Περὶ ἐπαυαλήψεως.
1διδασκαλίᾳ, ἐπὶ προσώπου συστάσει ἢ διαβολῇ, ἐπὶ ἤθους βεβαιώσει.
καὶ Δημοσθένης ἐν Φιλιππικοῖς «πάντες ὅσοι 4 πώποτε ἐκπεπλεύκασι στρατηγοὶ παρ᾿ ἡμῶν, ἢ ἐγὼ πάσχειν ὁτιοῦν ἕτοιμός εἰμι, παρὰ τούτων τῶν τὰς νήσους οἰκούντων χρήματα λαμβάνουσι. λαμβάνουσι δὲ οἱ μὲν πλείονας ἔχοντες ναῦς πλείονα». — Ἐπὶ δὲ
προσώπου συστάσει, ὡς Ξενοφῶν πολλάκις Κῦρον ἐπαναλαμβάνων. ἐπὶ δὲ διαβολῇ, ὡς ὁ Δημοσθένης 5 «ἀλλʼ Ἀνδροτίων ἡμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», καὶ ἀλλαχοῦ «ὑμεῖς δὲ Χαρίδημον εἰ χρὴ φρουρεῖν βουλεύεσθε; Χαρίδημον; οἴμοι.» — Ἐπὶ ἤθους βεβαιώσει «ἔστιν ὑμῖν, ὦ Ἀθηναῖοι,
χρήματα, ἔστιν ὅσα οὐδενὶ τῶν ἄλλων ἀνθρώπων στρατιωτικά», καὶ πάλιν ἐν τῷ Κατὰ Μειδίου «ἀλλ᾿ ἵππον, ἵππον μὲν οὐκ ἐτόλμησεν ὁ κατάρατος οὑτοσὶ πρίασθαι». καὶ Ἡρόδοτος «τφονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ, φονεύς δὲ τοῦ καθήραντος ».
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.