Γ
καὶ οἱ τρόποι τούτων καὶ διʼ ὅσων γίνονται, εἶτα περὶ τῶν λύσεων καὶ ἐξ ὅσων συνίστανται, εἶτα ἐπιχειρημάτων καὶ τῶν τόπων, ἐξ ὧν λαμβάνονται, εἶτα ἐργασιῶν, αἳ καθʼ ἕκαστον τῶν ἐπιχειρημάτων ἐκλαμβάνουσαι ἐργάζονται, καὶ μὴν καὶ τῶν ἐπὶ τούτοιςμημάτων
ἐμοὶ παρευρεθέντων, ἀφʼ ὧν τὸ ἀκρότατον τῆς δριμύτητος καὶ παρὰ τοῖς ἀρχαίοις εὑρίσκεται· περαιτέρω δὲ τούτων προβαίνουσαν τὴν ρρητορικὴν οὐχ εὑρήκαμεν, ἀνακυκλουμένην δέ γε. πρὸ δὲ τούτων βραχέα μοι περὶ προκατασκευῆς εἰπεῖν ἔδοξεν.
Περὶ προκατασκεηῆς.
34 ἐκεῖνο παρὰ τῷ Δημοσθένει τδίκαιον δέ ἐστιν ἴσως ἐμὲ τρία ὑμῖν ὑπεσχημένον, ἕν μὲν ὡς παρὰ τούς νόμους τὸ ψήφισμα είρηται, δεύτερον δὲ ὡς ἀσύμφορόν ἐστι τοῦτο τῇ πόλει, τρίτον δὲ ὡς ἀνάξιός ἐστι τούτων
τυχεῖν Χαρίδημος, ἀπάντων τούτων ὑμῖν αἵρεσιν δοῦναι, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ὑμῖν ἐστιν ἀκοῦσαι2· ταῦτα γάρτοι προειπὼν πᾶσαν ἡμῖν ἐπὶ κεφαλαίου τὴν τομὴν ἐσήμανε τοῦ λόγου, εἶτα καθʼ ἕκαστον αὐτῶν λαβὼν διεπεράνατο ταῖς
κατασκευαῖς τὰς ἁρμοττούσας ἑκάστῳ τῶν ἐπιχειρήσεων προσαγαγὼν δυνάμεις. καὶ μὴν καὶ ἐν τῷ τῆς Παραπρεσβείας λόγῳ προκατασκευῆς ἔχει χώραν καὶ δύναμιν τὸ λέγειν αὐτὸν «σκέψασθε παρʼ ὑμῖν αὐτοῖς, τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λοβεῖν· πρῶτον
μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον 5 δὲ ὧν προσετάξατε αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων· ἐφʼ ἄπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως ἢ μὴ ταῦτα πάντα πέπρακταιx· καὶ γὰρ ἐνταῦθα ἐπὶ κεφαλαίων τὰ ἐγκλήματα προῦθηκεν, ὧν καθʼ ἕκαστον ἐξελέγξει καὶ
ἀποδείξει. εἰ δὲ ζητοίης, εἰ τούτοις τέτμηκε τοῖς κεφαλαίοις τὸν λόγον ἢ εἰ τούτοις μόνοις ἢ εἰ τῇ τάξει ἐχρήσατο τῆς ἐπαγγελίας ἐν τῇ κατασκευῇ, λόγον ἴδιιν ζητεῖς θεωρίας καὶ τέχνην τοῦ τῆς Παραπρεσβείας καὶ οἰκονομίαν, οὐκ ἀναιριῖς τὸ μὴ οὐ προεκτίθεσθαι τὰ 6 κεφάλαια τὸν ῥήτορα, ὅ τῆς προκατασκευῆς ἐστιν ἴδιον· πολὑ δὲ δήπουθεν διενήνοχε τεχνολογῆσαι διδασκαλικὴν 7 θεωρίαν ἢ θεωρῆσαι δικανικὴν ἀνάγκην λόγου πρὸς τὸ χρήσιμον τῶν ζητουμένων διοικονομουμένου· ἐπεὶ κἀκεῖνό σοι ἀστεῖον καὶ χάριεν προειρῆσθαι, ὡς
τετηρήκαμεν τὴν προκατασκευὴν ταύτην οὐ μιᾷ χώρᾳ συνεζευγμένην ἀλλὰ διπλῇ· ποτὲ μὲν γὰρ μετὰ τὰ προοίμια τάττει τὴν προκατασκευήν, ὡς ἐν τῷ τῆς Παραπρεσβείας λόγῳ, ποτὲ δὲ μετὰ τὴν διήγησιν, ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους λόγῳ.
μέλλοι τοὺς δικαστάς, ἀλλὰ πληρώσειν τὴν ἐπαγγελίαν καθαρῶς, μετὰ τὴν διήγησιν τιθέντα τὴν προκατασκευὴν καὶ ἅμα συνάπτοντα καὶ ἐπάγοντα τὴν κατασκευήν, 8 ὥστε ἔτι τῆς μνήμης οὔσης ἐναύλου τῆς κατὰ τὴν ἐπαγγελίαν μηδὲν ψεύδεσθαι δοκεῖν, ἀλλʼ ὡς ἐπηγγείλατο
τιθέντα τὴν κατασκευὴν οὕτως· ὅταν δὲ μέλλῃ δικαίως μὲν δοκεῖν ἐπαγγέλλεσθαι, τὴν ἐπαγγελίαν δὲ παρʼ οὐδὲν τίθεσθαι, τηνικαῦτα μετὰ τὰ προοίμια προκατασκευάζοντα καὶ μεταξὑ τὴν διήγησιν τάττοντα, εἶθʼ οὕτω τῆς μνήμης διὰ τῆς διηγήσεως ἐξελόντα τὴν
ἐπαγγελίαν κατασκευάζοντα ὕστερον, ὡς βούλεται· καθάπερ 9 οὖν ἐν τῷ τῆς Παραπρεσβείας ἑάλωκε λόγῳ· καὶ γὰρ ἐνταῦθα φήσας δεῖν πρῶτον εὐθύνας ἀπαιτεῖν ὧν ἀπήγγειλε, τὸ ‘ἀνεύθυνος ἐπὶ λόγοις’ μετὰ πολλὰ τέθεικε κεφάλαια, καὶ ὅλως τὴν τάξιν τῆς ἐπαγγελίας
συγχέας οὐχ ὡς ἐπηγγείλατο κατεσκεύασεν. εἰ δὲ εἰς τὸν λόγον αὐτὸν δέοι λέγειν, καθʼ ἕκαστον τῶν μερῶν ἰδίας ἔχει τέχνας καὶ ἀπορρήτους, οὐ μέντοι τὰ τῆς οἰκονομίας ἐκείνης ἴδια κοινὰ διδασκαλίας τεχνῶν τοιούτων δύναται γενέσθαι.
τοῖς ἀρχαίοις, ὃ κεφαλαίων μὲν ἐπαγγελίαν οὐκ ἔχει, ἀπόδειξιν δὲ παρίστησι τοῦ κατὰ τοὺς νόμους δοκεῖν εἰσέρχεσθαι τὴν κρίσιν. προκατασκευὴ δʼ ἂν καλοῖτο καὶ τοῦτο εἰκότως, ὅτι λόγος ἐστὶ πρὸ τῶν κεφαλαίων
λεγόμενος εἰκόσι λογισμοῖς πᾶσαν τὴν κατασκευὴν προκαλούμενος. καὶ τούτῳ κέχρηνται πολλοὶ τῶν ἀρχαίων, ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου. τῆς γὰρ 11 στάσεως οὔσης ὁρικῆς, καὶ τεμνομένων τῶν ὅρων οἷς ἴσμεν τόποις, κέχρηται νοήμασι τοῖς διδοῦσι κατὰ τῶν
οὕτως ἀδικησάντων περὶ τὴν ἑορτὴν ἐξουσίαν εἶναι προβολῆς τοῖς κατηγορεῖν ἐσπουδακόσιν, εἰ παρὰ τὰ διωρισμένα τις ἐκ τῶν νομίων ἐν τοῖς Διονυσίοις ποιεῖ, καὶ τοῦτο ἀποδείξας καὶ ἀναγνοὺς ἐκ νόμων οὕτως ἐχώρησεν εἰς τὴν μελέτην τοῦ ὅρου· καίτοι τό γε τὴν
κατηγορίαν ἐκ νόμων εἰσιέναι ταύτην οὐδὲν ἔμελλε 12 διοίσειν οὔτε τῇ κατασκευῇ τοῦ ὅρου οὔτε τῇ νίκῃ τοῦ τὸ πραχθὲν ἀσέβειαν εἶναι δοκεῖν, οὐχ ὕβριν. — Καὶ μέντοι καὶ Αἰσχίνης ἐν τῷ Κατὰ Τμάρχου λόγῳ τῷ αὐτῷ τρόπῳ τῆς προκατασκευῆς ἐχρήσατο. καὶ γὰρ ἐκεῖνος πορνείας γραφὴν ἐνστησάμενος καὶ τοῦ τὰ
πατρῷα κατεδηδοκέναι τὸν Τμαρχον προκατασκευῇ κέχρηται τῇ διδούσῃ κατὰ τῶν ἀσελγῶς ζησάντων ἐξουσίαν εἶναι κατηγορίας καὶ γραφῆς· καίτοι τοῦτο οὔτε τοῦ στοχασμοῦ τῶν κεφαλαίων ἄπτεται οὔτε πρὸς τὴν νίκην αὐτῷ τοῦ τὸν κρινόμενον αἱρήσειν συναγωνίζεται·
καὶ γὰρ εἰ τὰ μάλιστα διδόασιν οἱ νόμοι τὴν ἐἔουσίαν τοῖς βουλομένοις κατηγορεῖν κατὰ τῶν οὕτω ζησάντων, οὐδέν τι παρὰ τοῦτο μᾶλλον ὁ ΤΠμαρχος ἐλήλεγκται τοιοῦτος ὢν ἐκ τούτων τῶν νοημάτων. οἶον αὐτὸν ἐν τοῖς κεφαλαίοις ἀποδείξει, ἀλλʼ ἔστιν ἀπηλλοτριωμένη
τῶν ζητημάτων ἡ τοιάδε προκατασκευή.— 13 ΚΙ δέ μοι λέγοι τις, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ 14 ΤΠμοκράτους λόγῳ μεταξὑ τῶν δύο νομίμων, τοῦ τε παρανόμως εἰσενηνοχέναι τὸν νόμιον Τμοκράτην δεικνύντος καὶ τοῦ τὸν εἰσενηνεγμένον εἶναι παράνομον
τὸν ὑπὸ ΤΠμοκράτους γραφέντα, μέσῳ κέχρηται τούτῳ τῷ νοήματι ἐν τοῖς κεφαλαίοις, ὅτι κατὰ τῶν μὴ ποιησάντων, ὅ προστάττουσιν οἱ νόμοι, νομοθετοῦντες καὶ 15 τὸ πῶς, διδόασιν ἐξουσίαν κατηγορίας τοῖς βουλομένοις, ἐρῶ τὰς αἰτίας, καθʼ ἅς ἐκεῖ μὲν κεφαλαίωυν μέρος ἐγένετο, προκατασκευῆς δὲ ἐνταῦθα. ὅταν μὲν γὰρ ἄλλης στάσεως ὁ λόγος ἧ κεφαλαίοις ἄλλοις διαιρουμένης,
τῷ νομίμῳ δὲ οὐ κατασκευασθησομένης, τότε προκατασκευὴ τὸ νόμιμον γίνεται, ὡς ἐν τῷ Κατὰ Πμιάρχου στοχασμοῦ τῆς στάσεως οὔσης προκατασκευὴ τὸ νόμιμον ἐγένετο καὶ ἐν τῷ Κατὰ ΜΔειδίου ὅρου οὔσης τῆς στάσεως ἀπὸ τῆς προκατασκευῆς τὸ νόμιμιον ἐγένετο·
οὔτε γὰρ ὄρος οὔτε στοχασμὸς τούτῳ τῷ κεφαλαίῳ τέμνονται. ὁ δὲ Κατὰ Τμοκράτους λόγος πραγματικῆς ὧν τῆς κατὰ νόμου εἰσφορᾶς ὀφείλων τῷ νομίμῳ κατασκευασθῆναι τὸ ἐκ τοῦ νόμου βοηθοῦν μέρος αὐτῷ τετήρηκε τῷ νομίμῳ. ἄξιον δὲ κἀκεῖνο τηρῆσαι τῶν
ῥητόρων ἐν τούτοις, ὅτι καινοὺς ἀγῶνας εἰσιόντες ὅ μὲν πορνείας, ὅ δὲ τῆς περὶ τὰ Διονύσια προβολῆς, οἰς οὐκ ἡσαν Ἀθηναῖοι συνειθισμένοι τῷ μηδένα τοιοῦτον πρότερον εἰσελθεῖν, ἀναγκαίως ἐχρήσαντο ταύτῃ 16 τῇ προκατασκευῇ, ὡς ἄν μὴ προσκρούοιεν τοῖς δικασταῖς
ἐκ τοῦ τὰ πρὸς μηδενὸς ἄλλου γενόμενα τολμᾶν εἰσάγειν, ἀλλὰ προσεκτικὸς καὶ διδασκαλικὸς τῆς κατηγορίας ὁ λόγος γένοιτο τοῖς δικασταῖς μαθοῦσιν, ὅτι, περὶ ὧν πρῶτον δικάζουσιν, ἐκ νόμων ὥρμηνται καὶ ἀπὸ τῆς τῶν νόμων βουλήσεως.
Περὶ κεφαλαίυn.
ὑποβαλλομένης τῶν κεφαλαίων ἕκαστον ἡμεῖς ἐκλαβόντες αὐτὸ κατασκευάσομεν· τὸ γὰρ πᾶν τῆς ῥητορικῆς ἰσχυρὸν ἐν τούτοις ἵσταται καὶ τὸ τῆς νίκης κράτος ἐν τῇ κατασκευῇ τῶν κεφαλαίων διαφαίνεται.
ὅ δεῖται κατασκευῆς, ἢ παρὰ τῶν ἐχθρῶν τίθεται, ὅ δεῖται λύσεως. οἷον ἐὰν μὲν ἀπολογώμεθα ἐν τοῖς στοχασμοῖς, τὴν τῶν ἐλέγχων ἀπαίτησιν ἡμεῖς εἰσάγομεν λέγοντες ἐλέγχους πάρασχεʼ, εἶτα κατασκευάζομεν ἐκ τῶν ἐπιχειρημάτων συνιστάντες ὅτι δεῖ παντὸς πράγματος
ἐλέγχους παρέχεσθαι καὶ παντὸς ἐγκλήματοςʼ. 21 ἐὰν δὲ κατηγορῶμεν, ἀνάγκη τοῦ ἐχθροῦ τὸ κεφάλαιον τιθέντος καὶ λέγοντος ἐλέγχους πάρασχεʼ ἡμᾶς λύειν 22 λέγοντας οὐ δεῖ ἐλέγχους παρέχεσθαι παντὸς πράγματοςʼ καὶ εἰς τοῦτο κατασκευῆς εὐπορῆσαι τῆς ἀπὸ τῶν ἐπιχειρημάτων, ἵνα δείξωμεν, ὅτι μὴ δεῖ τούς ἐλέγχους ἀπαιτεῖν. καὶ ἐν ταῖς πραγματικαῖς, εἰ τύχοι, ἢ τιθέ.
μέθᾳ κεφάλαιον λέγοντες οὐ δεῖ καινοτομεῖνʼ ἢ οὐ δεῖ παρὰ τὰ δόξαντα λέγεινʼ ἢ ‘οὐ δεῖ ἔθος καταλύεινʼ, καὶ ὅ τι ἂν τούτων εἰσάγωμεν, ἐκ τῶν ἐπιχειρημάτων εἰς τὰς κατασκευὰς βοηθούμεθα δεικνύντες, ὅτι μηδὲν τούτων δεῖ ποιεῖν, ἢ καινοτομεῖν ἢ τὰ δόξαντα
λύειν ἢ ἔθος παραβαίνειν· ἢ τεθὲν παρὰ τῶν ἀντιδίκων λεγόντων, ὅτι οὐ δεῖ ταῦτα ποιεῖν, ἡμεῖς αὗθις δεόμεθα λύσεως, ἵνα δείξωμεν, ὅτι δεῖ καινοτομεῖν καὶ τὰ δόξαντα λύειν καὶ ἔθος παραβαίνειν, καὶ εἰς τὴν τούτων κατασκευὴν βοηθούμεθα τοῖς ἐπιχειρήμασι.
ἢ κατασκευάζει τὸ ἐπιχείρημα, καὶ τίς εὕρεσις ἐνθυμήματος, ὅ κατασκευάζει τὴν ἐργασίαν. ἐὰν μὲν οὖν ἡμεῖς εἰσάγωμεν κεφάλαιον, ἁπλῆς δεήσει τῆς θέσεως καὶ τῆς εἰς τοῦτο κατασκευῆς εὐπορήσομεν ἀπὸ τῶν ἐπιχειρημάτων μετὰ προτάσεως. τὸ δὲ ἐντελέστερον, ἐὰν 24
τιθῆται ἀπὸ τῶν ἐχθρῶν καὶ εἰσάγηται· τότε γὰρ δεῖ κοσμῆσαι τὸ κεφάλαιον προτάσει, ὑποφορᾷ, ἀντιπροτάσει, 25 λύσει τῇ καὶ ἀνθυποφορὰ καλουμένῃ. ὃ δὲ τούτων ἕκαστόν ἐστι, σαφῶς παραστήσω· πρότασις μὲν γάρ ἐστιν ἡ ἐπαγγελία τῆς ὑποφορᾶς, ὑποφορὰ δὲ ὁ τοῦ ἐχθροῦ λόγος, ἀντιπρότασις δὲ ἡ τῆς λύσεως ἐπαγγελία, εἶτα ἡ λύσις, ἢν ποιούμεθα ἐκ τῆς τῶν ἐπιχειρημιάτων
κατασκευῆς. οἷον εἰ τύχοι κατατρέχει Χερρόνησον ίλιππος, γράφει Δημοσθένης διορύξαι τὸν σθμόν· ‘τάχα τοίνυν καὶ τοιοῦτος ῆξει λόγος παρὰ τῶν ἀντιδίκωνʼ τοῦτο ἡ πρότασις, ‘ὡς χαλεπὸν διορύξαι λερρόνησονʼ τοῦτο ἡ ὑποφορά, ἔστι δὲ τοῦτον
αὐτῶν οὐ χαλεπὸν διαλῦσαι τὸν λόγονʼ τοῦτο ἡ ἀντιπρότασις, ‘τὸ γὰρ διορύσσειν πρᾶγμα ῥάδιονʼ τοῦτο ἡ λύσις, ἥτις δεῖται ἐπιχειρημάτων. Τ μὲν οὑν πλῆρες κεφάλαιον οὕτω. — Δείπει δὲ πολλάκις ἡ πρότασις οὐδὲν βλάπτουσα τὴν ὑποφοράν — κόσμος γάρ ἐστι
τοῦ λόγου καὶ πλέον οὐδὲν πολλάκις· ἐσθ’ ὅτε γὰρ καὶ θεωρίας ἐνδείγματα καλλίστης ἐμφανίζουσιν ἥ τε πρότασις καὶ ἡ ἀντιπρότασις, εἰ τῆς ἑρμηνείας τοῖς ὀνόμασι προσέχοιμεν, ἐξ ὧν τὸ εἶδος τῆς ὑποφορᾶς ὅπως διασύρεται καὶ διαδείκνυται θεωροῦμεν —, οἷον τὰγανακτήσει
τοίνυν αὐτίκα δὴ μάλα, ὡ ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει». εἰ μὲν γὰρ ἔλεγε πυνθάνομαι τοίνυν αὐτὸν 26 27 περιάγοντα κατὰ τὴν ἀγορὰν λέγειν, ἅ καὶ νῦν ἴσως πρὸς ὑμᾶς ἐρεῖ ἀγανακτῶν, εἰ μόνος τῶν ἐνταυθοῖ
πολιτευομένων λόγων εὐθύνας ὑφέξειʼ, μετὰ προτάσεως 28 ἔκειτο· ἐν οἷς γὰρ λόγοις ἐλπίζεται ἡ ὑποφορά, τοῦτύ ἐστιν ἡ πρότασις· τὸ δὲ λέγειν τὰγανακτήσει τοίνυν, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει» τοῦτό ἐστιν ἡ ὑποφορά. — Ποτὲ δὲ ἡ ἀντιπρότασις
λείπει, τουτέστιν ἡ τῆς λύσεως ἐπαγγελία, οἶον «ἔστι δὲ οὐκ ἄδηλον, ὦ Ἀθηναῖοι, τοῦθʼ, ὅτι Αεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦx μέχρι τούτου ἡ πρότασις· τρήσει δὲ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν
ἐκδεδυκέναι τὰς λειτουργίας» τοῦτο ἡ ὑποφορά· «τέγὼ δὲ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω τοῦτο εὐθέως ἡ λύσις. λείπει δὲ ἡ ἀντιπρότασις· ἦν δὲ ἄν πλῆρες, εἰ ἔλεγε ‘χρὴ δὲ ὑμιᾶς, ὦ Ἀθηναῖοι, μηδαμῶς
ἀποδέχεσθαι τοῦτον τὸν λόγον· τὸ γὰρ τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν ἄδικον´. — Καὶ ἡ ἀντιπρότασις μέντοι λείπουσα οὐδὲν τῷ νοήματι λυμαίνεται, ἀλλὰ τὴν αὐτὴν ἔχει δύναμιν τῇ προτάσει, ἥτις μόνον κόσμος ἐστὶ τῷ λόγῳ· ἐπεὶ πολλάκις καὶ
χῶρὶς προτάσεως καὶ ἀντιπροτάσεως εὑρίσκομεν παρὰ τοῖς ἀρχαίοις, οἷον «ἀλλ’ ἀδίκως, φησίν, ἦρξας» ἡ ὑποφορὰ χωρὶς προτάσεως· «τεἶτα παρων, ὅτε με εἰσῆγον 29 οἱ λογισταί, οὐ κατηγόρεις; ἡ λύσις χωρὶς ἀντιπροτάσεως. 30 — Τὸ δὲ πλῆρες ἀπὸ τῶν ἀρχαίων οὕτω «εῶΦίλιππος γὰρ ἄρχεται μὲν περὶ Ἁλοννήσου λέγων, ὡς ὑμῖν δίδωσιν ἑαυτοῦ οὗσαν, ὑμᾶς δὲ οὔ φησι δικαίως αὐτὸν ἀπαιτεῖν· οὐ γὰρ ὑμετέραν οὖσαν οὔτε 31 λαβεῖν οὔτε νῦν ἔχειν. ἔλεγε δὲ καὶ πρὸς ἡμᾶς τοιούτους
λόγους, ὅτε πρὸς αὐτὸν ἐπρεσβεύομεν» τοῦτο ὅλον πρότασις· εἶτα ἡ ὑποφορὰ «ὡς λῃστὰς ἀφελόμενος ταύτην τὴν νῆσον κτήσαιτο, καὶ προσήκει αὐτὴν ἑαυτοῦ εἶναι», τοῦτο ἡ ὑποφορά· «τοῦτον δὲ τὸν λόγον, ὡς οὐχ ἔστι δίκαιος, οὐ χαλεπόν ἐστιν αὐτοῦ ἀφελέσθαι»
τοῦτο ἡ ἀντιπρότασις· τᾶπαντες γὰρ οἷ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες καὶ τούτους ἐχυροὺς ποιούμενοι ἐντεῦθεν τούς ἄλλους κακῶς ποιοῦσιν. ὅ δὴ τοὺς λῃστὰς τιμωρησάμενος καὶ κρατήσας οὐκ ἄν δήπου εἰκότα λέγοι, εἰ φαίη, ἂ ἐκεῖνοι ἀδίκως καὶ
ἀλλότρια εἰχον, ταῦτα ἐᾶν ἑαυτοῦ γίνεσθαι2 τοῦτο ἡ 32 λύσις· καὶ ἡ τοῦ κεφαλαίου εἰσαγωγὴ ἐκ τῶν τεττάρων πεπλήρωται, προτάσεως, ὑποφορᾶς, ἀντιπροτάσεως, λύσεως.
Περὶ ἑnστάσετυς καὶ ἀυτιπαραστάσετυς.
ὑβρίζῃς τὴν πόλινʼ ἡ ἀντιπαράστασις.
οἷον ἐὰν λέγωμεν ὅτι ‘δεῖ καινοτομεῖνʼ, χεφάλαιον, εἶτα λέγωμεν ὅτι καινοτομεῖν προσήκει ἐπὶ τῷ συμφέροντιʼ· τοῦτο γὰρ ἀντιπαραστατικῶς εἰσάξομεν· εἶτα ὅτι μηδὲ καινόνʼ, τοῦτο ἐνστατικῶς. καὶ πάλιν ὅτι
δύσκολον τόδε ποιῆσαιʼ, κεφάλαιον· ‘ἀλλʼ οὐ δύσκολονʼ, ἐνστατικῶς· ‘εἰ δὲ καὶ δύσκολον, ποιητέονʼ, ἀντιπαραστατικῶς. Ἅμα γάρτοι καὶ ἡ εὐπορία τῶν νοημάτων καὶ τῶν ἐπιχειρημάτων ἀμύθητος καὶ πολλὴ γίνεται ζητούντων ἡμῶν, εἴτε τὴν ἔνστασιν πρώτην θείημεν
εἴτε τὴν ἀντιπαράστασιν, καὶ εἰς ἐκείνην πρῶτον τὴν προκειμένην ἀπὸ τῆς περιστάσεως ζητούντων τὰ ἐπιχειρήματα, εἶτα εἰσαγόντων τὴν ἑτέραν καὶ πάλιν εἰς ἐκείνην ἀπὸ τῆς αὐτῆς περιστάσεως ζητούντων τὰ 36 ἐπιχειρήματα, καὶ εἰς ἄπειρον οὐτος ὁ λογισμὸς τὰ 37 νοήματα ἐξάγει· εἰ γὰρ ἡ ἔνστασις εὕροι δύο ἐπιχειρημάτων πίστεις καὶ ἡ ἀντιπαράστασις δύο καὶ εἰς ἕκαστον ἐπιχείρημα ἐργασίαν δῶμεν καὶ καθʼ ἑκάστην ἐργασίαν αὐθις ἐνθύμημα, τῷ ὄντι εἰς ἄπειρον ὁ τοιοῦτος λογισμὸς τὰ νοήματα ἐξάγει. τοῦτο δὲ ἀπορήσασα
ὀλιγάκις ἡ τέχνη πάσχει. ἤδη δὲ ἠρκέσθησαν οἱ παλαιοὶ πολλάκις καὶ δίχα τῶν ἐπιχειρημάτων ἐν ταῖς λύσεσιν αὐτῷ τῷ ἐνστατικῷ καὶ ἀντιπαραστατικῷ χρήσασθαι μόνοις, ὡς μυριάκις ἐν τοῖς ἀρχαίοις ἐπιδείξομεν. τάξιν δὲ οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει, τί πρῶτον θετέον, ἔνστασιν
ἢ ἀντιπαράστασιν, ἀλλὰ τὸ παραδοξότερον ψὐτῶν καὶ βιαιότερον δεύτερον τάττεται, πάσχει δὲ τοῦτο ποτὲ μὲν ἡ ἔνστασις, ποτὲ δὲ ἡ ἀντιπαράστασις.
Περὶ βιαίοτ.
καὶ ἰσχυρότατον καὶ νικητικώτατον, ὅ καὶ βίαιον κέκληται· γίνεται δέ, ὅταν εἰς τὸ ἐναντίον περιιστάναι δῦ. 39 νώμεθα τὸν λόγον ἐξ αὐτῶν αἱροῦντες τὸν ἀντίδικον, οἷς θαρρῶν εἰσέρχεται, ὡς ὁ Δημοσθένης «τἀλλὰ ἀγανακτήσει ἴίλιππος, ἐὰν τῶν πρεσβευσάντων τὴν εἰρήνην
καταψηφίσησθε». διʼ γὰρ ἐκεῖνος οἴεται σωθήσεσθαι, διὰ ταῦτα δείκνυσιν αὐτὸν ἀπολωλέναι δίκαιον· ὅ μὲν γὰρ φήσει δεῖν φυλάττεσθαι τούς Ἀθηναίους, 40 μὴ εἰς ὀργὴν προκαλέσωνται 〈ἴίλιππον, ὅ δὲ δείκνυσιν αὐτὸν τιμωρίας ἄξιον ἐξ αὐτοῦ τούτου μάλιστα, διότι τοῖς Ἀθηναίοις τοιαῦτα ψηφίσασθαι παρακελεύεται, διʼ ἂ μὴ χαλεπαίνει ἴίλιππος· ἐπιφέρει γὰρ οὕτως τέγὼ 41
δέ, εἰ τοῦτό ἐστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν, ὅ τι μεῖζον τούτου κατηγορήσω. εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματα ἀναλώσας ὥστε τυχεῖν αὐτῆς, οὐτος οὕτω νῦν γέγονε φοβερὸς καὶ μέγας, ὥστε τῶν ὄρκων καὶ τῶν δικαίων ἀμελήσαντας ὑμᾶς ἤδη τί ψιλίππῳ
xαριεῖσθε σκοπεῖν, τί παθόντες ἄν οἴ τούτων αιτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν;» ἢ ὅταν ἐναντία δείξῃ ποιοῦντα τὸν ἀντίδικον, ὧν φησὶν εἰργάσθαι, ὡς ἐπʼ ἐκείνης τῆς ὑποφορᾶς «τἂν τοίνυν ἀντὶ Πυλῶν καὶ ἴωκέων ὡς λερρόνησος περίεστι τῇ πόλει λέγῃ,
μὴ ἀποδέξησθε, ὦ Ἀθηναῖοι, μηδὲ πρὸς οἷς ἐκ τῆς πρεσβείας ἠδίκησθε, καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος προσκατασκευασθῆναι τῇ πόλει»· καὶ γὰρ ἐκεῖ κεχρημένος τῇ ἐνστάσει φανερῶς, ὅτι μὴ διὰ Φωκέας λερρόνησος σῴζεται ἡ πρὸ τεττάρων μηνῶν σῳζομένη, μέτεισιν
ἐπὶ τὸ βίαιον δεικνύς τὸ ἐναντίον, οὗ φησιν ὁ ἀντίδικος, ὅτι μὴ μόνον αὐτὴν οὐκ ἔσῳζε διὰ ψωκέας, ἀλλʼ ὅτι καὶ κινδυνεύειν αὐτὴν ἐποίησε διὰ Φωκέας ἀπολωλότας «τεἶτα καὶ νῦν ἐν μείζονι κινδύνῳ τὴν λερρόνησον εὑρήσετε ἢ τότε· πότερον γὰρ εὐπορώτερον 42 ἂν δίκην ἔδωκε ίλιππος ἐξαμαρτὼν εἰς αὐτήν» καὶ 43 τὰ ἐξῆς· πλὴν ὅτι τῆς ἐνστάσεως πολὑ διαφέρει τὸ βίαιον· ἡ μὲν γὰρ ἔνστασις ἀναιρεῖ τὸ λεγόμενον ὡς οὐκ ὄν, τὸ βίαιον δὲ παρίστησι τοῦ λεγομένου τὸ ἐναντίον. ἐναργῶς δὲ ἐμήνυσεν ἐνταῦθα ἑκάτερα, τῷ
μὲν εἰπεῖν, ὅτι οὐ διὰ ψωκέας λερρόνησος σῴζεται τὴν ἔνστασιν πληρώσας, τῷ δὲ εἰπεῖν, ὅτι καὶ κινδυνεύει διὰ ἴωκέας Χερρόνησος, τὸ βίαιον παραστήσας.
Περὶ ἑπιχειρημάττωυ.
λύοιμεν, δεῖ ζητεῖν τὰ ἐπιχειρήματα ὅθεν εὑρεθήσεται καὶ ἀπὸ τρόπων ὁπόσων. εἴτε γὰρ κατασκευάζοιμιεν ειτε λύοιμεν, ἀπὸ τῶν αὐτῶν αἱ γενέσεις τῶν νοημάτων τοῖς ἐπιχειρήμασι καὶ παρὰ ταῦτα οὐδεὶς ἂν εὑρεῖν ἕτερον δύναιτο. εὑρίσκεται τοίνυν πᾶν ἐπιχείρημα γινόμενον
ἀπὸ τῆς περιστάσεως· περίστασις δέ ἐστι τὸ πᾶν ἐν ἡμῖν καὶ λόγοις καὶ πράγμιασι καὶ δίκαις κοὶ ὑποθέσεσι καὶ βίῳ, τόπος, χρόνος, τρόπος, πρόσωπον, αἰτία, πρᾶγμα· προστιθέασι δὲ οἱ φιλόσοφοι καὶ ἕβδομόν 45 τι, τὴν ὕλην, ἢν ὁ ῥήτωρ οὐκ ἰδίᾳ χωρίσας ἔχει, πιθανῶς δὲ ἐπιμερίζει τῶν ἄλλων ἑκάστῳ, ὅτῳ ἂν καὶ δύνηται. εἴτε οὖν ἀξιοῖμεν γενέσθαι τι, φήσομεν ἐπιχειροῦντες δεῖν αὐτὸ γενέσθαι, καλὸν γὰρ εἶναι ἢ διὰ
τὸν τόπον ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρόπον ἢ διὰ τὸ πρόσωπον ἢ διὰ τὴν αἰτίαν ἢ διὰ τὸ πρᾶγμα· εἴτε ἀντιλέγοιμεν ἀξιοῦντες μὴ δεῖν γενέσθαι, φήσομεν μὴ δεῖν αὐτὸ πραχθῆναι, φαῦλον γὰρ εἶναι ἢ διὰ τὸν τόπον ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρόπον ἢ διὰ τὸ
πρόσωπον ἢ διὰ τὴν αἰτίαν ἢ διὰ τὸ πρᾶγμα· εἴτε ἐπὶ 46 47 τοῦ παρελθόντος εἴτε ἐπὶ τοῦ μέλλοντος· ‘πραχθήσεται τόδε διὰ τὸν τόπον ἢ χρόνονʼ καὶ τὰ ἐξῆς ἢ οὐ πραχθήσεται διὰ τὸν τόπον ἢ χρόνονʼ καὶ τὰ ἑξῆς.— Καταμάθωμεν δὲ καὶ ἐπὶ παραδειγμάτων, ἀφʼ ὧν πάντα
σαφῆ γίνεται. οἷον ἐπὶ τοῦ στοχασμοῦ πρῶτον ἐμιπίπτει κεφάλαιον παραγραφικόν, εἶτα ἡ τῶν ἐλέγχων ἀπαίτησις, εἰ μή τι πρὸ αὐτοῦ παραδόξως ἕτερον εὑρεθείη, καθὰ συμβαίνει πολλάκις· ἔστω δὲ πρόβλημα ὁ Περικλῆς ὁ κρινόμενος προδοσίας, ὅτι μὴ ἐδήωσεν
αὐτοῦ τοὺς καρπούς Ἀρχίδαμος. εἴτε γὰρ ἀπαιτοίη τοὺς μάρτυρας ὁ Περικλῆς, ἐπιχειρήσει λέγων τῇ τῶν ἐλέγχων ἀπαιτήσει πρῶτον μὲν ἀπὸ τοῦ πράγματος ὅτι ‘δεῖ ἐλέγχους παρέχεσθαι προδοσίαςʼ τὸ κεφάλαιον ὁρίσας, 48 εἶτα ἐπιφέρων ἐπιχείρημα ‘παντὸς γὰρ πράγματος κρινομένου δεῖ τοὺς ἐλέγχους παρέχεσθαι· δίκαιον γὰρ τοῦτό γεʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ δεῖ Περικλέα μὴ ἄνευ μαρτύρων κρίνεσθαι προδοσίαςʼ· εἶτα ἀπὸ τοῦ τόπου ὅτι καὶ μὴ δεῖ ἐν δημοκρατίᾳ ἄνευ
μαρτύρων τὰς κρίσεις γίνεσθαιʼ· εἰτα ἀπὸ τῆς αἰτίας ὅτι καὶ διὰ τοῦτο δεῖ μάρτυρας παρέχεσθαι τοῦ Περικλέους τῆς προδοσίας καὶ ἀπαιτεῖν, ἵνα τοῦτο προεγνωκότες σἱ κατήγοροί μὴ συκοφαντῶσι προπετῶς, 49 γινώσκοντες ὅτι συκοφαντίας ἁλώσονται προπετῶς κατηγοροῦντες,
ἐὰν μὴ παρέχωσι μάρτυραςʼ. εἰ δὲ ἀντιλέγοιμεν μὴ δεῖν μάρτυρας παρέχεσθαι, καὶ τότε ὁμοίως ἐπὶ τὴν περίστασιν βαδιούμεθα λέγοντες καὶ πρῶτον μὲν τὸ κεφάλαιον ὁρίζοντες ὀοὐ δεῖ μάρτυρας παρἐχεσθαι τῆς προδοσίας τῆς Περικλέουςʼ, εἶτα ἐπιφέροντες
ἐπιχείρημα ἀπὸ τοῦ πράγματος πᾶν γὰρ πρᾶγμα, ᾧ πρόσεστιν ἀδίκημα, κρύφα πράττεται πρὸς τῶν πονηρῶν, ἵνα μὴ κατάφωροι γινόμενοι διδῶσι τιμωρίαςʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ μαρτυρεῖν οὐδεὶς ἐθελήσει κατὰ Περικλέους φοβούμενος τὸ ἀξίωμα τοῦ
ἀνδρόςʼ· εἶτα ἀπὸ τῆς αἰτίας ὅτι καὶ μὴ δεῖ μάρτυρας ζητεῖν πάντων τῶν ἀδικημάτων, ἀλλὰ καὶ ἀπὸ τῶν εἰκότων 50 κρίνειν· εἰ δὲ μή, πειράσονται πάντες ἄνευ 51 μαρτύρων ἐπιτίθεσθαι τοῖς ἀδικήμασιν ὡς ἐξ οὐδενὸς ἄλλου ἁλωσόμενοι πλὴν τούτουʼ· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ ἐν Ἀθήναις, ὅπου καὶ ἡ ἀλήθεια τῶν πραγμάτων πλέον ἰσχύει τῶν μαρτύρων. ὡς ἐν τῷ Κατὰ
Τμάρχου φησὶν Αἰσχίνης, ὅτι καὶ τοὺς ξένους οὐκ ἀπὸ τῶν μαρτύρων ἐν τοῖς δήμοις, ἀλλʼ ἀπὸ τῆς ἀληθείας εὑρίσκετε. καὶ ἐπὶ τῆς βουλήσεως ὁμοίως τὸ 52 κεφάλαιον ὁρίσαντες ὅτι οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέαʼ τρεψόμεθα πάλιν ἐπὶ τὰ ἐπιχειρήματα
ἀπὸ τοῦ πράγματος οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα· φαῦλον γὰρ πρᾶγμα ἡ προδοσία καὶ ὅ ἂν ἡδέως ὑποσταίη νοῦν ἔχωνʼ, καὶ ὅτι ἀντὶ πολλῶν καὶ μεγάλων ἀγαθῶν οὐκ ἂν πονηρὸν πρᾶγμα εἶλόμηνʼ· εἶτα ἀπὸ τοῦ προσώπου οὐκ ἂν ἠθέλησα
προδοῦναι, Περικλῆς ὤν, φιλόπολις ἀεὶ καὶ φιλαθήναιος καὶ κρείττων χρημάτωνʼ· εἶτα ἀπὸ τῆς αἰτίας οὐκ ἂν ὑμᾶς προῦδωκα· οὐ γὰρ ἐδεόμην χρημάτων πλούσιος ὥν, οὐδὲ ἐμισούμην παρʼ ὑμῶν ἀλλʼ ἐθαυμαζόμηνʼ· εἶτα ἀπὸ τοῦ χρόνου ὅτι μηδὲ προδοῦναι
ἂν ήθέλησα νῦν, ἔχων τηλικαύτην δόξαν καὶ τοσαύτηνʼ. καὶ ἡ δύναμις ὅτι οὐκ ἂν ἠδυνήθην προδοῦναιʼ, καὶ πρῶτον μὲν ἀπὸ τοῦ πράγματος ὅτι προδοσία πρᾶγμα δύσκολον καὶ οὐ ῥᾳδίως πραχθῆναι δυνάμενονʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ Περικλεῖ δύσκολον, ὄς ἐν 53 προσχήματι τιμῆς ἀεὶ πρὸς Ἀθηναίων φυλάττεται, κρύφα μηδὲν πρᾶξαι δυνάμενοςʼ· εἶτα ἀπὸ τοῦ χρόνου ὅτι καὶ τότε δύσκολον, ὅτε ἡ πόλις ἐφυλάττετο, μήτε εἰσιόντος τινὸς μήτε ἐξιόντοςʹ. — Καὶ ὁ Δημιοσθένης ἐν τῷ Περὶ παραπρεσβείας ἀνεύθυνος, φησίν, ἐπὶ λόγοιςʼ,
54 εἶτα οὐκ ἀνεύθυνοςʼ, καὶ πρῶτον ἔλαβεν ἀπὸ τοῦ πράγματος οὐδὲν γὰρ πρᾶγμα ἀνεύθυνον, ᾧ πρόσεστιν ἀδίκημαʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ ῥήτωρ ἀνεύθυνος ἐν λόγοις οὐκ ἂν εἴη· ἕκαστος γὰρ ὦν 55 ἐστι κύριος, τούτων τὰς εὐθύνας δίδωοσινʼ· εἶτα ἀπὸ
τοῦ τόπου ὅτι καὶ ἐν δημοκρατίᾳ οὐδεὶς ἀνεύθυνος ἐν λόγοιςʼ, τοῖς γάρ ἐστιν ἐν λόγοις ἡ πολιτεία, πῶς, ἂν οὗτοι μὴ ὦσιν ἀληθεῖς, ἀσφαλῶς ἔστι πολιτεύεσθαι; καὶ καθάπαξ, ὡς ἔφαμεν, πάντα τὰ κεφάλαια οὕτω καὶ ἀνασκευασθήσεται καὶ κατασκευασθήσεται. οἶον συνεχῶς
κατατρέχει λερρόνησον ίλιππος, καὶ γράφει Δημοσθένης διορύξαι τὸν σθμόν. κεφάλαιον ‘καινὰ γράφεις, καινοτομεῖν δὲ οὐ δεῖ’· πρῶτον ἀπὸ τοῦ πράγματος ‘πονηρὸν γὰρ ἡ καινοτομίαʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ μὴ δεῖ καινοτομεῖν Ἀθηναίους, τοὺς
συνετοὺς καὶ τοῖς ἀρχαίοις ἀεὶ καὶ νόμοις καὶ ἔθεσι χρωμένουςʼ· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘χαὶ μὴ δεῖ ἐν πολέμῳ καινοτομιεῖν· ἀγαπητὸν γάρ, εἰ καὶ τὰ συνήθη φυλάττων τις ἐν ἐκείνῳ σωθήσεται. καὶ πάλιν ‘δεῖ 56 καινοτομεῖνʼ, ἡ λύσις ἀπὸ τοῦ πράγματος ‘xαλὸν γὰρ 57 τὸ καινοτομεῖν καὶ ὁ βίος ἀεὶ καινοτομεῖται τοῖς πράγμασι καὶ διὰ τοῦτο βελτίων γίνεται’· εἶτα καὶ ἀπὸ τοῦ προσώπου ‘δεῖ καινοτομεῖν Ἀθηναίους· ὡς νεωτεροποιοὶ
γὰρ καὶ παρὰ τοῖς ἐχθροῖς ἐπαινούμεθα’· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ δεῖ ἐν πολέμῳ καινοτομεῖν· καινοτόμον γὰρ πρᾶγμα ὁ πόλεμος καὶ ἀφʼ ἑαυτοῦ τεχνᾶται τὰ πολλά’· κεφάλαιον ἕτερον ἐμπίπτει πάλιν ὅτι δύσκολον διορύξαι λερρόνησον’· ἀπὸ τοῦ
πράγματος αὐτὸ γὰρ τὸ διορύσσειν δύσκολον’· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ Ἀθηναίοις δύσκολον τοῖς ἀήθεσιν’· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ μακρὰν τῆς πατρίδος δύσκολον’· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ ἐν πολέμῳ δύσκολον ταῦτα ποιεῖν’. ἡ λύσις ‘οὐ δύσκολον·
τό τε γὰρ πρᾶγμα ῥάδιον καὶ ἐν τῇ ἡμετέρᾳ χώρφ’, 58 εἶτα ὅτι καὶ Ἀθηναίοις πάντα ῥάδιαʼ. Αἱ μὲν οὖν γενέσεις τῶν ἐπιχειρημάτων αὖταί.
μὴ ὁ δεῖνα τόδε ἐποίησεν· ἔστι γὰρ τοῦτο τοῦ ποιοῦντος. εἶτα, ὅτι μηδὲ κατὰ τῶνδε ἐποίησεν· ἔστι γὰρ ἀπὸ προσώπου, καθʼ ὧν δοκεῖ πεποιηκέναι. εἶτα, ὅτι μηδὲ ὑπὲρ τῶνδε ἐποίησεν· ἔστι γὰρ ἀπὸ προσώπου 59 60 τῶν, διʼ οὕς κρίνεταί τις. οἷον ἐπὶ παραδειγμάτων ὅτι ‘οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα, τὸν συνετόν, τὸν οὕτω λαμπρὸν καὶ μέγαν καὶ στρατηγὸν ἔνδοξονʼ, ἀπὸ τοῦ Περικλέους τοῦτο· ὅτι μηδὲ εἰκὸς ἐθελῆσαι προδοῦναι Ἀθηναίους, τοὺς τιμῶντας αὐτόνʼ ἄλλο πρόσωπον·
ὅτι μηδὲ εἰκὸς ἐθελῆσαι προδοῦναι Λακεδαιμονίοις, τοῖς ἐχθροῖς, τοῖς ἐπι;ουλεύσασιν αὐτῴʼ καὶ τοῦτο ἄλλο πρόσωπον. καὶ πάλιν ‘δεῖ καινοτομεῖν Ἀθηναίουςʼ ἀπὸ τοῦ προσώπου, ἀεὶ γὰρ Ἀθηναῖοι καινοτόμοιʼ, καὶ ‘δεῖ καινοτομεῖν κατὰ Φιλίππου τι ποιοῦντας·
καινοτόμος γὰρ καὶ ψίλιππος, δεῖ δὲ μιμεῖσθαι τὰς τῶν πολεμίων ἐπιτηδεύσεις ἐν τῷ πολέμιῳʼ καὶ ταῦτα ἄλλα πρόσωπα. καὶ πάλιν ὅτι χαλεπὸν διορύσσειν λερρόνησονʼ, καὶ λήψῃ ἀπὸ τοῦ τόπου ἐπιχείρημᾶ ‘μακρὰν γὰρ Ἀθηναίων Χερρόνησοςʼ καὶ πάλιν ‘χαλεπὸν
διορύξαι λερρόνησον· μέγας γὰρ ὁ τόπος. ὅν ἀξιοῦσι διορύξαι, πέντε καὶ τετταράκοντα σταδίωονʼ. εὑρίσκεται δὲ πολλάκις οὕτω καὶ ἐπὶ τῆς αἰτίας, οἶον συμβουλεύει ὁ Θεμιστοκλῆς ἐν τῇ θαλάττῃ μυεῖν, ἀλλὰ δέος, μὴ ἐπιστήσηται βασιλεὺς μυοῦσιν ἡμῖνʼ. ἀλλʼ
οὐκ ἐπιστήσεταιʼ, ἀπὸ τῆς αἰτίας, ‘ἴνα μὴ δόξῃ περὶ τοὺς θεοὺς ἀσεβὴς εἶναι, κωλύων γενέσθαι μυστήριαʼ καὶ πάλιν οὐκ ἐπιστήσεται, ἴνα μὴ ἀσεβήσας ἡττηθῇʼ ἔστι γὰρ ιδιον μὲν τὸ ἵνα μὴ δόξη ἀσεβὴς εἶναιʼ,
61 ἴδιον δὲ ‘ἵνα μὴ ἀσεβήσας ἡττηθῇʼ, ἐπεὶ καὶ ἐν εἰρήνῃ 62 63 φυλάξεταί τις ἀσεβὴς εἶναι δοκεῖν, κἂν μηδὲν διὰ τοῦτο φανερὸν ἠδη φοβῆται κακόν. καὶ ὅλως εὑρίσκεται ἐπὶ πάντων, πλὴν οὐκ ἀεί, σπανιάκις δέ γε.
τοῦ ἐπιχειρήματος δύο καὶ τρία παρατυχὸν εὑρίσκει ἐπιχειρήματα, οὕτως ἰστέον, ὅτι καὶ πολλάκις ἕν ἐπιχείρημα εὑρίσκεται κοινὸν καὶ δύο καὶ τριῶν γενέσεων, ὡς δύνασθαι τὸ αὐτὸ δοκεῖν εἰναι καὶ καιροῦ καὶ τόπου ἢ αἰτίας καὶ πράγματος ἢ προσώπου καὶ
τόπου, οἷον ὅτι μὴ δεῖ τῶν κρίσεων ἐλέγχους παρἐχεσθαι παρʼ ὑμῖν τοῖς δημοκρατουμιένοιςʼ· τοῦτο γάρ ἐστι κοινὸν καὶ τοῦ προσώπου τῶν δημοκρατουμένων καὶ τοῦ τόπου, ἔνθα ἐστὶν ἡ δημοκρατία· καὶ πάλιν ‘δεῖ λόγων εὐθύνας εἶναι παρʼ ὑμῖν τοῖς δμμοκρατουμένοιςʼ·
κοινὸν γάρ ἐστιν, ὡς ἔφην, ἀμφοῖν.
νομίζειν, καὶ μάλιστα ὅταν ἕν νόημα καὶ ἕν ἐπιχείρημα ἐπικρατῇ πολλῶν γενέσεων. τὸ πρᾶγμα γάρ ἐστι 64 τὸ πάσχον τὴν ἀπορίαν ἢ δεχόμενον τὴν εὐπορίαν, ὁ μέντοι τεχνίτης εἰς τὴν θεωρίαν ἀποβλέπων εἴσεται, περὶ τί συμβαίνει ἡ ἀνιγκη ὥστε εἰδέναι τοῦτο καὶ 65 μὴ λυπεῖσθαι αὐτὸν καθάπερ ἀνόητον, εἰ μὴ δυναμένης τῆς τέχνης ὑποβαλεῖν τῷ πράγματι ἐπιχειρήματα αὐτός ἐστιν ἐν στενῷ κομιδῇ τῆς εὐπορίας τῶν νοημάτων. ἔστι δὲ τῷ τρόπῳ τῆς μεταποιήσεως καὶ τὰ πλήθη συστεῖλαι τῶν νοημάτων καὶ τὰ ἄπορα ἐκτεῖναι
καὶ πολλὰ ποιῆσαι ταῖς κατὰ τὴν ἑρμηνείαν θεωρίαις· ἐπεὶ μηδὲ Δημοσθένης ᾐδέσθη πολλάκις ἐνὶ χρησάμενος ἐπιχειρήματι καὶ ποτὲ μὲν αὐτὸ τρέψας καὶ μεταποιήσας, ὡς ἐν τῷ τῆς Παραπρεσβείας πρώτῳ μεταστατικῷ, 66 ποτὲ δὲ μηδὲ ἐργασάμενος, ὡς ἐν τῷ Περὶ
τοῦ στεφάνου «ἀλλ’ ἀδίκως, φησίν, ἡρξας. εἶτα παρών, ὅτε με εἰσῆγον οἱ λογισταί, διὰ τί οὐ κατηγόρεις;» ἠρκέσθη γὰρ τῷ ἀπὸ τοῦ χρόνου ἐπιχειρήματι νικῆσαι τὴν ὑποφορὰν νῦν οὖν κατηγορεῖς, δέον ὅτε ἐκρινόμην καὶ τὰς εὐθύνας ἐδίδουν;ʼ
Περὶ ἐργασίας ἑπιχειρημάττυ.
τοῦ ἐπιχειρήματος. ἐργάζεται δὲ πᾶν ἐπιχείρημα ἀπὸ τούτων, ἃ δοκοῦσιν εἶναι τινὲς ἐπιχειρήματα, οἷον ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, ἀπὸ μικροτέρου, 68 ἀπὸ μείζονος, ἀπὸ ἴσου, ἀπὸ ἐναντίου. καὶ ἡ μὲν γένεσις τῶν ἐπιχειρημάτων ἀπὸ περιστάσεως, ταῦτα δὲ οὐ καθʼ ἕκαστον κεφάλαιον ζητηθήσεται, ἀλλὰ καθʼ ἕκαστον ἐπιχείρημα. ὥσπερ δὲ κεφαλαίου τεθέντος
εἰς τὴν λύσιν ἢ κατασκευὴν πολλάκις μὲν πολλῶν εὐποροῦμεν ἐπιχειρημάτων, πολλάκις δὲ ὀλίγων, οὕτω καὶ ἐπὶ τοῦ ἐπιχειρήματος πολλάκις μὲν ἀπὸ τῆς ἐργασίας εἰς κατασκευὴν εὑρέθη τοῦ ἐπιχειρήματος πλείονα, πολλάκις δὲ ἐλάττονα. οἷον τὸ ἐπιχείρημα ἔστω
εἰ τύχοι ἀπὸ προσώπου· πολλάκις μὲν εἰς κατασκευὴν τοῦ ἐπιχειρήματος τοῦ ἀπὸ τοῦ προσώπου εὕρηται ἐργασία ἐκ παραδείγματος μόνον, πολλάκις δὲ καὶ ἐκ παραδείγματος καὶ ἐκ παραβολῆς, πολλάκις δὲ καὶ ἐκ τούτων καὶ ἐκ τοῦ ἐναντίου, πολλάκις δὲ καὶ ἐκ πλειόνων.
— Θῶμεν δὲ καὶ ἐπὶ παραδείγματος. οὐ δεῖ 69 καινοτομεῖνʼ, κεφάλαιον. ἡ λύσις ὅτι ‘δεῖ καινοτομεῖν, εἰ συμφέρειʼ· ἐπιχείρημα ἀπὸ τοῦ προσώπου ὅτι καὶ δεῖ 70 καινοτομεῖν Ἀθηναίους ὄντας· καινοτόμοι γάρ ἐσμενʼ· εἰτα ἐργασία ληφθεῖσα ἐκ παραδείγματος εἰς κατασκευὴν
τοῦ ἐπιχειρήματος τούτου ὅτι Ἀθηναῖοι καινοτόμοι ‘χαὶ οἱ πατέρες ἡμιῶν ἐκαινοτόμησαν τόδε καὶ τόδεʼ· καὶ πολλάκις οὐχ ἕν εὑρίσκεται παράδειγμα ἀλλὰ πλείονα, καὶ τοῖς μὲν ἀπείροις ἔδοξε πολλὰ εἶναι ἐπιχειρήματα, ἡμῖν δὲ οὐκ ἐπιχειρήματα ἀλλʼ ἐργασία, καὶ 71 ἐργασία ἀπὸ παραδείγματος μία, κἂν ἦ τὰ παραδείγματα πολλά. καὶ ὁ Δημοσθένης εἶπέ που λέγων «τοὐ δὴ θαυμιαστόν, εἰ στρατευόμενος ἐκεῖνος καὶ παρὼν ἐφʼ ἅποσιν ἡμιῶν μελλόντων καὶ ῥᾳθυμούντων περιγίνεται», τοῦτό ἐστιν ἐπιχείρημα ἀπὸ τοῦ πράγματος·
εἶτα ἐργασίᾳ κέχρηται ἀπὸ τοῦ ἐναντίου «τοὐναντίον γὰρ ἦν θαυμαστόν, εἰ μηδὲν μὧν δεῖ ποιοῦντες ἡμεῖς τοῦ πάντα ἅ προσήκει ποιοῦντος περιῆμεν». ἂν δὲ λέγῃς ‘καλὸν τὸ τιμᾶν γονέαςʼ, ἐπιχείρημα ἀπὸ τοῦ πράγματος, ἐπιφέρῃς δὲ καὶ γὰρ τὰ θηρία τοῦτο ποιεῖʼ,
ἐκ παραβολῆς ἐργασίαν τῷ ἐπιχειρήματι δίδως. κἂν λέγῃς ἐπιχείρημα πάλιν ἔξεστι τῇ πόλει παρʼ ἑαυτῇ 72 ποιεῖν, ἅ βούλεταιʼ, εἶτα ἐπιφέρῃς ‘χαὶ γὰρ ἐν ταῖς οἰκίαις ἔξεστιν ἑκάστῳ δεσπότῃ ποιεῖν, ἅ βούλεταιʼ, ἐργασίαν ἀπὸ τοῦ μικροτέρου λέγεις.
Περὶ ἑυθυμήματος.
λῦσαι πρῶτον ἀπὸ τῆς ἐνστάσεως ἠ ἀντιπαραστάσεως, εἶτα προσλαβεῖν τὸ ἐπιχείρημα εἰς κατασκευὴν ἀπὸ τῆς περιστάσεως, εἶτα ἐργάσασθαι ἀφʼ ὧν τὴν 73 74 ἐργασίαν ἔφαμεν γίνεσθαι τοῦ ἐπιχειρήματος, εἶτα τὸ ἐνθύμημα ἐπενεγκεῖν τῇ ἐργασίᾳ. οἷον κεφάλαιον ὑποκίσθω χαλεπὸν διορύξαι λερρόνησονʼ, εἶτα ἡ λύσις ἀπὸ τῆς ἐνστάσεως ὅτι οὐ χαλεπὸν τὸ διορύξαιʼ, εἶτα
ἐπιχείρημα ἀπὸ τοῦ πράγματος ‘γῆν γὰρ ὀρύξομεν, παιδιὰ δὲ τὸ ὁρύσσεινʼ, εἰτα ἐργασία ἐκ παραδείγματος ὅτι ‘καὶ βασιλεύς Περσῶν δεηθείς ποτε διώρυξε τὸν Ἄθωʼ, εἶτα ἐνθύμημα εἰς τοῦτο καίτοι ἐκεῖνος μὲν διώρυσσεν ὄρος, ἡμεῖς δὲ γῆν ὁρύξομενʼ· ὥσπερ γὰρ
ἡ ἐργασία κατασκευάζει τὸ ἐπιχείρημα, οὕτω καὶ τὸ 75 ἐνθύμημα κατασκευάζει τὴν ἐργασίαν, καὶ πάλιν ὥσπερ καθʼ ἕκαστον ἐπιχείρημα ζητοῦμεν ἐργασίαν, οὕτω καθʼ ἑκάστην ἐργασίαν ζητοῦμεν ἐνθύμημα. ὥστε εἰς ἄπειρον προχωρεῖν δύνασθαι τὴν δριμύτητα, εἰ ἡ λύσις
μὲν εὐπορήσειεν ἐνστάσεως τε καὶ ἀντιπαραστάσεως, τούτων δὲ ἑκάστη πάλιν ἐπιχειρημάτων δύο ἢ τριῶν, τῶν δὲ ἐπιχειρημάτων ἕκαστον ἐργασιῶν ὁμοίως δύο ἢ τριῶν, τῆς δὲ ἐργασίας ἑκάστης ἰδιον ἐνθύμημα εὑρούσης πάλιν.
προσώπου ἢ αἰτίας ἢ πράγματος· συμβήσεται γὰρ οὔτως 77 ἐν ἐργασίᾳ μιᾷ καὶ δύο καὶ πλείονα εὑρεθῆναι τὰ ἐνθυμήματα, ἄπερ εὑρεθέντα δόξαν ἐπενθυμημάτων παρέχει.
καὶ γὰρ βασιλεὺς διώρυξε τὸν Ἄθωʹ, εἶτα τὸ ἐνθύμημα, ὅ ῥητέον ὅτι συγκριτικῶς πᾶν εὑρίσκεται συγκρινόμενον ἀπὸ τῆς ἐργασίας καὶ πρὸς αὐτὸ τεῖνον, οἷον ‘καίτοι ἐκεῖνος μὲν ὄρος διῇρει, δυσκολώτερον
πρᾶγμα, ἡμεῖς δὲ γῆν διασκάψομεν, πρᾶγμα οὐ δυσχερέςʼ, εἶτα ἀπὸ τῆς αἰτίας καίτοι ἐκεῖνος μὲν ἵνα πλεονεκτήσῃ, ἡμεῖς δὲ ἵνα μὴ πάσχωμεν κακῶς πλεονεκτούμενοιʼ· τοῦτο ἐνθύμημα μέν ἐστιν ἀπὸ τῆς αἰτίας εὑρεθέν, ἐπιφερόμενον δὲ τῷ πρώτῳ ἐνθυμήματι τῷ ὅτι ἐκείνῳ μὲν δυσχερέστερον, ἡμῖν δὲ ῥάδιονʼ ἐπενθυμήματος δόξαν ἤνεγκε.
τὸ δεύτερον εὑρεθὲν ποιεῖ δοκεῖν ἐπενθύμημα εἶναι, εἴ τις τὸ πρῶτον εἰπὼν ἐνθύμημα καὶ παυσάμενος, εἶτα αὐτὸ ἐπαναλαβὼν πάλιν συνάψειε, καὶ τὸ δεύτερον προστιθεὶς τῷ πρώτῳ καθάπερ αὐτῷ λεῖπόν τι προσεξευρών, οὐκ ἄλλο εὑρών· οἷον ‘καὶ ὁ μὲν
Περσῶν βασιλεὺς ἵνα πλεονεκτήσῃ διώρυξεν, ἡμεῖς δὲ ἵνα μὴ πλεονεκτώμεθαʼ, εἶτα ἐπαναλαβόντες πάλιν φαμὲν ὥσπερ ἐπενθυμούμενοι ‘καὶ ὅ μὲν ἐπειγόντων αὐτὸν μειζόνων ὄμως τοῦ πλεονεκτεῖν ἕνεκεν ἐποίει τὰ χαλεπώτερα, ἡμεῖς δὲ οὐδενὸς ἄλλου καλοῦντος ἡμᾶς,
ἢ ἵνα μὴ ζημιωθῶμεν, τὸ πρᾶγμα οὐχ ὑποστησόμεθα;ʼ
ἐνθυμήματι· οἶον εἰ λέγοι τις δεινὸν τὸ ἀδικεῖν πατρίδαʼ, εἶτα ἐργάσαιτο ἐκ τοῦ ἐναντίου ‘χρὴ γὰρ ἀδικεῖν πολεμίουςʼ, εἶτα ἐνθύμημα θείη ὅτι χαλεπώτερόν ἐστιν ὁ πολίτης ἀδικῶν τοῦ πολεμίου, ὅτι ὅ μὲν διὰ τὸ γένος συγγνώμην ἔχει, ὅ δὲ ἐπιτείνει διὰ τὸ πολίτης
εἶναι τὸ μισεῖσθαιʼ, τούτῳ εἰ προσγένοιτο τῷ ἐνθυμήματι 82 τὸ ‘καὶ μάλιστα ἐὰν ὁ πολίτης φαίνηται τούτους ἀδικῶν, οὕς ἐδόκει πρότερον εὖ πεποιηκέναιʼ, 83 λοιπὸν τοῦτό ἐστι τὸ ἐκ τῆς φύσεως τοῦ αὐτοῦ πράγματος ἀληθινὸν ἐπενθύμημα μετὰ προσθήκης τινὸς περιττοτέραν δριμύτητα χαριζόμενον αὐτῷ τῷ ἐνθυμήματι·
καὶ λοιπὸν οὕτω γίνεται καὶ καλεῖται ἐν ἐνὶ καὶ τῷ αὐτῷ προβλήματι διπλῆ συγκριτικὴ ἐπίτασις περιττοτέραν δριμύτητα χαριζομένη αὐτῷ τῷ ἐνθυμήματι.
Περὶ τῶn ἀπʼ ἀρχῆς ἄχρι τέλους.
πάντων τῶν κεφαλαίων — ἕνθεν γὰρ καὶ τὰ ἄλλα γίνεται κεφάλαια —, ἔχει δὲ οὐ τὴν αὐτὴν κατασκευὴν τῶν ἐπιχειρημάτων, οἵαν καὶ τὰ λοιπά· οὐ γὰρ ἡ περίστασις κατασκευάζει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀλλʼ ὥσπερ ἴδιος ἐπιχειρημάτων τόπος ἔστι τῶν ἀπʼ
ἀρχῆς ἄχρι τέλους, ἡ ὑποδιαίρεσις καλουμένη. ἔστι δὲ ἡ ὑποδιαίρεσις ἡ τοῦ ἀθρόου πράγματος εἰς λεπτὸν τομὴ εὑρισκομένη πολλή, καὶ γίνεται οὕτως, εἴ τις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ὁρίσας ἑαυτῷ ὁλοσχερῶς καὶ ἀπαραλείπτως καθʼ ἕκαστον ὄνομα τῶν λεγομένων ἐν
αὐτοῖς δύναιτο ὑποδιαιρεῖν οὕτω πλάττων ‘εἰ γὰρ μὴ τόδε ἐποίησας ἀλλὰ μετριώτερονʼ, ‘εἰ γὰρ μὴ τοσαῦτα 84 85 > ἐποίησας ἀλλὰ ἐλάττοναʼ. οἶον τρεῖς τις ἀπέκτεινε κατὰ τὸν τῶν ἀκρίτων νόμον υἱεῖς καὶ ἀξιοῖ δημοσίᾳ τρέφεσθαι 86 νόμου κελεύοντος τὸν ἄπαιδα δημιοσίᾳ τρέφεσθαι. γενόμενος ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους οὕτω
διασκοπήσεις· ὅπου τρεῖς ἀπέκτεινεν υἱεῖς, τὸ τρεῖς ὑποδιαιρήσεις εἰ γὰρ ἕνα ἀπέκτεινεʼ, τὸ υἱεῖς ὑποδιαιρήσεις ‘εἰ γὰρ μὴ αὐτοῦ παῖδαʼ, τὸ ἀπέκτεινεν ὑποδιαιρήσεις ‘εἰ γὰρ ἀπεκήρυξενʼ. αὐτὰ δὲ ταῦτα νοεῖται μὲν οὕτως, ἰσχύν δὲ λαμβάνει ἀπὸ τοῦ λόγου· ἐπεὶ
δύναται καὶ ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀντιθέτου σχῆμα, δύναται δὲ καὶ μετὰ τὸ πληρωθῆναι τὸ πνεῦμα ἕκαστον αὐτῶν, εἰ θέλοις, καὶ κατὰ περίοδον ἀπολαμβάνειν. καὶ δύναται ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀντιθέτου σχῆμα οὕτως οἷον εἰ γὰρ μηδὲν
προσήκοντας ἀπέκτεινας, εἰ γὰρ ἀλλοτρίους, εἰ γὰρ ὀθνείους, εἰ γὰρ ξένους, οὐχ ἂν ἠγανάκτησα καὶ τότε; οὐκ ἂν ἐδυσχέρανα; οὐκ ἂν ἀπῇτησα τιμωρίαν; νυνὶ δὲ φιλτάτους, οὕς ἐγέννησας, οὕς ἔθρεψας, ὑπὲρ ὧν ἔδει μάχεσθαι, ὑπὲρ ὧν ἔδει δεδιέναι μή τις αὐτοὺς
ἄλλος ἀποκτείνῃ, φθάσας τοῦτο ἐποίησας· ἆρα τὸ τοιοῦτον ἄγος καταδεξαίμην; οὐκ ἔστιν εἰπεῖνʼ. εἰ δὲ βούλει, καὶ συνάγεται ὡδε ‘ἄλλος μὲν οὖν τις δικαίως ἂν ὑπόσχοι τιμωnρίαν, εἰ καί τινα τῶν μὴ προσηκόντων ἀπέκτεινεν· οὐτος δὲ ἰδίους υἱεῖς τρεῖς ἀποκτείνας
ἀφεθήσεται;ʼ δύναται δὲ καὶ ἑκάστη ὑποδιαίρεσις ὁρισθεῖσα χώραν προσωποποιίας ἀναδέξασθαι. ποίκιλλε δὲ ὲ 87 88 τοῖς σχήμασιν οἷον ‘εἰ γὰρ ἕνα ἀπέκτεινας, οὐκ ἂν εἷπον καὶ τότε, ὅτι φόνος ἀσεβής σοι τετόλμηται;ʼ
οἶον προσῆλθε μάγος πατρὶ αἰτῶν θυγατέρα πρὸς γάμον, οὐχ ἔδωκεν, ἐρᾷ εἰδώλου ἡ κόρη, καὶ κρίνεται ὁ μάγος φαρμάκων. ἐνταῦθα ὑποδιαιροῦντες τὸν τοῦ εἰ. 89 δώλου ἔρωτα λέγομεν ‘ἐρᾷ εἰδώλου· εἰ γὰρ ἀνδρὸς ἤρα τινός, οὐκ ἂν ἐπὶ σὲ ἤγαγον τὴν αἰτίαν; εἰ γὰρ
σοῦ αὐτοῦ ἤρα, οὐκ ἂν ἐπήγαγον ἐπὶ σὲ τὴν αἰτίαν;ʼ ταῦτα ὑποδιαίρεσίς ἐστιν ἐκ τῶν μικροτέρων· τὸν γὰρ τοῦ εἰδώλου ἔρωτα ὑποδιαιροῦμεν ἀπὸ τῶν μικροτέρων εἰς ἄλλους. — Ἀπὸ δὲ τῶν ὁμοίων οὕτως εἰ γὰρ μὴ ἤρα, ἀλλʼ ἐνόσει νόσον ἄλλην τῷ σώματι, οὐκ ἂν
καὶ τότε σε ἔκρινα;ʼ — Καθόλου δέ, ὡς ἔφαμεν, καὶ τῶν ὁμοίων καὶ τῶν ἰδίων αἱ λεπταὶ ὑποδιαιρέσεις ἀναδέξονται τὰς προσωποποιίας ἀναγκαίας οὔσας, ἅς, εἰ θέλοις, καὶ περιόδοις καὶ παντὶ τρόπῳ ἔξεστί σοι μηκύνειν.
μείζονος οὐδὲ εἰ μύρια διδοίη τάλαντα οὐδʼ ἄν πόλεις οὐδʼ ἄν ἔθνη, ἀντὶ Δημοσθένους λήψψομαιʼ.
ἔδει σε δοῦναι τιμωρίαν;ʼ ποτὲ δὲ οὕτως ἐγὼ μὲν γὰρ καὶ ἐπʼ ἐκείνῳ σε τιμωρίαν ἀπῇτησα ἄν, καίτοι μικρὸν ἦν καὶ μετριώτερον ἦνʼ, ποτὲ δὲ οὕτως ἄλλος μὲν οὖν τις ἐμίσησεν ἂν καὶ διὰ τόδεʹ. ἔστι δὲ τούτων καλλίων ἡ μεταχείρισις, εἰ ἀναστρέφοι τις καὶ ὅλον τὸ
πρᾶγμα, οὐκ ἀπὸ τοῦ πράγματος εἰς τιμωρίαν ἕλκων, ἀλλʼ ἀναστρέφων τὴν τιμωρίαν, οἷον ‘εἰ καί τι τούτου μετριώτερον ἐποίησαςʼ, ἵνα ποτὲ μὲν ἀπὸ τοῦ 92 πράγματος ἀρχόμενοι εἰς ἀξίωσιν καταβαίνωμεν, ποτὲ δὲ ἀπὸ τῆς ἀξιώσεως ἀρχόμενοι εἰς τὸ πρᾶγμα
ἀνερχώμεθα.
ἐρεῖς ὅτι ‘εἰ ἐδάκρυες, οὐκ ἂν ἐφρόντισα; εἰ παρεκαθέζου τῷ τάφῳ, οὐκ ἂν ἐμήνιον;ʼ καίτοι καὶ τότι, εἰ δύνασαι, βίασαι ἀναιρεῖν, ὅ ἔδωκας. καὶ καθόλου πᾶσαν ὑποδιαίρεσιν ἄν πειραθείης συγχωρήσας ἀνελεῖν, εἶτα ἀνελὼν ἐπενέγκοις, πολλαπλασιάσεις τὸν λόγον
δριμέως λέγων οὕτως ‘εἰ μὲν τόδε ἐποίησας, συγγνώμης ἄξιος· ἐπεὶ δὲ τόδε, οὐκέτι· καίτοι οὐδὲ τότεʼ· οὕτω γὰρ καὶ αἱ προσωποποιίαι χώραν ἕξουσι μυρίαν. ἵνα δὲ μὴ προσκορὴς εἶναι δόξῃς διὰ τῆς προσωποποιίας πληρῶν λόγους, θαυμαστὸς φανήσῃ ῥήτωρ τὸ
γνώρισμα αὐτῆς ἀφαιρῶν καὶ χρώμενος αὐτῇ· εἰ γὰρ μὴ λέγοις εἶπον ἄνʹ, ἄλλο τι φαίνεται πρότερον ἢ ΔροσωπόΔοιία.
τινὲς δὲ οὕτως αὐτὸ ἐκάλεσαν πλαστὸν οὐχ εἰδότες, ὅτι καὶ πᾶσα ὑποδιαίρεσις πλαστή ἔστι. τὸ γὰρ μὴ γενόμενον 95 πλαττόμενον δὲ ὡς καὶ γενέσθαι δυνάμενον τῆς αὐτῆς ἂν εἴη δήπουθεν εὑρέσεως. καὶ τὸ μὲν κυρίως 96 πλαττόμενον ἐπιφερόμενον δὲ πᾶσι τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους οὕτως εὑρίσκεται καθολικῶς· εἰ μὲν ἐπʼ 97 ἀγαθῷ τινι πραχθέντι δωρεὰν αἰτεῖς καὶ πλάττεις, οὕτως
εἶτα δὲ εἰ πρὶν ἢ ποιῆσαι τὸ ἀγαθὸν ᾔτουν δωρεάν, οὐκ ἄν μοι ἔδοτε; οὐκ ἂν ἐψηφίσασθε ἐπαγγελλομένῳ ποιήσειν;ʼ καὶ ἐπὶ τούτῳ ἐρεῖς δεινὸν δὲ ἐπαγγελλομένῳ μὲν ποιήσειν ψηφίσασθαι, μὴ δοῦναι δὲ
πεποιηκότιʼ· εἰ δὲ ἐπὶ κακῷ τινι πραχθέντι πάλιν τιμωρίαν ἀπαιτεῖς καὶ πλάττεις, ὁμοίως εἰ δὲ πρὶν ἢ γενέσθαι τὸ κακὸν ἔγνωμεν, ὅτι ἔσται, οὐκ ἂν ἐφιλοτιμησάμεθα κωλῦσαι; δεινὸν δὲ μέλλον μὲν γίνεσθαι κωλύειν, γενόμενον δὲ μὴ τιμωρεῖσθαι. καὶ ἐφεξῆς
τούτῳ τῷ σχήματι τῆς ζητήσεως χρώμενος πολυτρόπως εὑρήσεις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους καταστῆσαι.
ἐπὶ τῷ πράγματι τῷ καλῶς πραχθέντι ἢ κακῶς τὸ πλαστὸν ἐπιφέροντες· οἷον οὐ δεῖ ἐχθρῷ ἐπιτάττοντι πείθεσθαιʼ, τοῦτο τὸ ἐπιχείρημά ἐστιν· ἡ ἐργασία ἐκ 98 παραδείγματος ‘οὐδὲ γὰρ οἱ πατέρες ἡμῶν ἐπείσθησαν τῷ ᾶέρξῃ γῆν αἰτοῦντι καὶ ὕδωρ, ἀλλʼ ἐξελθόντις 99 πολλὰ καὶ καλὰ ἔπραξανʼ· εἶτα πλαστὸν φέρε ‘εἰ δὲ τότε συνεβούλευέ τις δοῦναι γῆν καὶ ὕδωρ, οὐκ ἂν κατελεύσθη; ἐγὼ μὲν οἶμαιʼ. ἐπὶ δὲ τῷ κακῶς οἷον ‘οὐ
δεῖ πιστεύειν Θιλίππῳ χαριζομένῳ· ἀπατεὼν γάρ ἐστινʼ εἶτα ἐργασία ἐκ παραδείγματος οὐδὲ γὰρ τοῖς Ὀλυνθίοις συνήνεγκε πεισθεῖσιν αὐτῷ, ἀλλὰ Ποτίδαιαν λαβόντες ἅπαντα προσαπώλεσανʼ· εἶτα πλαστὸν φέρε ‘εἰ δὲ τότε, ὅτε τὴν Ποτίδαιαν ἐλάμβανον, εἶπέ τις αὐτοῖς
θεόθεν, ὅτι προσαπολοῦσι καὶ τὴν λυνθον, ἆρα ἂν ἐδέξαντο; οὐκ ἔστιν εἰπεῖνʼ.
Δημοσθένης ἐν τῷ Πρὸς Αεπτίνην· διεξελθὼν γὰρ τὰς πράξεις τοῦ Χαβρίου λέγει ἐκ τοῦ ἐναντίου πλάττων ‘ἀλλʼ εἰ μὲν μίαν ἀπώλεσε ναῦν, περὶ θανάτου ἂν ἐκινδύνευσεʼ· τοῦτο μέντοι καὶ διπλῆν ἔχει τὴν τῆς
πλάσεως θεωρίαν, ἀπὸ γὰρ τοῦ ἐναντίου γενάμεεον τῷ μικροτέρῳ συμπλέκεται ἢ ἐάν τινα κελεύῃς δοῦναι τιμωρίαν ἐπʼ ἀδικήματι· ἔνεστι γὰρ λέγειν εἰ ἅ ἔβλαψεν εὐηργέτηκε, δωρεὰς ἂν ἔλαβε· δράσας δὲ κακῶς 101 οὐ κολασθήσεται;ʼ παντὸς δὲ τοῦ λεγομένου ζήτει τὸ ἐναντίον καὶ πολλάκις εὑρήσεις τοῦτο παρʼ ὅλον τοῦ πλαστοῦ τὸν λόγον, μεμνημένος ὅτι ὡς ἐπὶ τὸ πολὺ 102 ἢ ἀθρόον τὸ πραχθὲν ὡς οὐ γενόμενον πλάττεται ἢ
τὸ ἐναντίον αὐτοῦ· οἷον ἐπὶ τυραννοκτόνου ‘εἰ δὲ πρὶν ἢ ἀποκτεῖναι ἐπηγγελλόμηνʼ, τοῦτο τοῦ ἀθρόου πλάσμα ὡς μὴ γενομένου, καὶ ἄλλο ἐκ τοῦ ἐναντίου εἰ δὲ μὴ κατώρθωσα ἀλλὰ ἐλήφθην, τί ἂν ἔπαθον;ʼ καὶ εἰ Δημοσθένην αἰτοίη Cίλιππος ἤ τι τοιοῦτον, διάπλασον
ἐκ τοῦ ἐναντίου εἰ δὲ ὑμεῖς ἐβούλεσθε λαβεῖν τι τῶν Θιλίππου, πότε ἂν συνεχώρησεν ὑμῖν;ʼ
τέχνην. ἴσθι μέντοι, ὡς τοῖς ἀρχαίοις ἐντυγχάνοντες καὶ μάλιστα τῷ καθηγεμόνι μυρία καλὰ εὑρίσκομεν· ὅσα δὲ πρὸς τὸ κατεπεῖγον τῆς ὑπαγορεύσεως ἐπιτρέχει τῇ ψυχῇ, δίδωμι.
πραγματικῆς. εὕρηται οὖν καὶ μέθοδος πρὸς ταῦτα, 103 ὥστε τῷ λύοντι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους εὐπορίαν 104 εἶναι, καὶ τοῦτο τὸ μάθημα σαφέστατα ἐκθήσομαι. ἐὰν 105 μὲν τὸ πρᾶγμα παρʼ ἡμῶν γεγονὸς καὶ ὑπὸ τῶν ἐχθρῶν εἰς τὴν ἡμετέραν βλάβην εἰσαγόμενον, οὕτως αὐτὸ λύσομεν· ζητοῦντες τῶν ἀντιθετικῶν στάσεων τὰ λυσιτελοῦντα ἡμῖν θήσομεν, ὥσπερ ποιοῦμεν καὶ ἐν τῇ ἀντιλήψει, πολλάκις δὲ θήσομεν καὶ τῶν ἄλλων
στάσεων τὰ συντελοῦντα εἰς τὴν ἡμετέραν ώφέλειαν. καὶ μεταληπτικὰ δὲ ἐἀν ἔχῃ τὸ κεφάλαιον τοῦ πλαττομένου, θήσομεν ἔσθʼ ὅτε καὶ οὕτω λύσομεν ὅτι οὐδὲν πρὸς ἡμᾶς τὸ γενόμενον. καὶ μάλιστα ἐὰν ἐκ φύσεως ὴ τι γενόμενον καὶ διὰ τοῦτο ἀξιῶμέν τι γενέσθαι, ὁ
ἐνιστάμενος ἐρεῖ ὅτι οὐ διʼ ἡμᾶς γίγνεται ἀλλὰ διὰ τὴν αὐτοῦ φύσινʹ. οἷον ῥεῖ ἀπὸ τῆς Αἴτνης ἐπὶ τὴν Κατάνην συνεχῶς τὸ πῦρ, καὶ συμβουλεύει τις αὐτοῖς μετοικίζεσθαι· τοῦτο τοίνυν λέξει ὁ φεύγειν συμβουλεύων ὅτι κινδυνεύομεν ἐπιόντος ἡμῖν τοῦ πυρὸς καὶ
ἀπαίρωμεν ἐνθένδεʼ ἀπαντήσομεν οὖν οὕτως οὐ δηʼ ἡμᾶς ῥεῖ τὸ πῦρ ἀλλὰ διὰ τὴν αὐτοῦ φύσινʼ.
Περὶ τάξειος ἑπιχειρημάτων.
τὰ μὲν αὐτῶν ἀποδεικτικὰ εἶναι πολιτικῆς ἑρμηνείας
μόνης δεόμενα, τὰ δὲ πανηγυρικά, τηρήσεις τὰ πανηγυρικὰ τελευταῖα πρὸς τὸ δοκεῖν αὔξειν προχωοροῦντα 106 τὸν λόγον ἐπὶ τὸ ἀκμαιότερον, ἵνα τὰ τῆς τέχνης κατʼ οἰκείαν τάξιν προχωοροῦντα δόξαν ἀκμῆς τῷ λέγοντι παράσχῃ ὡς ὑπὸ τῆς ἐν τῷ λέγειν θερμότητος ἐπὶ τὸ ἀκμαιότερον προαγομένῳ· ἄλλως τε δὲ καὶ ἡδίων τοῖς
ἀκούουσιν ὁ ἀπὸ τῶν ἀποδεικτικῶν ἐπὶ τὰ πανηγυρικώτερα χωρῶν, οὐχ ὁ ἀπὸ τῶν πανηγυρικῶν ἐπὶ τὰ ἀποδεικτικά.
τοῦ ἐξῆς κεφαλαίου τελευταῖον τιθέναι, ἵνα, ἐκ τῆς ἀνάγκης τοῦ ἐπιχειρήματος ἀνισταμένου τοῦ κεφαλαίου τοῦ ἐφεξῆς, ὕφος ἕν ὁ λόγος γένηται καὶ σῶμα, μὴ διασπώμενος ἐν ταῖς ὑποφοραῖς, ἀλλὰ αὐτὸς αὐτοῦ δοκῶν ἔχεσθαι καὶ ἀνίστασθαι διʼ αὐτοῦ·
ὥσπερ οὖν ἴσμεν καὶ ἐν ταῖς ἀντιλήψεσι τὸ ἀντιπαραστατικὸν μετὰ τὴν ἔνστασιν τελευταῖον τιθέμενον, ἐπειδὴ ἐγερτικόν ἐστι τοῦ ὅρου, οἷον ‘ἐξῆν ἀποκτεῖναι τὸν υἱόν’, ἡ ἔνστασις οὐκ ἐξῆν· εἰ δὲ καὶ ἐξῆν, οὐκ ἐπὶ τῷ αἴτιον γενέσθαι σε τῇ μητρὶ θανάτουʼ, ἵνα
εὐθέως ὁ ὄρος ἀπαντήσῃ, τί τὸ αἴτιόν ἐστι θανάτου γενέσθαι. εἰ γὰρ καὶ ἀντιπαράστασίς ἐστιν ἡ ἀπαντήσασα οὐκ ἐπιχείρημα, ὅμως εἰς παραδείγματος λόγον 108 109 θήκαμεν, ὅτι χρὴ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων οὕτω τιθέναι τελευταῖον τὸ τοῦ μέλλοντος κεφαλαίου προκλητικόν· ἐπεὶ καὶ ἡ ἔνστασις καὶ ἡ ἀντιπαράστασις τὸν αὐτὸν ἔχουσι λόγον, οὐκ ἀεὶ τῆς ἐνστάσεως ἢ τῆς ἀντιπαραστάσεως πρώτης τιθεμένης, ἀλλʼ ἐναλλἀξ τοῦτο
πασχούσης ἑκάστης, ὅν τρόπον φαμὲν δεῖν ἀνασκοπεῖν καὶ ἐπὶ τῶν ἐπιχειρημάτων· καὶ γὰρ τούτων ἑκάστη ἢ διὰ τὸ ἀκμαιότερον δευτέρα τεθήσεται ἢ διὰ τὴν τοῦ μέλλοντος κεφαλαίου προσδοκίαν.
Ηερὲ ὄρου.
τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα 110 111 δύναται. τέχνη δὲ θαυμασία παρʼ ἡμῖν εὕρηται πρὸς τὸ μήτε πεφύρθαι τὸν λόγον μήτε ἄπορον εἶναι διῃρημένης τῆς διανοίας, ὥσπερ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων, ἕνα ὅ τε τὸν ὅρον μελετῶν καὶ ὁ τὸν ἀνθορισμὸν ἀντιτιθεὶς
τούτῳ τὰ πρὸ τοῦ πράγματος εἰωθότα συμβαίνειν 112 λέγωσι, καὶ ὁ μὲν τὸν ὅρον κατασκευάζων οὕτω ζητῇ τόδε πρὸ τοῦ πράγματος ἔδει γενέσθαι, οὐ γέγονενʼ, ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἵνα οὕτω λέγῃ ἔδει τόδε γενέσθαι πρὸ τοῦ πράγματος, γέγονεʼ.
ταῦτα μὲν ἀπὸ τῶν πρὸ τοῦ πράγματος· οἶον μαινόμενος ἀπέκτεινε τύραννον, σωφρονήσας αἰτεῖ τὸ γέρας, ἐνίσταταί τις αὐτῷ ‘οὐ τοῦτό ἐστι τυραννοκτονίαʼ. ὅ δέ φησι τοῦτό ἔστι τυραννοκτονία· ἔδει ἀνελθεῖν εἰς τὴν ἀκρόπολιν, ἀνῆλθον· ἔδει ἀποκτεῖναι, πεφόνευκαʼ,
ταῦτα πρὸ τοῦ πράγματος. ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἐρεῖ οὕτως ἔδει βουλεύσασθαι πρῶτον τὸν μέλλοντα τυραννοκτονεῖν, σὺ μαινόμενος οὐκ ἐβουλεύσω· σωφρονούντων γὰρ ἔργον ἐστίνʼ, ὥστε τῶν ὀφειλόντων τι πρὸ τοῦ πράγματος γενέσθαι παρὰ τοῦ τυραννοκτόνου
λείπει· ‘ἔδόει εἰδέναι τὸν τυραννοκτόνον, τί ποιεῖ, σὺ δὲ οὐκ ᾐόεις᾿. ὁ δὲ συλλογισμὸς ἀπὸ τῶν ἐπισυμβαινόντων τῷ πράγματι ἐπικατασκευασθήσεται, οἷον οὐδὲν διαφέρει, εἴτε ἐμαινόμην εἴτε ἐσωφρόνουν· 113 ἂ γὰρ ὡς σωφρονοῦντος ἀποκτείναντος ἐμοῦ ἐπισυνέβη ἂν ἀγαθά, ταῦτα καὶ νῦν γέγονεν· ἔδει τὸν τύραννον ἀνῃρῆσθαι, ἀνήρηται· ἔδει ἐλευθερίαν γενέσθαι, γέγονεν· ἔδει μηδένα εἶναι ἐπὶ τῆς ἀκροπόλεως, οὐδεὶς ἔστινʼ. ὁμοίως καὶ ὁ τὴν λύσιν τοῦ συλλογισμοῦ ἔχων
ἐκ τῶν μετὰ ταῦτα συμβαινόντων, εἴ τι μὴ ἐπιγέγονε, 114 λαμβάνων ὡς ἐπιχείρημα φήσει ὅτι πολὑ διαφέρει· ἂ γὰρ ἂν ἐπισυνέβη σωφρονοῦντός σου κτείναντος, ταῦτα οὐ γέγονε νῦν μαινομένου ἀποκτείναντος· οἶον ὁ σωφρονῶν ἀποκτείνας εὐθέως τιμᾶται, σὺ δὲ μετὰ τὸν 115 φόνον ἐθεραπεύου ἰατροῖς ὑποκείμενος καὶ μάγοιςʼ
ὥστε τῇ μὲν δυνάμει τὰ αὐτὰ εἶναι κἀκεῖνα, οἷα τὰ ἐνθάδε, μόνῃ δὲ τῇ διαστάσει τῶν χρόνων διαφέρειν. ἐξ οὗ συμβαίνει μὴ διαμαρτεῖν τὰς δριμύτητας πρός τε εὐπορίαν τοῦ ἐπιχειροῦντος καὶ πρὸς διάκρισιν τῶν
τε ἄνω κεφαλαίων καὶ τῶν ἐφεξῆς, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπίπτωμεν τῷ τὰς αὐτὰς δυνάμεις ἔχειν ἑκάτερα.
Περὶ σιασκευυῆς.
τοῦ πράγματος, ὥσπερ ἐν ποιητικῇ ἡ καθʼ ἕκαστον 116 τῶν γενομένων ἀφήγησίς τε καὶ διατύπωσις, διὰ μὲν τῶν πεπραγμιένων τοῦ διασκευάζοντος ὀφείλοντος πλατῦναι τὸ πρᾶγμα μόνον, οὐ μέντοι γε οὔτε αἰτίαις οὔτε λογισμοῖς τοσοῦτον οὔτε ἄλλῳ τινὶ ἐπιχειρήματι,
ἀλλὰ μόνῳ τῷ τρόπῳ. διασκευάζεται μὲν γὰρ πάντως ἕν τι τῶν τῆς περιστάσεως, καὶ ὅ τι δἂν ἐκείνων ᾖ, 117 τῷ τρόπῳ πάντως πλατύνεται, καὶ μετὰ τοῦ τρόπου καὶ προσωποποιίαις καὶ οἶα εἰκὸς ἧν τελεῖσθαι ἐφʼ ἑκάστου τῶν πραττομένων καὶ λεχθῆναι δυναμένων
παρὰ τῶν ἐμφαινομένων προσώπων ἐν τῇ διατυπώσει. ἔξεστι δὲ τὸν διασκευάζοντα πιθανῶς τολμᾶν καὶ λέγειν, ὅσα εἰκὸς ἐπισυμβαίνειν εἴωθε τοῖς πράγμασι παράδοξα ἢ θαυμαστά, καὶ ταῦτα λαμβάνοντα ἐκ τοῦ εἰκότος· ὄ γὰρ ἂν δυνηθῇ ποτε ἐπισυμβῆναι τοιούτῳ
πράγματι, λέγειν ἔξεστιν, ὡς ἐπισυνέβη καὶ τότε, πᾶν δὲ τὸ παρὰ τὸ εἰκὸς ἢ λεχθῆναι ἢ πραχθῆναι λεγόμενον εἰς κακόζηλον ἐξάγει τὴν διασκευήν.
κατὰ τὸ μέλλον γενήσεται, ἡμῶν καὶ ταῦτα διατυπούντων. συνελόντι δὲ εἰπεῖν ἡ διασκευὴ ποιητικῆς ἔχει 119 φιλοτιμίαν· οὐδὲν γὰρ ἕτερον ἡ ποιητικὴ ἔχει πλὴν ἑκάστου τῶν γενομένων ἀφήγησίν τινα καὶ διατύπωσιν.
καὶ τῶν δύο καιρῶν ἢ καὶ τῶν τριῶν, ἔξεστι τὸν παρελθόντα ἀπολαβόντα ἐν τῇ διηγήσει ἐνδιασκεύως ἀποπληρῶσαι τὸ ἄνω μέρος, οὐ μέλλοντα ἐνοχλήσειν τοῖς κάτω μέρεσι τοῖς αὐτοῖς διὰ τὴν τῶν μελλόντων διατύπωσιν. εἰ δὲ εἴη τὸ πρᾶγμα ὀφεῖλον διασκευασθῆναι
καὶ ἄνω καὶ κάτω ἐν ταῖς διηγήσεσι, μνήμην αὐτοῦ ποιησόμεθα κατασκευάζοντες ταῖς αἰτίας, αἷς ἔφαμεν τὴν διήγησιν κατασκευάζεσθαι, τοὺς δὲ τρόπους αὐτοὺς τῇ διασκευῇ φυλάξομεν. ἐὰν δὲ παντάπασιν ἦ ἄπορον εἰς διατύπωσιν τὸ πρᾶγμα, τότε μεταχείρισίς ἐστιν
οἰκονομίας ἀρίστη τὸ μηδὲ ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους γενομένους ἀποχρήσασθαι ταῖς ὑποδιαιρέσεσιν, ἀλλʼ ἀθρόως εἰπόντες τὸ πρᾶγμα ἐκεῖ καὶ πλάσαντίς τινα πλαστὰ καὶ ἐπὶ ἀθρόῳ τῷ πράγματι ἐπειπόντες τὰς καθʼ ἕκαστον ὑποδιαιρέσεις τοῖς ἐπιοῦσιμεν
τῇ κατασκευῇ χρώμενοι ἐνταῦθα ἀντὶ τῆς διασκευῆς, καὶ τοὺς ὑπομερισμούς, οὕς ἐμέλλομεν ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ποιεῖν ὡς κατασκευάζοντες, τούτους 121 φυλάξομεν τῇ διασκευῇ ὡς διατυποῦντες, μόνῃ τῇ τῶν κώλων ἁρμονίᾳ χρώμενοι διαφερούσῃ — ἄλλα γάρ ἐστι κατασκευαζόντων κῶλα καὶ ἄλλα διασκευαζόντων — προσέτι δὲ καὶ τὰς περὶ τὴν κατασκευὴν περιόδους
ἀφαιροῦντες· ἀλλότριον γὰρ περίοδος διασκευῆς. 122 ὅθεν γίνεται καὶ ἡ τῶν προσωποποιιῶν εὐπορία· εἰ γὰρ καὶ ἀποροίη τὸ πρᾶγμα διασκευῆς ἀθρόως, ὁ ὑπομερισμὸς 123 προσωποποιίας οὐκ ἀπορεῖ. — Χρὴ δὲ εἰδέ — ναί, ὅτι καὶ πᾶς ὑπομερισμὸς τὰ αὐτὰ λέγει τῇ διασκευῇ
ἀνεμποδίστως· δεῖ γὰρ πάντως ἐκ τῆς ὑποδιαιρέσεως εἰς τὸ πρᾶγμα αὐτὸ ἐπανελθεῖν, ἀλλὰ καὶ καθʼ ἑκάστην ὑποδιαίρεσιν τοῦτο ποιεῖν ἀνεπαχθές ἐστιν ἀεί.
τοῦ παραδείγματος ἢ τοῦ μυθικοῦ ἢ τοῦ ἱστορικοῦ μεταβαίνοντα εἰς τὸ ἰδιον πρᾶγμα τὸ αὐτὸ λέγειν πολλάκις· οἷον ὡς ἐπὶ παραδείγματος τοῦτο ἐπιδεῖν τινα σαφέστερον, ἐπίπρασκεν Ἀλέξανδρος τούς Θηβαίων αἰχμαλώτους, πριάμενοι Δακεδαιμόνιοι τριακοσίους κατεσφαξαν
ἐπὶ τὸ ἐν Δεύκτροις τρόπαιον καὶ κρίνονται τῶν εἰς τοὺς Ἐλληνας ἀδικημάτων. ἐὰν γὰρ διασκευάζοντες λέγωμεν τριακοσίους ἐθύσατε ὡς ἱερεῖα ὠμῶς καὶ ἀνηλεῶς τοῖς βωμοῖς ὡς σφάγιαʼ, ταῦτα πάλιν διασκευάσομεν, καὶ ἐν ταῖς διατυπώσεσιν αὐταῖς ὡς 124 ἔφαμεν λέγοντες ὡς προσῆκον δεδακρυμένους, θρηνοῦντας, ἐστεφανωμένους, καὶ οἶα ἐποίουν περιπτυσσόμενοι ἀλλήλους καὶ οἷα ἔλεγον ἱκετεύοντες καὶ ὀδυρόμενοι· μέχρι τούτων ἡ διατύπωσις ἡ ἀπὸ τοῦ πράγματος. ἐὰν 125 δὲ ἐπεισάγειν ἐθέλῃς χωρίον ἀπὸ ἑνὸς ὀνόματος, λήῃ
πρόφασιν ἱστοριῶν, ὡς ἐνταῦθα τριακοσίους ἐθύσατε, διεφθείρατε τὸν ἀριθμὸν ὑμῶν τὸν ἐπαινούμενον τῶν τριακοσίων τῇ τούτων τελευτῇʼ· μετὰ γὰρ τὸ εἰπεῖν ὡς ἀνηλεῶς ἀπεκτείνατεʼ καὶ διασκευάσαι δύνασαι εἰπεῖν ὅτι ἀπέθανον ὑμῶν καὶ ἐν Θυραίᾳ τριακόσιοι,
ἀλλὰ πολέμου νόμῳ· ὑμεῖς δὲ ἱερείων νόμῳ τούτους κατεσφάξατεʼ καὶ πάλιν ἄλλο χωρίον ἀπέκτεινεν ὑμῶν καὶ βασιλεὺς τριακοσίους ἐν Πύλαις, ἀλλʼ οὐκ ἔθυσεν· ὑμεῖς δὲ παρεστήσασθε τριακοσίους ἱερεῖα τοῖς βωμοῖςʼ καὶ πάλιν ἐπὶ τὴν διασκευὴν χωρήσομεν, εἰ τύχοι παρά 126 δειγμα, κἂν Κλέωνος μνημονεύσῃς τὸ περὶ Πύλον καὶ
φακτηρίαν χωρίον ἐπεισάγων, κἀκεῖθεν ἐπαναδραμεῖν εἰς τὴν διασκευὴν δύνασαι πάλιν ἀνεμποδίστως.
Περὶ εὑρέσεως [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.