Defense of Palamedes. Gorgias of Leontini. ed. Friedrich Blass. Leipzig. 1908.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[12] δηλονότι τοὺς πολεμίους εἰσαγαγεῖν ἔδει κρείττονας ὑμῶν· ὅπερ ἀδύνατον. πῶς
δ᾿ ἂν οὖν εἰσήγαγον; πότερα διὰ πυλῶν; ἀλλ᾿ οὐκ ἐμὸν ταύτας οὔτε κλῄειν οὔτ᾿ ἀνοίγειν, ἀλλ᾿ ἡγεμόνες κύριοι τούτων. ἀλλ᾿ ὑπὲρ τειχῶν
διὰ κλίμακος; οὐκοῦν . . . . . . . ἅπαντα γὰρ πλήρη φυλακῶν. ἀλλὰ διελὼν τοῦ τείχους; ἅπασιν ἄρα φανερὰ γένοιτ᾿ ἄν. ὑπαίθριος γὰρ ὁ βίος· στρατόπεδον γάρ ἐστιν
ἐν ὅπλοις, ἐν ᾧ
πάντες πάντας ὁρῶσι καὶ πάντες ὑπὸ πάντων ὁρῶνται. πάντως ἄρα καὶ πάντῃ ταῦτα πράττειν ἀδύνατον ἦν μοι
Current edition First1KGreek
Ὑπέρ Παλαμήδους ἀπολογία (Greek) (Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.)