Περὶ τοῦ κατὰ πεῦσιν σχήματος.
καὶ γὰρ τὰ τῷ λόγῳ προαποδεδειγμένα ἴσα τοῖς φύσει ὁμολογουμένοις τῇ δυνάμει ἐστίν.
πρὸς ἑαυτὸν τοῦ ῥήτορος.
ἀκοῆς ἐπιστροφὴν ἔχει καὶ πίστωσιν κατὰ πρόληψιν ὑπονοίας καὶ λύσιν. ὅταν γὰρ αὐτὸς ἑαυτοῦ πυνθάνηται ὁ ῥήτωρ, ἅμα καὶ ἐπέστρεψε τοὺς ἀκούοντας καὶ τὴν πίστιν προκατέλαβε· πιστεύει γὰρ ἕκαστος τῶν ἀκουόντων ἐννοῶν, ὅτι οὐκ ἂν ἠρώτησεν ἑαυτὸν ὁ ῥήτωρ,
εἰ μὴ ἐπίστευεν ἀποδείξειν, καὶ εἴ τινα ἔχει ὑπόνοιαν ὁ ἀκροατής, θεραπεύεται· ὥσπερ ἐπὶ ταύτης τῆς 4 ἐρωτήσεως «ἔστιν ὑμῖν πόρος, ὃν ἂν μὲν ἤδη ζητῆτε οὐχ εὑρήσετε, ἐὰν δὲ περιμένητε, εὑρήσετε», εἶτ᾿ ἐπιφέρει «τίς οὖν ἔσθ᾿ οὗτος ὁ νῦν μὲν οὐκ ὤν, αὖθις
δὲ γενησόμενος; αἰνίγματι γὰρ ὅμοιον τοῦτο· ἐγὼ φράσω.»
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.