξαι, τὰ δὶ ἀνακείμενα ὅπλα καθελεῖν καὶ ἀποσμήξαντα παραθεῖναι τῷ θεῷ· καὶ αὐτόν τε καὶ τοὺς μετʼ αὐτοῦ ζακόρους ἐκποδῶών οἴχεσθαι μηδενὶ μηδὲν ἀπαγγείλαντας. ἐπεὶ
δὲ οἱ στρατιῶται σὺν ἡγεμόσιν ἐς τὸ ἱερὸν ἐλθόντες εἶδον τὰς θύρας ἀνεῳγμένας οὐδενὸς τῶν ζακόρων παρόντος, εἶδον δὲ καὶ τὰ ὅπλα τὰ παλαιὰ νεόσμηκτα καὶ λάμποντα ἔμπροσθεν τοῦ θεοῦ, ἠλάλαξαν καὶ δαιμονίου θάρσους ἐνεπλήσθησαν ὥσπερ τὸν Ηρακλέα
στρατηγὸν τῆς μάχης ἔχοντες. οὕτω δὴ συνέβη αὐτοῖς θαρσήσασι κρατῆσαι τῶν τετρακισμυρίων.
στήσας τὸ στρατόπεδον παμινῶώνδας ἐπέθετο τοῖς φύλαξιν ἐς ὕπνον τετραμμένοις καὶ χειρωσάμενος αὐτοὺς ῥᾳδίως παρῆλθεν.
128 [τὴν] Ἀακεδαιμονίων πόλιν ἐρήμην οὖσαν πολιτῶν.
Ἀγησίλαος τὴν ἐπίθεσιν παρὰ αὐτομόλων μαθών, συντόνως δραμὼν μετὰ τῆς αὐτοῦ δυνάμεως, φθάσας εἴσω τῆς πόλεως παρελθεῖν ἀνέμενε τοὺς ηβαίουςʼ οἱ δὲ προσπεσόντες ἐξῶώσθησαν μετὰ βίας ὑπὸ τῶν Λακεδαιμονίων. ὡς δὲ ἐν ἰσχυρῷ κινδύνῳ ταραχωδῶς
ἐμπεσόντες καὶ διὰ νυκτὸς φεύγειν βιασθέντες ἀπέ- βαλον πολλοὶ τὰς ἀσπίδας, παμινῶώνδας ἰδάών τὸ γεγονὸς οὐ βουλόμενος ἐλεγχθῆναι τοὺς ῥιψάσπιδας ἐκήρυξε μηδεὶς τῶν ὁπλιτῶν αὐτὸς φερέτω τὴν ἀσπίδα, ἀλλὰ διδότω τοῖς ὑπασπισταῖς ἢ τοῖc ἄλλοις ἀκόλου-
θοις· αὐτοὶ δὲ μόνα τὰ δόρατα καὶ τὰ ἐγχειρίδια ἔχον- τες τῷ ἡγεμόνι ἕπεσθεʼ οὕτως ἄρα τὸ πλῆθος ἔλαθον οἱ τὰ ὅπλα ἀποβαλόντες καὶ προθυμότερον ὑπήκουον 129 130 τῷ Ἐπαμινώνδᾳ πρὸς τοὺς μέλλοντας κινδύνους ἀντὶ τῆς εὐεργεσίας ταύτης.
χώρησαν ἐπὶ τὸ στρατόπεδον ἕκαστοι. Λακεδαιμόνιοι μὲν δὴ κατὰ λόχους καὶ μόρας [καὶ] ἐνωμοτίας καὶ συσσίτια στρατοπεδεύοντες ἔμαθον τὸ πλῆθος τῶν ἀπολωλότων καὶ οὕτως ἀθυμήσαντες ἐς ὕπνον ἐτρά- ποντο. Θηβαίοις δὲ παρήγγειλεν Ἐπαμινώνδας κατα-
στρατοπεδεύειν, ὡς ἔτυχον ἕκαστοι, καὶ μὴ ζητεῖν τοὺς λόχους μηδὲ τὰς τάξεις, ἀλλὰ ὡς τάχιστα δειπνοῦντας ἀναπαύεσθαι, ἄνδρα ἀνδρὶ ἐκ τῶν παρόντων ἐπιτη- δείων ἐπαρκέσαντα. συνέβη τοίνυν δειπνήσαντας αὐτοὺς διὰ τάχους ἀναπαύσασθαι· καὶ τὸ μέγιστον ἀγαθὸν,
ἀγνοῆσαι τοὺς ἀπολωλότας οὐκ ἐν τοῖς οἰκείοις συσ- σιτίοις, ἀλλὰ σποράδην δεδειπνηκότας. εἰκότως ἄρα τῆς ὑστεραίας Θηβαῖοι μὲν παραταξάμενοι γενναιότεροι ἐκράτησαν, Λακεδαιμόνιοι δὲ διὰ τὸν θάνατον τῶν οἰκείων ἐῴκεσαν προηττημένοις.
τῶν. ὁ δὲ νύκτωρ τεχνίτην ἐπαγαγών μετεσχημάτισε τὸ ἄγαλμα καὶ τὴν θεὸν ἐποίησε διὰ πόρπακος ἔχουσαν τὴν ἀσπίδα. ἐπεὶ δὲ καιρὸς ἦν ἐξύδου, τοὺς νεάῶς ἅπαντας ἀνέῳξεν ὡς θύσων ὑπὲρ τῆς στρατείας. οἱ δὲ στρατιῶται τὸ σχῆμα τῆς θεοῦ μεταβεβλημένον
ἰδόντες κατεπλάγησαν ὡς τῆς Ἀθηνᾶς αὐτῆς ὁπλιζο- μένης κατὰ τῶν πολεμίων, καὶ πολὺς ἦν παμινώνδας ἐγκελευόμενος θαρρεῖν ὡς τῆς θεοῦ τὴν ἀσπίδα κατὰ τῶν πολεμίων προβεβλημένης. οὕτως ἀνεθάρρησαν οἱ Θθηβαῖοι καὶ συμβαλόντες ήγωνίσαντο λαμπρῶς καὶ
τοὺς πολλῷ πλείονας πολεμίους ἐνίκησαν.
136 Θθεσσαλῶν ἀντικαθημένων, ὁρῶν ἀπὸ τοῦ ποταμοῦ περὶ τὴν ἕω πολλὴν καὶ βαθεῖαν ὁμίχλην αἰρομένην, παρήγγειλεν ἑκάστῳ λόχῳ, δύο κομίσαι φορτία ξύλων,
τὸ μὲν χλωρῶν, τὸ δὲ αὔων· καὶ περὶ μέσην νύκτα τὰ μὲν αὐα κάτωθεν, τὰ δὲ χλωρὰ ἄνωθεν |θέντας ὑφάψαι]. ὁμοῦ νὺξ καὶ ὁμίχλη καὶ καπνός· ὁ μὲν ἀὴρ τοῖς πολεμίοις ἀόρατος ἦν· ὁ δὲ παμινῶώνδας ἐπὶ τὴν γέφυραν διεβίβασε τοὺς στρατιώτας. οἱ δὲ οὖ 137 138 κατὰ μέσον τὸ πεδίον ὄντες, ὁπότε ὁ καπνὸς μετὰ τῆς ὁμίχλης διεσκεδάσθη, οἱ Θεσσαλοὶ τῆς διαβάσεως τῶν πολεμίων ἥσθοντο.
τόπους, ἴνα λάθῃ τοὺς πολεμίους, προσέταξε τῷ ἱππάρχῳ μετὰ ἱππέων χιλίων ἑξακοσίων προῖππεῦσαι τῆς φά- λαγγος καὶ πυκνὰς ποιεῖσθαι τὰς ἀναστροφὰς τῇδε κἀκεῖσε. ὡς δὲ πλεῖστον ἐπανέστησε κονιορτὸν ἐπι- σκοτῶν ταῖς τῶν πολεμίων ὄψεσιν, ὁ μὲν ἔλαθε κατα-
σχών τὰ ὑπερδέξια· οἱ δὲ Σπαρτιᾶται, λήξαντος τοῦ κονιορτοῦ, τὸ γεγονὸς ἰδόντες ἐνόησαν τὴν αἰτίαν τῆς προϊππασίας.
ἔδειξεν αὐτοῖς καὶ πάντων ἐναντίον τὴν κεφαλὴν του θηρίου συντρίψας ὁρᾶτεʹ, ἔφη, ὅτι τὸ λοιπὸν σῶμα ἄχρηστον τῆς κεφαλῆς οἰχομένης· οὕτω δὴ (αί τῶν πολεμίων κεφαλαί), ἤν γε τὸ Ἀακωνικὸν τοῦτο συν- τρίψωμεν, τὸ λοιπὸν σῶμα τῶν συμμάχων ἄχρηστον.
142 143 τούτῳ τῷ παραδείγματι Θθηβαῖοι πεισθέντες ὁρμήσαντες προθύμως ἐπὶ τὴν φάλαγγα τὴν Λακωνικὴν ἐτρέψαντο, καὶ τὸ πλῆθος τῶν συμμάχων ἔφυγεν.
4. ΠΕΛΟΠΙΔΑΣ.
144145
ἑκατὸν εἴκοσι στάδια. πλησίον ὤν τῆς ἑτέρας συνέ- ταξεν, ἐπειδὰν προσάγῃ τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν ἀγγέλλοντας τὴν ἑτέ- ραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀκούσας ἀνέζευξεν ἐπὶ
τὴν δοκοῦσαν ἡττᾶσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν ἄψας καπνὸν ἥγειρε μέγαν, ἴνα τοῖς ἑτέροις ἐμποιήσῃ φαντασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ, ῶὡς εἶδον, καταπλαγέντες τὴν μέλλουσαν ἄλωσιν σφᾶς αὐτοὺς τῷ Πελοπίδᾳ παρέδωκαν. ὁ δὲ τὴν παρὰ
τούτων δύναμιν προσλαβών ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθν κἀκείνην παρεστήσατο οὐκέτι θαρροῦσαν ἀντι- τάξασθαι. οὕτως ἄρα τὴν μὲν εἰληφέναι δόξας, τὴν δὲ λαβὼν ἀμφοτέρων ἐκράτησεν.
147
νάμενος ἐπικειμένων πολεμίων στρατοπεδεύσαχ τοῦ ποταμοῦ πρόσθεν χάρακα περιεβάλετο· πολλὴν ὕλην τεμῶν ἀναπαύσας τοὺς στρατιῶώτας νυκτὶ μέσῃ τὸν 148 149 150 χάρακα κατέφλεξε. τοῦ δὲ πυρὸς ἐπὶ μέγα αἰρομένου πανταχόθεν οἱ μὲν πολέμιοι διώκειν ἐκωλύοντο, οἱ δὲ ἀμφὶ Πελοπίδαν ἀσφαλῶς τὸν ποταμὸν διῆλθον.
αί μὲν γυναῖκες ἔπαιζον τῇ θεῷ· οἱ δὲ ἄνδρες ἀμφὶ ταύτας εἶχον. ἔδοξε τῷ φρουράρχῳ τιμῆσαι τὴν θεόν· ἐκάλεσεν ἑταίρας. ἔχων ξιφίδιον κρυπτὸν [Πελοπίδας] εἰσέρχεται καὶ τὸν φρούραρχον ἀνελῶν ἠλευθέρωσε τὰς Θήβας.
5. ΓOPΓIΔΑΣ.
152154
ἐπὶ δόρατος ἀνατείνας σημεῖον ἔδωκεν ἀναστροφῆς. αὡς δὲ ἐν πλατυτέρῳ χωρίῳ τὸ ππικὸν ἀνέστρεψε, τὴν ἐμβολὴν τῶν ΐππων οὐ φέροντες οἱ πελτασταὶ προ- 155 156 157 τροπάδην ἐς Θεσπιὰς ἔφυγον. ἀφʼ ὧν * * * ἐν τῇ φυγῇ· Θοιβίδας δὲ διῶώκων αὐτίκα φεύγων ῷχετο.
6. ΔEPKΥΔIΔΑΣ.
158ψεως, ἐφʼ τε προελθόντα καὶ ὁμιλήσαντα ταχὺ πάλιν εἰς τὴν πόλιν ἀφεῖναι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθε· Δερκυλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύσειν αὐτὸν πείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ἀφίημί σεʹ, ἔφη, νῦν ἐς τὴν πόλιν· τοῦτο
γὰρ ὥμοσα· κἀγώ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρ- χομαι.᾿
7. AΛΚΕΤΑΣ.
8. ΑΠΞΙΛΑΙΔΑΣ.
μενον, ἐλογίζετο δὲ δύνασθαι γενέσθαι, τοῦτο ὡς προεγνωκὼς ἀπήγγειλε τῷ πλήθει καὶ προσέταξε διε- σκευασμένους πρὸς μάχην ὁδοιπορεῖν ὡς τῶν πολεμίων λοχῶώντων. κατὰ τύχην δὲ εὑρεθέντος μεγάλου λόχου, ὡς ἄν οὐ προίδωσι τὴν τῶν πολεμίων παροσκευὴν,
αίτὸς φθάσας ἐπέθετο καὶ ῥᾳδίως ἅπαντας διέφθειρε τοὺς ἐνεδρεύσανας τῷ προπαρεσκευάσθαι καταστρα- τηγήσας.
9. IΣIΔΑΣ.
165ρὰν Γύθειον, τὸ τῆς Σπάρτης ἐπίνειον, Θηβαίων ἔμφρουρον ποιησάντων, ἑκατὸν ἡλικιῶώτας κοινωνοὺς προσλαβῶών λίπα τε ἐποίησεν αὐτοὺς ἀλείψασθαι καὶ στεφάνους ἐλαίας περιθέσθαι καὶ ξίφος ὑπὸ μάλης 166 167 ἔχοντας ἕπεσθαι. αὐτὸς μὲν δὴ γυμνὸς ἐξῆλθε δρόμῳ πολλῷ· οἱ δὲ ἡλικιῶται γυμνοὶ συνέθεον. τῶν δὲ Θθηβαίων ὑπὸ τοῦ σχήματος ἀπατηθέντων καὶ γυμνοὺς καὶ παίζοντας δεξαμένων οἱ Λάκωνες τὰ ξίφη σπάκα-
μένοι τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ ἐξέβαλον καὶ τὸ Γύθιον αὐτοὶ κατέσχον.
10. ΚΔΕΑΝΔΠΙΔΑΣ.
168169 τιὰν ὁδὸν κοίλην λάθρα προσπεσεῖν ἐπεχείρησε τοῖς Τε-
ριναίοις· οἱ δὲ προαισθόμενοι διʼ αὐτομόλων σπεύ- σαντες ἐπὶ τὴν ὁδὸν ὑπὲρ κεφαλῆς ἐγένοντο τοῦ Κλεανδρίδου. ὁ δὲ, τῶν στρατιωτῶν ἀθύμως ἐχόν- των, θαρρεῖν αὐτοὺς κελεύσας τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν· ὅς ἄν Τεριναίων
τὸ σύνθημα λέγῃ τὸ προσυγκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκούσαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ὑπόπτως ἔσχον ὡς δὴ σφῶν αὐτῶν ὄντας τινὰς προ- δότας, καὶ ἔδοξεν αὐτοῖς τὴν ταχίστην ἀπαλλαγεῖσι φυλάττειν τὴν πόλιν. οἱ μὲν ἐξαπατηθέντες ἀπέχω-
ρουν. Κλεανδρίδας δὲ ἀκινδύνως ἀνεβίβασεν ἐπὶ τὰ ὑψηλὰ τὴν στρατιὰν, προσέτι καὶ λεηλατήσας τὴν χώραν ἀσφαλῶς ἀπηλλάγη.
171 Λευκανοὺς μετὰ τὴν νίκην ἦγε τοὺς Θουρίους ἐπὶ τὸν 172 173 τόπον τῆς μάχης δεικνύων αὐτοῖς, ὅτι αὐτοὶ μὲν ἐν τῷ αὐτῷ μείναντες διὰ τοῦτο ἐνίκησαν, οἱ πολέμιοι δὲ πολὺ ἀπʼ ἀλλήλων πεσόντες τοῦτο ἔπαθον τῷ μὴ μένειν, ἀλλὰ διεσπάσθαι. ταῦτα διεξιόντος πρὸς τοὺς Θθουρίους, ἐπεφάνησαν οἱ Ἀευκανοὶ πολλῷ πλείονα
δύναμιν ἔχοντες. ὁ δὲ ἐκ τῆς εὐρυχωρίας ἐς στενόπο- ρον χωρίον ὑπεξήγαγε τὴν ἑαυτοῦ στρατιὰν, ἵνα τὸ πλῆθος τῶν πολεμίων ἀχρεῖον κατασκευάσας ἴσους τοὺς αὐτοῦ στρατιnώτας (ἐν) τῇ στενότητι τοῦ τόπου πρὸς τὸν κίνδυνον καταστήσῃ· καὶ δὴ πάλιν Λευκανοὺς
ἐνίκησαν οἱ Θούριοι.
ἄνδρας ἐς δίκην προδοσίας ὑπήγαγον· οἱ δὲ ἁλῶναι δείσαντες τὴν ψῆφον προλαβόντες προέδωκαν τὴν πόλιν τὴν ψευδῆ ὑποψίαν ἀληθῆ ποιῆσαι φόβῳ βια- σθέντες.
τοῖς πολεμίοις, ἀναχωρήσουσι [μὴ| διακινδυνεύσαντες, τὴν φάλαγγα συνήγαγεν ἐς βάθος. ἐπεὶ δὲ Λευκανοὶ καταφρονήσαντες ὡς ὀλίγων ἐπὶ μῆκος ἐξέτειναν τὰ 178 179 ζυγὰ ὑπερφαλαγγῆσαι πειρώμενοι καὶ βουλόμενοι καὶ * ἦν αὐτοῖς ἡ ἀναχώρησις ἡπλωμένης τῆς φάλαγγος, παρήγγειλε τοὺς ἐπιστάτας μεταβαίνειν εἰς παραστά- την· πολλῷ δὲ ποιήσας ὑπερμηκεστέραν τὴν τάξιν
ὑπερεφαλάγγησε τοὺς Λευκανούς. οἱ δὲ κυκλωθέντες, βαλλόμενοι πανταχόθεν πάντες ἀπαώλοντο πλὴν ὀλίγων, οἳ] διεσῶώθησαν αἰσχρῶς φεύγοντες.
180 μὴ συμβάλλειν πλήθει πολεμίων ἔφη ὅπου μὴ ἐξαρκεῖ
ἡ λεοντῆ, τότε χρὴ καὶ τῆς ἀλωπεκῆς προσράπτεινʹ.
11. ΦΑΠΑΚΙΔΑΣ.
ἔΚαρχηδόνιοι καταπλέοντος, ἐς τὰς αίχμαλῶώτους τριή- ρεις τὰς ἐννέα ἀνεβίβασε τοὺς ἰδίους ἐρέτας καὶ στρα- τιῶώτας· Καρχηδόνιοι γνωρίζοντες τὰ οἰκεῖα σκάφη προσπλέοντας αὐτοὺς τῷ λιμένι τῶν Συρακουσίων οὐκ ἐκῶώλυσαν.
12. ΔΗΙΦΟΝΤΗΣ.
Ἀργεῖοι δὲ ἐκβοηθοῦσι τὸ στρατόπεδον καταλιπόντεςʹ. Δηιφόντης καὶ οἱ σύμμαχοι τῶν νεῶν ἐκδραμόντες ἔρημον αἱροῦσι τὸ στρατόπεδον. Ἀργεῖοι πατέρων καὶ παίδων καὶ γυναικῶν ἑαλωκότων ἐφʼ ᾧ τε σῶσαι τούτους τήν τε χῶώραν καὶ τὰς πόλεις παρέδωκαν
Δωριεῦσιν.
13. ΕΥΡΡΠΩΝ.
δαιμόνιοι παύσονται πολεμοῦντες, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσητεʹ. τούτους δὲ εἶναι τοὺς Ἄγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες, προσδοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους
ἡδύναντο· πολλοὺς δὲ καὶ [δούλους] συμμάχους προσ- εποιήσαντο τὴν ἐλευθερίαν ὑπισχνούμενοι. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν, ὥστε δίχα δίαι- 186 ρεθέντες, ὁπλισάμενοι, προελθόντες παρετάξαντο· οἱ δὲ τὰ τοῦ δήμου φρονοῦντες ἡττηθέντες, πρὸς μέρος τι τοῦ τείχους καταφυγόντες, τὰς πύλας ἀνοίξαντες Λακεδαιμονίους ἐδέξαντο. οἱ δὲ κατέσχον τῇ στάσει
Μαντίνειαν, ἧς τῷ πολέμῳ κρατεῖν οὐκ ἡδύναντο.
14. EΦΟΡΟI.
187188 συλλαβεῖν αὐτὸν ἐν τῇ πόλει συμφέρειν οὐχ ἡγούμε- νοι τῶν ἰππέων τινὰς κρύφα προπέμψαντες ἐς Ἀὐλῶνα
τῆς Λ¨ακωνικῆς οὐ προ πολλοῦ, τὸν Κινάδωνα καλε- σαντες μετὰ δύο στρατιωτῶν ἐς Ἀὐλῶνα ἔπεμψαν ὡς ἐπὶ πρᾶξιν ἀπόρρητον. ὡς δὶ ἀφίκετο, οἱ προπεμ- φθέντες ἱππεῖς συλλαβόντες αὐτὸν, στρεβλῶώσαντες, μα- έθόντες τοὺς κοινωνοὺς τῆς ἐπαναστάσεως ἐπέστειλαν
τοῖς Cφόροις. οἱ δὲ μαθόντες τοὺς μηνυθέντας ἄνευ ταραχῆς ἀπέκτειναν οὐ παρόντος τοῦ μεμηνυκότος.
189 συγκείμενον, ὅταν μέλλωσιν ἄρχεσθαι τῆς ἐπαναστά- 190 σεως, ἐκ μέσης τῆς ἀγορᾶς πῖλον ἀνασχεῖν, προσέταξαν
τῷ κήρυκι ἀναγορεῦσαι· οἱ τὸν πῖλον αἴρειν μέλλοντες ἐκ τῆς ἀγορᾶς ἄπιτεʼ τούτου δὲ κηρυχθέντος οἱ κοι- 191 192 193 νωνοῦντες τῆς ἐπιθέσεως ἐπέσχον ὡς προεγνωσμένης τῆς πράξεως.
15. ΙΠΠΟΔΑΜΑΣ.
194παρελθεῖν Ἀρκάδες οὐκ ἐπέτρεψαν. Ἱπποδάμας ἀπὸ τοῦ τείχους τῷ κήρυκι ἀπεκρίνατο τοῖς Ἐφόροις ἄγ- γελλε τὴν γυναῖκα λύειν τὴν ἐν τῷ ἱερῷ τῆς Χαλ- κιοίκου δεδεμένηνʼ. οἱ μὲν Ἀρκάδες οὐκ ἐνόησαν· οἱ δὲ Λάκωνες συνῆκαν ὅτι λιμὸν λύειν ἐπιστέλλοι. ἦν
γὰρ ἐν τῷ ἱερῷ τῆς Χαλκιοίκου ἀνακειμένη Λιμοῦ γραφὴ, γυνὴ (γεγραμμένη) ὠχριῶσα, λεπτὴ, τω χεῖρε ὀπίσω δεδεμένη· ὥστε τὸ ἀφανὲς τοῖς πολεμίοις φανε- ρὸν τοῖς πολίταις πποδάμαντος ἦν.
16. ΓΑΣΤΡΩN.
λληνας. τῶν δὲ οὐδὲν ἐνδιδόντων, ἀλλʼ εἰς τοὔμ- 195 196 197 προσθεν βιαζομένων καὶ προθύμως κινδυνευόντων ἐξανέστησε τοὺς Αἰγυπτίους ἐν τοῖς ὅπλοις τοῖς Ἑλλη- νικοῖς. ἰδόντες δὲ οἱ Πέρσαι καὶ τοὺς λληνας ὑπο- νοήσαντες ἐπιέναι λύσαντες τὴν τάξιν ἔφευγον.
17. MΕΓΑΚΔΕΑΙΔΑΣ.
ἐπὶ τοὺς φεύγοντας· ὁ δὲ τὴν εὔχρηστον καὶ γενναίαν δύναμιν ἔχων ἐπὶ τὴν ἐναντίαν ὁδὸν τῆς ὕλης τρα- πόμενος ὑπεξέφυγεν ἀσφαλῶς.
18. ΑΡΜΟΣΤΗΣ.
κεῖτο δυοῖν ἔτι λοιπὸν ἡμερῶν ἔνδον ἔχων τροφάς. κῆρυξ ἡκε Σπαρτιάτης· οὐ συνεχώρουν Ἀθηναῖοι βα- δίζειν ἔσω τείχους, ἀλλὰ πρὸ τοῦ τείχους λέγειν ἅ βούλοιτο πάντων ἀκουόντων. ὁ κήρυξ, θαρρεῖν , ἔφη, κελεύουσί σε Λακεδαιμόνιοι καὶ προσδέχεσθαι
βοήθειαν διὰ τάχουςʼ· ὁ δὲ ἁρμοστὴς μὴ πάνυʼ, ἔφη, σπεύσητε βοηθοῦντες· τροφὰς γὰρ ἔχω πέντε μηνῶν ἔτι᾿. Αθηναῖοι, καὶ γὰρ χειμῶν προσῄει, [πρὸς] μακρὰν καὶ χειμερινὴν πολιορκίαν ἀπαγορεύσαντες καὶ δὴ διαλύσαντες τὸ στρατόπεδον χοντο.
19. ΘΙΒΡΩΝ.
199δὲ τοῦ φρουρίου φύλακες διαλύσεως ἐλπίδι ῥᾳθυμό- τερον εἶχον. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θθιβρῶώνειοι κατα κράτος αἱροῦσι τὸ χωρίον. Θίβρων δὲ τὸν φρούραρχον ἐς τὸ χωρίον ἀγαγῶών πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν αὐτὸν ἔνδον ἀναιρεθῆναι.
20. ΔHMAPATΟΣ.
21. ΗΡΙΠΠΙΔΑΣ.
201Λακεδαιμονίοις κρίσιν ὑποσχεῖν, ὡς νόμιμόν ἐστιν ἐν 202 203 204 205 τῇ Σπαρτιάτιδι, δεθέντας. ἐπεὶ δὲ ὑπὸ τῶν ὁπλιτῶν δεθέντες ἔξω πυλῶν ἥχθησαν, καὶ δὴ πάντες ἀνῃ- ρέθησαν.
22. IΣΣΧΟΛΑΣ.
206 μοῦντας ναυσὶ πολλαῖς δεδοιὼς, μὴ νύκτωρ ἐπιπλεύ- σαντες πολλὰ τῶν πλοίων αὐτοῦ μετὰ βίας ἀποσπά- σωσι, πρὸς τὸν πύργον τὸν ἐπὶ τοῦ χῶώματος ἅπαντα προσαγαγών ἔδησεν ἐκ τῶν ἰσίων· τὰ δὲ πορρωτέρω
σχοινίοις ἐκ τῶν πλησιαιτέρων συνῆψεν, ὥστε τὸν σύν- δεσμον εἶναι διʼ ἀλλήλων. οἱ μὲν Ἀθηναῖοι νυκτὸς ἐπελθόντες ἀφέλκειν πειρώμενοι τῶν πλοίων οὐδὲν ἀπέσυραν· οἱ δὲ ἀπὸ τῆς Αἴνου τῶν φυλάκων ἀγγει- λάντων ἐπεξελθόντες ἐδίωξαν τοὺς Ἀθηναίους, οἱ μὲν
ἀπὸ τῆς γῆς, οἱ δὲ ἀπὸ τῶν νεῶν.
καὶ σφαλερᾷ, κατὰ θάτερον δὲ ὅρος ἐχούσῃ, ὅ κατεῖχον οἱ πολέμιοι, πνεύματος γενομένου μεγάλου τὴν ὕλην ἐνέπρησεν· ὥστε τῶν παραφυλαττόντων πολεμίων ὑπὸ
τοῦ καπνοῦ καὶ τοῦ πυρὸς διωχθέντων κατὰ τοῦτο τὸ μέρος ἀσφαλῶς τὴν δύναμιν ἥγαγεν.
208 μέλλοντος προσάγειν τοὺς κριοὺς αὐτὸς φθάσας μέρος κατέβαλε τοῦ τείχους ἄμφω μηχανωμενος, τοῖς μὲν 209 210 αὐτοῦ στρατιῶώταις ἀνδρειότερον ἀγωνίσασθαι τὸ τοῦ τείχους ὀχυρὸν οὐκ ἔχουσι, τοῖς δὲ πολεμίοις τὸ κατα- πεφρονῆσθαι τὴν παρασκευὴν τῶν πολιορκητικῶν μη- χανημάτων. ἀμέλει τὴν ἑκούσιον ἀποτείχισιν φοβη- θέντες παρελθεῖν εἰς τὴν πόλιν οὐκ ἐθάρσησαν.
211
23. ΜΝΑΣΙΠΠΙΔΑΣ.
σθαι. οἱ δὲ ὡς ὑπὸ πλήθους πολλοῦ κυκλούμενοι διά τάχους ἀνεχῶώρησαν.
24. ANTAΣXIΔΑΣ.
213φοβουμένας ἐς Βυζάντιον διαπλεῦσαι πρὸς φικράτην, ἀγγείλαντος τινὸς, ὡς φικράτης πολιορκοίη Χαλκηδο- νίους φίλους ὄντας, παρήγγειλεν ἀποπλεῖν ἐς Χαλκη- 214 215 δόνα καὶ ἀναχθεὶς ἐνήδρευσε περὶ τὴν Κυζικηνήν. οἱ δὲ ἀπὸ τῆς Τενέδου τὴν ἀναγωγὴν τὴν Ἀνταλκίδου πυθόμενοι κατὰ τάχος ἐπειρῶντο πρὸς τὸν φικράτην πλεῖν. ἐπεὶ δὲ ἐγένοντο κατὰ τας τῶν πολεμίων τριή-
ῥεῖς οὐχ ὁρωμένας, ἀλλὰ ἀφανῶς ἐφορμούσας, Ἀνταλ- κίδας ἄφνω προσπεσών ταῖς Ἀττικαῖς τὰς μὲν κατέδυσε, τῶν δὲ πλειόνων ἐκράτησεν.
25. AΓΡΣΙΠΟΔΙΣ.
216μάχων, οἵ πρὸς τοὺς Μαντινεῖς εὖ διακείμενοι διὰ τὸ Λακεδαιμονίους ἄρχειν τῆς Ἑλλάδος εἵποντο μὲν ἐπὶ τὸν πόλεμον, κρύφα δὲ εἰσέπεμπον τοῖς Μαντινεῦσι νυκτὸς σὧν ἐδέοντο. Ἀγησίπολις μαθὼν τὰ δρῶώμενα κύνας περὶ τὸ στρατόπεδον ἠφίει πολλοὺς, [τοὺς]
πλείονας δὲ κατὰ τὸ μέρος τὸ πρὸς τὴν πόλιν, ὅπως μηδεὶς αὐτομολοίη φυλαττόμενος ὑπὸ τῶν κυνῶν ἁλῶναι.
26. ΣΘΕΝΙΠΠΟΣ.
218ἄτας ὑποκρινάμενος, δεξαμένων αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας ἔχοντα, τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστοκλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν.
27. ΚΑΔΔΙΚΠΑΤΙΔΑ.
220ἄνωθεν. ἐπεὶ δὲ κλίνας τέσσαρας φέροντες ἔνδον πυλῶν ἐγένοντο, εἴκοσιν ὁμοῦ νεανίαι ὡπλισμένοι τοὺς φύλακας ἀποσφάξαντες τὴν ἄκραν κατέσχον.
κατὰ τὸ ἀπρόσμαχον τοῦ τείχους παραρρήξας τοῦ πύργου μέρος, παραφυλάξας τὸν καιρὸν τῆς τῶν προσβαλλόντων διαδοχῆς περιῆλθε τὸ τεῖχος καὶ κατὰ νῶώτου προσπεσών πολλοὺς μὲν αὐτῶν διέφθειρεν, οὐκ ὀλίγους δὲ ἐζώγρησε· μετὰ δὲ τὴν νίκην τὸ τεῖχος
ἀνῳκοδόμησεν.
28. MΑΓΑΣ.
224229
φρυκτωροῖς πυρσὸν φίλιον αἴρειν ἔσπέρας καὶ πάλιν βαθέος ὄρθρου τὸν αὐτόν. τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χῶώρας ἄχρι τοῖ Χῖ καλουμένου.
29. ΚΛΕΩΝΥΜΟΣ.
230 πολιορκῶν κατὰ πολλὰ μέρη τῆς πόλεως ὀξυβελεῖς περιστήσας ἐκέλευσεν ἀφιέναι τοῖς βέλεσιν ἐπιγράψας ‘ἥκω τὴν πόλιν ἐλευθερῶώσωνʹ. ἔχων δὲ καὶ Τροιζη- νίους αίχμαλῶώτους ἀφῆκεν ἄνευ λύτρων. οἱ μὲν
αἰχμάλωτοι εἴσω παρελθόντες εὐηγγελλίζοντο. Εὐδα- μίδας δὲ, στρατηγὸς Κρατεροῦ, φυλάττων τὴν πόλιν τοῖς νεωτερίζουσι παρετάττετο. καὶ δὴ τῶν ἔνδον ἀλλήλοις μαχομένων Κλεώνυμος προσθεὶς κλίμακας ἐξεῖλε τὴν πόλιν καὶ διήρπασε καὶ Σπαρτιάτην ἁρμο-
στὴν μετὰ φρουρᾶς ἐπέστησεν.
231 σόντος, τῶν πολεμίων ἐπελθόντων σαρισοφόρων - 232 233 234 ἑκάστη σάρισα πηχῶν ἦν ἑκκαίδεχα — ἐπύκνωσε τὴν αὐτοῦ φάλαγγα ἐς βάθος· τοὺς δὲ πρωτοστάτας καὶ τοὺς τούτων ἐπιστάτας ἄνευ δοράτων ἔταξε παραγγεί- λας, ἄν συμμίξωσιν οἱ σαρισοφόροι, διαλαβεῖν ἀμφο- τέραις ταῖς χερσὶ τὴν σάρισαν καὶ κατέχειν, τοὺς δὲ
ἑπομένους παρὰ πλευρὸν ἑκάστου παρελθόντας ἐνεργεῖν τὴν μάχην. οἱ μὲν ἐλάβοντο τῶν σαρισῶν (οἱ δὲ) ἀνθέλκοντες , οἱ δὲ κατόπιν παρελθόντες ἀνεῖλον τοὺς σαρισοφόρους, καὶ ἄχρηστον ἠλέγχθη τὸ σαρίσης μέγεθος τῇ Κλεωνύμου δεινότητι.
30. KAEAPΣΧΟΣ.
235θεῖν· ὁ δὲ οὐκ ἄλλως ἔφη δυνατὸν εἶναι τὴν ἀπόνοιαν αὐτῶν κατασχεῖν, εἰ μή τις αὐτοὺς περιτειχίσειεν. συγχωρησάντων Ἡακλεωτῶν τόπον τῆς πόλεως περι- τειχίσας ἀκρόπολιν κατασκευάσας οὐκ ἐκείνους ἐκῶώ- λυσεν, ἀλλʼ αὐτῷ τὸ ἐξεῖναι πάντας ἀδικεῖν παρέσχεν.
236
ἐκέλευσε πάντας ἄγειν ἐς τὴν ἀκρόπολιν.
239 κτεῖναι πρόφασιν οὐκ ἔχων κατέλεξε τοὺς ἀπὸ ἑκκαί- δεκα ἐτῶν μέχρι πέντε καὶ ἑξήκοντα ἐπὶ στρατείαν ἐν τοῖς κυνικοῖς καύμασιν ὡς πόλιν Ἀστακὸν πολιορ-
κήσων. ἐπεὶ δὲ ἦκε τῆς Ἀστακοῦ πλησίον, τοὺς μὲν πολίτας ἐν ἐλῶώδει χωρίῳ καὶ νηνέμῳ καὶ μεστῷ στα- σίμων ὑδάτων ἐκέλευσε στρατοπεδεῦσαι παραγγείλας προσέχειν, μὴ Θρᾷκες ἐπιφανῶσιν ἐκ τῆς χῶώρας. αὐτὸς δὲ ωως κακοπαθήσων περὶ τὴν πολιορκίαν μετὰ τῶν
ξένων ὑψηλὰ χωρία καὶ σύσκια, ὕδασιν ἐπιρρεόμενα καταλαβόμενος ἐστρατοπέδευσεν καὶ μέχρι τοσούτου τὴν πολιορκίαν παρέτεινεν, ἕως τοὺς πολίτας αὐτοῦ διέφθειρεν ὥρᾳ θέρους τὸ ἑλῶδες καὶ ἐπίνοσον τοῦ στρατοπέδου. ἐπεὶ δὲ διεφθάρησαν ἅπαντες, τότε μετὰ
τῶν μισθοφόρων ἀνέζευξε λοιμῷ προσθεὶς τὴν αἰτίαν τῆς τῶν πολιτῶν τελευτῆς.
31. APIΣTOMENΕΣ [AΕEΔΑΙMONIOΣ].
τροπῆς βραχείας γενομένης ὁρῶν τὰς τριήρεις ἀναμε-
μιγμένας παρήγγειλε τοῖς αὐτοῦ στρατιώταις βοᾶν 240 έα φεύγεινʹ. οἱ πολέμιοι τῆς βοῆς ταύτης ἀκούσαντες ἐς φυγὴν ἐτράποντο δόξαντες κατὰ κράτος ἡττᾶσθαι.
[APIΣOMΕENΕΣ MΕΣHNIOΣ.]
περιπεσῶῶν ἑάλω σὺν ἄλλοις πλείοσιν. ἔδοξε τοῖς Λάκωσιν ἅπαντας κατακρημνίσαι, τοὺς μὲν ἄλλους γυμνοὺς, τὸν δὲ Ἀριστομένην διὰ τὴν δόξαν τῆς ἀρετῆς ἐν τοῖς ὅπλοις. οἱ μὲν δὴ ἄλλοι κατενεχθέντες παραχρῆμα ἐτελεύτησαν· τοῦ δὲ Ἀριστομένους ἡ ἀσπὶς
ἐφελκομένη τὸν ἀέρα ἐλαφρῶς αὐτον ἐπὶ τὴν γῆν κατήνεγκεν. ὁ δὲ ἐς τὸ ὕψος ἀναβλέπων καὶ τοὺς κρημνοὺς ἐν κύκλῳ περιέχοντας οὐκ ἀνῆκε τῆς ἐλπίδος, ἀλλὰ τὸ σύμπαν ὄρος ἀνασκοπούμενος, κατανοήσας εἴσδυσιν στενωτάτην καὶ διʼ αὐτῆς ἀλῶώπεκας εἰσιούσας,
ἀπὸ τῶν κειμένων νεκρῶν ὀστοῦν κλάσας, μιᾶς τῶν ἀλωπέκων λαβόμενος τῆς οὐρᾶς, δακνόμενος ὑπʼ αὐτῆς συνεξεδύετο τὰ στενόπορα τοῦ ὅρους τῷ ὀστῷ παραι- ρῶν καὶ παρακόπτων, καὶ τὸ * * συνεξέθει. καὶ δὴ διεξελθὼν ἧκεν ἐς τοὺς Μεσηνίους προϊέναι μέλλοντας
ἐς μάχην καὶ αὐτίκα ὁπλισάμενος αὐτὸς ἡγεῖτο τῆς φάλαγγος. οἱ δὲ άκωνες Αριστομένην πάλιν ἰδόντες ἐν τοῖς ὅπλοις, πάλιν ἀριστεύοντα, πάλιν διῶώκοντα, 242 243 τὸν βεβλημένον κατὰ τῶν κρημνῶν, ἀφʼ ὧν οὐδεὶς ἐσῶώθη πῶώποτε, πάντες ἐνέκλιναν εἰς φυγὴν θνητῆς φύσεως μείζονα εἶναι τὸν ἄνδρα ἡγούμενοι.
μονίων καὶ φρουρούμενος [τούτων κοιμωμένων| τῷ παρακειμένῳ πυρὶ προσεκύλισεν ἑαυτὸν καὶ τοὺς δε- σμοὺς κατακαύσας τοὺς μὲν φύλακας ἀνεῖλε, κρύφα δὲ ἐς τὴν Σπάρτην παρελθῶών καὶ τὰς ἀσπίδας αὐτῶν προσηλῶώσας τῷ τεμένει τῆς Χαλκιοίκου ἐπέγραψεν·
Αριστομένης ἀπὸ Λακεδαιμονίων ἀβλαβὴς ἀνεσαώθη. τοῦτο ποιήσας ἐς Μεσήνην ἐπανῆλθε.
μον θυσίαν τοῖς ιοσκούροις ἐπιτελούντων μετὰ ἑνὸς φίλου λευκῶν ἵππων ἐπέβησαν ἄμφω καὶ ταῖς κεφαλαῖς
[πίλους] περιεθηκάτην[καὶ] χρυσοῦς ἀστέρας· καὶ νυκτὸς ἥδη προιούσης ἐπεφάνησαν κατὰ σύμμετρον διάστημα τοῖς ακεδαιμονίοις ἔξω πόλεως μετὰ γυναικῶν καὶ παι- δίων πανηγυρίζουσιν. οἱ μὲν δὴ Διοσκούρων ἐπιφάνειαν οἰηθέντες γεγονέναι προήεσαν ἐς μέθην καὶ ἡδονὴν
πλείονα· οἱ δὲ ἀπὸ τῶν ἵππων καταβάντες, τὰ ξίφη σπασάμενοι, πλείστους καταφονεύσαντες αὐτῶν καὶ δὴ ἀφιππεύσαντες χοντο.
32. KINΕΑΣ.
ὁμολογῆσαι βούλεσθαι· καὶ γὰρ τὸν ἀδελφὸν διὰ τοῦτο προθύμως ἀποθανεῖν, ἵνα μὴ σταθείη τρόπαιον κατʼ αὐτοῦ καὶ κατὰ τῆς πατρίδος. οἱ Μαντινεῖς ἀκού- σαντες τῆς ἐπικηρυκείας ἀπετράποντο.
33. ΗΓΗΤΟΡΙΔΗΣ.
247ἔφη, πολῖται, ἐμοὶ μὲν ὡς βούλεσθε καὶ ὡς ὑμῖν συμφέρει χρήσασθε, τοὺς δὲ ὑπολειτομένους πολίτας διασώσατε τῷ ἐμῷ θανάτῳ λύσαντες τὸν νόμον.᾿ Θάσιοι ταῦτα ἀκούσαντες καὶ τὸν νόμον ἔλυσαν καὶ τὸν Ἡγη- τορίδην σῶον ἐφύλαξαν.
34. ΔΕΙΝΙΑΦΣ.
λεστέρας τοῖς ἀωρὶ βαδίζουσιν. ἐπαινούμενος ἐπὶ τούτοις ἀεὶ καὶ πλείονας προσεμισθοῦτο φύλακας, ὡς μᾶλλον εὐδοκιμοίη, τὴν φρουρὰν ἰσχυροτέραν ποιού- μενος. τῆς δὲ πόλεως τὴν τοῦ σίτου δεκάτην ἀπομι- σθούσης ἀδελφὸν αὐτοῦ νεῶώτερον τὰ τέλη καθῆκε
μισθωσόμενον ὑπεράρας εἰς πολὺ τὴν πρόσοδον. οὕτω δὴ τὸν ἀδελφὸν δεκατηλόγον τῆς χώρας ἀποδείξας καὶ πολλοὺς νεανίσκους ἀκμάζοντας ἐγχειρίσας αὐτῷ, περιπόλους τῶν χωρίων καὶ συλλογέας τῶν δεκατευο- μένων καρπῶν, ἑορτῆς οὔσης τῶν καλουμένων τω-
νίων, ἐν ἧ πάντες Κραννώνιοι παίζουσιν, ἀναμίξας τοῖς ἐν τῇ πόλει φύλαξι τοὺς ἀπὸ τῆς πόλεως τελώνας καὶ νήφοντας ἐπιστήσας οἰνωμένοις πλείους χιλίων πολίτας ἀποκτείνας τύραννος Κραννωνίων ἐγένετο.
35. NIΚΩΝ.
250συνεχῶς ὁρμῶώμενος πολλὰ Μεσηνίους ἠδίκει. Ἀγέ- μαχος, Μεσηνίων στρατηγὸς, λοχήσας αὐτὸν καὶ ἑλών προήγαγεν ἐς ἐκκλησίαν τῶν Μεσηνίων βασανισθησό- 251 μενον· ὁ δὲ ὑπέσχετο παραδῶώσειν αὐτοῖς τας ερας, εἰ σῶον αὐτὸν φυλάξειαν. πεισθέντων Μεσηνίων ἀσέληνον νύκτα παραφυλάξας τοὺς μὲν πολλοὺς ἐκέ- λευσεν ἀπὸ βραχέος διαστήματος ἕπεσθαι, ὀλίγους δὲ ἀκολουθεῖν αὐτῷ φορτία μεγάλα σίτου καλάμης ἀρα-
μένους. προσελθών δὲ τῷ τείχει περὶ δευτέραν φυλα- κὴν ἀνεκάλεσε τοὺς φύλακας τὸ σύνθημα εἰπῶών. τῶν δὲ καὶ τὴν φωνὴν αὐτοῦ καὶ τὸ σύνθημα γνωρισάν- των καὶ ἀνοιξάντων τὰς πύλας, οἱ τὰ φορτία φέροντες, ταῦτα ῥίψαντες, τὰ ξίφη σπασάμενοι τοὺς ἐπὶ τῶν
πυλῶν ἐφόνευσαν· οἱ δὲ κατόπιν ἑπόμενοι συνεισπεσόν- τες τῆς πόλεως ἐκράτησαν.
36. ΔIOITAΣ.
252μεγάλοις χρήμασι τῶν Ἡραιέων τινάς. οἳ φοιτῶντες ἐπὶ τὰς πύλας πολλάκις καὶ καθομιλοῦντες τοὺς πεπι- στευμένους τὰς κλεῖδας τῶν πυλῶν καὶ σῦν αὐτοῖς πίνοντες ἔλαθον ἀπομαξάμενοι τὰς βαλανάγρας καὶ τὰ ἐκμαγεῖα τῷ Διοίτᾳ διέπεμψαν. ὁ δὲ παραπλησίας
καὶ ἴσας κλεῖδας ταῖς δημοσίαις κατασκευάσας ἀντέ- πεμψεν αὐτοῖς νύκτα συνθέενος, καθʼ ἥν οἱ μὲν 254 255 ἀνέῳξαν τὰς πύλας, ὁ δὲ ιοίτας μετʼ ὀλίγων στρα- τιωτῶν εἰσῆλθεν. ἑνὶ μὲν τῷ στρατηγήματι τῶν βαλαναγρῶν παρέσχεν αὐτοῖς τὴν εἴσοδον· ἑτέρῳ δὲ εἰσελθών ἐχρήσατο. ἐπειδὴ γὰρ οἱ Ἡραιεῖς τοῦ γενο-
μένου συνέντες ἐξεπήδησαν , πολλοί τε ὄντες καὶ τῶν τῆς πόλεως τόπων ἔμπειροι, φοβηθεὶς αὐτοὺς Διοίτας τοὺς σαλπιγκτὰς ἐκέλευσε κατὰ πολλὰ μέρη τῆς πόλεως διαστάντας τὸ πολεμικὸν σημαίνειν. οἱ δὲ ραιεῖς πολλαχόθεν πολλῶν σαλπίγγων ἀκούοντες, περιηχού-
μενοι, πάντα μεστὰ πολεμίων εἶναι νομίσαντες ἐξέλιπον τὴν πόλιν καὶ μεθʼ ἡμέραν ἐπρεσβεύσαντο πρὸς ιοίταν ίκετεύοντες ἀπολαβεῖν τὴν πατρίδα ὡς εἰσαῦθις ὑπή- κοοι γενησόμενοι τοῖς Ἀχαιοῖς.
37. TIΣAMΕNΟΣ.
256ἰδῶν ὑπὲρ τὸν τόπον πετομένους, οὐ μὴν ἐπὶ γῆς ίζάνοντας συνῆκεν, ὡς δεδιότες ἀνθρώπους ἐγκαθη- μένους ἱζάνειν ὀκνοῖεν· καὶ τὸ χωρίον ἐρευνησάμενος τοῖς ἐγκαθημένοις ἐπιθέμενος κατέκοψε τοὺς λοχῶν-
τας ωνας.
38. ΝΟΟΜΑΡΧΟΣ.
257258 Bοιωτῶν τὴν δύναμιν ἐξαγαγών, τὰς πύλας ἀποικο- 259 260 261 δομήσας, τέκνα μὲν καὶ γυναῖκας καὶ μητέρας ἔστησεν ἐφεξῆς καὶ πατέρας· πρὸ δὲ τούτων τοὺς ὁπλίτας ἔταξε. Πελοπίδας συνεὶς τὴν παρασκευὴν τῆς ἀπο- νοίας, ὡς ἀποθνήσκειν ἢ κρατεῖν προθυμοῖντο, μὴ συνάψας μάχην ἀνεχῶώρησεν.
262
προσεποιήσαντο φεύγειν ἐς τὰ μέσα τοῦ ὄρους. οἱ μὲν δὴ Μακεδόνες θυμῷ καὶ ῥύμῃ διώκοντες ἐπέκειντο, οἴ δὲ ἀπὸ τῶν κορυφῶν τοὺς πέτρους βάλλοντες συν- έτριβον τὴν Μακεδονικὴν φάλαγγα. τότε δὴ Ὀνό- μαρχος ἐσήμηνεν τοῖς ωκεῦσιν ἐπιστρέφειν καὶ τοῖς
πολεμίοις ἐμβάλλειν. οἱ δὲ Μακεδόνες, τῶν μὲν ὄπι- σθεν ἐμβαλλόντων, τῶν δὲ ἄνωθεν τοὺς πέτρους βαλ- λόντων, σὺν πολλῷ πόνῳ φυγόντες ἀνεχῶώρησαν. ἐν ταύτῃ τῇ φυγῇ τὸν βασιλέα τῶν Μακεδόνων Φίλιππον φασὶν εἰπεῖν οὐκ ἔφυγον, ἀλλʼ ἀνεχώρησα ὥσπερ οἱ
κριοὶ, ἵνʼ αὐθις ποιήσωμαι σφοδροτέραν τὴν ἐμβολήν᾿.
Strategemata. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.