Περὶ τοῦ ἀνεπαχθῶς ἑαυτὸυ ἑπαινεῖν.
λόγῳ τῶν παραινέσεων τὸ πρῶτον προοίμιον ἑαυτοῦ ἔπαινον κατεσκεύασε· θέλει γὰρ εἰπεῖν ὅτι ἐγὼ ἀνήρ 1 εἰμι σπουδαιότατος καὶ μόνος φίλος ἀγαθὸς ἀποθανόντος τοῦ πατρός, ὦ Δημόνικε, σοὶ εὐνοῶν᾿· πῶς οὖν αὐτὸ ποιεῖ; κοινῷ τῷ λόγῳ χρῆται περί τε σπουδαίων ἀνδρῶν καὶ φαύλων λέγων καὶ διακρίνων ἤθη ἀγαθῶν καὶ πονηρῶν φίλων, οὕτω δὲ φαίνεται αὐτὸς ὢν τῶν
ἀγαθῶν ἀνδρῶν. — Ὁ δὲ Δημοσθένης ἐν τῷ Περὶ τοῦ 2 στεφάνου μέλλων ἑαυτὸν ἐπαινεῖν καὶ τὴν ἑαυτοῦ πολιτείαν πολλάκις τῇ ἀνάγκῃ χρῆται λέγων «ἐὰν δ᾿ 3 ἐφ᾿ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ». — Ἐπειδὴ δὲ
τῇ ἀνάγκῃ πολλάκις χρώμενος ὕποπτός ἐστι, καὶ τῇ τοῦ προσώπου ὑπαλλαγῇ χρῆται. ἔστι δὲ τοῦτο· ὅταν τι μέτριον λέγῃ, τότε πρὸς τοὺς Ἀθηναίους λέγει, ὅταν δὲ ὑπερήφανον καὶ ἐπαχθές, πρὸς Αἰσχίνην· «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, ἀλλὰ τὸν
ἐμὸν τειχισμὸν εἰ βούλει σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ συμμάχους», καὶ πάλιν ἀλλαχοῦ «ὧν μέντοι ἐκ τῆς δίας οὐσίας ἐπέδωκα, οὐδεμίαν ἡμέραν ὑπεύθυνος εἶναί φημι. ἀκούεις, Αἰσχίνη;» ἀπέστρεψε τὸν λόγον, ἵνα δοκοίη τὸν ἐχθρὸν λυπεῖν, μὴ Ἀθηναίοις
ὀνειδίζειν.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.