Περὶ τοῦ λεληθότος τὰ αὐτὸ λέγειν ἢ ἑαυτῷ ἢ ἄλλοις.
μέθοδος· ἢ γὰρ τὴν τάξιν μεταβάλλεις, περ ἐκεῖνος ἐχρήσατο, ἢ τὸ μέτρον· εἴπερ γὰρ διὰ μακρῶν ἐκεῖνος, ταῦτα ἐν βραχέσι συνελὼν λέγεις, ἢ τὸ ἐναντίον.
μεταβολὴν οὐ δύναται ἔχειν, ὅτι ἐν συμβουλῇ πάντως πρῶτον τὸ κατεπεῖγον εἶναι δεῖ παρὰ παντὶ συμβουλεύοντι. ἐν δὲ τῇ πανηγυρικῇ νόμος ἐστὶ τῶν κεφαλαίων τῆς τάξεως ἀμετάβλητος ἡ φύσις τῶν πραγμάτων. 2 χρώμεθα οὖν τοῖς μήκεσι καὶ ταῖς βραχύτησιν, ὥσπερ
ἐν συμβουλευτικῇ μὲν ἰδέᾳ ἐποίησεν ὁ Δημοσθένης ἔν τε τοῖς Ὀλυνθιακοῖς καὶ ἐν τῷ Περὶ τῶν ἐν Χερρονήσῳ 3 σρατιωτῶν· τὰ αὐτὰ γὰρ λέγων ἑαυτῷ μάλιστα ἔλαθεν. ἐν δὲ πανηγυρικῇ ἰδέα Πλάτων τὰ αὐτὰ λέγων Θουκυδίδῃ ἐν τῷ Ἐπιταφίῳ οὐ μόνον ἔλαθεν, ἀλλὰ καὶ ἄλλα λέγειν ἔδοξε· τὰ γοῦν περὶ τῶν πολέμων
Θουκυδίδης μὲν ἐπιμνησθεὶς παρῆκεν, ὁ Πλάτων δὲ ἐπεξειργάσατο· τοὐναντίον δὲ Πλάτων μὲν παρῆκε τὰ περὶ τῆς πολιτείας, Θουκυδίδης δὲ ἐπεξῆλθεν.
τῆς ἀτελείας· Φορμίωνος γὰρ προκατηγορήσαντος τοῦ νόμου καὶ χρησαμένου τοῖς κεφαλαίοις τῆς διαιρέσεως, 4 τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ καλῷ, τῷ τῆς ἀξίας, ἀνέστρεψε τὴν τάξιν μεταβάλλων· πῶς δὲ τοῦτο ἐποίησεν, ἐν τοῖς περὶ τοῦ λόγου διεξήλθομεν.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.