Περὶ περιπλοκῆς.
1ὁ Δημοσθένης, ὡς ἐν τοῖς Φιλιππικοῖς φησιν «ὁ μὲν οὖν παρὼν καιρὸς μονονουχὶ λέγει φωνὴν ἀφιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστί», καὶ ἐπειδὴ λυπηρόν ἐστι τὸ λέγειν ‘εἰ δὲ μή, ἀπολεῖται τὰ πράγματα’, περιέπλεξεν «εἴπερ ὑπὲρ
3 σωτηρίας ὑμῶν αὐτῶν φροντίζετε»· καὶ πάλιν παρὰ πόδας ἔνεστί γε περιπλοκὴ μετὰ συλλήψεως «ἡμεῖς δέ», ὑπακούεται ‘ἀμελοῦμεν’, ἀλλὰ τοῦτο λυπηρόν ἐστι τοῖς Ἀθηναίοις· πῶς οὖν περιέπλεξεν; «οὐκ οἶδ᾿ ὅντινά μοι δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτά». — Τῶν δὲ ἐπαχθῶν
τὸ παράδειγμα ἐν τῷ Κατὰ Μειδίου· φησὶ γὰρ ὁ Δημοσθένης πρῶτον μὲν ὅτι «ἐθελοντὴς χορηγεῖν ὑπέστην», ὅπερ ἐστὶ φιλοτιμίας, εἶτα δὲ «κληρουμένων 4 5 πάντων πρῶτος αἱρεῖσθαι τὸν αὐλητὴν ἔλαχον», ὅπερ ἐστὶν εὐτυχίας· ἐπάγει γοῦν λέγων «ὑμεῖς μὲν οὖν, ὡς εἰκός, ἀμφότερα ἀπεδέξασθε, τήν τε φιλοτιμίαν τὴν ἐμήν», καὶ ἐπειδὴ ἐπαχθές ἐστι τὸ λέγειν ῾ τὴν εὐτυχίανʼ,
περιέπλεξε «καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης».
ραν — καὶ πεπορνευμένος», ὡς δι᾿ ὅλου τοῦ λόγου περιπλέξας διὰ τὸ αἰσχρὰ εἶναι τὰ ῥήματα, ἐπὶ τέλει δὲ νικηθεὶς ὑπὸ τῆς χολῆς εἶπε «καὶ πεπορνευμένος.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.