Περὶ τοῦ προτείνειν τὰς τοῦ ἐναντίου προτάσεις.
ἐπιστήμην, δόξαν, ἀκοήν· ἐπιστήμην μὲν ‘οἶδα, ὅπερ νὴ Δία ἐρεῖ’ καὶ ὅσα τοιαῦτα, δόξαν δὲ οἶον ‘τάχα τοίνυν ἴσως ἐρεῖ’, ὡς ἀμφιβάλλων περὶ τῆς προτάσεως, ἀκοὴν δὲ ὡς ἀκούων περὶ τῆς προτάσεως ‘πυνθάνομαι τοίνυν μέλλειν αὐτὸν λέγειν’.
1
ἐναντία ποιεῖ. τῶν μελλόντων προτείνεσθαι ὑπὸ τοῦ ἀπολογουμένου τοῦ οὖν ἀντιδίκου τὰ μέν ἐστιν ἰσχυρότερα, τὰ δὲ ἀσθενῆ, τὰ δὲ μέσα· τὰ μὲν οὖν ἀσθενῆ 2 τοῦ ἀντιδίκου ὡς εἰδὼς τῇ ἐπιστήμῃ προβαλῇ, τὰ δὲ μέσα τῇ ἕξει ὡς στοχαζόμενος, ὅπερ ἐστὶ τῇ δόξῃ, τὰ
δὲ ἰσχυρὰ ὡς πυνθανόμενος. ἵνα δοκῇς ἀκούειν αὐτά, μὴ συνειδέναι δὲ ἰσχυρὰ ὄντα. Οὕτω μὲν δὴ δεῖ 3 προτείνειν.
δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδία πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι»· διὰ μὲν γὰρ τὴν φύσιν τοῦ πράγματος καὶ τὴν ἰσχύν τοῦ κεφαλαίου τῇ ἀκο κέχρηται, διὰ δὲ τὴν προσποίησιν τῆς καταφρονήσεως τῇ ἐπιστήμῃ. ἀλλὰ καὶ ἐν τῷ Περὶ τῆς
ἀτελείας ἰσχυρότατον προτείνων τοῦ Λεπτίνου κεφάλαιον, τὸ τῆς ἀξίας, τῇ ἐπιστήμῃ προέτεινεν οὕτως «ἔστι δ᾿ οὐκ ἄδηλον τοῦθ᾿, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λεγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, 4 φήσει δὲ ἀναξίους τινὰς εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας». λέγομεν οὖν, ὅτι ὁ Δημοσθένης χρῆται τοῖς σχήμασι καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν, καὶ ἐνταῦθα τῷ μὲν Λεπτίνῃ ἰσχυρότατόν ἐστι τοῦτο τὸ κεφάλαιον, τῷ δὲ Δημοσθένει εὔλυτον.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.