ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
ἱρώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, παρὰ τῶν
θεῶν ἕξετε καὶ παρὰ τῆς ὑμετέρας ἀρετῆς καὶ παρὰ τῆς Ρωμαίων ἀνδρείας, μεθʼ ὧν ἀεὶ, καὶ πάλαι καὶ νῦν εἰῶώθατε νικᾶν τοὺς ὑπάρχοντας πολέμους καὶ μάχας· ἐγὼ δὲ Μακεδῶν ἀνὴρ, πάτριον ἔχων τὸ κρα- τεῖν Περσῶν πολεμούντων δύνασθαι, οὐκ ἀσύμβολος
ὑμῖν ἐν τῷ παρόντι καιρῷ γενέσθαι βούλομαι. ἀλλʼ,
εἰ μὲν ἤκμαζέ μοι τὸ σῶμα καὶ στρατιώτης πρόθυμος ἂν ἐγενόμην Μακεδονικῇ ῥώμῃ χρώμενος· ἐπεὶ δέ μοι προήκουσαν τὴν ἡλικίαν ὁρᾶτε, οὐ μὴν οὐδὲ νῦν ἀστράτευτος παντάπασιν ἀπολειφθήσομαι, ἀλλὰ τῆς
στρατηγικῆς ἐπιστήμης ἐφόδια ταυτὶ προσφέρω, ὅσα τῶν πάλαι γέγονε στρατηγήματα, ὑμῖν τε αὐτοῖς πολ- λὴν ἐμπειρίαν παλαιῶν ἔργων, τοῖς τε ὑπὸ ὑμῶν 1 πεμπομένοις πολεμάρχοις ἢ στρατηγοῖς ἢ μυριάρχοις ἢ χιλιάρχοις ἢ ἑξακοσιάρχοις ἢ ὅσαι ἄλλαι ὅπλων ἀρχαὶ, διδασκομένοις ἀρχαίων κατορθωμάτων ἀρετὰς
καὶ τέχνας. ἀνδρεία μὲν γὰρ, ὅστις ἀλκῇ χρησά- μενος πολεμίων μαχομένων ἐκράτησεν, εὐβουλία δὲ,
ἀμαχεὶ τέχνῃ καὶ δόλῳ περιγίγνεσθαι· ὡς ἔστι πρῶώτη δεινῶν στρατηγῶν σοφία κτᾶσθαι τὴν νίκην ἀκίνδυνον. ἄριστον δὲ καὶ τὸ ἐν αὐτῇ τῇ παρατάξει μηχανᾶσθαι, ὅπως ἄν ἡ γνώμη τὸ κρατεῖν ἐσπισπῷτο προλαβοῦσα
τὸ τέλος τῆς μάχης. δοκεῖ δʼ ἔμοιγε ταῦτα συμβου-
λεύειν καὶ Ὅμηρος· ὅταν γὰρ πολλάκις ᾄδῃ
5πρῶτος μὲν τοίνυν ἐν τοῖς Ἕλλησιν ἀπάτῃ καὶ δόλῳ χρήσασθαι λέγεται Σίσυφος ὁ Αἰόλου· μαρτυρεῖ καὶ Ὅμηρος·
δεύτερος δὲ τὸ ἀπατηλὸν ἐζήλωσεν Αὐτόλυκος ὁ Ερ-
μοῦ κλέπτων· καὶ τοῦτο πάλιν αὖ μαρτυρεῖ Ὅμηρὸς·
δαπὰ ζῷα καὶ δένδρα ἡγοῦμαι ζῷα μὲν καὶ δένδρα οὐκ ἄν ποτε γενέσθαι, τὰς μεταβολὰς δὲ αὐτοῦ τῶν τεχνασμάτων ἐμυθοποίησεν Ὅμηρος ὡς δεινοῦ κρατεῖν
ἀπάτῃ ὧν ἄν βούλοιτο. τόν γε μὴν Ὅδύσεα ἴσμεν
καὶ ἀλαζονευόμενον τῇ σοφίᾳ τοῦ δόλου·
ἐχρήσατο, πολλάκις ᾄδει Ὅμηρὸς·
καὶ τοῦτο στρατήγημα Ὀδυσέως ἦν. ὀρθῶς δʼ ἄν τις
καλοῖ καὶ τὸν Οὖτιν καὶ τὸν οἶνον καὶ τὶν δαλὸν 3 καὶ τὸν κριον στρατηγήματα κατὰ τοῦ Κύκλωπος. καὶ ὁ κηρὸς δὲ τοῖς ὠσὶ τῶν ἑταίρων ἐναλειφόμενος καὶ αὐτὸς ὀρθὸς ἐν ἱστοπέδῃ δεσμευόμενος καὶ ταῦτα
ἐκεῖνος ἐστρατήγει κατὰ τῆς ὀλεθρίου μουσικῆς. τί δʼ ἂν φαίης τὴν πήραν τοῦ πτωχοῦ; καὶ ὅσα πρὸς
Εὔμαιον ἢ πρὸς τὴν Πηνελόπην ἐπλάττετο;
ἦν κατὰ πολεμίων στρατηγήματα; ἀλλὰ ταῦτα μὲν ἢ ὅσα τοιαῦτα διδάσκων Ὅμηρος ἀρκείτω. οἷον δὲ κἀκεῖνο στρατήγημα Ὀδυσσέως οἱ τραγῳδοὶ ᾄδουσι. Παλαμήδην ἐνίκησεν Ὀδυσσεὺς ἐν δικαστηρίῳ τῶν Ἀχαιῶν ὑποβαλὼν αὐτοῦ τῇ σκηνῇ βαρβαρικὸν χρυ-
σίον, καὶ ὁ σοφώτατος τῶν Ἑλλήνων ἐκεῖνος ἥλω προ-
δοκίας δόλῳ καὶ στρατηγήματι. ἀλλὰ τὰ μὲν τῶν τραγῳδῶν ἱκανὴ διδάσκειν ἡ σκηνή· ὅσα δὲ τὰ ἀπὸ τῆς ἱστορίας ἔργα στρατηγίας ἔχοντα κατὰ πολεμίων ἢ κατὰ ἐχθρῶν συνεξελεξάμην, καὶ δὴ τούτων με-
μνήσομαι σύντομον τὴν παρʼ ἑκάστῳ μνήμην ποιού- μενος. (ἔστι δὲ ἡ πᾶσα σύνταξις βιβλία ὀκτὼ, στρα- τηγημάτων ἐννακοσίων, ἔχοντα τὴν ἀρχὴν ἀπὸ Διο- νύσου.)
1. ΔΙONΥΣΟΣ.
πόλεις αὐτὸν, ὅπλοις μὲν φανεροῖς τὴν στρατιὰν οὐχ᾿ ὥπλισεν, ἐσθῆσι δὲ λεπταῖς καὶ νεβρίσι· δόρατα ἦν
κισσῷ πεπυκασμένα· ὁ θύρσος εἶχεν αἰχμήν· κυμβάλοις καὶ τυμπάνοις ἐσήμαινεν ἀντὶ σάλπιγγος καὶ οἴνου τοὺς πολεμίους γεύων εἰς ὄρχησιν ἔτρεπεν καὶ ὅσα ἄλλα Βακχικὰ ὄργια. πάντα δὲ ἦν Διονύσου στρατηγήματα, οἷς Ἰνδοὺς καὶ τὴν ἄλλην Ἀσίαν ἐχειρώσατο.
φλογῶδες τοῦ ἀέρος κατελάβετο τρικόρυφον ὅρος τῆς Ἰνδικῆς. τῶν κορυφῶν κληίζεται δὲ ἡ μὲν Κορα- σιβίη, ἡ δὲ Κονδάσβη, τὴν δὲ τρίτην αὐτὸς ἐκάλεσε Μηρὸν , τῆς αὐτοῦ γενέσεως ὑπόμνημα. ἐνταῦθα
πηγαὶ πολλαὶ, ἶδαι πυκναὶ, θῆραι περισσαὶ, ὀπῶ- ραι ἄφθονοι, χιόνες ἀναψύχουσαι. ἐν τούτοις ἡ στρατιὰ διαιτωμένη τοῖς ἐν τῷ πεδίῳ βαρβάροις ἐξαί- φνης ἐπεφαίνετο καὶ ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερδε- ξίων ἀκοντίζοντες τοὺς πολεμίους ῥᾳδίως ἐτρέποντο.
Ἀμαζόνας ἄγων συμμάχους εἰς τὴν Βακτρίων ἐνέ- βαλεν· ὁρίζει δὲ τὴν Βακτρίαν ποταμὸς Σαράγγης. 5 6 Bάκτριοι τὰ ὅρη κατέλαβον τὰ ὑπὲρ τὸν ποταμὸν ὡς Διονύσῳ διαβαίνοντι ἄνωθεν ἐπιθησόμενοι. ὁ δὲ στρατοπεδεύσας παρὰ τὸν ποταμὸν τὰς Ἀμαζόνας καὶ τὰς Βάκχας διαβαίνειν ἔταξεν, ἴνα οἱ Βάκτριοι καταφρονήσαντες γυναικῶν κατέλθοιεν ἀπὸ τῶν
ὀρῶν. αἱ μὲν δὴ διέβαινον, οἱ δὲ κατέβαινον καὶ τῷ ῥεύματι ἐμβαίνοντες ἀνακόπτειν αὐτὰς ἐπειρῶντο. αἱ δὲ ἀνεχωώρουν ἐπὶ πόδα. Βάκτριοι μέχρι τῆς ὄχθης ἐδίωκον. τότε Διόνυσος μετὰ τῶν ἀνδρῶν ἐκβοηθή- σας πεπεδημένους τῷ ῥεύματι τοὺς Βακτρίους κτεί-
νας διέβη τὸν ποταμὸν ἀκινδύνως.
2. ΠAN.
μιουργοῦσιν· ἀλλὰ δὴ καὶ πρῶτος οὗτος πολεμίοις φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. ἦν * * Διονύσῳ ἐν κοίλῃ νάπῃ· ἥγγειλαν οἱ σκοποὶ μυρίαν χεῖρα πολε- μίων ἐπέκεινα στρατοπεδεύειν· ἔδεισε Διόνυσος, σὐ μὴν ὅ γε Πὰν, ἀλλὰ ἐσήμηνε νύκτωρ [τῇ] Διονυ-
σιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. οἱ μὲν ἠλάλαξαν, 8 9 ἀντήχησαν δὲ αἱ πέτραι καὶ τὸ κοῖλον τῆς νάπης ἦχον πολλῷ μείζονος δυνάμεως τοῖς πολεμίοις ἐνε- ποίησεν. οἱ μὲν δὴ φόβῳ πληγέντες ἔφευγον. τοῦ δὲ Πανὸς τὸ στρατήγημα τιμῶντες τὴν Ἠχὼ τῷ Πανὶ
φίλην ᾄδομεν καὶ τοὺς κενοὺς καὶ τοὺς νυκτερινοὺς τῶν στρατευμάτων φόβους Πανικὰ κληΐζομεν.
3. ΗΡΑΚΛΗΣ.
Κενταύρων γένος, οὐ μὴν αὐτὸς ἄρξαι μάχης, ἀλλʼ
ἐκείνους ἐκκαλέσασθαι κατήγετο παρὰ Φόλῳ· οἴνου δὲ ἀνθοσμίου πίθον ἀνοίξας αὐτός τε καὶ ὅσοι ἀμφʼ αὐτὸν ἠρύσαντο. ᾔσθοντο οἱ γείτονες Κένταυροι καὶ συνδραμόντες ἐπὶ τὸ ἄντρον τοῦ Φόλου τὸν οἶνον ἥρπαζον· Ἡρακλῆς ὡς ἄδικα δρῶντας ἀμυνόμενος τοὺς
ἐπελθόντας ἔκτεινε Κενταύρους.
θεὶς δόλῳ τὸν θῆρα εἷλεν. ὁ μὲν ὑπὸ τῇ φάραγγι εὐνάζετο· μεστὴ δὲ χιόνος πολλῆς ἡ φάραγξ ἦν. ὁ δὲ λίθους πολλοὺς ἄνωθεν ἐπέβαλεν, ὥστε ἀγριανθεὶς ὁ
σῦς ἐξάλλεται καὶ θυμῷ φερόμενος τῇ χιόνι ἐμπεσὼν καταδυόμενος περιπταίων ἁλίσκεται.
ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάττης.
τοὺς ἀρχομένους εἰς κώμας τξεʼ προστάξας καθʼ ἑκά- στην ἡμέραν μίαν κώμην ἀποφέρειν τὸν βασίλειον φόρον, ἴνα τοὺς ἤδη δόντας ἔχοι συμμάχους ἡ βασι- λεύουσα κατανοοῦσα ἀεὶ τοὺς δοῦναι ὀφείλοντας.
τοῦτο δὲ τὸ χάσμα Ἡρακλῆς πέτροις μεγάλοις περι- 14 15 τειχίσας ἀποστρέφει τὸν ποταμὸν εἰς τὸ πεδίον, ἔνθα Μινύαι καθιππάζοντο, καὶ δὴ τοῦ πεδίου λιμνάσαντος τοῖς Μινύαις τὸ ἱππικὸν ἀχρεῖον ἦν. Ἡρακλῆς κρα- τήσας ἀποτειχίζει τὸ χάσμα καὶ ὁ Κηφισσὸς ἐπὶ τὴν
ἀρχαίαν ἐπανέρχεται ὁδόν.
4. ΘΕΣEΥΣ.
Θησηῒς ἐκληΐζετο. ζηλοῦσι τὴν κουρὰν μάλιστα δὴ Ἑλλήνων Ἄβαντες. μαρτυρεῖ Ὅμηρος ᾄδων
5. ΔHMΟΦΣN.
καταθήκην λαβὼν ἐφύλαττεν. Ἀγαμέμνονος ἀπαιτοῦν- τος τὸ μὲν ἀληθινὸν ἔδωκεν ἀνδρὶ Ἀθηναίῳ, καλου- μένῳ Βουζύγῃ, κομίζειν Ἀθήναζε· ἴσον δὲ καὶ ὅμοιον ἄλλο κατασκευάσας εἶχεν ἐπὶ τῆς σκηνῆς. Ἀγαμέμνο- νος δὲ σῦν πολλῇ χειρὶ ἐπελθόντος ἀπεμάχετο ἐπὶ
μακρὸν δόξαν ἐμποιῶν ὡς ὑπὲρ τοῦ ἀληθινοῦ προκιν- δυνεύοι. πολλῶν δὲ τραυματιῶν γενομένων οἱ μὲν ἀμφὶ Δημοφῶντα ὑπεῖξαν, Ἀγαμέμνων δὲ τὸ παρα- πεποιημένον Παλλάδιον λαβὼν ἐξαπατηθεὶς ᾤχετο.
6. ΚΡΕΣΦΟΝΤΗΣ
ἀγορεύει· λαχών ὁ πρῶτος καὶ ὁ δεύτερος ἑλέσθω Σπάρτην ἢ Ἀργος, Μεσήνη δʼ ἔστω τοῦ τρίτου.ʼ ἐπείσθησαν καὶ τοὺς κλήρους καθῆκαν, οἱ μὲν ἐκ λίθου λευκῆς ἐς κάλπιν ὕδωρ ἔχουσαν, Κρεσφόντης δὲ βώλου λευκῆς ὁμοίας λίθῳ. ἡ μὲν δὴ βῶλος αὐτίκα
ἐτέτηκτο· οἱ δὲ τῆς λίθου κλῆροι προελθόντες ἔδωκαν Ἄργὸς Τμένῳ , Σπάρτην τοῖς Ἀριστοδήμου παισίν. Κρεσφόντης Μεσήνην τέχνῃ λαβῶν τύχῃ λαβεῖν ἔδοξεν.
7. ΚΥΨΕΛΟΣ.
ουσιν ἐπʼ Ἀρκάδας. χρησμὸς ἦν, ξένια παρʼ Ἀρκά- δων εἰ λάβοιεν, σπένδεσθαι. Κύψελος ὥρᾳ θέρους προσέταξε τοῖς γεωργοῖς τὴν ὀπώραν ἀφελόντας θέντας παρὰ τὴν ὁδὸν ἀναχωρεῖν· οἱ στρατιῶται τῶν Ἡρα- κλειδῶν ἄσμενοι ταῖς ὀπώραις ἐχρήσαντο. Κύψελος
ἀπαντήσας ἐπὶ ξένια τοὺς Ἡρακλείδας ἐκάλει· τῶν δὲ μνήμῃ τοῦ μαντείου τὴν τιμὴν ἀπωθουμένων, ῾ καὶ μὴν’, ἔφη, φθάνουσα ὑμῶν ἡ στρατιὰ ξένια παρʼ 18 19 ἡμῶν τὴν ὀπώραν ἔχειʼ. οὕτως ἄρα Ἡρακλεῖδαι τῇ σοφίᾳ τοῦ Κυψέλου πρὸς Ἀρκάδας ἐσπείσαντο.
8. ΕΛΝΗΣ.
των Λακεδαιμονίων, ὅσοι μὲν ἐν ἀκμῇ, κατὰ κορυφῆς ἔπεμψε τῶν πολεμίων νυκτὶ μέσῃ κελεύσας ἐπιθέσθαι· ὅσοι δὲ γέροντες καὶ παῖδες, τούτους ἐκέλευσε πρὸ τῆς πόλεως τὴν ἴσην ὥραν φυλάξαντας πῦρ ἀνακαῦσαι μέγιστον. οἱ πολέμιοι πρὸς τὴν τοῦ πυρὸς ὄψιν ἐκ-
πλαγέντες ἐς τοῦτο ἀπεσκόπουν· οἱ δὲ κατὰ κορυφῆς ἐμπεσόντες τοὺς πλείστους αὐτῶν διέφθειραν, πολλοὺς δὲ ζωγρήσαντες ἔδησαν. καὶ τὸ λόγιον ἐτελεύτησε δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι.
9. ΤΗΜΕΝΟΣ.
οἱ Πελοποννήσιοι μετῆλθον ἐπὶ τὸν Ἰσθμόν. οἱ δʼ ἀμφὶ Τήμενον μεθʼ ἡσυχίας τὸ Ῥίον κατέσχον.
10. ΠΡΟΚΛΗΣ.
θησαν Ἡρακλεῖδαι, ἀλλὰ τοὺς αὐλητὰς, ὡς εἶχον, ἡγεῖσθαι κελεύουσιν. οἱ μὲν τοῖς αὐλοῖς ἐμπνέοντες ἡγοῦντο, οἱ δὲ ὁπλῖται πρὸς τὸ μέλος καὶ τὸν ῥυθμὸν ἐμβαίνοντες ἄρρηκτοι τὴν τάξιν ἐγένοντο καὶ τοὺς πολεμίους ἐνίκησαν. ἡ πεῖρα ἐδίδαξε τοὺς Λάκωνας
τὸν αὐλὸν ἔχειν ἀεὶ στρατηγὸν ἐν ταῖς μάχαις. αὐλὸς ἡγεῖται Λακώνων ἐς πόλεμον ἰόντων καὶ τὸ ἐμβατή- ριον αὐλὸς ἐνδίδωσι τοῖς μαχομένοις. οἶδα ἐγώ καὶ τὸν θεὸν ἀνελόντα νίκην Λάκωσιν, ἔστ’ ἄν πολεμῶσι μετά αὐλητῶν καὶ μὴ πρὸς αὐλητάς. τὸ λόγιον ἤλεγ-
ξεν ἐν Λεύκτροις ἡ μάχη. ἐν γὰρ δὴ Λεύκτροις αὐ- λητῶν οὐχ ἡγουμένων οἱ Λάκωνες παρετάξαντο πρὸς Θηβαίους, οἷς πάτριον ἀσκεῖν αὐλητικὴν, ὥστε δῆλος ἦν ὁ θεὸς προαγορεύσας, ὅτι νικήσουσί ποτε Θηβαῖοι Λάκωνας αὐλῷ μὴ στρατηγουμένους.
22 23
11. ΑΚΟΥΗΣ.
δὴ Ἀρκάδες οὐκ ἐπηρώτων· οἴ δὲ Σπαρτιᾶται ὡς ἐν νυκτὶ ἀγνοοῦντες καὶ διὰ τοῦτο ἐρωτῶντες ὑπὸ τῶν Ἀρκάδων ἀνῃροῦντο.
12. ΘΕΣΣΑΛΟΣ.
24σάλοις πολεμούντων τέχνῃ ἐκράτησεν ἄνευ μάχης. νύκτα παραφυλάξας ἀσέληνον καὶ σκοτεινὴν ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἀνὰ τὸ πεδίον ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρῶν δᾷδας καὶ λυχνού- χους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν οὖ καθαιρεῖν.
οἱ Βοιωτοὶ τὴν ὄψιν τοῦ πυρὸς ὥσπερ ἀστραπὰς κυ- κλουμένας ἰδόντες ἐδεδίξαντο καὶ πρὸς ἱκεσίαν τῶν Θθεσσαλῶν ἐτράποντο.
13. ΜΕΝΕΛΑΟΣ.
ἄγων Ῥόδῳ προσέσχε. Τληπολέμου δὲ ἐν Τροίᾳ τε- 25 26 θνηκότος γυνὴ Πολυξώ πενθοῦσα, ἐπειδή τις ἤγγειλε Μενέλεων μετὰ τῆς Ἑλένης ἥκειν, τιμωρῆσαι τῷ ἀνδρὶ βουλομένη μετὰ Ῥοδίων ἁπάντων ἀνδρῶν καὶ γυναι- κῶν αἰρομένων πῦρ καὶ λίθους ἐπὶ τὰς ναῦς κατέ- δραμε. Μενέλεως ὑπὸ τοῦ πνεύματος ἀναχθῆναι κω-
λυόμενος τὴν μὲν Ἑλένην ἐς κοίλην ναῦν κατέκρυψε, τὸν δὲ κόσμον αὐτῆς καὶ τὸ διάδημα θεραπαίνῃ τῇ μάλιστα καλλίστῃ περιέθηκεν. οἱ δὲ (μάλιστα) πιστεύ- σαντες Ἑλένην εἶναι πῦρ καὶ λίθους ἐπὶ τὴν θερά- παιναν * * * καὶ ὡς ἱκανὴν δίκην ἐπὶ τῷ Τληπο-
λέμῳ λαβόντες τὸν Ἑλένης θάνατον ἀνεχώρησαν. Με- νέλεως δὲ τὴν Ἑλένην ἔχων ἀπέπλευσεν.
14. ΚΛΕΟΜΕΝΗΣ.
27ἀκριβὴς φυλακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεομένης βούλοιτο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλι- ζομένων ἀνθωπλίζοντο, ἐπεξιόντων ἀντεπεξῄεσαν, ἀνα- 29 30 παυομένων ἀντανεπαύοντο. Κλεομένης λάθρα παράγ- γελμα ἔδωκεν, ὅταν ἀριστοποιεῖσθαι κηρύξῃ, ὁπλίσα- σθαι. ὁ μὲν ἐκήρυξεν· οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον ἐτράποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐμαρῶς
ἀόπλους καὶ γυμνοὺς τοὺς Ἀργείους ἀπέκτεινεν.
15. ΠΟΛΩΟΣ.
31μολον ἔπεμψεν ἀγγέλλοντα, ὅτι στασιάζουσι δὴ καὶ καταλείψουσιν ἀλλήλους. Μεσήνιοι παρεφύλαττον. Θεόπομπος μὲν ἀνέζευξε καὶ οὐ μακρὰν ἀπέκρυψε τὴν στρατιὰν εἰς ἀναχώρησιν. ταῦτα ὁρῶντες οἱ Με- σήνιοι καταφρονοῦσι μόνου τοῦ Πολυδώρου καὶ πασ-
συδὶ τῆς πόλεως προελθόντες ἐτράποντο ἐς μάχην. Θεόπομπος, τῶν σκοπῶν σημηνάντων, ἐξ ἀφανοῦς περι- ελθών τό τε ἄστυ ἔρημον εἷλε καὶ κατόπιν ἐμβάλ- λει τοῖς Μεσηνίοις, οἱ περὶ Πολύδωρον κατὰ πρόσ- ωπον. ἀμφίβολοι γενόμενοι Μεσήνιοι κατὰ κράτος
ἑάλωσαν.
16. ΛΥΚΟΥΡΓΟΣ.
φέρειν ἔχρα. οἱ Λάκωνες φόβῳ τοῦ θεοῦ τοῖς νόμοις ὡς χρησμοῖς ὑπήκουσαν.
17. ΤΥΡΤΑΙΟΣ.
36ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νε- κρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ (τὰς) σκυταλί- δας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόν- των, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσηνίους τοῦτο
38 39 40 41 μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦν- τας Εἴλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσηνίοις τὴν ἀπόνοιαν τὴν Δακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον
ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Δακεδαιμο- νίοις ἔδωκαν.
18. KOΔΡΟΣ.
ἀποθάνοι πρὸς ἀνδρὸς Πελοποννησίου. Κόδρος ἦν Ἀθηναίων βασιλεύς. οἱ πολέμιοι τὸ λόγιον εἰδό- τες, κοινὸν αὐτοῖς παράγγελμα ἦν ἐν ταῖς μάχαις ἀπέχεσθαι Κόδρου. ὁ δὲ, ἦν γὰρ ἑσπέρα, σχῆμα φρυ- γανιστῆρος λαβῶν τοῦ χάρακος προελθὼν ἔτεμνε τὴν
ὕλην. Ετυχον δὲ καὶ Πελοποννήσιοι ἄνδρες κατὰ φρυγανισμὸν ἥκοντες. ἁψιμαχεῖ τούτοις Κόδρος, ὥστε καὶ τὸ δρέπανον ἐπʼ αὐτοὺς ἀνατεινάμενος ἔτρωσεν. οἱ δὲ φθάσαντες κατακαίνουσιν αὐτὸν τοῖς δρεπάνοις καὶ γαννύμενοι ἀπηλλάγησαν ὡς ἀνδραγάθημα δὴ
πεποιηκότες. παιωνίσαντες Ἀθηναῖοι — τί γὰρ οὐκ ἔμελλον τοῦ λογίου πεπληρωμένου; — θυμῷ καὶ ῥύμῃ πλείονι προίασιν εἰς μάχην καὶ πρὸ τῆς μάχης κήρυκα πέμψαντες ἤτησαν ἀναίρεσιν τοῦ βασιλέως. Πελοποννήσιοι μὲν συνέντες τοῦ γεγονότος ἔφυγον·
Αθηναῖοι δὲ νικήσαντες Κόδρῳ τιμὰς κατεστήσαντο 42 τῶν ἡρώων, ὅτιπερ τοὺς πολεμίους ἑκουσίῳ θανάτῳ κατεστρατήγησεν.
19. MEΔNΘΟΣ.
μεθόριον Ἀττικῆς καὶ Βοιωτίας. ὁ θεὸς ἔχρησε· τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον ἔσχε Μελαίνας. τοῦ λογίου τὸ ἔργον ἀποβαίνει τῇδε. οἱ στρατηγοὶ μονομαχοῦσι τῆς νίκης πέρι, καὶ συνιόντων ὁ Μέ- λανθος ἔφη καὶ μὴν ἀδικεῖς δεύτερος ἰών ἐπὶ τὴν
μάχηνʼ. ὁ Ξάνθος ἐπεστράφη τὸν δεύτερον ὀψόμε- νος καὶ ὑπὸ τοῦ Μελάνθου τῷ ξυστῷ διελαθεὶς ἀνῃ- ρέθη. Ἀθηναῖοι τῷ στρατηγήματι τῆς ἀπάτης νική- σαντες ἐτήσιον ἑορτὴν κατεστήσαντο, ἥν γε δὴ κληΐζου- σιν Ἀπατούρια.
20. ΣΟΔΩN.
43ἄσματα. τούτοις ἤγειρεν Ἀθηναίους ἐπὶ τὴν μάχην. οἱ δὲ κάτοχοι ἐκ Μουσῶν καὶ Ἄρεως αὐτίκα τε ἀνή- γοντο ἄδοντες ὁμοῦ καὶ ἀλαλάζοντες καὶ Μεγαρεῖς κατὰ κράτος ἐνίκων· καὶ πάλιν ἡ Σαλαμὶς Ἀθηναίων κτῆμα ἦν. Σόλων δὲ μάλα ἐθαυμάζετο καὶ τὸν νόμον
λύσας τῇ μανίᾳ καὶ τὸν πόλεμον νικήσας τῇ μουσικῇ.
νος πέρι· Σόλων ἔπλευσεν ἐπὶ Κωλιάδος, ἔνθα αἱ γυναῖκες Δήμητρι ἑορτὴν ἐτέλουν ἐπʼ αὐτῇ τῇ θα- λάσσῃ. αὐτόμολον ἐκπέμπει Σόλων ἀγγελοῦντα Με-
γαρεῦσιν ῾ ἥν ἐπὶ Κωλιάδος πλεύσητε, τὰς Ἀθηναίων γυναῖκας αἱρήσετε χορευούσας· ἀλλὰ μὴ μέλλετε ᾿ . Μεγαρεῖς τῇ. ἀπάτῃ πείθονται. οἱ μὲν δὴ ἐπέπλεον· Σόλων δὲ τὰς μὲν λυναῖκας ἀναχωρῆσαι κελεύει, μει-
μένα, στεφάνους περικείμενα, κρυπτοῖς ἐγχειριδίοις ὡπλισμένα παρὰ τὴν ἠιόνα παίζειν καὶ χορεύειν ἔταξεν. οἴ δὲ Μεγαρεῖς τῇ ὄψει τῶν ἀγενείων καὶ τῇ ἐσθῆτι τῶν γυναικῶν ἐξαπατώμενοι τῶν νεῶν ἀποβάντες ἐπειρῶντο συλλαμβάνειν οἷα δὴ γυναῖκας· οἱ δὲ σπα- 48 49 σάμενοι τὰ ἐγχειρίδια μάλα δὴ ἀντὶ γυναικῶν ἄνδρες ἐφάνησαν, τοὺς πολεμίους ἔκτειναν, τῶν νεῶν ἐπέβη- σαν, τῆς Σαλαμῖνος ἐκράτησαν.
21. ΠEIΣIΣΤPATOΣ.
50μίων προσπεσὼν ἔκτεινε πάντας· προελθών ἄλλοις ἀπηντᾶτο πλείοσι. παράγγελμα ἔδωκε θαλλῷ στεφα- νοσθαι καὶ μὴ κτείνειν τοὺς ἀπαντῶντας, φράζειν δὲ, ὡς ἐσπείσαντο τοῖς πρώτοις. οἱ δὲ πιστεύσαντες
ἄρα σπένδονται καὶ Πεισιστράτῳ τὸ ἄστυ ἐπέτρεψαν. 52 ὁ δὲ ἄρματος ἐπιβὰς, παραστησάμενος γυναῖκα μεγά- λην, καλὴν, ὄνομα Φύην, ὅπλοις Παλλαδικοῖς κε- κοσμημένην, δόξαν ἐνδοὺς ὡς Ἀθηνᾶ κατάγοι Πει- σίστρατον, ἀδεῶς εἰσήλασε καὶ τῆς τυραννίδος τῶν
Ἀθηναίων κατέσχεν.
ἥρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν 53 54 αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἴνα πάντες ἐξακού- σειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δʼ ἐντεί- ναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύ-
λου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας, ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων.
55 Μεγακλῆς ὑπὲρ τῶν πλουσίων τεταγμένος, ὁ δὲ Πει-
σίστρατος ὑπὲρ τῶν πενήτων. καὶ δή ποτε ἐν ἐκκλη- σίᾳ πολλὰ τῷ Μεγακλεῖ λοιδορησάμενος καὶ ἀπειλή- σας ἀπηλλάγη κατατρώσας δὲ ἑαυτὸν οὐ καιρίοις τραύμασι τῆς ὑστεραίας προῆλθεν εἰς τὴν ἀγορὰν δεικνύων τοῖς Ἀθηναίοις ταῦτα. ὁ δὲ δῆμος ὑπερ-
ηγανάκτησεν, ὡς ὁ κηδόμενος αὐτῶν διʼ αὐτοὺς ταῦτα εἴη παθὼν, καὶ ἐς φυλακὴν τοῦ σώματος ἔδωκαν αὐτῷ τριακοσίους φύλακας, οἷς κορυνηφόροις χρησάμενος αὐτός τε τύραννος Ἀθηναίων ἐγένετο καὶ τοῖς παισὶ τὴν τυραννίδα κατέλιπεν.
22. APIΣΤΟΓEITΩN.
23. ΠΟΔΥΚPATΗΣ.
60τὰ τῶν φίλων, ὡς ἀπαιτούμενος ἃ λαμβάνοι, φιλ- τέρους ἕξων· οὐδὲν δὲ λαβὼν οὐκ ἂν οὐδʼ ἀποδοῦναι δύνασθαι.
ἐπόμπευον, πλεῖστα ὅσα τῇ προφάσει τῆς ἑορτῆς ὅπλα συλλέξας τοὺς μὲν ἀδελφοὺς Συλοσῶντα καὶ Παντά- γνωστον συμπομπεύειν ἔταξε. μετὰ δὲ τὴν πομπὴν τῶν Σαμίων θύειν μελλόντων οἱ πλεῖστοι τὰς παν- οπλίας ἀπέθεντο παρὰ τοῖς βωμοῖς προσέχοντες
σπονδαῖς καὶ εὐχαῖς. οἱ δʼ ἀμφὶ Συλοσῶντα καὶ Παντάγνωστον τὰ ὅπλα ἔχοντες, ἀνὴρ ἀνδρὶ παραστὰς, ἐφεξῆς ἅπαντας ἐκτίννυον. Πολυκράτης τοὺς ἐν τῇ πόλει μετέχοντας τῆς ἐπιθέσεως ἀλίσας προκατελάβετο τῆς πόλεως τοὺς ἐπικαιροτάτους τόπους [τοὺς] ἀπὸ τοῦ
62 63 ἱεροῦ μετὰ τῶν ὅπλων σπουδῇ θέοντας ἀδελφοὺς καὶ συμμάχους δεξάμενος. τειχίσας ἀκρόπολιν τὴν καλου- μένην Ἀστυπάλαιαν, μεταπεμψάμενος παρὰ Δυγδάμιδος τοῦ Ναξίων τυράννου στρατιώτας καὶ δὴ Σαμίων τύ-
ραννος ἦν.
24. IΣTIAΙΟΣ.
την πιστὸν ἀποξύρας τὰς τρίχας στίγματα ἐνέγραψατο τῇ κεφαλῇ Ἱστιαῖος Ἀρισταγόρᾳ· Ἱωνίαν ἀπόστησονʼ καὶ τοῖς στίγμασιν ἐπέθρεψε τὰς τρίχας. τοῦτον τὸν τρόπον λαθῶν τοὺς φύλακας ὁ στιγματοφόρος καταβὰς ἐπὶ θάλατταν ἀποξυράμενος ἔδειξεν Ἀρισταγόρᾳ τὰ
στίγματα· ὁ δὲ ἀναγνοὺς ἀπέστησεν τὴν Ιὠνίαν.
25. ΙTTΤΤAKΟΣ.
65ἀμφίβληστρον περιβάλλει τὸν Φρύνωνα καὶ ῥᾳδίως ἐπισπασάμενος κτιννύει καὶ Σίγειον τοῖς Δεσβίοις τῷ λίνῳ ἐθήρευσεν. οἷον καὶ νῦν οἱ μονομαχοῦντες λίνον ἔχουσι, Πιττακὸς ἐδίδαξεν.
26. BIAΣ
70βοιμι᾿. ὁ δὲ Βίας τί δʼ ἄλλο [οἴει]᾿ , ἔφη, κἀκείνους εὔχεσθαι Διὶ, ἢ ὅπως Κροῖσον ἠπειρώτην ἐν θαλάσσῃ λάβοιεν;᾿ ὁ λόγος Βίαντος ἔπεισεν Κροῖσον ἐπὶ τὰς νήσους πλεῦσαι μηκέτι.
27. ΓEAΩN.
71
ὅπλων, τῶν ἵππων, τῶν τριήρων, ἐπὶ πᾶσιν ἐπαινεθεὶς τέλος ἐξέδυ τὴν ἐσθῆτα καὶ στὰς ἐν μέσῳ γυμνός· οὕτως ἐγὼ , ἔφη, γυμνὸς ὑμῖν ἕστηκα, ὑμεῖς δὲ ἔνοπλοι, ὥστε, εἴ τί μοι πέπρακται βίαιον, χρήσασθε 72 73 74 κατʼ ἐμοῦ καὶ σιδήρῳ καὶ πυρὶ καὶ λίθοις.ʼ ὁ δῆμος ἐπεβόησεν ὡς ἄριστον στρατηγὸν ἐπαινῶν. ὁ δὲ ὑπο- λαβὼν ἔφη καὶ εἰσαῦθις οὖν τοιοῦτον στρατηγὸν χειροτονήσατε᾿ . πάλιν ὁ δῆμος ἀλλὰ τοιοῦτον ἄλλον
οὐκ ἔχομενʼ. οὕτως δὴ παρακληθεὶς δεύτερον στρατη- γῆσαι ἀντὶ στρατηγοῦ τύραννος ἐγένετο Συρακουσίων.
75 χηδονίων διαπλεύσαντι ἐπὶ Σικελίαν ἀντιστρατοπε- δεύων μάχῃ μὲν συμβαλεῖν οὐκ ἐθάρρει· Πεδίαρχον
δὲ τὸν τοξοτῶν ἡγούμενον, ὅμοιον ἑαυτῷ τὴν ἰδέαν ἀμφιέσας τὴν ἑαυτοῦ τυραννικὴν ἐσθῆτα ἐκέλευσε προελθεῖν τοῦ στρατοπέδου καὶ θύειν ἐπὶ τῶν βωμῶν, ἕπεσθαι δὲ αὐτῷ τοξότας ἐν ἐσθῆτι λευκῇ κατέχοντας μυρίνας, τόξα ὑπὸ ταῖς μυρίναις κρύπτοντας· ἡνίκʼ ἄν
δὲ ἴδωσιν Ἰμίλκωνα καὶ αὐτὸν ὁμοίως προελθόντα καὶ θύοντα, τοξεύειν ἐπʼ αὐτόν. οὕτω δὴ τούτων πραχθέντων Ιμίλκων οὐδὲν ὑπιδόμενος προελθὼν ἔθυσεν· ὥστε σπένδων θύων τε ἄφνω πολλῶν τοξευ- μάτων ἐπʼ αὐτὸν ἐπελθόντων ἐτελεύτησεν.
76 κους μὲν ἐκάλει τοὺς ἐθέλοντας Δωριῶν, Διογνήτῳ δὲ, τῷ Μεγαρέων ἄρχοντι, χρήματα παρὰ δύναμιν ἐπέταξεν· ὁ δὲ τοῖς πολίταις. οἱ δὲ τοῖς τέλεσιν ἀπα- 77 78 γορεύοντες ἐς τὴν ἀποικίαν τὴν ἐν Συρακούσαις ὑπεί- κουσαν ὑποβαλόντες αὐτοὺς τῇ Γέλωνος δυναστείᾳ.
28. ΘΗΡΩN.
79στρατόπεδον ὡς διαρπασόμενοι τὰς σκηνὰς ὑπὸ τῶν Ἰβήρων παραβοηθούντων ἀνῃροῦντο. Θήρων πολὺν τὸν ὄλεθρον ἰδῶν ἔπεμψε τοὺς κυκλωσομένους παραγ- γείλας ὄπισθεν τὰς σκηνὰς καταπρῆσαι· φλογὸς δὲ πολλῆς αἰρομένης οὐκ ἔχοντες οἱ πολέμιοι σκηνὰς ἐπὶ
τὰς ναῦς ἔφευγον. οἱ δὲ Σικελιῶται διώκοντες παρὰ ταῖς ναυσὶ τοὺς πλείστους διέφθειραν.
ΘΗΡΩN MIΔTΙΑΔΟΥ.
κειμένων θάψαι τοὺς νεκροὺς οὐ θαρροῦντες, οὐ μὴν οὐδὲ ἀτάφους περιορᾶν ὑπομένοντες ἐβουλεύοντο τί χρὴ πράττειν. Θήρων ὑπέσχετο, εἰ λάβοι τριακο- σίους οἰκέτας τοὺς τεμεῖν τὴν ὕλην δυνησομένους, αὐτὸς ἄν σὺν αὐτοῖς προσελθὼν καὶ τὰ σώματα καῦσαι
καὶ πολυάνδριον αὐτῶν ἐγεῖραι· εἰ δὲ οἱ πολέμιοι 80 81 82 κρατήσειαν αὐτῶν, οὐδὲν μέγα κινδυνεύεσθαι τῇ πόλει, ἐὰν ἕνα πολίτην ἀπολέσῃ καὶ τιμὴν ἀνδραπόδων τρια- κοσίων. ἐπῄνεσαν οἱ Σελινούντιοι τὴν γνώμην καὶ αὐτῷ συνεχώρησαν, οὓς βούλοιτο οἰκέτας αἱρεῖσθαι.
ὁ δὲ τοὺς εὐρώστους καὶ ἀκμάζοντας ἐπιλεξάμενος ἐξήγαγε δρέπανα καὶ πελέκεις καὶ ἀξίνας ἔχοντας ὡς τεμοῦντας ὕλην εἰς πυρκαῖὰν νεκρῶν τοσούτων. ἐπεὶ δὲ ἐξῆλθον, πείσας αὐτοὺς ήρων ἐπιθέσθαι τοῖς δεσπόταις βαθείας ἑσπέρας ἐπανῆλθεν εἰς τὴν πόλιν.
οἱ δὲ τῶν τειχῶν φύλακες γνωρίσαντες εἰσεδέξαντο. Θθήρων αὐτούς τε τοὺς φύλακας φονεύσαχ καὶ τῶν πο- λιτῶν τοὺς πλείστους καθεύδοντας ἀποκτείνας κατέλαβε τὴν πόλιν καὶ τύραννος ἐγένετο Σελινουντίων.
29. IEPIN.
83πολεμίων ἐπιστήσας τοὺς ὁπλίτας ἐπὶ τῆς διαβάσεως ἐκέλευσε τοὺς ἱππεῖς προάγειν ἄνω τοῦ ποταμοῦ ὡς διαβησομένους ἐκεῖθεν, τοὺς δὲ ψιλοὺς ἀνωτέρω τῶν ἰππέων. οἱ μὲν πολέμιοι ἀντιπαρῆγον ὡς τοὺς ἱπ- po πέος καὶ τοὺς ψιλοὺς κωλύσοντες· ὁ δὲ έρων διή- γαγε τοὺς ὁπλίτας βιασάμενος ὀλίγους ὄντας τοὺς κατα- λελειμμένους τῶν ἐναντίων καὶ παραχρῆμα σημεῖον ἡρε τοῖς ψιλοῖς καὶ τοῖς ἱππεῦσιν. οἱ δὲ ὑποστρέψαντες διέβησαν τῶν προδιαβάντων ὁπλιτῶν τοὺς ὑποστρέ- χa ψαντας πολεμίους ἀνειργόντων.
αἰχμαλώτους τῶν εὐγενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπε- δίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλὰς ἡμέρας κατασχὼν κοινωνήσας αὐτοῖς ἑστίας καὶ τιμήσας προεδρίᾳ τηνι- καῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο.
οἱ δὲ ἐπανελθόντες ὕποπτοι παρὰ τοῖς πολίταις ἦσαν ὡς φιλίας Ἱέρωνι κεκοινωνηκότες.
30. ΘΕΜΙΕΤΟΚΛΗΣ.
8687
92 λησιν ἐδόκει φεύγειν, Θεμιστοκλεῖ ναυμαχεῖν ἐν στενῇ θαλάσσῃ. ὡς δὲ μένειν οὐκ ἔπειθεν, ἦν αὐτῷ Σίκιννος εὐνοῦχος παιδαγωγὸς τοῖν παίδοιν, νύκτωρ τὸν Σίκιν- νον τοῦτον ὡς βασιλέα πέμπει μηνύσοντα κατʼ εὔνοιαν
δὴ ὅτι ἀποδιδράσκει τὸ Ἑλληνικόν· ἀλλὰ ναυμάχει. πείθεται βασιλεὺς καὶ ναυμαχεῖ, καὶ τὸ πλῆθος τῶν τριήρων συνέτριψεν ἡ στενὴ θάλασσα· οἱ δὲ Ἕλληνες ἄκοντες ἐνίκησαν τῇ σοφίᾳ τοῦ στρατηγοῦ.
94
ται πλεῖν ἐφʼ Ἑλλήσποντον καὶ τὸ ζεῦγμα λύειν, ἵνα βασιλεὺς μὴ φύγῃ· Θεμιστοκλῆς ἀντιβουλεύεται λέγων ῾βασιλεὺς ἀποληφθεὶς ἀναμαχεῖται τάχα· πολλάκις δὲ ἀπόνοια δίδωσιν, ὅσα μὴ ἔδωκεν ἀνδρεία᾿ . πέμπει δὴ 95 96 97 πάλιν ὡς βασιλέα εὐνοῦχον ἄλλον Ἀρσάκην οὑτωσὶ προαγορεύοντα· εἰ μὴ φύγοι διὰ τάχους, ἡ γέφυρα τοῦ Ἑλλησπόντου διαλύεται. βασιλεὺς ἔδεισε καὶ φθάσας τὸ Ἑλληνικὸν διέβη τὸ ζεῦγμα καὶ φυγῶν ᾤχετο· Θεμι- στοκλῆς δὲ τοῖς Ἕλλησιν ἐφύλαξε τὴν νίκην ἀκίνδυνον.
98
ἐκπέμψατε κατασκόπους ἐμὲ κατασχόντες.ʼ οἱ μὲν ἔπεμψαν· Θεμιστοκλῆς δὲ κρύφα πέμψας ἐνετείλατο Ἀθηναίοις κατέχειν τοὺς κατασκόπους, ἔστʼ ἄν ἐγείρωσι τὸ τεῖχος· ἐπειδὰν δὲ ἐγείρωσι, μὴ πρότερον αὐτοὺς ἀποπέμπειν, εἰ μὴ πρόσθεν αὐτὸν ἀπολάβοιεν. καὶ
ταῦτα οὕτως ἐγένετο. ἠγέρθη τὸ τεῖχος, καὶ ἐπαν- ῆλθε Θεμιστοκλῆς. ἀπεδόθησαν οἱ κατάσκοποι, ἐτει- χίσθησαν Ἀθῆναι Δακεδαιμονίων ἀκόντων.
λωμα λογισθῆναι, ἐὰν δὲ μὴ ἀρέσῃ, τοὺς λαβόντας ἀποδοῦναι. ταῦτα μὲν ἔδοξεν. οἱ δὲ ἑκατὸν ἄνδρες ἕκαστος μίαν τριήρη κατέστησαν σπουδῇ χρησάμενοι κάλλους καὶ τάχους. Ἀθηναῖοι καινὸν στόλον ποιή- σαντες ἥσθησαν, καὶ οὐ μόνον κατὰ Αἰγινητῶν ταῖς
τριήρεσι ταύταις, ἀλλὰ καὶ κατὰ Περσῶν ἐχρήσαντο.
104 λευσε τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοῖς πατέρας᾿. τούτων ἀναγιγνωσκομένων βασιλεὺς τοὺς
Ἴωνας ὑπόπτους ἡγήσατο.
105 ἀγνοούμενος ἐκομίζετο τὴν ἐπὶ Ἰωνίας. ἐπεὶ δὲ ἡ ναῦς ὑπὸ χειμῶνος ἐπὶ Νάξον κατεφέρετο πολιορκου- μένην ὑπʼ Ἀθηναίων, τῷ ναυκλήρῳ φοβηθεὶς ἔφρασεν
ὅστις εἴη. καὶ εἰ μὴ σώσειεν αὐτὸν, κατερεῖν ἠπεί- λησεν Ἀθηναίοις, ὡς χρήμασι αὐτὸν πεισθεὶς ἄγοι· ὅπως οὖν ἀμφότεροι σωθεῖεν, μηδεὶς (οὖν) ἐκβαινέτω 106 107 108 τῆς νεώς. ὁ ναύκληρος φοβηθεὶς οὔτε ἐκβῆναι συνε- χώρησε καὶ ἀναχθῆναι διὰ τάχους ἔσπευσεν.
31. APΣTΕIΔHΣ.
109ἀλλήλων λαβόμενοι τῆς πόλεως ἔξω προελθόντες ἐς ταὐτὸν ἑκάτερος τὴν δεξιὰν χεῖρα καθιέντες συνημμέ- νων τῶν δακτύλων ἐπεφώνουν· τὴν ἔχθραν ἐνταῦθα κατατιθέμεθα, ἕως ἄν πρὸς τὸν Πέρσην διαπολεμή- σωμεν. ταὔτʼ εἰπόντες ἄραντες τὰς χεῖρας διαλελυ-
μένων τῶν δακτύλων, ὡς δή τι κατατεθεικότες, ἔπειτα συγχώσαντες τὸν βόθρον ἐπανῆλθον καὶ διετέλεσαν παρὰ πάντα τὸν πόλεμον ὁμονοοῦντες. ἡ δὲ τῶν στρα- τηγῶν ὁμόνοια μάλιστα δὴ τοὺς βαρβάρους ἐνίκησεν.
32. ΔEΩNIΔΑΣ.
110
οὐ χρὴ θαυμάζειν ἀστραπῶν καὶ βροντῶν γιγνομένων· ἀνάγκη γὰρ αὐτὰ συμβαίνειν, ἄστρου κινουμένου. 112 113 114 115 πολλῶν οὖν διοσημειῶν γιγνομένων οἱ μὲν τοῦ Δεω- νίδου προιδόντες τὸ μέλλον θαρροῦντες ἠπείγοντο. οἱ πολέμιοι δὲ ἐκπλαγέντες ἄθυμοι πρὸς τὸν κίνδυνον ἐγένοντο καὶ παρὰ τοῦτο ἡττήθησαν.
νύκτωρ ἄλλους ἀλλαχῆ προσέταξεν, ὅταν αἴρῃ τὸ ση- μεῖον, δένδρα κόπτειν καὶ τὰς ἐπαύλεις ἐμπιπράναι. ταῦτα ὁρῶντες οἱ κατὰ τὴν πόλιν καὶ πάμπολυ τὸ πλῆθος εἶναι νομίσαντες οὐκ ἐπεξῆλθον, ἀλλὰ τὴν
λείαν ἄγειν αὐτοῖς προήκαντο.
33. ΔEΩΤΥΧIΔHΣ.
117ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἔλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες ἀκούσαντες ἐθάρρησαν καὶ προσέθεντο τοῖς Ἕλλησιν. ἡ τύχη τὸ Δεωτυχίδου στρατήγημα ἐποίησεν ἀληθὲς νίκην παρασχοῦσα τοῖς Ἕλλησι τῆς ἐν Πλαταιαῖς μάχης.
34. KIMΩN.
119120 121 122 123 λέως σατράπας καὶ πολλὰ σκάφη βαρβαρικὰ ἑλῶν ἐς ταῦτα τοὺς Ἕλληνας ἐμβῆναι κελεύει καὶ στολὰς ἐν- δῦναι Μηδικὰς καὶ πλεῖν ἐπὶ Κύπρου. Κύπριοι τῇ ὄψει τοῦ βαρβαρικοῦ σχήματος ἐξαπατώμενοι τὸν στόλον ὡς φίλιον ὑποδέχονται· οἱ δὲ ἀποβάντες καὶ σφόδρα
γε ἀντὶ βαρβάρων Ἕλληνες ἐφάνησαν καὶ Κυπρίους ἐνίκησαν μείζω τὴν ἔκπληξιν τῆς δυνάμεως ἔχοντες.
ματα, μοῖραν ἑτέραν ἀναξυρίδας, κάνδυς, στρεπτὰ καὶ ὅσα τοιάδε. οἱ σύμμαχοι αἱροῦνται τὸν κόσμον· Ἀθη- ναῖοι γυμνὰ τὰ σώματα. γέλων ὀφλισκάνει Κίμων ὡς τὴν μείζω μοῖραν προέμενος τοῖς συμμάχοις. οὐκ ἐς μακρὰν τῶν αἰχμαλώτων οἱ συγγενεῖς ἀπὸ Δυδίας
καὶ Φρυγίας καταβάντες μεγάλα λύτρα ὑπὲρ τῶν οἰκείων κατέβαλον. τότε ἡ σοφία Κίμωνος ἐθαυμά- ζετο· Ἀθηναῖοι δὲ πολλῷ πλείω χρήματα λαβόντες μάλα δὴ τῶν συμμάχων κατεκερτόμησαν.
35. MΥΡΩNIΔΗΣ.
125μεν κατὰ τὸ εὐώνυμονʼ. Ἀθηναῖοι μὲν τῷ λόγῳ τῆς νίκης ἐπιρρωσθέντες προθυμότερον ἐμβάλλουσι· Θηβαῖοι δὲ τῷ ἀγγέλματι τῆς ἥττης καταπλαγέντες ἔκλιναν εἰς φυγήν.
129
ελθὼν εἰς τὸ πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ῾ὁρᾶτε᾿ , ἔφη, τὸ πεδίον ὅσον. ἐν πεδίῳ τόσῳ πολε- μίων ἵππους ἐχόντων, ἢν μὲν φεύγωμεν, ἀνάγκη διω- κόντων ἱππέων ἁλῶναι· ἢν δὲ μένωμεν, πολλαὶ τοῦ
νικᾶν ἐλπίδες.᾿ οὕτως ἄρα πείθονται μένειν· καὶ προ- ῆλθε Μυρωνίδης κρατῶν ἄχρι Φωκίδος καὶ Δοκρῶν.
36. ΠΕPIΚΔHΣ.
130 ἐξέπεμψε τριήρεις Ἀθηναίων, οἳ δῃώσουσι τὰ παράλια
τῆς Δακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συμβαίνῃ.
131 132 133 134 135 χίδαμος, φίλος ὥν αὐτῷ πάλαι καὶ πρόξενος, δῃώσων ἐνέβαλλε τὴν Ἀττικήν. Περικλῆς προϊδόμενος, ὡς ἄρα τιμῶν Ἀρχίδαμος τὴν προξενίαν τῶν αὐτοῦ χωρίων ἀποσχήσοιτο, ἵνα μὴ γένοιτο Ἀθηναίοις ὕποπτος, φθάσας τὴν δήωσιν ἐς ἐκκλησίαν παρελθών ἐχαρίσατο
τῇ πόλει τὴν γῆν, ὅσην ἐκέκτητο.
37. KΔEΩN.
136ὑδρορρόης διὰ τοῦ τείχους στενῆς φερομένης, ἕνα λίθον ἐξαιρῶν, διὰ νυκτὸς ἐξιὼν καὶ εἰσιὼν τὸν λίθον ἐναρ- μόττων καὶ τοῦτο λανθάνων τῷ Κλέωνι τὸ πραττό- μενον ὡμολόγησεν ὡς παίγνιον. ὁ δὲ τοῖς Ἀβυδηνοῖς τὸ ἀπόρρητον ἐξαγορεύσας ἀσέληνον νύκτα παρατη-
ρήσας κατὰ τὴν ὑδρορρόην, τοῦ Θεοδώρου τὸν λίθον ἐξῃρηκότος καὶ περὶ τὴν μοιχείαν ἀσχολουμένου, τοὺς στρατιώτας ὑπεισήγαγεν, οἱ τοὺς φύλακας ἀνελόντες τὰς πύλας ἔνδοθεν ἀνοίξαντες πᾶσαν δεξάμενοι τὴν δύναμιν τῆς Σηστοῦ ῥᾳδίως ἐκράτησαν.
38. BPAΣIΔΑΣ.
138142 καρτεροῦ προσβαλλόντων ἐν κύκλῳ τῶν πολεμίων. οἱ
μὲν δὴ δεδιότες, μὴ νύκτωρ ἀποδραίη, λίθοις περι- ετείχιζον τὸν λόφον καὶ τεῖχος ὑψηλὸν ἤγειρον. οἱ δὲ Δάκωνες ἠγανάκτουν, ὅτι μὴ προῆγεν αὐτοὺς εἰς μάχην, ἀλλὰ περιτειχισθέντες αἴσχιστα λιμῷ ἁλώσοιντο· Βρα- σίδας αὐτὸς ἔφη τὸν καιρὸν τῆς μάχης εἰδέναι. ἐπεὶ
δὲ τὸ πλεῖστον τοῦ λόφου περιετετείχιστο, λοιπὸν δὲ ἦν ἀτείχιστον ὅσον πλέθρον αὔταρκες, τοῖς μετʼ αὐτοῦ πρὸς μάχην παρήγγειλε τοῦτον εἶναι τὸν καιρὸν ὁρ- μῶσιν ἐπὶ τὴν ἔξοδον. καὶ δὴ ὁρμήσαντες πολλοὺς τῶν πολεμίων διαφθείραντες ἐσώθησαν· ἡ γὰρ στενο-
χωρία ἐλάττονας ὄντας οὐκ ἔβλαψεν· ὁ δὲ περιτειχισμὸς ὠφέλησε κωλύσας μηδένα κατὰ νώτου πολέμιον αὐτῶν γενέσθαι, ὥστε τῷ τείχει τῶν ἐναντίων τὸ μὲν ἐκείνων πλῆθος ἀχρεῖον, ἡ δὲ ἔξοδος ἀσφαλεστέρα τοῖς Δάκω- σιν ἐγένετο.
144
ιδὼν ταραχὴν τῶν ἔνδον οὐχ ἡγούμενος ἀσφαλῆ τὴν ἐξ ἀπονοίας μάχην ἐκήρυξεν Ἀθηναίοις μὲν ἄδειαν ὑποσπόνδοις ἀπιοῦσι καὶ τὰ σφῶν αὐτῶν ἔχουσιν, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι
Δακεδαιμονίων γένοιντο. τῷ κηρύγματι πεισθέντες Ἀθηναῖοι μὲν ἀπαλλάσσονται, Ἀμφιπολῖται δὲ Δακε U+00AF 145 146 147 δαιμονίοις προσέθεντο· Βρασίδας δὲ Ἀμφίπολιν καθʼ ὁμολογίαν προσεκτήσατο.
φανείη σκάφος, ἡ τριήρης ἀμύνοι, εἰ δὲ ἀντίπαλος ἄλλη τριήρης, ἐν ὅσῳ πρὸς ἐκείνην διαγωνίζεται, αὐτὸς ἐν τῷ ὑπηρετικῷ διασωθῆναι φθάσειεν.
τας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο.
39. NIKIAΣ.
150ἐκβαίνειν· οἴ δὲ ἐν ταῖς ἐνέδραις ἐξανιστάμενοι τοὺς πλείστους αὐτῶν διέφθειραν.
157 Ὀλυμπιεῖον ἐς τὸ πρὸ τοῦ στρατοπέδου χωρίον ὁμαλὲς ὄν ἐκέλευσε νύκτωρ τριβόλους κατασπεῖραι. ἐπεὶ δὲ τῆς ὑστεραίας Ἔκφαντος ὁ Συρακουσίων ἵππαρχος
προήγαγε τοὺς ἱππεῖς, ἦν αὐτῶν αἰσχρὰ φυγὴ τῶν τριβόλων ἐμπηγνυμένων ἐν τοῖς ποσὶ τῶν ἵππων· πολλοὶ δʼ αὐτῶν οὐδὲ προβαίνειν οἷοί τε ἦσαν, ἀλλʼ ὑπὸ τῶν πελταστῶν στερεὰ ὑποδήματα ἐχόντων διε- φθείροντο.
159
ὀλίγων στρατιωτῶν τῆς ἄλλης δυνάμεως περὶ Θάψον οὔσης. τῶν δὲ Συρακουσίων τὸ προπύργιον τοῦ κύ- κλου λαβόντων, ἐν ᾧ ξύλα πολλὰ ἦν, οὐχ ἱκανὸς ὤν ἀμύνασθαι τὰ ξύλα ἐνέπρησεν· ἡ δὲ φλὸξ ἐπὶ μέγα
αἰρομένη τοὺς πολεμίους ἀπεκρούετο. ἐν τῷ τέως ἡ ἀπὸ Θάψου δύναμις ἐπελθοῦσα προσεβοήθησεν.
161 βανόμενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν, φάσκων πάντα ποιήσειν τὰ προσταττόμενα, καὶ ὡς ἤδη τινὰ χρὴ
πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιπ- πος τῷ κήρυκι πιστεύσας κατεστρατοπέδευσε καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συν- έπεμψε τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας 162 163 164 165 τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀπο U+00AF χώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.
40. AΔKIBIAΔHΣ.
φίλων ἕκαστον εἰσάγων ἐδείκνυεν ὡς ἄνδρα δὴ πεφο- νευμένον καὶ παρεκάλει συμπράττειν, ὅπως ἂν τὸ δεινὸν λάθοι. οἱ μὲν δὴ ἄλλοι κοινωνῆσαι τοῦ μιά- σματος ἔφυγον· Kαλλίας δὲ ὁ Ἰππονίκου προσήκατο τὸ εἴδωλον, ὅ ἔδειξεν ἐπὶ δοκιμασίᾳ φίλων πεποιημένον.
πιστὸν φίλον ἡγεῖται Καλλίαν, καὶ τὰ πάντα ἦν Ἀλκι U+00AF βιάδῃ Καλλίας.
σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγ- μένον ἰδόντες, θαρρήσαντες, ἐξελθόντες ἐσκεδάννυντο ἀνὰ τὴν χώραν. οἱ λοχῶντες ἐξαναστάντες εἷλον οὐκ ὀλίγα σώματα καὶ λείαν ἄφθονον· Ἀλκιβιάδης πάλιν 168 169 170 προσπλεύσας καὶ ἀναλαβὼν αὐτὰ τὰ ληφθέντα καὶ τοὺς λαβόντας ἀπέπλευσεν.
Ἀθήνας βουλόμενος τοὺς φύλακας τοῦ ἄστεος καὶ τοῦ
Πειραιῶς καὶ τῶν σκελῶν τῶν ἄχρι θαλάσσης ἀγρύ- πνους περὶ τὴν φυλακὴν κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα· ὅς δʼ ἂν μὴ ἀντανάσχῃ, ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες
ἐφύλαττον ἀφορῶντες ἐς τὴν ἀκρόπολιν, ἳνα αἴροντος τοῦ στρατηγοῦ τὸ πῦρ ἀντᾶραι δύναιντο, σημαίνοντες ὡς ἐγρηγορότες φυλάττοιεν.
172 κυραν πολλὴν οὖσαν τὴν δύναμιν τριχῇ διεῖλεν, ἵνα
τῶν ἐπιτηδείων μᾶλλον εὐποροῖεν κατὰ μέρος ταῖς πόλεσι προσβάλλοντες. ἐπεὶ δὲ κατέσχεν ἐς Κατάνην οὐ δεχομένων αὐτὸν Καταναίων ἐπρεσβεύσατο βουλό- μενος μόνος παρελθὼν εἰπεῖν αὐτοῖς τὰ συμφέροντα. τῶν δὲ ἐπιτρεψάντων καὶ θεόντων ἐς ἐκκλησίαν συν-
έταξεν, ὅσαι τῶν τειχῶν ἦσαν πυλίδες ἐνῳκοδομημέναι ᾿σαθρῶς, ταύτας ἐξελόντας εἴσω παρελθεῖν. ὁμοῦ δὴ συνέβαινεν Ἀλκιβιάδην μὲν ἄρχεσθαι δημηγορεῖν, Αθηναίους δὲ Κατάνην ἔχειν.
174 175 176 177 πιστὸν αὐτῷ Συρακουσίοις γνώριμον καθῆκεν ἐς Συ- ρακούσας ὡς πεμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς, ὧν τὰ ὀνόματα γιγνώσκοιεν. οὗτος ἤγγειλεν, Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κατάνης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἅμα
ἕῳ καταλάβοιεν τῶν Ἀθηναίων τὸ στρατόπεδον, δύ- νασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι ῥᾳδίως. ἐπίστευσαν οἱ στρατηγοὶ τῶν Συρα- κουσίων καὶ παρήγγειλαν ἐξιέναι πανδημεὶ τὴν ἐπὶ Κατάνης, καὶ προελθόντες ἐστρατοπεδεύσαντο πρὸς
τῷ Συμαίθῳ ποταμῷ. Ἀλκιβιάδης προσιόντας αὐτοὺς ὡς ᾔσθετο, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευ- σεν τῇ πόλει τῶν Συρακουσίων κενῇ καὶ οὐδενὸς εἴργοντος· τὸ δὲ κατὰ πλευρὰν αὐτῶν προτείχισμα ἐξελῶν διήρπασεν.
τὰς ἀπὸ τῆς χώρας προσόδους οὔτε τὰς ἀπὸ τῶν ἀρ-῾ γυρείων, ἀλλὰ μὴν καὶ οἱ νησιῶται πολιορκουμένους αὐτοὺς ἰδόντες αὐτομολήσουσι. τούτων γενομένων ἐψηφίσαντο Ἀθηναῖοι κάθοδον Ἀλκιβιάδῃ.
181 τῶν στρατοπέδων πτέρις ξηρὰ, δαψιλής. ἀνέμου προσ- πεσόντος παμμεγέθους, ὅς ἦν κατὰ νώτου τοῖς Ἀθη- ναίοις, τοῖς δὲ πολεμίοις κατὰ προσώπου, [ἀνῆψε τὴν
πτέριν· τοῦ δὲ καπνοῦ ἐμπεσόντος] ταῖς ὄψεσι τῶν Συρακουσίων τροπὴν αὐτῶν ἰσχυρὰν εἰργάσατο.
Τιρίβαζος μένοντι μὲν οὐκ ἐμάχετο, φεύγοντι δὲ ἐπέ- κειτο. Ἀλκιβιάδης νύκτα ἀναμείνας, ξύλα πολλὰ κόψας,
ταῦτα νήσας, πῦρ ἐμβαλὼν, ἀπιὼν ᾤχετο. οἱ βάρβαροι τὴν αὐγὴν τοῦ πυρὸς ὁρῶντες ᾤοντο μένειν τοὺς Ἕλληνας· ἐπεὶ δὲ ἔγνωσαν, διώκειν ὁρμήσαντες τὴν ὁδὸν πεφραγμένην ὑπὸ τοῦ πυρὸς διελθεῖν οὐ δυνη- θέντες τῆς διώξεως ἐπαύσαντο.
183
σύβουλον ἔπεμψε μετὰ τῶν πλειόνων νεῶν, ὅπως τοὺς ἐς τὴν πόλιν ἀποχωρήσοντας πολεμίους ἀνείργοιεν· αὐτὸς δὲ μετὰ ὀλίγων τριήρων ἐπὶ τὴν ναυμαχίαν ἀνή- γετο. Μίνδαρος καταφρονήσας μετὰ πλειόνων ἀνήχθη. 184 185 ὡς δὲ πλησίον ἦσαν, οἱ μὲν περὶ τὸν Ἀλκιβιάδην προσεποιήσαντο φεύγειν· οἱ δὲ περὶ τὸν Μίνδαρον περιχαρεῖς ὡς νικῶντες ἐδίωκον. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὸν Θηραμένην καὶ Θρασύβουλον ἐγένοντο, Ἀλκι- βιάδης μὲν τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντι-
πρῴρους. Μινδάρου δὲ ἀποστρέψαντος ἐπὶ τὴν πόλιν οἱ περὶ τὸν Θηραμένην ἀπήντησαν ἀποκλείοντες, ὁ δὲ ἐπὶ τοὺς Κλήρους καλουμένους τῆς Κυζικηνῶν γῆς ἀποχωρεῖν ἐπειρᾶτο. ἀλλὰ κἀκεῖ Φαρναβάζου στρατό- πεδον ἐκβαίνειν ἐκώλυεν. Ἀλκιβιάδης δὲ διώκων τὰς
μὲν μετεώρους τῶν νεῶν ἐμβολαῖς ἀνερρήγνυε, τὰς δὲ προσορμιζομένας τῇ γῇ χειρῶν σιδηρῶν ἐπιβολαῖς ἀφεῖλκε, τοὺς δὲ ἀποβαίνοντας ἐνέκοπτον οἱ Φαρνα U+00AF βάζειοι. τέλος δὲ Μίνδαρος πεσὼν Ἀλκιβιάδῃ λαμπρο U+00AF τάτην νίκην ἔδωκεν.
41. APXIΔAMΟΣ.
186καὶ οἱ ταξίαρχοι καινὰ ὅπλα καὶ δυοῖν ἵπποιν ἴχνη καὶ βωμὸν αὐτόματον ἰδόντες διήγγειλαν, ὡς οἱ Διόσ- 187 188 189 κουροι συμμαχήσοντες ἥκοιεν. οἱ στρατιῶται θαρ- ρήσαντες καὶ τὰς γνώμας ἔνθεοι γενόμενοι γενναίως ἠγωνίσαντο καὶ τοὺς Ἀρκάδας ἐνίκησαν.
στάσις τῶν πλουσίων καὶ τῶν πενήτων, τῶν μὲν ὡς ὀλιγαρχίαν πραττόντων, τῶν δὲ ὡς προδοσίαν. ταῦτα μαθὼν Ἀρχίδαμος ἀνῆκε τὸ σφοδρὸν τῆς πολιορκίας· οὐκέτι μηχανήματα προσῆγεν, οὐκέτι περιετάφρευεν, οὐκέτι τὴν χώραν ἔτεμνεν. οἱ πλούσιοι φοβηθέντες
ὡς ἄρα τοῖς πέυησι προδιδοῦσι χαρίζοιτο, φθάσαντες ἐπεκηρυκεύσαντο καὶ τὴν πόλιν ἐνέδωκαν Ἀρχιδάμῳ, σφίσιν αὐτοῖς ἀσφαλὲς πρὸς αὐτὸν συνθέμενοι.
191 διεσώθησαν οἰκίαι. Ἀρχίδαμος ὁρῶν τοὺς ἀνθρώπους
ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δείσας, μὴ πάντες ἀποληφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι πολε- μίων ἔφοδον ἐσήμηνεν. πιστεύσαντες οἱ Δάκωνες πρὸς αὐτὸν συνέδραμον· αἱ μὲν οἰκίαι συνέπεσον, αὐτοὶ δὲ οὕτως ἐσώθησαν.
192 μένος ὑπὸ τραύματος φθάσας ἐπεκηρυκεύσατο περὶ νεκρῶν ἀναιρέσεως, ὅπως μὴ καὶ οἱ λοιποὶ προσαπό- λοιντο.
194 195 196 197 ρύας· ὁδός ἦν ἄνυδρος, τραχεῖα, πολλὴ, καὶ ἠγανά- κτουν οἱ στρατιῶται τῷ πόνῳ· παρεμυθεῖτο αὐτους Ἀρχίδαμος, ὡς οἷόν τε ἦν, καὶ παρεκάλει μηδαμῶς ἐνδιδόναι. ἐπεὶ δὲ ἄφνω προσπεσόντες καὶ πολλοὺς τῶν πολεμίων κτείναντες ἐξεῖλον τὸ χωρίον, οἱ μὲν
ἐδειπνοποιοῦντο ἐπὶ τῇ νίκῃ γεγηθότες· Ἀρχίδαμος δὲ ἤρετο, πηνίκα δοκοῦσιν ἁλῶναι τὴν πόλιν; λεγόν- των δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν· οὐδαμῶς,ʼ ἔφη αὐτὸς, ἀλλὰ τότε, ὅτε τὴν πολλὴν καὶ ἄνυδρον ὁδὸν
ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρα- τεῖν πέφυκεν.᾿
42. ΓΥΔΠΠΙΟΣ.
198γοὺς τῶν Συρακουσίων εἶπεν, ὡς χρὴ λόφον τινὰ με- ταξὺ τῆς πόλεως καὶ τοῦ στρατοπέδου τῶν Ἀθηναίων τειχίσαι. τῶν δὲ πεισθέντων νύκτωρ αὐτὸς ἔπεμψεν αὐτόμολον ἀγγελοῦντα τοῖς πολεμίοις τὰ δεδογμένα. οἱ μὲν δὴ μαθόντες αὐτοὶ προκατέσχον τὸν λόφον.
Γύλιππος δὲ ἐσχετλίαζεν ὡς τῶν ἀπορρήτων ἐξαγγελ- λομένων. ὅπως οὖν εἰσαῦθις τοῦτο μὴ γένοιτο, οἱ προὔχοντες τῶν Συρακουσίων ἑνὶ καὶ μόνῳ Γυλίππῳ τοῦ πολέμου τὴν ἀρχὴν ἐπέτρεψαν.
201 ναίων αὐτὸς βουλόμενος κατασχεῖν ἀπὸ τῶν τριήρων πολλῶν οὐσῶν εἴκοσι πληρώσας πυκνὰς τὰς μελέτας ἐποιεῖτο. τῶν δὲ πληρωμάτων συγκροτηθέντων νυκτὸς
ἀφῆκεν αὐτὰς εἰς τὸ πέλαγος παραγγείλας καταπλεῖν ἀρχομένης ἡμέρας. ὡς δὲ οἱ πολέμιοι καταπλεούσας εἶδον, ἐπʼ αὐτὰς ἀνήχθησαν. τῶν δὲ μεταβαλομένων ἐς φυγὴν οἱ μὲν Ἀθηναῖοι μετὰ σπουδῆς ἐδίωκον· ὁ δὲ Γύλιππος τὰς ὑπολοίπους ναῦς πληρώσας ἐπανήγετο.
ἐν τῷ καιρῷ τούτῳ, περὶ τὴν ναυμαχίαν τῶν Ἀθη- ναίων ἀσχολουμένων, οἱ πεζοὶ Γυλίππου συνταχθέντες ῥᾷστα κατέσχον τὸν λόφον τοὺς φύλακας τῶν Ἀθη- ναίων ἐκβαλόντες.
43. EPMOΚPATΗΣ.
202 αναστάντων καὶ χειρὸς πολλῆς οἰκετικῆς ἠθροισμένης, πρὸς τὸν ἡγούμενον αὐτῶν Σωσίστρατον ἔπεμψε πρεσ- βευτὴν ἕνα τῶν ἱππάρχων Δαΐμαχον, ὅς ἦν αὐτῷ συνήθης καὶ φίλος, ἀγγέλλοντα παρὰ τῶν στρατηγῶν,
ὡς ἄρα τὸ φρόνημα αὐτοῦ θαυμάζοντες πάντας μὲν ἐλευθέρους ἀφιᾶσι, πάντας δὲ ὁπλιοῦσι καὶ σιτηρέσιον δώσουσι τὸ ἴσον, αὐτὸν δὲ τὸν Σωσίστρατον ἀποφαί- νουσι συνάρχοντα, καὶ ἤδη γε ἥκειν βουλευσόμενον μετὰ τῶν στρατηγῶν, ὅσα τὸ ὁπλιτικὸν κατεπείγοι. ὁ 203 204 205 δὲ Σωσίστρατος τῇ φιλίᾳ τοῦ Δαϊμάχου πιστεύσας παραλαβών εἴκοσι τοὺς ἡγεμονικωτάτους τῶν δούλων ἧκε πρὸς αὐτούς. οὗτοι μὲν συλληφθέντες ἐδέθησαν· Ἑρμοκράτης δὲ μετὰ ἑξακοσίων ὁπλιτῶν ἐξελθὼν καὶ τοὺς δούλους λαβὼν ὤμοσεν, ἦ μὴν μηδὲν αὐτοῖς
δεινὸν ἄν γενέσθαι, πρὸς τὸν αὑτοῦ δεσπότην ἕκαστος εἰ ἐπανέλθοι. πεισθέντες ἐπανῆλθον, ὅτι μὴ μόνον τριακόσιοι πρὸς Ἀθηναίους ηὐτομόλησαν.
θύσαντες ἐπινίκια ὑπὸ μέθης ἀνεπαύοντο. Ἑρμοκρά - της, μεθύοντας καὶ καθεύδοντας ἐπὶ τὴν μάχην ὅπως μὴ ἐξάγοι, αὐτόμολον πέμπει φράσοντα πρὸς Νικίαν, ῾οἱ μέχρι νῦν πάντα σοὶ μηνύοντες φίλοι προαγορεύου- σιν, ἤν ἀποκινήσῃς νύκτωρ, ἐνέδραις ἐμπίπτεις καὶ
λόχοις᾿. πιστεύει Νικίας καὶ ἀναμείνας ἕω τὸ στρα- τόπεδον οὐκ ἐκίνησεν. Ἕρμοκράτης τοὺς Συρακουσίους ἅλις ἔχοντας ὕπνου ἀνέστησεν εὐρώστους· οἱ δὲ προ- καταλαβόντες τὰς διαβάσεις τῶν ποταμῶν καὶ τὰς γεφύρας πανωλεθρίᾳ τοὺς Ἀθηναίους διέφθειραν.
207 208
44. ETEONIKOΣ.
νούσαις ἡττημένος οἴχεται᾿ . Ἐτεόνικος τοὺς ἀγγέλους ἐκέλευσε νύκτωρ ὑπεξελθεῖν καὶ μεθʼ ἡμέραν ἐς Μιτυ U+00AF λήνην ἐστεφανωμένους, παιωνίζοντας, νίκην ἀγγέλλον- τας ἥκειν. Ἐτεόνικος μὲν ἔθυεν εὐαγγέλια· Κόνων δὲ καὶ τὸ Ἀττικὸν ἐξεπλάγη καὶ ἡσύχαζεν. οὐ μὴν
᾿ Ἐτεόνικος ἡσύχαζεν· ἀλλὰ τὸ μὲν ναυτικὸν ἐς Χίον ἐξέπεμψε, τὸ δὲ στρατιωτικὸν ἐς Μήθυμναν φίλην πόλιν ἐξήγαγεν.
45. ΔΥΣANΔPOΣ.
210211
τὸν δῆμον συγκαταλύσειν ἧκεν ἐς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν συμπράσσειν ἐπηγγέλλετο. πιστεύσας ὁ δῆμος Δυσάνδρῳ χρηστὰ λέγοντι ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται,
καὶ τῷ δήμῳ προσπεσόντες κτείνουσι πολλοὺς, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις Δυσάνδρου.
213 ἐφʼ ᾧ τε ναυμαχεῖν , Δύσανδρος ὁ Δάκων οὐκ ἀνταν- 214 215 216 217 ήγετο. οἱ μὲν ἀποπλέουσι γαννύμενοι, παιᾶνας ᾄδον- τες· Δύσανδρος δὲ κατόπιν πέμπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι χαλκῆν ἀσπίδα. Δύσανδρος αὐτίκα ὑπεσήμηνεν ἐπίπλουν, καὶ οἱ Δάκωνες εἰρεσίᾳ πολλῇ
ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκβάντας· οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ ἄλλος ἄλλό τι ἔδρα, γυμνοὶ πάντες. οἱ Δάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι γυμνοῖς, συντεταγμένοι ἀσυντάκτοις ἐνί- κησαν· αἱροῦσιν αἰχμαλώτους καὶ τὰς τριήρεις ἁπάσας,
ὅτι μὴ μία ἡ Πάραλος ἔφυγεν Ἀθήναζε μόνη τῆς ἥττης ἄγγελος.
τικίζοντες πολλοὶ κρυπτόμενοι [φόβῳ] τοῦ Δάκωνος. ὁ δὲ τοὺς Θασίους ἐς τὸ τοῦ Ἡρακλέους ἱερὸν συν- αγαγὼν φιλανθρώπους λόγους διεξῆλθεν· ὡς δέον συγ- γνώμην ἔχειν τοῖς κρυπτομένοις ἐν τῇ μεταβολῇ τῶν πραγμάτων καὶ θαρρεῖν αὐτοῖς προσῆκον ὡς μηδὲν δεινὸν πεισομένους τῶν λόγων ἐν ἱερῷ γιγνομένων 220 221 222 καὶ ταῦτα ἐν Ἡρακλέους (πόλει) τοῦ πατρῴου. οἱ μὲν κεκρυμμένοι τῶν Θασίων πιστεύσαντες τῇ φιλανθρωπίᾳ τῶν λόγων προῆλθον, Λύσανδρος δὲ διαλιπών ὀλίγας ἡμέρας, ὅπως ἀδεέστεροι γένοιντο, προσέταξε συναρ-
πασθέντας ἀποσφαγῆναι.
223 νων Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἔφη μηδαμῶς συμφέρειν· τὴν γὰρ Θηβαίων πόλιν ἐγγὺς οἰκουμένην ἰσχυροτέραν καὶ μείζονα κατʼ αὐτῶν γενήσεσθαι, ἐὰν
δὲ διὰ τυράννων κατέχωσι τὰς Ἀθήνας, ἐγγύθεν παρα- φυλάξειν τοὺς Θηβαίους καὶ διὰ παντὸς ἕξειν ὑπο- δεεστέρους. ἄριστα λέγειν δόξας Λύσανδρος ἔπεισε τὰς Ἀθήνας μὴ κατασκάψαι.
46. ΑΓΙΣ.
224των ἐν λιμῷ γνωώμην ἠγόρευσε παρὰ μίαν ἡμέραν ἀσιτεῖν. φοβῆσαι δὲ τοὺς πολεμίους βουλόμενος, αὐτο- μόλους ἔπεμψεν ἀγγελοῦντας, ὡς μεγάλη συμμαχία τῇ μελλούσῃ νυκτὶ τοῖς Λάκωσιν ἀφίξεται. τῶν μὲν κτη-
νῶν τὰ στόματα ἔδησε διʼ ὅλης ἡμέρας, νυκτὸς δὲ ἀρχομένης ἔλυσεν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνε- σκίρτα καὶ ἐφρυάττετο καὶ ψόφον ἤγειρε πολύν· συν- επήχουν δὲ καὶ τῶν ὀρῶν αἱ φάραγγες. τοὺς δὲ
στρατιώτας ἐκέλευσεν ἄλλον ἀλλαχοῦ σκεδασθέντας διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. οἱ Πελοποννήσιοι τῷ πλήθει τῆς κραυγῆς καὶ τῷ μεγέθει τοῦ ψόφου 225 φενακισθέντες ὡς μεγάλης ἐπικουρίας ἡκούσης αὐτίκα φείγοντες ιᾤχοντο.
47. ΘΡΑΣΥΛΟΣ.
τὰ ἱστία, τὴν δὲ πρὸς τὸν ζυγὸν καλωδίοις προσλα- βεῖν τῇ θεούσῃ παραθέουσαν καὶ μὴ φαινομένων με- τεώρων τῶν ἱστίων (τῆς ἑτέρας τριήρους). τούτῳ τῷ τρόπῳ τὰς ἡμίσειας τῶν νεῶν ἀπεκρύψατο.
μὲν ἐπὶ τούτοις τὴν ἐπʼ Ἰωνίας, [τῆς] αὐτῆς δὲ νυκτὸς ἀναστρέψαντες κατελάβοντο τὴν τῶν Βυζαντίων πό- λιν ἀφύλακτον.
48. ΚΟΝΩΝ.
μολον ἔπεμψε φράσοντα τοῖς πολεμίοις, ὡς μέλλοιεν 228 229 230 ἀποδιδράσκειν καὶ ὅθεν καὶ πηνίκα. οἱ μὲν δὴ ἐνε- δρεύοντες παρεφύλαττον. Κόνων δὲ προεῖπε τοῖς συμμάχοις ἀσφαλέστερον ἀναχωρεῖν ὡς ἐνέδραν προ- πεπυσμένος· οἱ δὲ ἀναχωροῦντες προαισθόμενοι τῆς
ἐνέδρας ἀνέστρεψαν καὶ παραμείναντες μέχρι νίκης αὐτῷ διεπολέμησαν.
232 ὑπέφευγεν ἐν τῇ θαλάττῃ καὶ ἤδη πλησίον Μιτυλήνης ἦν. τῶν δὲ Λακωνικῶν νεῶν ἐν τῇ διώξει διεσπα-
σμένων ἐπῆρε τὴν φοινικίδα· ἦν δὲ ἄρα μάχης σύν- θημα τοῖς κυβερνήταις. οἱ δὲ ἐπιστρέψαντες ἀντι- πρώρους τὰς ναῦς ἐμβάλλουσι ταῖς Λακωνικαῖς. αἱ δὲ ἀσύντακτοι καὶ τεταραγμέναι, τὸ παράλογον τῆς ἐπιστροφῆς ἐκπλαγεῖσαι πολλαὶ μὲν ἀνερράγησαν,
πολλαὶ δὲ κατέδυσαν. Κόνων δὲ τοῦ παντὸς ἔργου τὴν νίκην ἀπηνέγκατο.
233 Ἀσίαν πορθοῦντος ἔπεισε τὸν Πέρσην χρυσίον πέμ- ψαι τοῖς δημαγωγοῖς τῶν πόλεων τῆς Ἑλλάδος, οἳ
λαβόντες πείσουσι τὰς πατρίδας ἐκφέρειν τὸν πρὸς Λακεδαιμονίους πόλεμον. οἱ μὲν δεκασθέντες ἔπεισαν, καὶ συνέστη πόλεμος Κορινθιακός· οἱ δὲ Σπαρτιᾶται τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας ἀνεκαλέσαντο.
γασαμένους κελεύσας ἐν τοῖς σκάφεσιν ἡσυχάζειν, ἑσπέρας προιούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους — οἱ μὲν σώματα ἐτημέ- λουν, οἱ δὲ πῦρ ἀνέκαιον, οἱ δὲ δεῖπνον παρεσκεύαζον — καὶ δὴ τότε ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν
δρόμον ἀλλήλοις ἐναντίον, ἴνʼ, εἰ καὶ θάτερον ἁλί- σκοιτο, θάτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δʼ ἐσώθη τῶν πολεμίων διὰ τὴν ἀσχολίαν διῶξαι βρα- δυνάντων.
ἑλεῖν τὴν Κόνωνος ναῦν, κατασκευάσας ὁμοίαν τριήρη τῇ ἑαυτοῦ καὶ τὸν στρατηγικὸν κόσμον περιθεὶς ἔταξεν ἐπὶ τὸ δεξιὸν κέρας καὶ προσέταξεν ἀπὸ ταύτης ἆραι τὸ σημεῖον τῷ παντὶ στόλῳ. οἱ μὲν πολέμιοι ταῦτα
ἰδόντες, ὅσοι τὰς ἀρίστας ναῦς εἶχον, εὐθέως ἐπὶ τὴν 240 241 στρατηγίδα ὥρμησαν· Κόνων δὲ τῷ λοιπῷ στόλῳ προσπεσὼν τὰς μὲν κατέδυσε, τὰς δὲ καὶ κατεδίωξεν.
49. ΞΕΝΟΦΩΝ.
242
σαφέρνην ἱππέων ἐνοχλούντων τὰ σκευοφόρα γνώμην ἠγόρευσε τὰς μὲν ἀμάξας καὶ τὰ περιττὰ τῆς σκευῆς [κατακαῦσαι, συγκατακαῦσαι δὲ καὶ τὰς σκηνὰς], ὅπως μὴ συμβαίνοι τοῖς Ἕλλησι περὶ ταῦτα μαχομένοις ταλαι- πωρεῖν καὶ κωλύεσθαι προσωτέρω βαδίζειν.
244
κειμένων, τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα λαβῶν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐραγίας ἱππεῖς, ἀκοντιστὰς, πελταστάς, οἳ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο.
245 νὸν τόπον, ᾗ τὴν πάροδον ἀναγκαῖον ἦν ποιεῖσθαι τοῖς Ἕλλησιν, συνιδὼν ἀπό τινος ὄρους εὐέφοδον ὄντα τὸν λόφον, ἐφʼ οὗ τὴν φυλακὴν εἶχον οἱ βάρβαροι, 246 247 248 249 παραλαβὼν Ἕλληνας, ὅσους ὑπελάμβανεν ἱκανοὺς εἶναι, τὴν πορείαν ἐπὶ τοῦτο ἐποιεῖτο κατὰ κεφαλῆς αὐτῶν βουλόμενος γενέσθαι. οἱ μὲν βάρβαροι τοὺς πολε- μίους ὑπεράνω γιγνομένους ἰδόντες ἔφυγον, Ξενοφῶν δὲ ἀσφαλῶς διῆγε τοὺς Ἕλληνας.
νους καὶ γενομένων ὑπὲρ κεφαλῆς πολλάς τε πληγὰς ἐμβαλλόντων αὐτοῖς, οἱ μετὰ τοῖ Ξενοφῶντος ἀκιν- δύνως διέβησαν.
Strategemata. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.