Περὶ τοῦ ἐναντία λέγοντα κατορθοῦν ἐναντία.
1οἷς θέλει λέγειν; ἡ κακία ἡ ἐν λόγοις ἐνταῦθα ἀρετὴ φαίνεται. τίς δέ ἐστι κακία ἐν λόγοις; εὐδιάλυτα λέγειν καὶ ἐναντία καὶ στρεφόμενα. ταῦτα ἐν τούτῳ τῷ σχήματι τῶν λόγων ἀρετὴ γίνεται.
τοῦ Ἑλληνικοῦ καὶ βουλόμενος αὐτοὺς μένειν λέγων δεῖν μὴ μένειν ἀλλὰ φεύγειν, καὶ δι᾿ ὅλης τῆς δημηγορίας εὐδιάλυτα λέγει καὶ στρεφόμενα, διδοὺς ἀντιλαβὰς τοῖς ἐναντιουμένοις, ἐπὶ τέλει δὲ καὶ ἐναντιώματα λέγων· τὸ γὰρ φάναι
τέχνη, ἣ βοηθεῖ ταῖς τοῦ ἀντιδίκου προτάσεσι καὶ διὰ μακρῶν προβάλλεται καὶ διὰ μαρτυριῶν ἔσθ᾿ ὅτε. ἀλλὰ ἀντιλέγειν προσποιοῦ· οὕτω γὰρ λέγων οὐχ ὑποπτευθήσῃ, καὶ ὃ βούλει, σοὶ ἔσται. ἐν γὰρ τῷ τοιούτῳ σχήματι τῶν λόγων τὸ μὲν νικῆσαι λέγοντα ἡττηθῆναί
ἐστι, τὸ δὲ ἡττηθῆναι λέγοντα νικῆσαι ἐστι· γέγονε γάρ, ὃ βουλόμεθα.
Περὶ μεθόδου δεινότητος [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.