Defense of Palamedes. Gorgias of Leontini. ed. Friedrich Blass. Leipzig. 1908.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[13] Σκέψασθε τοίνυν καὶ τόδε. τίνος ἕνεκα προσῆκέ
μοι βουληθῆναι ταῦτα πράττειν, εἰ μάλιστα πάντων ἐδυνάμην; οὐδεὶς γὰρ βούλεται προῖκα τοὺς μεγίστους κινδύνους κινδυνεύειν οὐδὲ τὴν μεγίστην κακότητ᾿ εἶναι κάκιστος, ἀλλ᾿ ἕνεκά του.
τίνος ἂν οὖν; καὶ αὖθις πρὸς τόδ᾿ ἐπάνειμι. πότερον
ἂν τοῦ τυραννεῖν; ὑμῶν ἢ τῶν βαρβάρων; ἀλλ᾿ ὑμῶν ἀδύνατον τοσούτων καὶ τοιούτων, οἷς ὑπάρχει πάντα
τὰ μέγιστα, προγόνων ἀρεταί, χρημάτων πλῆθος, ἀριστεῖαι
μαχῶν, ἀκμὴ φρονημάτων, βασιλεία πόλεων.
Current edition First1KGreek
Ὑπέρ Παλαμήδους ἀπολογία (Greek) (Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.)