ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
εὔχομαι ὑμῖν [μὲν] μετὰ τῆς στρατηγικῆς ἀρετῆς τέλος ἀγαθὸν ἐν τοῖς πολέμοις γενέσθαι, ἐμαυτῷ δὲ ψῆφον παρʼ ὑμῶν δικαίαν, ὅτι προαιρέσει βίου καὶ λόγου δικα- νικοῦ χρώμενος οὐκ ἀμελῶ συγγράφειν, ὅσα γένοιτʼ ἂν ὠφέλιμα ὑμῖν τε αὐτοῖς καὶ τῇ Ρωμαίων ἀρχῇ καὶ τοῖς
Ἕλλησιν, ἤν τε πολεμῶμεν ἤν τε τὴν εἰρήνην ἄγωμεν. ἐν μὲν γὰρ πολέμῳ ταῦτά ἐστι νίκης γυμνάσματα, ἐν δὲ εἰρήνῃ γνώμης παιδεύματα, τὴν δόξαν ἀθάνατον παρὰ τῆς ὑμετέρας βασιλείας λαβόντα.
1. ΑΜΟΥΛΙΟΣ.
τῆς Ἑστίας, ἐπειδὴ νόμος ταῖς Ἑστιάσιν ἀεὶ παρθε- νεύεσθαι.
2. NEMΕTΩP.
προδοὺς τὴν πόλιν πέφευγεν. ἀλλὰ ὁπλισάμενοι ἐς τὴν ἀγορὰν ἀθροιζῶώμεθαʹ. οἱ μέν ὧπλίζοντο καὶ ἠθροί- ζοντο. Ῥέμος δὲ καὶ Ῥωμύλος ἀνελόντες Ἀμούλιον ἐξεπήδησαν τῆς ἄκρας καὶ τοῖς πολίταις ἠθροισμένοις ἀνήγγειλαν, οἵτινες ὄντες οἷα παθόντι τῷ πάππῳ
δικαίως ἐτιμώρησαν. ὁ δὲ δῆμος ἐπαινέσας τὸ ἔργον Νεμέτορι τὴν βασιλεῖαν ἀπέδωκεν.
3. PΣMΥAOΣ.
τελῆ Ποσειδῶνος πίου καὶ ἀγῶνας ἵππων ἐπὶ ἄθλοις μεγίστοις. πολλοὶ δὴ συνῆλθον ἐκ τῶν πόλεων ἐπὶ τὴν θέαν· πᾶν γένος ἀνδρῶν, γυναικῶν, παρθένων. Ῥωμύλος παράγγελμα ἔδωκεν, ἀπέχεσθαι μὲν ἀνδρῶν καὶ γυναικῶν, ἁρπάζειν δὲ μόνας παρθένους καὶ ταύτας
οὐκ ἐς ὕβριν, ἀλλʼ ἐς γάμον. οὐτος ὁ γάμος Ῥωμαίοις ἀρχὴ παιδοποιίας ἐγένετο.
2 3 4 εἰς μέτωπον καταστήσας, τοὺς δὲ λοιποὺς ὀρθίους ἐκτάξας καὶ τοῖς ἡγεμόσιν ἐν ἀπορρήτῳ παραγγείλας ἃ χρὴ πράττειν, αὐτὸς ὀλίγους ἔχων εὐζῶώνους πελέκεις φέροντας τοῖς τείχεσι προσῆλθεν κελεύσας τὴν ἄλλην
δύναμιν ἐφεδρεύειν ἐγγύθεν. ἤδη δὲ ὑπαυγαζούσης ἔω προσέταξε τὰς πύλας ἐκκόπτειν. τῶν δὲ Φιδηναίων τῇ παραλόγῳ τόλμῃ ταραχθέντων καὶ τὰς πύλας ἀνοι- ξάντων καὶ τοῖς πολεμίοις ἐμπεσόντων ἀσυντάκτως Ῥωμαῖοι μὲν ὑπεχώρουν , Φιδηναῖοι δὲ τοὺς κατὰ
μέτωπον ὁρῶντες, τοὺς δὲ ὅπισθειν οὐ βλέποντες, τῶν ὁρωμένων καταφρονοῦντες ἐνέκειντο σφοδρῶς τούτων οἰόμενοι κρατήσειν. ἐπεὶ δὲ περαιτέρω προῆλθον, οἱ μὲν ἡγεμόνες τοὺς ὀρθίους λόχους ταῖς κατὰ μέτωπον ὑπέταξαν καὶ συγκαθίσαι παρήγγειλαν, ὅπως ὑπὸ τῶν
πολεμίων μὴ βλέποιντο. τούτων δὲ γενομένων οἱ μὲν κατὰ μέτωπον φυγόντες περιῆλθον τοὺς ὀρθίους λόχους καὶ ἀντιπρόσωποι τοῖς διῶώκουσιν ἐγένοντο, οἱ δὲ συγκαθήμενοι διαναστάντες μετὰ βοῆς ἐμβάλλουσι τοῖς πολεμίοις ἀκμῆτες κεκμηκόσι. μετὰ τούτων δὲ
συμβάλλουσι καὶ οἱ πεφευγέναι δοκοῦντες, καὶ Φιδη- ναίους ἐς φυγὴν τραπομένους ἀνελόντες τῆς πόλεως αὐτῶν ἐκράτησαν.
4. NOΥMAΣ.
μενος μεταβαλεῖν ἐς εἰρήνην καὶ νόμους, ἀναχωρῶν τῆς πόλεως εἰς τέμενος ἱερὸν Νυμφῶν, ἐν τούτῳ μόνος διαιτῶώμενος ἐπὶ συχνὰς ἡμέρας ἐπανῄει παρὰ τῶν 5 Νυμφῶν θεοπρόπια κομίζων, ἃ συνεβούλευεν ἡγεῖσθαι νόμους. τούτοις ἐπείθοντο Ῥωμαῖοι. ὅσαι μέχρι νῖν ἑορταὶ, θυσίαι, τελεταὶ, ἱερουργίαι, ταῦτα πάντα Νου- μᾶς οἷα δὴ νόμους Νυμφῶν κατεστήσατο. δοκεῖν δὲ ἐμοὶ ζηλωτὴς ἐγένετο Μίνω καὶ Λυκούργου· καὶ γὰρ
οὐτοι τοὺς νόμους, ὁ μὲν παρὰ Διὸς, ὁ δὲ παρὰ Ἀπόλλωνος μαθόντες ἢ μαθεῖν φάσκοντες ἔπεισαν αὐτοῖς χρῆσθαι, ὁ μὲν Κρῆτας, ὁ δὲ Ἀάκωνας.
5. ΤΥΛΛΟΣ.
λιπόντες ἐς τὰ ὄρη παρεχωώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμών γγειλε τὴν προδοσίαν. ὁ δὲ ἀνε- βόησεμέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φύλαττε, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσόμενοι τοὺς πολεμίους ἐμοῦ
προστάξαντοςʹ. τοῦτʼ ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύγειν ὥρ- μησαν ὑπʼ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.
6. TAPKΥΙNΙΟΣ.
πετο, αἰχμαλώτους ἐλάμβανε, μάχας ἐνίκα πολλάς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπεφήναντο. ὁ δὲ ἄγγελον κρύφα πέμψας τὸν πατέρα ἥρετο, τί δρᾶν κελεύοι· Ταρκυίνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας
ἔφη πρὸς τὸν ἄγγελον φράζε μου τῷ παιδὶ ταὐτὸ πράττεινʹ. ὁ μὲν ἥγγειλεν, ὁ δὲ Σέξστος τῶν Γαβίων τοὺς προέχοντας διαφθείρας, οὕτω μηχανησάμενος ἐρη- μίαν καὶ ἀσθένειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκε Ῥωμαίοις.
7. KAMIΛΛΟΣ.
11δων ὁ διδάσκαλος προαγαγὼν αὐτοὺς εξω τείχους ὡς γυμνασομένους παρέδωκεʼΡωμαίοις, άμιλλος δὲ ἀσεβῆ τὴν τοῦ διδασκάλου προδοσίαν ἡγησάμενος προσέταξεν
ὀπίσω τῶ χεῖρε αὐτοῦ περιαχθῆναι καὶ δεθῆναι καὶ τοῖς παισὶν ἐπέτρεψεν ἀπάγειν τὸν προδότην ὡς τοὺς πατέρας. αλέριοι τὸν μὲν διδάσκαλον αίκισάμενοι κατέφθειραν, τοῦ δὲ Καμίλλου θαυμάσαντες τὴν εὐσέ- βειαν καὶ τὴν δικαιοσύνην σφᾶς αὐτοὺς ἄνευ μάχης 12 13 παρέδωκαν· Κάμιλλος δὲ τοὺς πολλῷ χρόνῳ ἁλῶναι μὴ δυναμένους εὐσεβεῖ στρατηγήματι παρεστήσατο.
Κελτοὺς καὶ τὴν πόλιν ἀνέστησε. πάλιν οὖ Κελτοὶ μετὰ τρία ἔτη καὶ δέκα εἰς τὴν Ροώμην ἐμβαλεῖν τολμή- σαντες ἐστρατοπεδεύσαντο περὶ τὸν Ἀνίωνα ποταμὸν ἐλάχιστον τῆς πόλεως ἀπέχοντα. Κάμιλλος αἱρεθεὶς πέμπτον δικτάτωρ καὶ τὴν στρατηγίαν ἀναλαβῶῶν πρὸς
μὲν τὰς τῶν Κελτῶν μαχαίρας, αἷς καταφέροντες τὰς κεφαλὰς διέκοπτον , ἐκέλευσεν ἀντιχαλκεύσασθαι τὰ κράνη ὁλοσίδηρα καὶ λεῖα, ὅπως αἱ μάχαιραι ἀπο- λισθάνοιεν ἢ κατεάγνοιντο· τοῖς δὲ θυρεοῖς κύκλῳ περιήρμοσε λεπίδα χαλκῆν, τοῦ ξύλου τὰς πληγὰς μὴ
στέγοντος. τοὺς δὲ στρατιῶώτας ἐδίδαξε τοῖς ξυστοῖς μακροῖς ἀπὸ χειρὸς χρῆσθαι καὶ τοῖς ξίφεσι τῶν πο- λεμίων σφᾶς αὐτοὺς ὑποβάλλοντας ἐκδέχεσθαι τὰς καταφοράς. ὅ τε γὰρ σίδηρος τῶν Κελτῶν μαλακὸς ὤν καὶ πονηρῶς ἐληλασμένος ἐκάμπτετο ταχέως, αἵ τε
μάχαιραι αὐτῶν ἐδιπλοῦντο καὶ ἡσαν ἄχρηστοι πρὸς τὴν μάχην. οὕτως γέ τοι καὶ ῥᾳδίως ἡττηθέντες οἱ πλεῖστοι μὲν αὐτῶν ἔπιπτον, οἱ λοιποὶ δὲ φυγόντες ᾤχοντο.
8. MOΥKIΟΣ.
17μικὰ, Πορσίναν βουλόμενος ἀνελεῖν ἐς τὸ Τυρρηνικὸν στρατόπεδον ἦλθεν, ἐσθῆταʼ ἔχων Γυρρηνίδα καὶ τῇ φωνῇ τυρρηνίζων· καὶ δὴ παρελθν ἐπὶ τὸ βῆμα, τὸν βασιλέα τὸν ΠΙορσίναν οὐκ εἰδῶώς ὅστις ἦν, ὃν ῴήθη μάλιστα τῶν καθεζομένων ἐοικέναι βασιλεῖ καὶ δὴ
τοῦτον ἔκτεινε σπασάμενος τὸ ξίφος. συλληφθεὶς ὡμο- λόγησεν ὅστις ἦν. Πορσίνας μὲν δὴ ἔθυεν ἐπὶ τῇ σωτηρίᾳ τοῖς θεοῖς, Μούκιος δὲ τῆς ἐσχάρας πῦρ ἐχού- σης ὑπερέσχε τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς χειρὸς καιομένης εἱστήκει τῷ Πορσίνᾳ διαλεγόμενος φαιδρῷ
καὶ ἀτρέπτῳ τῷ προσώπῳ. ὡς δὲ Πορσίνας τὴν ἀρε- τὴν ὑπερεθαύμαζε, Μούκιος μηδαμῶςʼ ἔφη θαυμάσῃς· τριακόσιοι Ῥωμαῖοι τὴν αὐτὴν ἐμοὶ καρτερίαν ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν παραφυλάσ- σοντες τῆς σῆς ἀναιρέσεωςʹ. Πορσίνας πιστεύσας τοῖς
λεγομένοις καὶ φοβηθεὶς τὸν πόλεμον πρὸς Ῥωμαίους διελύσατο.
9. ΣΥΛΛΑΣ.
18 τῶν αὐτοῦ] στρατηγικὸν ἄνδρα καὶ πρεσβευτὴν, Ἀλ- 19 20 21 βῖνον, λίθοις καὶ ξύλοις διαχρησαμένων οὐκ ἐπεξῆλθεν, ἀλλὰ παρεῖδε τοὺς ἀποκτείναντας φάσκων ποιεῖν αὐτοὺς ἐν τούτῳ προθυμοτέρους ἐς τὸν πόλεμον ὡς ὀφείλοντας ὑπὲρ ἄμαρτήματος μεγάλου διὰ μεγάλης ἀνδραγαθίας ἀπολογήσασθαι. τοιγάρτοι καὶ ἐν ταῖς μάχαις πολλῷ
γενναιότερον ἠγωνίσαντο, ὥστε καὶ λήθην ἐμποιῆσαι τῆς εἰς τὸν Ἀλβῖνον παρανομίας.
καὶ σημεῖον ἁρπάσας αώθεῖτο διὰ τῶν φευγόντων ἐς τοὺς πολεμίους βοῶν ἐμοὶ μὲν ἐνταῦθα καλὸν, ὦ Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις, ποῦ προδεδῶώκατε Σύλλαν, μέμνησθε φράζειν ἐν Ὀρχομενῷ᾿. τοῦτον τὸν λόγον Ῥωμαῖοι καταιδεσθέντες ἀνέστρεψαν
καὶ προθύμως ἐμβαλόντες ἐτρέψαντο τοὺς πολεμίους.
10. MAΡIΟΣ.
24ὅσον οὐ συνέβαλεν ἐς μάχην, ἀλλὰ ἐκῶώλυσε τοὺς στρα- τιώτας τοῦ χάρακος προιόντας ἐμβάλλειν, πόρρωθεν 26 27 28 [δʼ] ἱσταμένους, ὁρῶντας τοὺς πολεμίους εῖθιζε τῆς μορφῆς αὐτῶν ἀνέχεσθαι καὶ τὴν φωνὴν ὑπομένειν καὶ τὴν ὄψιν χειροήθη ποιεῖσθαι. οὕτως ἄρα οἱ στρατιῶται τὸ θάμβος τῶν βαρβάρων ἐκλύσαντες
κατεφρόνησαν αὐτῶν καὶ τὸν Μάριον αὐτοὶ παρεκά- λουν ἐξάγειν αὐτοὺς ἐπὶ τὴν μάχην· καὶ δὴ συμβα- λόντες δέκα μυριάσι τῶν πολεμίων τοὺς μὲν ἔκτειναν, τοὺς δὲ ζῶντας ἔλαβον.
29
ἐν ὑπωρείαις ἀνωμάλοις Μάρκελλον διὰ νυκτὸς ἐκέ- λευσε τρισχιλίους ὁπλίτας ἄγοντα διʼ ἀβάτων ὁρῶν περιελθόντα κατὰ νῶώτου τῶᾶν πολεμίων γενέσθαι. ἐπεὶ δὲ συνέβαλε, παράγγελμα τοῖς στρατιῶώταις ἔδωκεν, ἐκ τῶν ἀνωμάλων ἠρέμα ὑποβαίνειν ἐς τὸ πεδίον, ὅπως
οἱ πολέμιοι φεύγειν αὐτοὺς οἰόμενοι διῶώκειν ἐγχειροῖεν καὶ οὕτως ἐς τὸ ὁμαλὸν κατέλθοιεν. ὡς δὲ κατῆλθον, κατὰ προσῶώπου μὲν οἱ περὶ τὸν Μάριον, κατὰ νῶώτου δὲ οἱ περὶ τὸν Μάρκελλον συρρήξαντες κατέκοψαν τοὺς πολεμίους καὶ νίκην λαμπροτάτην ἐνίκησαν.
31
ὡρμημένοις ἠπίστατο κρύος μὲν καὶ χιόνα φέρειν δυνα- μένους, καῦμα δὲ καὶ ἥλιον οὐδαμῶς. ἦν μὲν δὴ μὴν Ἀὔγουστος. Μάριος δὲ κατὰ νῶώτου τῶν πολεμίων προκατελάβετο τῆς μάχης τὸν τόπον. οἱ βάρβαροι δὲ
ἐπιστραφέντες, κατὰ προσῶώπου τὸν ἥλιον ἔχοντες, ἀντι- 32 33 34 λάμπουσαν τὴν αὐγὴν οὐ φέροντες, ὑπὸ τοῦ θάλπους ίδρῶτα πολὺν μετὰ ἄσθματος ἀφιέντες τοὺς μὲν θυρεοὺς προεβάλοντο πρὸ τῶν προσῶώπων τὴν ἀκμὴν τοῦ ἡλίου μὴ φέροντες, τὰ δὲ σώματα αὐτῶν γυμνούμενα τιτρώ- σκοντες οἱ Ῥωμαῖοι κατέκοψαν. πίπτουσι τῶν βαρ-
βάρων δωδεκάκις μύριοι, ἁλίσκονται ζῶντες ἑξάκις μύριοι.
11. MAPKEΛΛΟΣ.
35οὐκέτι τοῖς τείχεσιν ἐθάρσει, χρόνῳ δὲ τὴν πολιορκίαν ἐπέτρεψε. καὶ δὴ μετὰ πολὺ Δάμιππον Σθταρτιάτην Συρακουσῶν ἐκπλέοντα ἑλῶών αἰχμάλωτον ἔμαθε παρὰ τούτου πύργον εἶναι τοῦ τείχους φυλασσόμενον ἀμε- λῶς, δυνάμενον ἄνδρας δέξασθαι συχνοὺς, τοῦ τείχους
ἐπιβατοῦ ὄντος. πρὸς δὴ τὸ ὕψος αὐτοῦ συμμέτρους κλίμακας κατασκευάσας άρκελλος, Συρακουσίων ἑορ- τὴν ἀγόντων Ἀρτέμιδι καὶ περὶ μέθην καὶ παιδιὰν ἐχόντων, τόν τε πύργον κατέσχε καὶ κύκλῳ τὸ τεῖχος ὅπλων ἐπλήρωσε καὶ πρὸ τῆς ἕω τὰ Ἑξάπυλα διακόψας
κατέσχε τὴν πόλνν. οἱ μὲν στρατιῶται γενναίως ἀγω- νισάμενοι τῆς πόλεως ἁρπαγὴν ᾐτήσαντο· οὐ μὴν ἔδωκε Μάρκελλος, ὅτι μὴ ἀπὸ μόνων ἀνδραπόδων καὶ χρη- μάτων ώφελεῖσθαι, τῶν δὲ ἱερῶν καὶ τῶν ἐλευθέρων σωμάτων ἀπέχεσθαι προσέταξεν.
36 37
12. ΑΤΙΛΟΣ.
38κόμενος ἐς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον τότε δὴ καὶ μᾶλλον πολεμεῖν Καρχηδονίοις ὡς ἀπα- γορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἀλώσιμοι προηγόρευσε. τῆς δὲ συγκλή- του παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγ-
καις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν, οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγ- γειλεν αὐτοῖς τό τε αὐτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ καθείρξαντες αὐτὸν εἰς γαλεάγραν,
αἰκίσαντες χρόνῳ μακρῷ, βασανίσαντες ἔκτειναν.
13. ΓΑIΟΣ.
39ρέοντα, προσέταξεν ἀφελεῖν αὐτοῦ τὴν κεφαλὴν ὡς οὐ πεισθέντος τῷ παραγγέλματι. τούτῳ τῷ ἔργῳ τοὺς στρατιώτας ἐδίδαξε μηδέποτε παρακοῦσαι παραγγέλ- ματος.
14. ΦΑΒΙΟΣ.
οὐκ ἐρρωμένως ἐχόντων ὁρᾷςʼ ἔφη ὡς οὐ καλὸν συμ- βαλόντας ἀποκυβεῦσαι περὶ τῶν ὅλων· πολλάκις γὰρ ὅλη μὲν ἡ φάλαγξ οὐκ εἴληφεν ἀγῶνος πεῖραν, κατὰ μέρος δὲ τὸν ἔμπειρον οὐκ ἔλαθεν ἡττᾶσθαι δυναμένη. τοιγάρτοι συμβουλεύω μὴ συμβαλεῖν, ἀλλʼ ἕπεσθαι τὰς
ὑπωρείας κατέχοντα καὶ τὰς πόλεις ἀφιστάντα᾿. ταῦτα λέγων καὶ πράσσων ἐν μὲν τῷ παραυτίκα ἐνομίσθη δειλὸς, ὕστερον δὲ ἄλλων πολλὰς δυνάμεις ἀπολλύντων πάλιν οἱ Ῥωμαῖοι κατέφυγον ἐπὶ Φάβιον καὶ τὴν αὐτοῦ στρατηγίαν, ὥστε καὶ δικτάτωρ ἀπεδείχθη καὶ Μάξιμος
ἀνηγορεύθη· τοῦτο δʼ ἂν εἴη Μέγιστος.
κατὰ στόμα καὶ νικήσας Ἀννίβαν;᾿ Φάβιος ἔφη ῾ ἀλλʼ εἰ μὴ ἐγώ σοι διεφύλαξα τοὺς στρατιώτας, οὐκ ἂν ἔσχες μεθʼ ὧν μαχόμενος νικήσεις᾿.
45 χοῦντος αὐτοῖς δόλῳ καὶ τέχνῃ. στρατιώτης Ταραν- τῖνος ἦν παρὰ Φαβίῳ. τούτου τῆς ἀδελφῆς καλῆς οὔσης ἐν Τάραντι Βρέττιος ἤρα ἀνὴρ ὑπὸ Ἀννίβου
τὰ τείχη φυλάττειν πεπιστευμένος. τοῦτο μαθὼν Φά- βιος τὸν Ταραντῖνον στρατιώτην ἐσέπεμψε πρὸς τὴν ἀδελφήν. ὁ δὲ διʼ αὐτῆς τὸν Βρέττιον φίλον ποιη- σάμενος ἔπεισε τὰ Ρωμαίων φρονεῖν, ὥστε καὶ συνθέ- μενος ὁ Βρέττιος ἔδειξε, καθʼ ὃ μέρος χρὴ προσβαλεῖν
τοῖς τείχεσι. Φάβιος κλίμακας προσθεὶς ἐπαναβὰς κατὰ κράτος αἱρεῖ τὴν πόλιν. ἐπὶ τούτῳ μάλιστα πάντων ἐθαυμάσθη στρατηγήματι κρατήσας Ἀννίβου τοῦ τέχναις καὶ δόλοις τὰ πλεῖστα νικῶντος.
15. KOINTΟΣ.
όντος ἐψηφίσαντο τὸν νεανίσκον ἄρχοντα. ὁ δὲ Φά- βιος οὐ συναπεδήμησεν, ἵνα μὴ παρέληται τὸν υἱὸν τὴν δόξαν τῆς ἀρχῆς.
16. ΣΚΙΠΙΩΝ.
βαλὼν ῥᾳδίως ἐκράτησεν.
ἀργυροῦν δὲ ἔκπωμα μὴ ἔχειν πλέον δικοτύλου, καὶ λούεσθαι μηδένα, τῶν δὲ ἀλειφομένων ἕκαστον τρίβειν ἑαυτόν, τὰ γὰρ ὑποζύγια δεῖσθαι τῶν τριβόντων· ἀριστᾶν δὲ ὀρθοὺς ἄπυρον ὄψον, δειπνοῦντας δὲ προσφέρεσθαι καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· ἱματίῳ δὲ
χρῆσθαι σισύρᾳ Γαλατικῇ. καὶ πρῶτος ἐνεπορπήσατο σισύραν μέλαιναν, τοῖς δὲ στρατηγοῖς ἐπὶ στιβάδος ἀνακείμενος ἑωρᾶτο φάσκων πενθεῖν τὴν τοῦ στρατεύ- ματος ἀσωτίαν καὶ μαλακίαν.
56 θυρεῷ κεκοσμημένῳ αἰσχρὸνʼ ἔφη Ῥωμαῖον ἄνδρα
τῇ ἀριστερᾷ χειρὶ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύειν᾿.
58 ῾οὐδὲ στρατιωτῶν ἐνόπλων ἀλαλαγμὸς ἐξέπληξεν, οὔτι γε συγκλύδων ἀνθρώπων θόρυβος, ὧν οἶδά γε τὴν Ἰταλίαν μητρυιὰν, οὐ μητέρα᾿ . τούτῳ τῷ λόγῳ συνε-
στάλησαν καὶ τοῦ θορυβεῖν ἐπαύσαντο.
60 Οἴνυσσαν, ὡς οἱ λαφυραγωγοὶ παρθένον ἤγαγον κάλ- λους ὑπερφυῶς ἔχουσαν, τὸν πατέρα αὐτῆς ἀναζητήσας ἐχαρίσατο αὐτῷ τὴν θυγατέρα. τοῦ δὲ δῶρα προσκο-
μίσαντες, ὁ δὲ καὶ ταῦτα συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ καὶ ἄλλαι γυναῖκες τῶν εὖ γεγονότων ἢ θυγατέρες ἢ παῖδες ὥραν ἔχοντες ἑάλωσαν, τούτοις ἐπέστησε δύο Ρωμαίων σωφρονεστά- τους ἐκ τῶν πρεσβυτέρων, οἳ θεραπευτῆρες καὶ χορηγίαν 61 62 63 64 ἔνεμον τοῖς αἰχμαλώτοις κατὰ τὴν ἀξίαν αὐτῶν. Σκι- πίωνος ἡ σωφροσύνη πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας καὶ συμμάχους ἑκούσας ἐποίησεν.
θυγατέρα παρθένον ἔχων, θαυμαστὴν τὸ κάλλος, ἐκ- δωώσειν ὑπέσχετο τῷ Σόφακι τῆς Ρωμαίων συμμαχίας ἀποστάντι. ὁ δὲ γήμας τὴν κόρην προσέθετο Καρχη- δονίοις καὶ παραχρῆμα ἐπέστειλε Σκιπίωνι ἀπαγορεύων ἐπιβῆναι Λιβύης. Σκιπίων εἰδώς Ῥωμαίους ἐπὶ τῇ
Σόφακος συμμαχίᾳ μέγα φρονοῦντας, εἰ δὲ μάθοιεν προστεθειμένον τοῖς πολεμίοις οὐκ ἂν τολμήσαντας εἰς Λιβύην διαβαίνειν, ἐκκλησίαν αὐτῶν συναγαγών ἐς τοὐναντίον μετεποίησε τὰ γράμματα τοῦ Σόφακος ὡς καλοῦντος Ῥωμαίους ἐπὶ τὴν Λιβύην καὶ ὡς θαυμά-
ζοντος, ὅτι καὶ νῦν βραδύνοιεν, καὶ ὡς δέον μὴ ἐκλύειν αὐτοῦ τὴν ἀκμὴν τῆς συμμαχίας. τοιαῦτα εἰπὼν ὁρμὴν καὶ θάρσος τοῖς Ῥωμαίοις ἐνεποίησεν· οἱ δὲ εὐθὺς ἡμέραν ᾔτησαν, καθʼ ἣν διαπλεῦσαι προσήκοι.
κατασκόπους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησε, προσ- έταξε δʼ αὐτοῖς περιελθεῖν τὴν στρατιὰν ἅπασαν. οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ 68 69 70 ἀκοντίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ ὅπλα ἐπι- σκευάζοντας. τοὺς δὲ ξίφη ἀκονῶντας πάλιν ἤχθησαν ἐπὶ τὸν Σκιπίωνα. ὁ δὲ δοὺς ἄριστον αὐτοῖς ῾ ἀπαγ- γείλατε᾿ , εἶπεν, ἃ τεθέασθε πρὸς τὸν πέμψαντα ὑμᾶς᾿ .
οἱ δὲ ἐπανελθόντες τῷ τε Ἀννίβᾳ καὶ τοῖς ἄλλοις Καρχηδονίοις ταῦτα ἀπαγγείλαντες ἐξέπληξαν αὐτοὺς καὶ τῇ Ῥωμαίων παρασκευῇ καὶ τῇ Σκιπίωνος μεγα- λοψυχίᾳ.
17. ΠΟΡΚIOΣ.
71τῶν πόλεων ἁπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντας αὐτῷ τε καὶ Ῥωμαίοις. ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν
ἔδωκε κελεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπαν- ῆλθον, ἀνέγνωσαν τὰ γεγραμμένα κατασκάψατε τὰ τείχη σήμερονʼ. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμψασθαι, φοβούμενοι
δὲ ἕκαστοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, οὕτως ὁμοῦ πάντες Ἴβηρες τὰ τείχη κατέσκαψαν ἡμέρᾳ μιᾷ.
18. ΔΑΥNΟΣ.
19. TITΟΣ.
ἔφυγεν, οἱ δὲ φύλακες τὸ εἴδωλον ἐφύλαττον.
20. ΓAIΟΣ.
76οὐκ ἀντανήγοντο, τῶν ἑκατὸν τοὺς ἱστοὺς καταθέμε- νος, τῶν λοιπῶν ἐκπετάσας τὰ ἱστία καὶ διὰ τούτων ἀποκρυπτόμενος τὰς ἄλλας κάλοις ἐξηρτημένας ἐπέ- πλευσεν. οἱ δὲ Καρχηδόνιοι νομίσαντες ἴσας εἶναι τὰς ναῦς τῷ πλήθει τῶν φαινομένων ἱστίων θαρρή-
σαντες πρὸς τὸν κίνδυνον ὥρμησαν· Γάϊος πολλαῖς πρὸς ὀλίγας ἀγωνισάμενος ῥᾳδίως ἐνίκησεν.
21. ΠEINAΡIOΣ.
συνελθὼν τοῦτο ψηφίσηται, πεισθήσομαι τῷ ψηφί- σματι᾿ . οἱ μὲν τῆς ὑστεραίας ἐς τὸ θέατρον συνελέγησαν, ὁ δὲ νύκτωρ ὑπὸ τὴν ἀκρόπολιν πολλοὺς στρατιώτας ἐφεδρεύειν ἔταξεν ὑπερδεξίους, ἄλλους δὲ περιστῆναι τὸ θέατρον καὶ τὰς διόδους, παραφυλάττοντας τὸ ση-
μανθησόμενον. οἱ μὲν Ἐνναῖοι συνελθόντες τὴν ἀπό- στασιν ἐψηφίζοντο· τοῦ δὲ φρουράρχου σημήναντος οἱ στρατιῶται οἱ μὲν ἄνωθεν ἀφιέντες τὰ βέλη, οἱ δὲ κατὰ τὰς διόδους προσπεσόντες καὶ σπασάμενοι τὰς μαχαίρας τὸν δῆμον κατέκοψαν, ὥστε σωρηδὸν ἐπʼ
ἀλλήλοις ἔπιπτον ἅπαντες πλὴν ὀλίγων, ὅσοι κατὰ τῶν τειχῶν αὐτοὺς καθῆκαν ἢ διʼ ὑπονόμων ἔλαθον ἐκπεσόντες.
22. ΣEPTΩPIOΣ.
κυνηγῶν δῶρον λαβὼν ἔθρεψε καὶ τιθασσὸν ἐποίησεν, ὥστε προϊόντι μὲν εἵπετο, ἐπὶ τὸ βῆμα δὲ ἀναβαίνοντι συνανέβαινεν καὶ δικάζοντι τὸ στόμα προσέφερεν. επεισε δὴ τοὺς βαρβάρους, ὡς ἄρα τὸ ζῷον ἱερὸν 81 82 83 Ἀρτέμιδος, καὶ ἡ θεὸς διʼ αὐτοῦ προλέγοι πάντα αὐτῷ τὰ μέλλοντα καὶ σύμμαχος ἐν τοῖς πολέμοις γίγνοιτο. ὅσα γε μὴν ὑπὸ κατασκόπων ἀπόρρητα ἠγγέλλετο ἀπο- κρυπτόμενος αὐτοὺς προέλεγεν ὡς διὰ τῆς νεβροῦ μανθάνων παρὰ τῆς θεοῦ, πολεμίων ἐφόδους, ἐνέδρας,
αἰφνιδίους καταδρομάς· τούτων ἄγγελον ἔφασκεν ἔχειν τὴν νεβρόν. ὅσαι δὲ καὶ νίκαι πολέμων ἠλπίζοντο, καὶ ταῦτα διὰ τῆς νεβροῦ μανθάνειν παρὰ τῆς θεοῦ φάσκων ἐξέπλησσε τοὺς βαρβάρους καὶ προσεκυνεῖτο, καὶ πάντες αὐτῷ προσέφευγον ὡς δαιμονιωτέραν ἰσχὺν
ἔχοντι.
23. ΚAIΣAP.
84καὶ τειχῶν ἔξω προσωρμίσαντο. Καῖσαρ Ἐπικράτη Μιλήσιον οἰκέτην πέμπει πρὸς Μιλησίους παρακαλῶν χρήματα ἐπιδανεῖσαι· οἱ δὲ παραχρῆμα ἔπεμψαν. Ἐπι- κράτης ἐντολὴν ἔχων παρὰ Καίσαρος μετὰ τῶν χρη- μάτων παρασκευὴν εὐωχίας μεγάλης κομίζει καὶ ὑδρίαν
πλήρη ξιφῶν καὶ οἶνον μανδραγόρᾳ κεκερασμένον. Καῖσαρ διπλᾶ τὰ λύτρα τοῖς λῃσταῖς ἀπαριθμήσας προὔθηκεν αὐτοῖς τὴν εὐωχίαν, οἱ δὲ ὑπερχαίροντες τῷ πλήθει τῶν χρημάτων ὥρμησαν ἀνέδην εὐωχεῖσθαι καὶ τὸν οἶνον πεφαρμακωμένον πιόντες ἀπεκοιμήθησαν.
85 86 Καῖσαρ καθεύδοντας ἀναιρεθῆναι κελεύσας παραυτίκα τοῖς Μιλησίοις ἀπέδωκε τὰ χρήματα.
87 στρατόπεδα τῶν ὀρείων βαρβάρων τὰς παρόδους φυ-
λάττειν. ὁ δὲ τὴν φύσιν τῶν Ἄλπεων παρεφύλαξε. τοῦ ὅρους κάτω ποταμοὶ πολλοὶ διαρρέουσι καὶ πολλὰ ἕλη βαθύνεται· ἀπὸ τούτων ὁμίχλη ἐξαίρεται πολλὴ (καὶ ἅμα αὐγῆς) ἀρχομένης ἕω. κατὰ τήνδε τὴν ὥραν Καῖσαρ μέρος ἥμισυ τῆς στρατιᾶς ἀγαγὼν κύκλῳ το
ἔρος περιήρχετο. οἱ μὲν δὴ βάρβαροι τῆς ὁμίχλης ἐπισκοτούσης οὐδὲν ὁρῶντες ἡσύχαζον, ὁ δὲ ὑπὲρ κορυφῆς τῶν πολεμίων γενόμενος ἠλάλαξεν. οἱ δὲ ἡμίσεις κάτωθεν ἀντηλάλαξαν, καὶ τὰ ὄρη πανταχόθεν συνεπηχήσαντα ἀμήχανον δεῖμα ἐνέβαλε τοῖς βαρβάροις.
οἱ μὲν αὐτίκα φεύγοντες ᾤχοντο· Καῖσαρ ἀμαχεὶ τὰς Ἄλπεις ὑπερέβαλεν.
88 λάτων· καὶ Ῥωμαίοις ἐπῄεσαν τριάκοντα μυριάδες, ὧν εἴκοσι τὸ μάχιμον ἦσαν. Καῖσαρ ἀεὶ μίαν ἡμέραν
ὑπανεχώρει· οἱ βάρβαροι ταύτῃ καὶ πλέον θαρροῦντες ἐδίωκον. ἐπεὶ δὲ ποταμὸν Ῥοδανὸν διαβαίνειν ἔμελλον, οὐ πρὸ πολλοῦ ὁ Καῖσαρ ἐστρατοπεδεύσατο. τῶν δὲ 89 90 91 βαρβάρων τραχὺν ποταμὸν σὺν πόνῳ πολλῷ διαβάν- των οὐ πάντων, ἀλλὰ τρισμυρίων, τῆς ὑστεραίας τῶν λοιπῶν διαβαίνειν μελλόντων, οἱ μὲν διαβάντες παρὰ ταῖς ὄχθαις ἀνεπαύοντο κεκμηκότες, Καῖσαρ δὲ νύκτωρ ἐπιφανεὶς κατέκοψε πάντας ἀναχωρῆσαι διὰ τὸν ποτα-
μὸν οὐκ ἔχοντας.
τείαν μαχουμένοις. καὶ δὴ ἀρίστῳ καιρῷ χρησάμενος λαμπρῶς ερμανοὺς ἐνίκησεν.
ἐλέφας εἵπετο, ζῷον Βρεττανοῖς οὐχ ἑωραμένον. τοῦτον σιδηραῖς φολίσιν ὀχυρώσας καὶ πύργον ἐπʼ αὐτοῦ μέγαν ὑψώσας καὶ τοξότας καὶ σφενδονήτας ἐπιστήσας ἐκέ- λευσεν ἐς τὸ ῥεῦμα ἐμβαίνειν· Βρεττανοὶ δὲ ἐξεπλάγη- σαν ἀόρατον καὶ ὑπερφυὲς θηρίον ἰδόντες. περὶ γὰρ
τῶν ἵππων τί χρὴ καὶ γράφειν; ὅπου καὶ παρʼ Ἕλλη- σιν, ἢν καὶ γυμνὸν ἐλέφαντα ἴδωσιν, ἵπποι φεύγουσι· πυργοφόρον δὲ καὶ ὡπλισμένον, βέλη καὶ σφενδόνας ἐξαφιέντα οὐδὲ ἰδεῖν τὴν ὄψιν ὑπέμειναν. Βρεττανοὶ 94 95 96 μὲν δὴ αὐτοῖς ἵπποις καὶ ἅρμασιν ἔφευγον, Ῥωμαῖοι δὲ ἀκινδύνως τὸν ποταμὸν διέβησαν ἐνὶ ζῴῳ τοὺς πολεμίους φοβήσαντες.
97
ορκούμενον ἀπαγορεύειν ἔπεμψε στρατιώτην (ἀκοντίσαι) κελεύσας ἐπιστολὴν προσδήσαντα τῇ λόγχῃ νύκτωρ βαλεῖν ὑπὲρ τὸ τεῖχος. ὁ μὲν ἠκόντισεν, οἱ δὲ τει- χοφύλακες εὑρόντες ἐκόμισαν Κικέρωνι. ἀνέγνω δὴ ῾Καῖσαρ Κικέρωνι θαρρεῖν. προσδέχου βοήθειαν.᾿ μετʼ
ὀλίγον ἐφάνη καπνὸς καὶ κονιορτὸς Καίσαρος τὴν χώραν πορθοῦντος, ὥστε αὐτίκα τὴν πολιορκίαν δια- κόψας οὐ μόνον ἀνεσώσατο Κικέρωνα, ἀλλὰ καὶ τοὺς πολιορκοῦντας ἐτίσατο.
99
ἐμποιῆσαι δόξαν βουλόμενος, ὡς καὶ τῶν ὄντων ὀλι- γωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον ἐκέλευσε τειχίζειν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλα- βόμενος ἐν τούτῳ μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο. προῆλθον ἱππεῖς ὀλίγοι τοῦ χάρακος ἐκκα-
λούμενοι τοὺς βαρβάρους. οἱ δὲ κατασκιρτῶντες τῆς ὀλιγότητος τῶν ἱππέων ἐπῆλθον τῷ χάρακι· οἱ μὲν ἔχουν τὰς τάφρους, οἱ δὲ ἀνέσπων τὰ σταυρώματα. ἐν τούτῳ σημαίνει μὲν ἡ σάλπιγξ, ὁμοῦ δὲ συνεξώρμη- σαν ἐκ μὲν τοῦ χάρακος ἀντίοι πεζοὶ, ἀπὸ δὲ τοῦ
ὑπερδεξίου μετὰ Καίσαρος ἱππεῖς κατὰ νώτου, ὥστε 100 101 102 ἐν μέσῳ τοὺς βαρβάρους ἀποληφθέντας διαφθαρῆναι τοὺς πλείονας.
λείπουσιν οἱ μὲν τὰς φυλακὰς, οἱ δὲ τὰς ἐπάλξεις. Καῖσαρ δὲ παρήγγειλεν ὁπλίσασθαι τότε καὶ παραχρῆμα τοῖς τείχεσι προσήγαγε καὶ ἀφύλακτα καταλαβὼν, εὐκό- λως ὑπερβὰς ἐξεῖλε τὸ φρούριον.
μεγίστην ἐστράτευσεν· ἀντεστρατοπέδευεν αὐτῷ βασι- λεὺς Γαλατῶν Οὐερκιγγετόριξ. μέσος ἦν ποταμὸς ναυσί- πορος καὶ ἡ διάβασις ἀμήχανος. Καῖσαρ παρὰ τὴν ὄχθην πολλαῖς ἡμέραις ἀντιταρεξῆγεν· οἱ βάρβαροι κατεφρόνουν ὡς διαβῆναι μὴ θαρροῦντος. ὁ δὲ νύ-
κτωρ δύο τάγματα βαθείαις ὕλαις ἐγκατέκρυψεν, οἳ τῶν Γαλατῶν τοὺς ἀμφὶ τὸν Καίσαρα παραφυλαττόντων αὐτοὶ κατὰ τὸ ἄνω τοῦ ποταμοῦ μέρος ἀρχαίας γεφύ- ρας διακεκομμένης, τὰ μὲν σταυρώματα πεπηγότα ἐχούσης, τὰς δὲ ἐπάνω δοκίδας ἀφῃρημένης, αὐτοὶ
τεμόντες ἐκ τῆς ὕλης διὰ τάχους ἐγεφύρωσαν καὶ διῆλθον. οἱ δὲ Γαλάται τῷ παραλόγῳ τῆς διαβάσεως ἐκπλαγέντες ἔφευγον, Καῖσαρ δὲ μετὰ τῶν λοιπῶν διὰ τῆς αὐτοσχεδίου γεφύρας διαβὰς ἦν τοῖς Γαλάταις φοβερώτερος.
109 χεσιν ἐχυρὰν καὶ τῇ φύσει ἐχυρωτάτην. ἦν γὰρ ἡ πόλις λόφος ἐρυμνὸς τὰς κορυφὰς ὁμαλὰς ἔχων· κατὰ δὲ τὸ λαιὸν μέρος ὕλαι χθαμαλαὶ καὶ πυκναὶ τῷ λόφῳ
συνήντων, κατὰ δὲ τὸ δεξιὸν ἀπότομος ἦν στενὴν δίοδον ἔχων, καθʼ ἣν οἱ Γεργοβιαῖοι μετὰ πολλῆς χειρίς ἐφύλαττον. Καῖσαρ τῶν αὐτοῦ στρατιωτῶν τοὺς μάλιστα φιλοπόνους καὶ καρτερικοὺς ὡπλισμένους νύκτωρ ἐγκατέκρυψε ταῖς ὕλαις, κελεύσας ἔχειν ἀκόντια
βραχέα καὶ ξιφίδια σύμμετρα, ὅπως τὰς χαμαιπετεῖς ὕλας μὴ ὑπερέχοιεν· ἀλλὰ μηδὲ αὐτοὺς ὀρθοὺς βαδί- ζειν, ἐς γόνυ δὲ ὀκλάσαντας ἠρέμα διαδύεσθαι. οἱ μὲν δὴ ἀρχομένης ἕω διὰ τῆς ὕλης ἕρποντες ἐπὶ τὸν λόφον κατὰ τὸ λαιὸν ἀνήεσαν, ὁ δὲ Καῖσαρ κατὰ τὸ
δεξιὸν προσῆγε τὴν στρατιὰν περισπῶν εἰς αὐτὸν τοὺς βαρβάρους. οἱ μὲν δὴ ἀπομάχεσθαι τοὺς φανερῶς προσβαλόντας ὥρμηντο, οἱ δὲ ἀφανῶς ἐκ τῆς ὕλης ἀνερπύσαντες ἐκράτησαν τοῦ λόφου.
111
Γαλατῶν ἐπʼ αὐτὸν ἀθροίζονται μάχιμοι μυριάδες εἴ- κοσι πέντε. ὁ δὲ νύκτωρ ὁπλίτας τρισχιλίους καὶ τοὺς ἱππέας πάντας διελών ἐκ πλαγίου μέρους ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας, τῆς ὑστεραίας ἀμφὶ δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχε-
σθαι· αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν 112 113 114 ἐς μάχην, ὥστε οἱ βάρβαροι τῷ πλήθει θαρροῦντες γελῶντες ἐδέχοντο. τῶν δὲ κατὰ νώτου φανέντων καὶ ἀλαλαξάντων καὶ κυκλουμένων φυγεῖν ἀπογνόντες ἐξεπλάγησαν, ἐταράχθησαν. καὶ τότε πλεῖστος φόνος Γαλατῶν ὁμολογεῖται γεγενῆσθαι.
πεζῶν ἔταξε, παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἀνεγείρειν κόνιν ὅσην πλείστην δύναιντο. πολὺ δὴ νέφος ἀρθὲν φαντασίαν πολλοῦ πλήθους ἱππέων ἐνεποίησε τοῖς πολεμίοις, ὥστε παραχρῆμα φοβηθέντες ἔφευγον.
καὶ τοῖς βέλεσι κατετίτρωσκεν. ὁ δὲ Καῖσαρ ἐκέλευσε τοῖς στρατιώταις τοὺς θυρεοὺς ἀπὸ τῆς εὐωνύμου χειρὸς ἐς τὴν δεξιὰν μεταλαβεῖν. οὕτως ἐγένετο ἀχρεῖα τὰ βέλη τοῖς τοξεύουσιν ἐκ τῆς θαλάττης.
121 γομάχει, ἀφθονίαν ἔχων ἐπιτηδείων, Πομπήϊος· [ὁ] δὲ ἔσπευδε μάχῃ κριθῆναι * * * [Καῖσαρ]. Καῖσαρ ἐρεθίζει τοὺς πολεμίους ἀναζευγνύειν σκηψάμενος ἐπὶ σιτολογίᾳ
καὶ διεκίνει τοὺς λόχους. οἱ δὲ τοῦ Πομπηίου ὡς ὑπὸ δέους φευγόντων καταφρονήσαντες οι᾿ κατέσχον αὑτοὺς, ἀλλὰ παραχρῆμα ἐξεπήδησαν βιασάμενοι τὸν Πομπήϊον ἡγεῖσθαι. ἐπεὶ δὲ ἀναχωρῶν ὁ Καῖσαρ ἐς τὸ πεδίον αὐτοὺς προήγαγε, καὶ δὴ τότε ἀναστρέψας λαμπρῶς
ἀγωνισάμενος ἐνίκησεν.
122 στρατείας καταβοώντων προελθών ἐς τὸ πλῆθος εὐθαρ- σεῖ καὶ φαιδρῷ τῷ προσώπῳ τί, ὦ συστρατιῶται᾿ , ἔφη, βούλεσθε;᾿ οἱ δὲ κατεβόησαν τῆς στρατείας
ἀφεθῆναι᾿ . ο δὲ ὑπολαβὼν εἶπεν ἀγαθῇ τύχῃ, παρ- αινῶ, πολῖται, μὴ στασιάζεινʼ. οἱ δὲ πολῖται ἀκούσαντες ἀντὶ τοῦ στρατιῶται ἠγανάκτησαν καὶ παραχρῆμα τὰς γνώμας μετεβάλοντο καὶ πάλιν κατεβόησαν ἀλλʼ ἡμεῖς γε συστρατιῶται μᾶλλον πολῖται καλεῖσθαι βουλόμεθα᾿.
γελάσας ὁ Καῖσαρ οὐκοῦνʼ, ἔφη, ῾ συστρατευώμεθα᾿ .
ἵνα μὴ καταλαμβάνοιτο πρὸς τῶν ὑστεριζόντων.
νας χρὴ γενναιότερον ἀγωνίζεσθαι.
ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν ἐς τὰς μάχας.
137 λαγγας στρατιωτῶν ὤμοσε μὴ πρότερον [ἂν] ἀποκείρα- σθαι, πρὶν ἐπεξελθὼν τιμωρῆσαι τοῖς ἀνῃρημένοις.
τούτῳ πλείστην εὔνοιαν αὑτῷ παρὰ πάντων ἐπεσπάσατο.
139 σκευάσας ἐκ βοτάνης. Πομπήϊος δὲ πολεμῶν πρὸς αὐτὸν ἕνα ἄρτον προσενεχθέντα τοιοῦτον ἀπέκρυψεν οὐ βουλόμενος τοῖς ἑαυτοῦ στρατιώταις ἐπιδεῖξαι τὴν
τῶν πολεμίων ἐγκράτειαν.
141 ὁρῶν δὲ πολλοὺς τῶν πολεμίων νέους καὶ καλοὺς ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σοβαροὺς παρήγγειλε τοῖς ἰδίοις στρατιώταις τὰς λόγχας καὶ τοὺς ὑσσοὺς
μὴ φέρειν ἐπὶ τὰ σώματα τῶν πολεμίων, ἀλλʼ ἐς αὐτὰ τὰ πρόσωπα. οἱ δὲ λωβηθῆναι τὸ κάλλος τῶν προσ- ώπων φοβηθέντες καὶ δὴ ἀποστραφέντες ἔφυγον.
μηδετέρῳ προστιθεμένοις ἀντεκήρυξε καὶ φίλους ἡγή- σεσθαι κατʼ ἴσον τοῖς ἑαυτῷ συμμαχήσασιν.
οὓς ἐκείνων εὗρεν ἐν τῷ στρατοπέδῳ σώους διῆκε καὶ πολλὴν εὔνοιαν ἐπὶ τούτῳ παρὰ τῶν πολεμίων ἐκτήσατο.
μένους ἀνέκραγε φείδεσθε τῶν πολιτῶν᾿.
μενος εὐνουστάτους ἑαυτῷ κατεσκεύασεν ἐν τῇ πόλει.
καὶ μὴν ἀμείνω ἔφη γενήσεσθαι, ἐπειδὰν αὐτὸς ἐθε-
λήσῃ· καὶ οὕτως ἐπέρρωσε τοὺς στρατιώτας.
παράδοξονʼ, ἔφη, εἰ ἄλογον ζῷον καρδίαν οὐκ ἔχει;᾿ οἱ στρατιῶται τοῦτʼ ἀκούσαντες ἐθάρρησαν.
24. ΣEBAΣΤΟΣ.
153ἀνήρει πάντας, ἀλλʼ ἐδεκάτευεν.
ἀντὶ πυρῶν ἐκέλευε μετρεῖσθαι.
λευσε πρὸ τοῦ στρατηγείου λυσιζώνους ἑστάναι, ἔστι δὲ ὅτε καὶ πλινθοφορεῖν διʼ ὅλης ἡμέρας.
ἀσφαλείας πεφροντικέναι μάλιστα καὶ συνεχῶς ἐπέλεγε τὸ ῾ σπεῦδε βραδέωςʼ καὶ τὸ
λέμῳ περαιοῦσθαι τὸν Ἀδρίαν ἐβούλετο· Μούρκιος, ναύαρχος τῶν πολεμίων ἐφορμῶν ἐν τῇ νησῖδι τῇ κατὰ Βρεντήσιον, κωλύσων δῆλος ἦν. ὁ Σεβαστὸς ἐξαπατᾷ τὸν Μούρκιον ὡς μέλλων πρὸς αὐτὸν ναυ- μαχεῖν καὶ τὰς μὲν τριήρεις ἐν δεξιᾷ τοῦ Ἀδρίου
παρὰ τὴν Ἰταλίαν ἔταξε πλεῖν ὡς τῇ νησῖδι ἐπιπλευ- σουμένας, αὐτὸς δὲ φορτίδας πύργων ἐπλήρου καὶ μη- χανημάτων. Μούρκιος δὲ ἐξαπατηθεὶς τῇ παρασκευῇ τῆς ναυμαχίας ἐς τὸ πέλαγος ἀνεχώρησεν ὡς ἐν εὐρυ- τέρῳ μᾶλλον ἢ στενῷ ναυμαχήσων. ὁ δὲ Σεβαστὸς
οὐ συνῆψε μάχην, ἀλλὰ ἐν τῇ νησῖδι καθωρμίσατο. Μουρκίου δὲ ἄλλον ὅρμον οὐκ ἔχοντος, ἀλλὰ βιασθέν- τος ὑπὸ τῶν πνευμάτων ἐς τὴν Θθεσπρωτίδα περαιοῦ- σθαι, ὁ Σεβαστὸς τὸν Ἀδρίαν ἀκινδύνως διαπλεύσας τῇ Μακεδονίᾳ προσέσχεν.
25. PΩMAIOI.
ἀρυσάμενοι τὸν οἶνον ὑπὸ μέθης ἔκειντο, Ῥωμαῖοι δὲ ἐπελθόντες ἅπαντας κατέκοψαν. ἵνα δὲ κατὰ τὰς συν- θήκας ἅπαντα ποιῆσαι δοκοῖεν, ἐπὶ πέτρας ἀπροσβάτου πύλην ἀνεῳγμένην κατεσκεύασαν.
έσχον καὶ ἀμφὶ ταῖς ἐμβολαῖς τοῦ ποταμοῦ τοῦ Θύ- βριδος ἐναυλόχουν. οἱ μὲν δὴ Τρῶες ἀνὰ τὴν χώραν ἠλώντο, αἱ δὲ γυναῖκες αὐτῶν βουλεύονται. Ῥώμη Τρωας ἀγορεύει μέχρι ποῦ πλανώμεθα; μέχρι ποῦ πλέομεν; τὰ πλοῖα καταφλέξωμεν καὶ τοὺς ἄνδρας εἰς
ἀνάγκην καταστήσωμεν τήνδε τὴν γῆν κατοικῆσαι.᾿ ταῦτα εἰποῦσα πῦρ πρώτη ἐνῆκε ταῖς ναυσὶ καὶ μετ᾿ αὐτὴν αἱ λοιπαὶ Τρῳάδες· οἱ δὲ Τρῶες ἀπορούμενοι νεῶν Ἰταλίαν κατῴκησαν.
ὡς Τυρρηνοὺς νίκην κατὰ Ῥωμαίων ὑπισχνούμενος. πιστεύουσι Τυρρηνοὶ καὶ στρατηγὸν ἀποφαίνουσιν, ὁ δὲ νικήσας ἐν μάχαις πολλαῖς τέλος ἐπʼ αὐτὴν ἐφέρετο τὴν πόλιν αἱρήσων κατὰ κράτος. Ῥωμαίων αἱ μητέρες — ἡγεῖτο δὲ αὐτῶν Οὐετηρία μήτηρ Κοριολανοῦ — 166 167 168 προελθοῦσαι τῆς πόλεως ἀπήντων τοῖς πολεμίοις ὡπλισμένοις καὶ Κοριολανῷ προσπεσοῦσαι ἱκετηρίας προίσχουσι. τὸ δὲ κεφάλαιον τῆς ἱκεσίας ἦν· [εἰ] τὴν πόλιν αἱρεῖν ἔγνωκας, πρότερον τὴν μητέρα τὴν σὴν καὶ πάσας τὰς Ῥωμαίων μητέρας ἀπόκτεινον. Κο-
ριολανὸς ἔπαθεν, ἐδάκρυσεν, ἀνέζευξεν. ἡ μὲν ἀνά- ζευξις εὐσεβὴς, ὀλέθριος δὲ τῷ στρατηγῷ· Γυρρηνοὶ γὰρ ὡς προδόντα νίκην φανερὰν ἐψηφίσαντο θανάτῳ κολασθῆναι.
26. ΣEMΙPAMIΣ.
οὐδενὸς χείρων ἐγενόμην. ἐγῶ Νίνου βασιλεύσασα πρὸς ἕω μὲν ὥρισα ποταμὸν Ἱναμάμην, πρὸς δὲ μέσον ἡλίου τὴν φέρουσαν λιβανωτὸν καὶ σμύρναν, ἀπὸ δὲ χειμῶνος Σάκας καὶ Σόγδους. θάλασσαν πρότερον οὐδεὶς Ἀσσυρίων εἶδεν, ἐγῶ δὲ τέσσαρας, αἷς οὐκ ἔστι
πόρρω πελάσαι· τίς γὰρ αὐτὰς ὁρμὴ περιέχει; ποτα- μοὺς ἠνάγκασα ῥεῖν ὅπου βουλοίμην, ἐβουλόμην δὲ ὅπου συνέφερε. γῆν ἄκαρπον ἐδίδαξα σπείρεσθαι· 169 170 ποταμοῖς γὰρ αὐτὴν ἔμαξα ἐμοῖς. ἀνάλωτα τὰ τείχη παρέσχον· πέτρας ἀβάτους σιδήρῳ κατειργασάμην· ὁδοὺς ἔτεμον ἐμοῖς ὀχήμασιν, ἃς οὐδὲ θηρία διῆλθεν. καὶ τῶν ἔργων χρόνος μοι περισσὸς ἐγένετο πολὺς, ὃν
ἐμαυτῇ καὶ φίλοις ἐχαρισάμην.᾿
27. ΡΟΔΟΓΟΥΝΗ.
τόν τε ἵππον ἀνέβη καὶ τὴν στρατιὰν ἐξήγαγε καὶ ὤμοσε μὴ πρότερον ἀπορρύψαι τὰς τρίχας, εἰ μὴ κρα- τήσειε τῶν ἀποστάντων· καὶ δὴ πολλῷ χρόνῳ πολε- μήσασα ἐκράτησε. μετὰ τὴν νίκην ἐλούσατο καὶ τὰς τρίχας ἀπερρύψατο. τοῖς Περσῶν βασιλεῦσι βασιλικη
σφραγὶς εἰκών ἐστιν ἀναδεδεμένην τὰς τρίχας ἔχουσα Ῥοδογούνην.
28. ΤΟΜΥΡΙΣ.
171Μασσαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν 172 173 174 ἐν τῷ στρατοπέδῳ πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο καὶ δαψιλῶς διὰ νυκτὸς ὅλης ὥσπερ νενικηκότες. ἐπεὶ δὲ [μετὰ] πολὺν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν.
29. NITHTIΣ.
μένη μέχρι πολλοῦ Κύρῳ συνῆν ὡς θυγάτηρ Ἀμά- σιδος· ἡνίκα δὲ πολλῶν τέκνων ἐγένετο μήτηρ καὶ τὸν γήμαντα ἐς εὔνοιαν ἐκεχείρωτο, ὡμολόγησεν Ἀπρίην αὐτῇ πατέρα γενέσθαι, τὸν δεσπότην Ἀμάσιδος. ῾ ἀλλʼ εἰ καὶ τέθνηκεν Ἄμασις, τόν γε υἱὸν αὐτοῦ Ψαμμή-
τιχον τίσασθαι καλόν. πείθεται Κῦρος. ἀλλὰ καὶ Κῦρος μὲν πρὸ τῆς στρατείας ἐτελεύτησεν, ὁ δὲ παῖς αὐτοῦ Καμβύσης τῇ μητρὶ πεισθεὶς ἐστράτευσε καὶ τὴν Αἰγυπτίων ἀρχὴν ἐς τὸ Ἀπρίου γένος ἀνεκτήσατο.
30. ΦIΛΩΤIΣ.
ἐβούλευσεν αὐτήν τε καὶ ἄλλας θεραπαίνας, ὅσαι τὴν ὄψιν ἀστεῖαι, κοσμῆσαι καὶ τοῖς πολεμίοις ὡς θυγα- τέρας ἐκπέμψαι, προσυνθεμένη, ἐπειδὰν οἱ πολέμιοι λαβόντες αὐτὰς ἀναπαύσωνται, νύκτωρ ἀνασχεῖν πυρ- σόν. οἱ μὲν Λατῖνοι συνεκάθευδον ταῖς κόραις, ἡ δὲ
ἀνέσχε τὸν πυρσόν. οἱ Ῥωμαῖοι δὲ ἐπελθόντες τοὺς Λατίνους καθεύδοντας ἀπέκτειναν.
31. ΚΛΟΙΛΙΑ.
δρῶν θυγατέρας παρθένους· αἱ δὲ ὁμηρεύουσαι προ- ῆλθον ἐπὶ τὸν ποταμὸν τὸν Θύβριν λουσόμεναι. μία δὲ ἐξ αὐτῶν Κλοιλία προὔτρεψεν ἁπάσας ἀναδήσασθαι τοὺς χιτωνίσκους περὶ τὰς κεφαλὰς καὶ διανήξασθαι τὸ ῥεῦμα τοῦ ποταμοῦ δίναις βαθείαις δύσπορον.
ἐπεὶ δὲ διενήξαντο, Ῥωμαῖοι τὴν μὲν ἀρετὴν αὐτῶν καὶ τὴν ἀνδρίαν ἐθαύμασαν, ἀνέπεμψαν δὲ αὐτὰς Τυρρηνοῖς τὸ πιστὸν τῶν συνθηκῶν φυλάσσοντες. Πορσίνας βασιλεὺς Τυρρηνῶν ἀνέκρινε τὰς κόρας, τίς ἦν αὐτῶν ἡ τοῦτο πρᾶξαι πείσασα· Κλοιλία προ- 178 179 λαβοῦσα τὰς ἄλλας ὡμολόγησε. Πορσίνας ὑπεραγα- σθεὶς τὸ ἀνδρεῖον τῆς κόρης ἵππον αὐτῇ λαμπρῶς κεκοσμημένον ἐδωρήσατο καὶ τὰς παρθένους πάσας ἐπαινέσας Ῥωμαίοις ἀπέπεμψεν.
32. ΠOPKIA.
χιτωνίσκους αὐτὴ προσεκόμισε τῷ ἀνδρὶ καὶ τῶν χιτώνων ἔνδον τὸ ξίφος. προσελθών Βροῦτος μετὰ τῶν κοινωνούντων ἐπιθέμενος κτιννύει Καίσαρα. ἐπεὶ δὲ μετὰ Κασσίου παραταξάμενος ἐν Μακεδονίᾳ πρὸς τὸν Σεβαστὸν ἥττης γενομένης αὐτὸς ἑαυτὸν ἀνεῖλεν,
Πορκία τὸ μὲν πρῶτον ἀποκαρτερεῖν ἐπειρᾶτο. οἰκείων δὲ καὶ συγγενῶν οὐκ ἐώντων ἐσχάραν ἐκέλευσε κομισθῆναι πυρὸς ὡς ἀλειψομένη καὶ τῶν ἀνθρά- κων ἁρπάσασα πολλοὺς ταῖς χερσὶν ἐνέβαλεν ἐς τὸ στόμα καὶ κατέπιε φθάσασα, πρίν τινα τῶν παρόν-
των βοηθῆσαι δύνασθαι. οὕτως ἐτελεύτησε Πορκία στρατηγικὴ καὶ ἀνδρεία πρὸς θάνατον καὶ φίλανδρος γενομένη.
33. ΤΕΛΕΣΙΛΛΑ.
αἱρήσων τὴν πόλιν· Τελέσιλλα ἡ μουσικὴ τὰς Ἀργείας ὁπλίσασα προήγαγεν εἰς μάχην. αἱ δὲ ἔνοπλοι παρὰ ἔπαλξιν ἱστάμεναι, κύκλῳ τὰ τείχη φραξάμεναι Κλεο- μένη μὲν ἀπεκρούσαντο, Δημάρατον δὲ τὸν ἕτερον βασιλέα ἐξώσαντο καὶ τὴν πόλιν ἁλῶναι κινδυνεύουσαν
ἀνέσωσαν. τοῦτο τὸ στρατήγημα τῶν γυναικῶν μέχρι νῦν Ἀργεῖοι τιμῶσι, νουμηνίᾳ μηνὸς Ερμαίου τὰς μὲν γυναῖκας ἀνδρείοις χιτῶσι καὶ χλαμύσι, τοὺς δὲ ἄν- δρας πέπλοις γυναικείοις ἀμφιεννύντες.
34. ΧΕΙΛΩΝΙΣ.
182θοῦσα τὸν ἄνδρα ὑπὸ Ἀρκάδων αἰχμάλωτον φυλάσ- σεσθαι ἦλθεν ἐς τοὺς πολεμίους ἑκοῦσα. θαυμάσαντες αὐτῆς τὸ φίλανδρον Ἀρκάδες ἐπέτρεψαν ἐς τὸ δεσμω- τήριον αὐτὴν παρελθεῖν. ἡ δὲ τὴν αὐτῆς ἐσθῆτα τῷ
ἀνδρὶ περιθεῖσα, τὴν ἐκείνου δὲ αὐτὴ λαβοῦσα ἔπεισεν αὐτὸν ὑπεξελθεῖν, αὐτέ δὲ ἀντʼ αὐτοῦ παρὰ τοῖς πο- λεμίοις ἔμεινε. Θεόπομπος τῷ στρατηγήματι τῆς γυ- ναικὸς διασωθεὶς καὶ αὐτὸς τὴν ἱέρειαν τῆς Ἀρτέμιδος 184 185 εἰς Φενεὸν πομπεύουσαν ἥρπασε· Τεγεᾶται ταύτην ἀπο- λαβεῖν θέλοντες ἀπέδωκαν αὐτῷ τὴν Χειλωνίδα.
35. ΙΠΕEPIA.
λέμουν· οὐ μὴν ὅγε πόλεμος ἄσπονδος ἦν, ἀλλὰ ἐν ταῖς ἑορταῖς ἦν αὐτοῖς ἐπιμιξία. Πύθου ἀνδρὸς ἐν- δόξου θυγάτηρ Πιερία ἑορτῆς οὔσης παρὰ Μιλησίοις, ἣν Νηληΐδα κλῄζουσιν, ἧκεν ἐς Μίλητον. τῶν Νηλέως παίδων [ὁ δυνατώτατος] ὄνομα Φρύγιος Πιερίας
ἐρασθεὶς ἤρετο, τί ἂν αὐτῇ μάλιστα γίγνοιτο κεχαρι- σμένον. ἡ δὲ ἔφη· εἴ μοι διαπράξαιο τὸ πολλάκις καὶ μετὰ πολλῶν ἐνθάδε βαδίζειν δύνασθαι.ʼ συνῆκεν ὁ Φρύγιος, ὡς εἰρήνης καὶ φιλίας τοῖς πολίταις δέοιτο, καὶ τὸν πόλεμον ἔπαυσε· καὶ ἔνδοξος ὁ Φρυγίου καὶ
Πιερίας ἔρως εἰρήνην ἀντὶ πολέμου παρασχών.
36. ΠΟΛΥΚΠΙΤΗ.
παρθένους πολλὰς, ὧν ἦν Πολυκρίτη· ταύτης ἐρασθεὶς οὐχ ὡς αἰχμαλώτῳ συνῆν, ἀλλʼ ὡς γαμετῇ γυναικί. ἦν ἐν τῷ στρατοπέδω τῶν Μιλησίων πάτριος ἑορτὴ, 186 187 188 καὶ πάντες ἀνέκειντο μέθῃ καὶ θυμηδίᾳ. Πολυκρίτη παρεκάλει Διόγνητον ἐπιτρέψαι τῶν πεμμάτων μερί- δας πέμψαι τοῖς ἀδελφοῖς. ἐπιτρέψαντος ἐμβάλλει μο- λιβοῦν γραμματεῖον ἐς τὸν πλακοῦντα τῷ κομίζοντι
ἐντειλαμένη φράσαι τοῖς ἀδελφοῖς, ὅπως αὐτοὶ μόνοι φάγοιεν ἀπὸ στόματος τῆς ἀδελφῆς. οἱ δὲ εὑρόντες τὸν μόλιβον καὶ ἀναπτύξαντες ἀναγινώσκουσι ῾ νύ- κτωρ ἐπίθεσθε τοῖς πολεμίοις διὰ τὴν ἑορτὴν μεθύ- ουσι καὶ καθεύδουσι καὶ ἀφυλάκτοις᾿ . οἱ στρατηγοὶ
ταῦτα μαθόντες νύκτωρ ἐπέθεντο καὶ τῶν πολεμίων ἐκράτησαν· τὸν μέντοι Διόγνητον ἡ Πολυκρίτη γέρας παρὰ τῶν πολιτῶν ᾐτήσατο.
37. ΛΑΜΨΑΚΗ.
σιλεῖ Βεβρύκων συνεμαχησαν ὑπὸ τῶν προσοίκων βαρ- βάρων πολεμουμένῳ· Μάνδρων ἔπεισε τοὺς Φωκαεῖς ἐποικεῖν μέρος τῆς χώρας καὶ τῆς πόλεως λαβόντας. ἐπεὶ δὲ πολλάκις μὲν ἐν ταῖς μάχαις ἐνίκων, πολλὰ δὲ λάφυρα ἐκτῶντο, ἐπίφθονοι τοῖς Βέβρυξιν ἐγένοντο,
ὥστε ἀποδημοῦντος Μάνδρωνος λόχῳ καὶ δόλῳ τοὺς Ἕλληνας ἐβουλεύσαντο διαφθεῖραι. Μάνδρωνος θυ- γάτηρ Λαμψάκη παρθένος μαθοῦσα τὴν ἐπιβουλὴν 189 190 ἀποτρέπειν ἐπειρᾶτο· ὡς δὲ οὐκ ἔπειθε, κρύφα τοῖς Ἕλλησι μηνύει τὰ κατʼ αὐτῶν βεβουλευμένα. οἱ δὲ θυσίαν παρασκευάσαντες λαμπρὰν ἔξω τειχῶν καλοῦσι τοὺς βαρβάρους ἐς τὸ προάστειον. οἱ μὲν δὴ κατα- κλιθέντες εὐωχοῦντο, οἱ δὲ Φωκαεῖς δίγα διελόντες
αὑτοὺς οἱ μὲν τὰ τείχη κατελάβοντο, οἱ δὲ τοὺς εὐωχουμένους ἀνεῖλον καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τὴν δὲ Λαμψάκην μεγαλοπρεπῶς ἐτίμησαν καὶ τὴν πόλιν ἀπʼ αὐτῆς Λάμψακον προσηγόρευσαν.
38. APETATIΛA.
τύραννον ἐσπούδαζεν. τὸ μὲν δὴ πρῶτον ἐπιβουλεύει φαρμάκοις· ἀλοῦσα δʼ ἔφασκεν οὐ δηλητήριον, ἀλλὰ φίλτρον παρασκευάσαι, ὅπως ἐρῶντα αὕτῆς ἔχοι τὸν ἄνδρα. ἡ μήτηρ τοῦ τυράννου βασανίσαι τὴν Ἀρε- ταφίλαν συνεβούλευσε· καὶ δὴ βασανισθεῖσα μακροῖς
καὶ πικροῖς βασανιστηρίοις ἀντέσχε μηδὲν πλέον ὁμο- λογοῦσα φίλτρου. ὁ τύραννος ὡς οὐδὲν ἀδικοῦσαν ἀφῆκε καὶ συνοῦσαν εἶχεν καὶ πλέον αὐτὴν ἐθερά- 191 192 πευεν ὡς βασανισθεῖσαν οὐ δικαίως, ἡ δὲ θυγατέρα ἔχουσα ὥρα καὶ κάλλει διαφέρουσαν, ταύτην ὑφῆκεν ἀδελφῷ τοῦ τυράννου μειρακίῳ Ἀσάνδρῳ. ὁ δὲ ἁλοὺς ἔρωτι παρακαλεῖ τὸν ἀδελφὸν γῆμαι τὴν κόρην. ἔγημε
καὶ τῇ μητρὶ τῆς κόρης πειθαρχῶν ὑπʼ αὐτῆς πείθε- ται τὴν πόλιν ἐλευθερῶσαι· ὁ δὲ διαφθείρας άφνιν, κατευναστὴν τοῦ τυράννου, διὰ τούτου τὸν Νικοκρά- την διεχρήσατο.
39. KAMMA
χεχοσμημένη. ταύτης ἐρᾷ Σινόριζ· χαὶ ζῶντος τοῦ ἀνδρὸς οὔτε πείσειν ἐλπίζων οὒτε βιάσεσθαι τὸν Σι- νάιον ἐδολοφόνησεν, οὐκ εἰς μακρὰν δὲ Κάμμαν ἐμνᾶτο. ἡ δὲ ἐπὶ πλεῖστον μὲν ἀντέλεγεν, οἰκείων δὲ καὶ φίλων ἐγκειμένων καὶ λιπαρῶς θεραπευόντων ὑπε-
κρίνατο συγκατατίθεσθαι. καὶ δὴ συνέθεντο· ‘ἡκέτω Σινόριξ εἰς τὸ ἱερὸν τῆς Αρτέμιδος, καὶ παρὰ τῇ θεῷ τὰς συνθήκας τοῦ γάμου ποιησώμεθα.ʼ ἦκε Σινόριξ καὶ σὺν αὐτῷ πάντες ὅσοι Γαλατῶν ἐντελεῖς, ἄνδρες καὶ 193 194 γυναῖκες. ἡ δὲ φιλοφρόνως αὐτὸν δεξαμένη προσάγει τῷ βωμῷ καὶ ἀπὸ χρυσῆς φιάλης ἔσπεισε καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ, τὸ δὲ ἐκεῖνον ἐκέλευσεν (αὐτὸν) πιεῖν. ὁ δὲ οἷα δὴ νυμφίος παρὰ νύμφης λαβῶών ἡδέως πίνει· τὸ δὲ ποτὸν ἄρα ἦν μελίκρατον πεφαρμαγμένον. ἡ δὲ
πεπωκότα ὡς εἶδεν, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσεκύνησεν εἰποῦσα χάριν οἶδά σοι, ὧ πολυτίμητε Ἄρτεμι, ὅτι μοι παρέσχες ἐν τῷ σῷ ἱερῷ δίκας ὑπὲρ τοῦ ἀνδρὸς λαβεῖν ἀδίκως διʼ ἐμὲ ἀναιρεθέντοςʼ. ταῦτα εἰποῦσα παραχρῆμα αὐτή τε ἀπέθνησκε, καὶ ὁ νυμφίος
αὐτῇ συναπέθνησκε παρὰ τῷ βωμῷ τῆς θεοῦ.
40. TIMΟKAEIA.
195τῆς Μακεδονίαςʼ. τούτῳ τελευτήσαντι περιῆν ἀδελφή. Θήβας κατέσκαψεν Ἀλέξανδρος. ἄλλοι μὲν δὴ ἄλλα τῆς πόλεως ἐπόρθουν, Πιμοκλείας δὲ τὴν οἰκίαν κατε- λάβετο Θρᾷξ ἵππαρχος. οὐτος ὁ ρᾷξ μετὰ τὸ δεῖπνον ἐκάλει τὴν Πιμόκλειαν ἐς τὸν θἄλαμον καὶ οὐδὲ τοῦτο
μόνον, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον εἴ που κεκρυμ- μένον ἔχοι, καὶ ταῦτα ὁμολογεῖν ἐβιάζετο ἡ δὲ πολὺν 196 197 μὲν κόσμον ἔχειν ἔφη ἀργύρου καὶ χρυσοῦ ἔν τε ὅρμοις καὶ ψελίοις καὶ ἐκπώμασι καὶ νομίσμασιν, ἁλι- σκομένης δὲ τῆς πόλεως πάντα ἐμβαλεῖν εἰς φρέαρ ὕδωρ οὐκ ἔχον. ὁ Θρᾷξ ἐπίστευσεν, ἡ δὲ ἥγαγεν
αὐτὸν ἐς τὸν κῆπον τῆς οἰκίας, ἔνθα τὸ φρέαρ ἦν, καὶ καταβῆναι κελεύει. ὁ μὲν καταβὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν ἐζήτει, ἡ δὲ ἄνωθεν μετὰ τῶν θερα- παινίδων πολλοὺς αὐτῷ λίθους καὶ πέτρους ἐπεκύλισεν καὶ κατέχωσε τὸν βάρβαρον. οἱ Μακεδόνες σύλλα-
ἐόντες ἥγαγον ἐπὶ τὸν βασιλέα λέξανδρον· ὁμολο- γήσασαν δὲ αὐτὴν, ὡς παρανομοῦντα τὸν Θρᾷκα καὶ βιαζόμενον ἠμύνατο, θαυμάσας Ἀλέξανδρος αὐτήν τε ἐλευθέραν ἀφῆκε καὶ πάντας τοὺς κατὰ γένος αὐτῇ προσήκοντας.
41. ΕΡΥΞΩ.
ἦν ρυξώ, σώφρων γυνὴ καὶ δικαιοτάτη. ταύτης ἐρα- σθεὶς Λάαρχος ἐμνηστεύετο, ἡ δὲ τοῖς ἀδελφοῖς αὐτὸν ἠξίου διαλέγεσθαι. τῶν δὲ ἐπίτηδες ἀναβαλλομένων επεμψεν Ἐρυζα θεράπαιναν ἀπαγγέλλουσαν, νῦν μὲν ἀντιλέγειν τοὺς ἀδελφοὺς, εἰ δὲ σύλλογος αὐτῶν καὶ 198 199 ὁμιλία γένοιτο, καὶ δὴ συγχωρήσειν τοὺς ἀδελφοὺς τῆς ἀρχῆς τοῦ γάμου γενομένης. ἀσμένως δέχεται καὶ δὴ νύκτωρ ἄνευ τῶν δορυφόρων ἧκε πρὸς τὴν Ἐρυξὼ καὶ εῖς τι δωμάτιον εἰσελθὼν περιπίπτει Πο- λυάρχῳ τῷ πρεσβυτάτῳ τῶν Ἐρυξοῦς ἀδελφῶν ἔνδον
λοχῶντι καὶ δύο νεανίσκους ξιφήρεις ἔχοντι, ὑφʼ ὧν κατακεντηθεὶς ἀπέθανε. τὸν δὲ Βάττον προαγαγόντες ἀπέφηναν βασιλέα καὶ Κυρηναίοις ἀπέδωκαν τὴν πά- τριον πολιτείαν.
42. ΠΥΘΟΠΟΛIΣ.
γυναῖκες αὐτῶν ἱκετεύουσι τὴν τοῦ Πύθου γυναῖκα Πυθόπολιν. ἡ δὲ ἐκέλευσεν ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν, αὐτὴ δὲ τοὺς δημιουργοὺς τοῦ χρυσίου καλέ- σασσ ἐκέλευσε ποιεῖν ἰχθῦς χρυσοῦς, πέμματα, ὡραῖα, ὄψα, βρώματα πάντα χρυσᾶ. Πύθης ἧκεν ἐξ ἀποδημίας
καὶ δεῖπνον ᾔτει. ἡ γυνὴ παρέθηκεν αὐτῷ χρυσῆν τράπεζαν, ἐφʼ ἧς παρέκειτο οὐδὲν ἐδώδιμον, ἀλλὰ πάντα χρυσᾶ ἐδωδίμοις ὅμοια. Πύθης ἐπαινέσας τὴν μίμησιν τῆς τέχνης ᾔτει φαγεῖν. ἡ δὲ προσέφερεν αὐτῷ ἄλλο τι χρυσοῦν ὅμοιον ἐδωδίμῳ καὶ τοῦτο
200 201 πάλιν. δυσχεραίνοντος δὲ καὶ λιμώττειν ὁμολογοῦντος ἀλλὰ γεωργίαν μὲν᾿ [εἶπεν] καὶ τέχνην πᾶσαν κατέ- λυσας· ἐκέλευες δʼ ὀρύσσειν ἄχρηστον χρυσίον, οὗ τί τοῖς ἀνθρώποις ὄφελος, εἰ μὴ τοὺς σπειρομένους καὶ
φυτευομένους καρποὺς ἔχοιεν; τῇ σοφίᾳ τῆς γυναικὸς ἐδιδάχθη Πύθης καταλῦσαι μὲν τὴν τῶν μετάλλων ἐργασίαν, ἀφεῖναι δὲ τοὺς πολίτας ἐπὶ γεωργίαν καὶ τὰς ἄλλας τέχνας.
43. XPΥΣAMΗ.
θεοῦ. οἱ δὲ ἔπεμψαν αὐτῷ τὴν ἱέρειαν τῆς θεοῦ Χρυσάμην. αὕτη φαρμάκων ἔμπειρος οὖσα, ταῦρον ἐξ ἀγέλης μέγιστον καὶ κάλλιστον συλλαβοῦσα, τὰ μὲν κέρατα κατεχρύσωσε καὶ τὸ σῶμα κατεκόσμησε στέμ- μασι καὶ χρυσοπάστοις ἁλουργίσι καὶ μετὰ τῆς τρο-
φῆς ἀναμίξασα μανιοποιὸν φάρμακον ἔδωκεν αὐτῷ φαγεῖν· τὸ δὲ φάρμακον αὐτόν τε τὸν ταῦρον ἐξέμηνε καὶ τοὺς γευσαμένους αὐτοῦ μανιουργεῖν ἔμελλεν. οἱ μὲν δὴ πολέμιοι ἀντεστρατοπέδευον, ἡ δὲ ἐν ὄψει τῶν πολεμίων βωμὸν παραθεῖσα καὶ ὅσα πρὸς θυσίαν, ἐκέ-
λευσε προσάγειν τὸν ταῦρον. ὁ δὲ ὑπὸ τοῦ φαρμάκου μεμηνὼς καὶ οἰστρῶν ἐξεπήδησε καὶ μέγα μυκώμενος 202 ἔφυγεν. οἱ πολέμιοι χρυσόκερων κατεστεμμένον ὁρῶν- τες καὶ φερόμενον ἐς τὸ ἑαυτῶν στρατόπεδον ἀπὸ τῆς θυσίας τῶν ἐναντίων ὡς ἀγαθὸν σημεῖον καὶ οἰώνισμα αἴσιον ἐδέξαντο καὶ συλλαβόντες καλλιεροῦσι τοῖς θεοῖς καὶ τῶν κρεῶν ἕκαστος φιλοτίμως ἐδαίσαντο ὡς δαι-
μονίου καὶ θείας ἱερουργίας μεταλαγχάνοντες. αὐτίκα δὴ πᾶν τὸ στρατόπεδρν ὑπὸ μανίας καὶ παραφροσύνης ἐξίστατο· πάντες ἀνεπήδων, διέθεον, ἀνεσκίρτων, τὰς φυλακὰς ἀπέλειπον. Χρυσάμη ταῦτα ἰδοῦσα τὸν Κνῶ- πὸν ἐκέλευσε διὰ τάχους ὁπλίσαι τὴν στρατιὰν καὶ
τοῖς πολεμίοις ἐπάγειν ἀμύνασθαι μὴ δυναμένοις. οὕτω δὴ Κνῶπος ἀνελὼν ἅπαντας ἐκράτησε τῆς Ἐρυ- θραίων πόλεως μεγάλης τε καὶ εὐδαίμονος.
44. ΠΟΛΥΚΛΕΙΑ.
τευσεν Αἴατος ὁ Φειδίππου Πολύκλειαν ἀδελφήν ἔχων, Ἡρακλεῖδαι τὸ γένος ἄμφω. χρησμὸς ἦν ἄρξειν, ὃς ἂν ἐκ τοῦ γένους πρῶτος διαβὰς τὸν Ἀχελῷον ἐπιβῇ τῆς πολεμίας. ἡ μὲν στρατιὰ τὸν ποταμὸν διαβαίνειν ἔμελλε, Πολύκλεια δὲ τὸν πόδα ἐπιδησαμένη φάσκουσα
τετρῶσθαι τὸ σφυρὸν παρακαλεῖ τὸν ἀδελφὸν Αἴατον διενεγκεῖν αὐτὴν ὑπὲρ τὸν ποταμόν. ὁ δὲ μηδὲν ὑπ- οπτεύσας, ἀλλʼ ὡς ἀδελφῇ βουλόμενος ὑπουργῆσαι τὴν μὲν ἀσπίδα ἐπέδωκε τοῖς ὁπλοφόροις, τὴν δὲ Πολύ- κλειαν ἀράμενος ἐβάδιζε διὰ τοῦ ποταμοῦ προθύμως.
ἡ δὲ γενομένου πλησίον τῆς ὄχθης φθάσασα ἐξήλατο 203 καὶ μεταστραφεῖσα πρὸς τὸν ἀδελφὸν ἔφη· ἐμὸν γέρας ἡ βασιλεία κατὰ τὸν τοῦ θεοῦ χρησμόν· πρώτη γὰρ ἀπάντων τῆς χώρας ἐπέβην. Αἴατος αἰσθόμενος τῆς ἀπάτης οὐκ ἐχαλέπηνεν, τὸ δὲ φρόνημα τῆς κόρης
ἀγάμενος αὐτὴν ἔγημε· καὶ ὁμοῦ βασιλεύοντες παῖδα Θεσσαλὸν ἐποιήσαντο, ἀφʼ οὖ καὶ τὴν πόλιν Θεσσαλίαν προσηγόρευσαν.
45. ΛΕΑΙΝΑ.
τυράννοις, οὐδεὶς Ἑλλήνων ἀγνοεῖ. Ἦν γοῦν Ἀρι- στογείτονι ἑταίρα, ὄνομα Λέαινα· Ἱππίας τὴν Λέαιναν συλλαβῶν ἐβασάνισεν ἐφʼ ᾧ τε ἐξειπεῖν τοὺς κοινωνή- σαντας τῆς ἐπιθέσεως. ἡ δὲ πλεῖστον ὅσον ἀντεῖχεν, ἐκνικωμένη δὲ ὑπὸ τῶν βασάνων, ἴνα μὴ ἐξείποι, αὐτὴ
τὴν αὐτῆς γλῶτταν ἀπέδακεν. Ἀθηναῖοι τὴν ἑταίραν τιμῆσαι θέλοντες αὐτὴν μὲν οὐκ ἔστησαν ἐν ἀκροπόλει, τὸ δὲ ζῷον λέαιναν χαλκῆν δημιουργήσαντες ἀνέθηκαν. εἴ τις ἀνῆλθεν εἰς ἀκρόπολιν, ἑώρακεν ἐν τῷ προπυ- λαίῳ λέαιναν χαλκῆν γλῶσσαν οὐκ ἔχουσαν, ὑπόμνημα
τοῦ διηγήματος.
46. ΘΕΜΙΣΤΩ.
ξίφος εἰσεκόμισεν ὑπὸ τῷ χιτωνίσκῳ καὶ τὸν νυμφίον καθεύδοντα ἐν τῷ θαλάμῳ παρακλίνασα τὸν τράχηλον εὐκόλως ἀπέσφαξεν, ὡς μηδὲ φωνὴν τοῦ φονευομένου γενέσθαι. ταῦτα δὲ πάντα νύκτωρ λαθοῦσα, πάλιν ἐπὶ θάλασσαν κατελθοῦσα, ἀκάτιον εὑροῦσα, πνεύματος
ἐπιτυχοῦσα, τὸ ἀπόγειον ἐκλύσασα, μόνη ἀναχθεῖσα κατέπλευσεν ἐς Ἑλίκην πόλιν τῆς Ἀχαίας, ἔνθα Ποσει- δῶνος ἱερὸν ἅγιον ἦν· τούτῳ προσέφυγεν ἱκέτις. Φρι- κόδημος τὸν ἕτερον τῶν υἱῶν, ἀδελφὸν τοῦ φονευθέν- τος, Ἠρακῶντα, ἔπεμψεν ἐξαιτήσοντα παρὰ τῶν Ἑλικέων
τὴν κόρην. οἱ μὲν δὴ ἐξέδωκαν, ἐπεὶ δὲ ἀνήχθησαν, χειμῶν μέγας ἐξέωσε τὸ σκάφος ἐπὶ τὸ Ῥἰον τῆς Ἀχαΐας· οὗ προσορμισαμένοις ἐπεφάνησαν ἡμιολίαι δύο Ἀκαρ- νάνων ἐχθρῶς ἐχόντων πρὸς τὸν τύραννον, οἳ τὸ σκάφος ἐξαψάμενοι κατῆγον ἐς Ἀκαρνανίαν. τὸ πλῆ-
θος τῶν Ἀκαρνάνων μαθόντες τὰ πεπραγμένα οἰκτεί- ρουσι τὴν κόρην καὶ τὸν Ἡρακῶντα δήσαντες αὐτῇ παρέδωκαν. ὁ τύραννος πρεσβεύεται πρὸς αὐτὴν ὑπὲρ τοῦ παιδός, ἡ δὲ, εἰ τοὺς γονέας ἀπολάβοι, τότε ἀπο- δώσειν τὸν υἱὸν ἐπηγγείλατο. Φρικόδημος πιστεύσας
ἐξέπεμψεν αὐτῇ τοὺς γονέας, οἱ δὲ Ἀκαρνᾶνες οὐδὲν 207 ἔλαττον τὸν Ἡακῶντα αἰκισάμενοι πικρῶς ἀπέκτειναν. τὸν δὲ Φρικόδημον οὐ μετὰ πολλὰς ἡμέρας οἱ πολῖται διέφθειραν. οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες οὐκ εἰς μακρὰν κατεπόθησαν αὐτοί τε καὶ ἡ πόλις, τῆς μὲν γῆς σεῖ-
σθείσης, τοῦ δὲ πελάγους ἐπικλύσαντος. ἔδοξε τὸ μήνιμα γενέσθαι τοῦ Ποσειδῶνος, ὅτι τὴν ἱκέτιν αὐτοῦ παρθένον τοῖς πολεμίοις ἐξέδωκαν.
47. ΦΕΡΕΤΙΜΑ.
στασιασθεὶς ὑπὸ τοῦ πλήθους ἐξέπεσε τῆς ἀρχῆς· ἡ δὲ μήτηρ αὐτοῦ Φερετίμα πρὸς Εὐέλθοντα βασιλέα Σαλαμῖνος τῆς ἐν Κύπρῳ πλεύσασα ἱκέτευσεν αἰτου- μένη συμμαχίαν. ὁ μὲν Κύπριος τῆς ἱκεσίας ἠμέλη- σεν, ἐν δὲ τῷ τέως Ἀρκεσίλαος Ἑλλήνων συμμάχων
εὐπορήσας, κατελθὼν, τὴν ἀρχὴν ἀναλαβὼν, πικρῶς τιμωρούμενος τοὺς λελυπηκότας ὑπὸ τῶν ὁμόρων Βαρ- καίων ἀνῃρέθη. Φερετίμα πρὸς τὸ δεινὸν οὐκ ἀπη- γόρευσεν, ἀλλὰ ὡς τὸν Αἰγύπτου σατράπην Ἀρυάνδην καταφυγοῦσα καί τινας εὐεργεσίας ἐς Καμβύσην προ-
βαλομένη, πολλὴν δύναμιν πεζικὴν καὶ ναυτικὴν συλλα- βοῦσα, προσβαλοῦσα τοῖς Κυρηναίοις ἀνυπόστατος ἐγένετο, ὥστε καὶ δίκας ὑπὲρ τοῦ παιδὸς λαβεῖν καὶ τῷ γένει τὴν ἀρχην ἀπολαβεῖν.
48. ΑΞΙΟΘΕΑ.
210σφαξαν, αὕτη τὰς τῶν τετελευτηκότων ἀρετὰς ἐζήλωσε· καὶ τάς τε ἀδελφὰς αὐτῶν καὶ μητέρας καὶ γυναῖκας συγκαλέσασα ἔπεισε μηδὲν ἀνάξιον ὑπομεῖναι τοῦ γέ- νους. αἱ δὲ πεισθεῖσαι συνέκλεισαν μὲν ἀσφαλῶς τῆς γυναικωνίτιδος τὰς θύρας, ἀναδραμοῦσαι δὲ ἐπὶ τὰ
στέγη, τοῦ πλήθους τῶν πολιτῶν συνδεδραμηκότος, τὰ μὲν τέκνα φερόμενα ἐν ταῖς ἀγκάλαις ἀπέσφαξαν, πῦρ δὲ ἐνεῖσαι τοῖς ὀρόφοις, αἱ μὲν τοῖς ξίφεσιν αὐτὰς διεχρήσαντο, αἱ δὲ εὐθαρσῶς τῇ φλογὶ προστρέχουσαι διεφθείροντο. Ἀξιοθέα δὲ στρατηγὸς ἦν ἐν τοῖς δεινοῖς
ἀρίστη· ὅτε γὰρ εἶδεν εὐγενῶς ἁπάσας κειμένας, τότε καὶ αὐτὴ τὸ ξίφος καθεῖσα διὰ τῆς σφαγῆς αὐτὴν ἔρριψεν ἐς τὴν φλόγα, ἵνα μηδὲ νεκροῦ τοῦ σώματος οἱ πολέμιοι κρατήσωσιν.
49. ΑΡΧΙΔΑΜΙΣ.
211φρευον, ὤρυττον, ὅπλα προσέφερον, δόρατα ἔθηγον, τοὺς τιτρωσκομένους ἐθεράπευον, ὥστε καὶ οἱ Λάκωνες εὐτολμότεροι πρὸς τὸν ἀγῶνα ἐγένοντο τὴν ἀνδρίαν τῶν γυναικῶν ὁρῶντες καὶ τὸν Πύρρον ἀπεκρούσαντο.
50. ΛΑΟΔΙΚΗ.
ἐκ τῆς Βερενίκης ὑποτρεφόμενον ἀναιρεθῆναι διεπρά- ξατο. Βερενίκη προῆλθεν ἐς τὸ πλῆθος ἱκέτις ἔλεον καὶ βοήθειαν παρὰ τῶν ἀρχομένων αἰτουμένη. οἱ δὲ τὸν παῖδα πεφονευκότες ἕτερον ἐπιεικῶς ὅμοιον προή- γαγον ἐς τὸ πλῆθος, ὡς αὐτὸν ἐκεῖνον ὄντα, περιστή-
σαντες αὐτῷ τὴν βασιλικὴν δορυφορίαν· τῇ δὲ Βερε- νίκῃ φυλακὴν μισθοφόρων Γαλατῶν ἐπέστησαν καὶ τόπον ἔδωκαν τῶν βασιλείων ὀχυρώτατον καὶ ὅρκους 216 217 καὶ συνθήκας ἐσπείσαντο. Ἀριστάρχου δὲ ἰατροῦ Βερε- νίκῃ συνόντος καὶ πείσαντος αὐτὴν συνθέσθαι ἡ μὲν ἐπίστευσεν, οἱ δὲ τῷ ὅρκῳ στρατηγήματι χρησάμενοι τὴν Βερενίκην αὐτίκα προσπεσόντες ἔκτειναν. αἱ δὲ ἀμφʼ αὐτὴν γυναῖκες ὑπερασπίζουσαι προσαπέθανον
αἱ πλείονες, Παναρίστη δὲ καὶ Μανία καὶ Γηθοσύνη τὸ σῶμα τῆς Βερενίκης κρύψασαι κατὰ γῆν ἑτέραν κατέκλιναν ὡς ἐκείνην ἔτι ζῶσαν καὶ τὸ τραῦμα θερα- πευομένην ὑπὸ τούτων. καὶ ἐπὶ τοσοῦτον ἔπεισαν τοὺς ὑπηκόους. ἐφʼ ὅσον μεταπεμφθεὶς ὑπʼ αὐτῶν
Πτολεμαῖος ἧκεν ὁ πατὴρ τῆς ἀνῃρημένης καὶ διαπέμ- πων ἀπὸ τῆς προσηγορίας τοῦ πεφονευμένου παιδὸς καὶ τῆς ἀνῃρημένης Βερενίκης ὡς ἕτι ζώντων ἐπιστολὰς ἀπὸ τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς χωρὶς πολέμου καὶ μάχης ἐκράτησε τῷ στρατηγήματι τῆς Παναρίστης
χρησάμενος.
51. ΘΕΑΝΩ.
218θέμις, αὕτη πρὸ τῶν ἄλλων ἀφικομένη πλίνθον πρὸς ταῖς θύραις ἀπηρείσατο. οἱ Λάκωνες θαυμάσαντες τὴν ἀνδρίαν ὁμοῦ καὶ τὴν σοφίαν ἕκαστος πλίνθον ἐνήρ- μοσε ταῖς θύραις, ὥστε ἄμφω γενέσθαι, οὔτε τὸν ἱκέ- την ἀπέσπασαν καὶ τὸν προδότην ἐναποικοδομήσαντες
διέφθειραν.
52. ΔΗΙΔΑΜΕΙΑ.
κατέθετο ἐπὶ τῷ τὸν κλῆρον καὶ τὰς τιμὰς τῶν προ- γόνων ἔχειν. καὶ λαβοῦσα πίστεις ἐξηπατήθη· συν- ταξάμενοι γὰρ τῶν Ἠπειρωτῶν τινὲς Νέστορα τῶν Ἀλεξάνδρου σωματοφυλάκων ἀναιρήσοντα αὐτὴν εἰσ- έπεμψαν. ὁ δὲ κάτω νεύσασαν αἰδεσθεὶς καὶ καταπλαγεὶς
ἀνέστρεψεν. ἡ δὲ κατέφυγεν ἐς τὸ ἱερὸν τῆς Ἡγεμόνης Ἀρτέμιδος, Μίλων δὲ αἰτίαν ἔχων ὡς τὴν αὑτοῦ μητέρα Φιλωτέραν ἀποκτείνας ὥρμησεν ἐπʼ αὐτὴν ὡπλισμένος. ἡ δὲ ἀνεβόησεν·
τοῦτο μόνον αὐτὴν ἐκβοήσασαν ὁ Μίλων ἀπέκτεινεν ἐν τῷ τεμένει τῆς θεοῦ.
53. ΑΡΤΕΜΙΣΙΑ.
222 τοὺς Πέρσας ἤδη φεύγοντας οἱ Ἕλληνες ἐδίωκον. ἡ δὲ
[ἤδη] καταλαμβανομένη προσέταξε τοῖς μὲν ἐπιβάταις ἀφελεῖν τῆς νεῶς τὰ σημεῖα τὰ Περσικὰ, τῷ κυβερ- νήτῃ δὲ, ἐμβαλεῖν εἰς τὴν ναῦν τὴν προπλέουσαν Περσικήν. οἱ Ἕλληνες ταῦτα ὁρῶντες, οἰηθέντες μίαν 223 224 225 εἶναι τῶν συμμαχίδων νεῶν, ἀπολιπόντες ταύτην ἐπὶ τὰς ἄλλας ἐτράποντο, Ἀρτεμισία δὲ τὸν κίνδυνον [τὸν] ἐπικείμενον ἐκφυγοῦσα εἰς Καρίαν ἀποπλέουσα ᾤχετο.
αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.
βαρικὸν ἀνέτεινε σημεῖον, εἰ δὲ ὑπὸ Ἑλληνίδος νεὼς ἐδιώκετο, ἀνέτεινε τὸ Ἑλληνικὸν, ἵνα οἱ διώκοντες ὡς Ἑλληνικῆς νεῶς ἀπέχωνται.
γυναικῶν καὶ αὐλητῶν καὶ τυμπανιστῶν ἐς τὸ ἄλσος τῆς Μητρὸς τῶν θεῶν ἀπέχον τῆς πόλεως ἑπτὰ στάδια παρῆλθεν ὀργιάζουσα. τῶν δὲ Λατμίων προελθόντων καὶ τὴν εὐσέβειαν αὐτῆς θεωμένων καὶ θαυμαζόντων οἱ ἀποκεκρυμμένοι ἐξαναστάντες κατελάβοντο τὴν πόλιν
κρατήσαντες αὐλοῖς καὶ τυμπάνοις, ἧς οὐκ ἐκράτησαν τοῖς ὅπλοις.
πεποίηκας, τὰς δὲ γυναῖκας ἄνδρας᾿ .
54. MANIA.
αὐτὴ δὲ καὶ ἐπὶ τὰς μάχας ἐπὶ ἁρμαμάξης ἐπορεύετο καὶ τὰ παραγγέλματα ἐδίδου τοῖς μαχομένοις καὶ διέταττε τὰς τάξεις καὶ τὰ τῆς νίκης ἆθλα κατὰ τὴν ἀξίαν διένεμε τοῖς στρατιώταις. πολέμιος μὲν οὐδεὶς ἐκράτησεν αὐτῆς, ὁ δὲ τὴν θυγατέρα (πρὸς) αὐτῆς
πρὸς γάμον λαβὼν Μειδίας, πιστὸς εἶναι διὰ τὸ κῆδος δοκῶν, ὑπεισελθὼν αὐτὴν διεχρήσατο.
55. ΤΙΡΓΑΤΑΩ.
Ἐκαταῖον ἐκπεσόντα τῆς ἀρχῆς κατήγαγε Σάτυρος ὁ Βοσ- πόρου τύραννος καὶ τὴν ἑαυτοῦ θυγατέρα πρὸς γάμον ἐξέδωκεν ἀξιώσας τὴν προτέραν ἀποκτεῖναι. ὁ δὲ τὴν Μαιῶτιν στέργων ἀνελεῖν μὲν οὐχ ὑπέμεινεν, ἐς ὀχυρὸν δὲ φρούριον καθείρξας ἐκέλευσε διάγειν φρουρουμένην· 236 237 ἡ δὲ Τιργαταὼ λαθοῦσα τοὺς φύλακας διέδρα. τῶν δὲ περὶ τὸν Ἑκαταῖον καὶ τόν Σάτυρον πολλῇ σπουδῇ ζητούντων — ἐδεδοίκεσαν γὰρ, μὴ κινήσῃ τοὺς Μαιώτας ἐς πόλεμον — οὐ μὴν εὑρεῖν δυνηθέντων, ἡ Μαιῶτις ἐρήμους καὶ τραχείας ὁδοὺς ὑπερβάλλουσα καὶ μεθʼ
ἡμέραν μὲν ἐν ταῖς ὕλαις κρυπτομένη, ταῖς δὲ νυξὶ βαδίζουσα τέλος ἧκεν εἰς τοῖς καλουμένους Ἰξομάτας, ἔνθα ἦν αὐτῆς τὰ βασίλεια τῶν οἰκείων. τὸν μὲν δὴ πατέρα τετελευτηκότα κατέλαβε, τῷ δὲ διαδεξαμένῳ τὴν ἀρχὴν συνοικήσασα τοὺς Ἰξομάτας εἰς πόλεμον
ἐκίνησε. καὶ πολλὰ μὲν τῶν περὶ Μαιῶτιν μαχίμων ἐθνῶν προσήγετο, μάλιστα δὲ τὴν Ἑκαταίου Σινδικὴν κατέτρεχε καὶ Σατύρου τὴν ἀρχὴν ἐλυμαίνετο, ὥστε ἱκετηρίας ἀμφότεροι πέμψαντες καὶ ὅμηρον δόντες παῖδα Σατύρου Μητρόδωρον ἐδεήθησαν εἰρήνης τυχεῖν.
ἡ δὲ συνέθετο μὲν, οὐ μὴν οἵ γε συνθέμενοι τοὺς ὅρκους ἐφύλαξαν. ὁ γὰρ δὴ Σάτυρος ἔπεισε δύο φίλους ἱκέτας καταφυγόντας πρὸς αὐτὴν ἐπιβουλεῦσαι οἱ μὲν κατέφυγον, ὁ δὲ Σάτυρος ἐξῄτει· ἡ δὲ τὸν τῆς ἱκεσίας νόμον τιμῶσα πολλάκις ἀντέγραφε σωτηρίαν
πράττουσα τοῖς ἱκέταις. οἱ δὲ ἐπέθεντο, ὁ μὲν ὡς περὶ μεγάλων αὐτῇ διαλεγόμενος πραγμάτων, ὁ δὲ σπασάμενος τὸ ξίφος ἀπέτυχε τῆς ἐπιβουλῆς τοῦ ζωστῆ- ρος ἀποδεξαμένου τὴν πληγήν. οἱ δορυφόροι συνδρα- μόντες ἀμφοτέρους ἐβασάνισαν. οἱ δὲ τὴν ἐπιβουλὴν
238 ὡμολόγησαν τοῦ καθεικότος τυράννου. πάλιν ἡ Τιργα- ταὼ τὸν πόλεμον ἐξήνεγκε τὸν ὅμηρον ἀποκτείνασα καὶ πάντων τῶν δεινῶν ἁρπαγῆς καὶ φόνου πληροῦσα τὴν χώραν, ἕως αὐτὸς μὲν ὁ Σάτυρος ἀθυμήσας ἐτε-
λεύτησε, Γόργιππος δὲ υίὸς αὐτοῦ τὴν ἀρχὴν διαδεξά- μενος ἱκέτης αὐτὸς ἐλθὼν καὶ δῶρα δοὺς αὐτῇ μέγιστα τὸν πόλεμον διελύσατο.
56. ΑΜΑΓΗ.
τῶν ἐπὶ τὴν Ποντικὴν παραλίαν καθηκόντων ὁρῶσα τὸν ἄνδρα τρυφῇ προσέχοντα καὶ μέθῃ αὐτὴ μὲν τα πολλὰ ἐδίκαζεν, αὐτὴ δὲ καὶ τὰς φυλακὰς τῆς χώρας καθίστατο καὶ τὰς ἐπιδρομὰς τῶν πολεμίων ἀνέστελλε καὶ τοῖς ἀδικουμένοις τῶν προσοίκων συνεμάχει. καὶ
τὸ κλέος αὐτῆς λαμπρὸν ἦν ἀνὰ πάντας τοὺς Σκύθας, ὥστε καὶ οἱ [τὴν] Ταυρικὴν κατοικοῦντες Χερρονησῖται κακῶς πάσχοντες ὑπὸ τοῦ βασιλέως τῶν παρακειμένων Σκυθῶν ἐδεήθησαν αὐτῆς γενέσθαι σύμμαχοι. ἡ δὲ τὸ μὲν πρῶτον ἐπέστειλεν ἀπέχεσθαι Χερρονήσου
κελεύουσα, ὡς δὲ κατεφρόνησεν ὁ Σκύθης, παραλα- βοῦσα ἑκατὸν εἴκοσιν ἄνδρας τοὺς ψυχὴν καὶ σῶμα ἀλκιμωτάτους, τρεῖς ἵππους ἑκάστῳ παραδοῦσα διέδραμε νυκτὸς μιᾶς καὶ ἡμέρας χίλια καὶ διακόσια στάδια καὶ τοῖς βασιλείοις ἐξαίφνης ἐπιστᾶσα τοὺς μὲν ἐπὶ θυρῶν
ἅπαντας ἀπέκτεινε, τῶν δὲ Σκυθῶν ὡς ἐν ἀπροσ- δοκήτῳ δεινῷ ταραχθέντων καὶ νομισάντων οὐχ ὅσους ἔβλεπον ἥκειν, ἀλλὰ πολλῷ πλείονας εἶναι τοὺς ἐπερ- χομένους, Ἀμάγη μεθʼ ἦς εἶχεν ὁρμῆς ἐς τὸ βασίλειον 239 ἐμπεσοῦσα τὸν Σκύθην καὶ τοὺς συνόντας αὐτῷ συγ- γενεῖς καὶ φίλους ἀποκτείνασα Χερρονησίταις μὲν ἀπέδωκε τὴν χώραν, τῷ δὲ παιδὶ τοῦ πεφονευμένου τὴν βασιλείαν ἐνεχείρισε παρεγγυήσασα δικαίως ἄρχειν καὶ ἀπέχεσθαι τῶν προσοικούντων Ἑλλήνων καὶ βαρ-
βάρων ὁρῶντα τὸ τέλος τοῦ πατρός.
57. ΑΡΣΙΝΟΗ.
240των εἰς μὲν τὸ φορεῖον τὸ βασιλικὸν κατέκλινε θερά- παιναν στολὴν περιθεῖσα βασιλικὴν καὶ περιέστησε πολλοὺς τῶν ὑπασπιστῶν, αὐτὴ δὲ περιβαλομένη ῥάκια καὶ προσωπεῖον ἐρρυπωμένον καθʼ ἑτέραν θύραν ἐξῆλθε μόνη καὶ δραμοῦσα ἐπὶ τὰς ναῦς ἀπέπλευσε. Μενε-
κράτης, εἷς τῶν ἡγεμόνων, τῷ φορείῳ προσπεσὼν κατεκέντησε τὴν θεράπαιναν οἰόμενος Ἀρσινόην φο- νεύειν.
58. ΚΡΑΤΗΣΙΠΟΛΙΣ.
242δοῦναι βουλομένη φυλαττόμενον ὑπὸ μισθοφόρων, οἳ πολλάκις ἔπειθον αὐτὴν χρῆναι φυλάττειν τὸν τόπον, ἐπαινέσασα αὐτοὺς ὡς ἀνδρείους καὶ πιστούς, ἀλλὰ 243 244 245 καὶ ἀπὸ Σικυῶνος ἕφη μεταπέμψεσθαι συμμάχους, οἳ μετʼ αὐτῶν ἀσφαλέστερον φυλάξουσιν. ἔπεμψε μὲν πρὸς Σικυωνίους φανερῶς, κρύφα δὲ πρὸς Πτολεμαῖον, καὶ τοὺς παρʼ αὐτοῦ στρατιώτας νύκτωρ ἥκοντας ὡς
τοὺς ἀπὸ Σικυῶνος συμμάχους ἐδέξατο. καὶ παρέλαβε Πτολεμαῖος Ἀκροκόρινθον ἀκόντων τῶν φυλασσόντων.
59. ΙΕΡΕΙΑ.
ὃν οἱ Πελληνεῖς συνελθόντες ὡπλίζοντο. τῆς Ἀθηνᾶς ἱέρεια κατά τι νόμιμον ἐκείνης τῆς ἡμέρας πανοπλίαν ἔχουσα καὶ τρίλοφον κράνος, ἡ καλλίστη καὶ μεγίστη τῶν παρθένων, ἀπὸ τῆς ἀκροπόλεως ἀπέβλεπεν ἐς τὸ πλῆθος τῶν ὁπλιζομένων πολιτῶν. Αἰτωλοὶ παρθένον
ὡπλισμένην ἐκ τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς προελθοῦσαν ἰδόντες αὐτὴν τὴν Ἀθηνᾶν σύμμαχον ἥκειν Πελλη- νεῦσι νομίσαντες ἀνέστρεψαν, Πελληνεῖς δὲ ἐπιδιώ- ξαντες οὐκ ὀλίγους Αἰτωλῶν ἔκτειναν.
60. ΚΥΝΝΑ.
τέρα ἐξ Ἀμύντου Εὐρυδίκην καὶ ταύτην τὰ πολεμικὰ ἤσκησεν. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος καὶ τῶν διαδόχων νεωτεριζόντων ἐτόλμησεν αὐτὴ διαβῆναι τὸν Στρυμόνα, Ἀντιπάτρου δὲ κωλύοντος βιασαμένη τοὺς κωλύοντας τὸν ποταμὸν διῆλθε καὶ
τοὺς ἐμποδών γιγνομένους καταγωνισαμένη διέβη τὸν Ἑλλήσποντον συμμῖξαι τῷ Μακεδόνων στρατεύματι προθυμουμένη. Ἀλκέτα δὲ μετὰ τῆς δυνάμεως ἀπαν- τήσαντος οἱ Μακεδόνες ἰδόντες τὴν Φιλίππου θυγατέρα καὶ ἀδελφὴν Ἀλεξάνδρου, αἰδεσθέντες τὴν γνώμην
μετεβάλοντο. ἡ δὲ τὸν Ἀλκέταν ὀνειδίσασα τῆς ἀχα- ριστίας οὔτε τὸ πλῆθος τῶν ἀνδρῶν οὔτε τὴν παρα- σκευὴν τῶν ὅπλων κατεπλάγη, ἀλλʼ εὐγενῶς ἤνεγκε τὴν σφαγὴν τεθνάναι μᾶλλον ἢ τὸ Φιλίππου γένος ἐκπεπτωκὸς τῆς ἀρχῆς ὁρᾶν αἱρουμένη.
61. ΜΥΣΤΑ.
249χειαν ἐξέπεμψαν.
62. ΕΙΙΙΧAPIΣ.
έχουσαν τῶν ἀπορρήτων ἐβασάνισε πικρῶς, ἡ δὲ ἀντ- έσχεν οὐδενὸς κατειποῦσα. Νέρων ἀνέθετο ὡς αὖθις βασανίσων. μετὰ τρεῖς ἡμέρας τὴν πίχαριν ἐκομίζετο ἐν φορείῳ, ἡ δὲ λυσαμένη τὴν ζώνην ἀπεβρόχισεν ἑαυτὴν ἐν αὐτῷ τῷ φορείῳ. οἱ κομίζοντες ἐγγὺς τῶν
βασανιστήρων γενόμενοι ἀποθέμενοι προελθεῖν αὐτὴν ἐκέλευον· τῆς δʼ ἄρα τὸ σῶμα εὑρέθη νεκρὸν, καὶ ὁ τύραννος πολλὰ ἐσχετλίαζεν ὡς ὑπὸ τῆς ἑταίρας νενι- κημένος.
63. MIΛΗΣIΑ.
64. ΜΗΛΙΑΙ.
γυναικῶν ἐπὶ δεῖπνον βαδίζειν. οἱ μὲν δὶ Κᾶρες ἐκέλευσαν ἄγειν καὶ τὰς γυναῖκας, οἱ Μήλιοι δὲ αὐτοὶ μὲν ἄνευ ὅπλων ἐν ἱματίοις βαδίζουσιν, αἱ δὲ γυναῖκες ἑκάστη ξίφος ἐν τῷ κόλπῳ κομίζουσα παρὰ τὸν αὐτῆς ἄνδρα πᾶσαι καθιζάνουσιν. ὡς δὲ δειπνοῦντες τοῦ
Καρίου συνθήματος ᾔσθοντο, αἱ μὲν γυναῖκες ὁμοῦ πᾶσαι τοὺς κόλπους ἀνέρρηξαν, οἱ δὲ ἄνδρες τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διαχρησάμενοι πάντας τήν τε πόλιν αὐτῶν καὶ τήν χώραν κατῴκησαν.
65. ΦΩΚΙΛΕΣ.
τῆς πυρᾶς μετὰ τῶν τέκνων ἐπιβώμεν καὶ τὴν ὕλην ὑφάψασαι καταπρήσωμεν᾿. τοῦτο τὸ ψήφισμα τῶν γυναικῶν τοὺς Φωκέας ἐποίησεν ἀνδρειότερον παρα- τάξασθαι καὶ κρατῆσαι τῇ μάχῃ.
66. ΧΙΑΙ.
δὲ ὀμωμοκέναι φασκόντων αἱ γυναῖκες συνεβούλευσαν τὰ μὲν ὅπλα μηδαμῶς ἀφιέναι, λέγειν δὲ ὡς ἔθος αὐτοῖς χλαῖναν μὲν καλεῖν τὸ ξυστὸν, χιτῶνα δὲ τὴν ἀσπίδα. ταῖς γυναιξὶν ἐπείσθησαν οἱ Χῖοι καὶ τὰ ὅπλα κατασχόντες φοβερώτεροι τοῖς Ἐρυθραίοις ἐγένοντο.
67. ΘΑΣΙΑΙ.
260μηχανημάτων ἐγένοντο τῶν γυναικῶν αἱ τρίχες.
68. ΑΡΓΟΛΙΔΕΣ.
265βάλλουσαι ἀναχωρῆσαι βιάζονται, ὥστε καὶ Πύρρος, ὁ δεινότατος τῶν στρατηγῶν, αὐτὸς ἔπεσεν ἐμπεσούσης ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κεραμίδος. αἱ δὲ Ἀργολίδες μέγιστον κλέος ἐν τοῖς Ἐλλησιν ἤραντο Πύρρου τοῦ πολεμικωτάτου μηδὲ ὑπʼ ἀνδρῶν, ἀλλὰ ὑπὸ γυναικῶν
Ἀργολίδων πεσόντος.
69. ΑΚΑΡΝΑΝΙΔΕΣ.
266τάσσοντο, αἱ δὲ γυναῖκες ἐπὶ τὰς στέγας ἀναδραμοῦσαι, αἱ μὲν λίθους, αἱ δὲ κεράμους βάλλουσαι πολλοὺς τῶν πολεμίων ἀνῄρουν. τοὺς δὲ ἄνδρας ἐνδιδόντας καὶ ἡττωμένους αὗται ποτὲ μὲν παρακαλοῦσαι, ποτὲ δὲ ὀνειδίζουσαι, ποτὲ δὲ ἱκετεύουσαι ἀνέστρεψαν ἐπὶ
τὴν μάχην ἐπεὶ δὲ πάλιν ἀγωνισάμενοι γενναίως ἑάλωσαν, αἱ γυναῖκες ἐπὶ τοσοῦτον περιεπλέκοντο τοῖς σώμασι τῶν ἀνδρῶν ἢ ἀδελφῶν ἢ πατέρων, ὥστε αὐτὰς ἐξαρτωμένας ἀποσπᾶν οἱ πολέμιοι μὴ δύναμενοι συγκατεφόνευσαν τοῖς ἀνδράσιν.
267 268
70. ΚΥΡΗΝΑΙΑΙ.
οἱ μὲν Κυρηναῖοι προεκινδύνευον, αἱ δὲ γυναῖκες αὐτῶν χάρακας περιέβαλλον, τάφρους ὤρυττον, βέλη προσέφερον, λίθους προσεκόμιζον, τοὺς τραυματίας ἐθεράπευον, τροφὴν παρεσκεύαζον. σφαλέντων δὲ τῶν ἀνδρῶν, τοῦ Λυκωποῦ τὰ πράγματα μεταστήσαντος
ἐς μοναρχίαν, ἐπὶ τοσοῦτον ἐβλασφήμησαν τὸν μόναρ- χον, ὥστε παροξυνθεὶς τὰς πλείστας αὐτῶν ἀπέκτεινεν ἑκούσας ἐπὶ τὴν σφαγὴν θεούσας.
71. ΛΑΚΑΙΝΑΙ.
τοῖς ἀπὸ τῶν Ἀργοναυτῶν γεγονόσιν. οἱ δὲ κοινωνοῦν- τες τῆς πολιτείας ἤδη καὶ τῆς βασιλείας ἀντεποιοῦντο. τοὺς μὲν δὴ καθεῖρξαν οἱ Σπαρτιᾶται, αἱ δὲ θυγα- τέρες τῶν * * * *
Strategemata. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.