Defense of Palamedes. Gorgias of Leontini. ed. Friedrich Blass. Leipzig. 1908.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[11] Καὶ δὴ τοίνυν γενέσθω καὶ τὰ μὴ γενόμενα. συνήλθομεν, εἴπομεν, ἠκούσαμεν, χρήματα παρ᾿ αὐτῶν ἔλαβον, ἔλαθον λαβών, ἔκρυψα. ἔδει δήπου πράττειν ὧν ἕνεκα ταῦτ᾿ ἐγένετο. τοῦτο τοίνυν ἔτι τῶν εἰρημένων ἀπορώτερον. πότερα μὲν γὰρ αὐτὸς ἔπραττον ἢ μεθ᾿ ἑτέρων; ἀλλ᾿ οὐχ ἑνὸς ἡ πρᾶξις. ἀλλὰ μεθ᾿ ἑτέρων; τίνων; δηλονότι τῶν συνόντων. πότερον ἐλευθέρων ἢ δούλων; ἐλευθέροις μὲν γὰρ ὑμῖν σύνειμι. τίς οὖν ὑμῶν ξύνοιδε; λεγέτω. δούλοις δὲ πῶς οὐκ ἄπιστον; ἑκόντες
τε γὰρ ἐπ᾿ ἐλευθερίᾳ χειμαζόμενοί τε δι᾿ ἀνάγκην κατηγοροῦσιν. ἡ δὲ πρᾶξις πῶς
ἂν ἐγένετο;
Current edition First1KGreek
Ὑπέρ Παλαμήδους ἀπολογία (Greek) (Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.)