Β
2Περὶ καταστάσεως ἤγουν διηγήσεως.
πρᾶγμα, ἐξ οὗ συνέστηκεν ἡ ὑπόθεσις. καὶ διὰ τοῦτο 3 διήγησιν μὲν εὑρεῖν οὐ δύσκολον· φαίνεται γὰρ τοῦ πράγματος πλατυνομένου τοῖς τρόποις, οἷς ἐκθήσομαι· τὴν δὲ προκατάστασιν τῆς διηγήσεως τὴν καὶ προδιήγησιν καλουμένην ἄξιον ἐξετάσαι, πόθεν ληφθήσεται
καὶ ἀπὸ τρόπων ὁπόσων, καὶ εἰ ὁμοίως ἐν πᾶσι προβλήμασιν ἡ αὐτὴ ἢ καθʼ ἕκαστον εἶδος ζητήματος ἰδία τις εὕρεσις προκαταστάσεως γίνεται.
δὲ τῇ ὑποκειμένῃ ἀξιώσει ἢ κρίσει, κἀκεῖθεν λαμβάνειν ἄξιον, καὶ προκαταστήσαντας ὡς προσήκει τὴν προδιήγησιν οὕτως εἰς αὐτὴν χωρῆσαι τὴν ἐμφαινομιένην ἐν αὐτῷ τῷ προβλήματι διήγησιν· ἄτεχνον γὰρ καὶ ἰδιωτικὸν τὸ τῆς διηγήσεως αὐτόθεν ἄρχεσθαι,
ὅθεν καὶ τὸ πρόβλημα λέγει. ἀλλʼ ἐπεὶ τῶν προβλημάτων 4 εἴδη ποικίλα καὶ τῶν πραγμάτων αἱ ζητήσεις διάφοροι, ποικίλας καὶ τὰς εὑρέσεις παραδώσομεν, ὥστε τεθείσης ὑποθέσεως αὐτίκα εἰδέναι, ἐφʼ ὃ τρεπτέον ἐστὶν εἰς εὕρεσιν τῆς προκαταστάσεως τεχνικόν.
Περὶ μετοικιῶν καὶ τῆς ἐν τούτοις εὐρέσειως.
μετοικεῖν, οἷον Λυδοὶ μὴ ῥέοντος τοῦ Πακτωλοῦ τὸν χρυσὸν ἢ Αἰγύπτιοι μὴ ὑπερβαίνοντος τοῦ Νείλου καὶ ἄρδοντος τὴν γῆν· ἢ προσεπιγενομένου κακοῦ ἀπροσδοκήτου, οἷον σείεται Σικελία συνεχῶς
καὶ βουλεύονται μετοικεῖν, ἢ πάλιν ῥεῖ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτνης τὸ πῦρ καὶ βουλεύονται μετοικεῖν.
ἐνταῦθα οὐδενὶ τῶν ἄλλων ἐπαρθέντες ἢ τούτῳ τῷ ἀγαθῷ. μέχρι μὲν οὖν πάγιον ἦν καὶ βέβαιον, εἰκότως ἐμένομεν· καὶ γὰρ ἀπελαύομεν τῶν ἀγαθῶν· ἐπεὶ δὲ οἴχεται, μετοικισθῆναι δίκαιονʼ. εἰ δὲ κακὸν ἐπιγένηταί 6 τι, λέξομεν τὴν προκατάστασιν ὡς ῾ οἷ πρόγονοι μηδεμιᾶς
ἐλπίδος ἐμφαινομένης τοιούτου κακοῦ ἔκτισαν ἐνταυθοῖ τὴν πόλιν· εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν ἔκτισανʼ. ὁ δὲ ἀξιῶν μένειν ὁμοίως καὶ αὐτὸς ἀναβήσεται ἐπὶ τὰς κτίσεις τῶν προγόνων, ὧν πρεσβύτερον οὐδέν, λέξει δὲ ἀγαθοῦ μέν τινος λείποντος ὡς ῾ οὐ διὰτο
ἔκτισαν ἐνταυθοῖ τὴν πόλιν οἱ πρόγονοι οὐδὲ τούτῳ μόνῳ ἐπαρθέντες, ἀλλὰ καὶ ἄλλοις πολλοῖς, ὧν προσόντων οὐ δεῖ τὴν ἀπουσίαν τοῦ ἑνὸς ὁδύρεσθαιʼ. ἐὰν δὲ κακοῦ ἐπιγενομένου, λέξει ὅτι ῾ οὐχ ὡς ἀπαθῆ καὶ 7 ἀθάνατον ἔκτισαν οἱ πρόγονοι τὴν πόλιν, ἀλλʼ ὡς ὑποκειμένην καὶ αὐτὴν πάθεσιν ἀνθρωπίνοιςʼ.
ἐρεῖς οὕτω ‘δοκῶ τοι καὶ τοὺς προγόνους οὐδενὶ τῶν ἄλλων ἐπαρθέντας τὴν Αἴγυπτον οἰκῆσαι, ἐπεὶ μήτε ὀρῶν ἀσφάλεια μήτε ποταμῶν ἄλλων κάλλος ἐν Αἰγύπτῳ φαίνεται μήτε πρὸς φυτείαν ἐπιτήδειος — οὔτε γάρ εἰσιν ἐλαῖαι παρʼ ἡμῖν οὔτε ἄμπελοι —, τῇ δὲ 8 τοῦ ποταμοῦ χαίροντας φορᾷ καὶ τῇ παραδόξῳ γεωργίᾳ’.
ὁ δὲ ἀξιῶν μένειν ἐρεῖ ὡς ‘οὐ διὰ τὸν ποταμὸν μόνον οἱ πρόγονοι τὸν οἰκισμὸν ἐποιήσαντο τῆς Αἰγύπτου, ἀλλὰ πολλὰ αὐτῆς καὶ ἄλλα θαυμάσαντες, τὴν κρᾶσιν τὴν τῶν ἀέρων, τὸ τῶν πεδίων εὐήλατον, τὸ
εἰς τὰ ἄλλα τῆς γῆς εὔφορον, τὴν τῆς θαλάσσης γειτνίασιν καὶ τὴν τοῦ ποταμοῦ πρὸς τὰ ἄλλα χρείαν, καὶ οὐ διὰ τὴν ἀρδείαν μόνον, ἣν καὶ αὐτὴν ἔχειν ἔστιν ἀνθρώποις γε οὖσι καὶ παρὰ τοῦ θεοῦ· οὐ γὰρ ἔξω που τῶν ὅρων οὐρανοῦ τὰς πόλεις ὑπετίθεσανʼ. —
Καὶ πάλιν· ῥεῖ τὸ πῦρ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτνης 9 καὶ βουλεύονται μετοικεῖν· ὁ μὲν ἀξιῶν μετοικεῖν ἐρεῖ τὸν τρόπον τοῦτον ‘οὐδὲ γὰρ τοὺς προγόνους μοι δοκῶ κτίσαι τὴν Κατάνην ὑπὸ τὴν Αἴτνην φέροντας, εἰ τοιαύτας ἔσεσθαι συμφορὰς προσεδόκησαν, ἀλλὰ νομίζοντας
ἐν ὁρίοις στήσεσθαι τὸ πῦρ. μέχρι μὲν οὖν 10 ἐφύλαττε τοὺς ὅρους, καὶ ἡμεῖς ἐμένομεν· ἐπεὶ δὲ ὑπερβαίνει καὶ κατατρέχει τὴν πόλιν, μετοικιζώμεθα᾿ . ὁ δὲ ἀξιῶν μένειν οὕτως ῾ οὐδὲ γὰρ τοὺς προγόνους τοὺς κτίσαντας τὴν Κατάνην ἐνταῦθα ἔλαθε πλησίον οὖσα ἡ Αἴτνη, καὶ ὡς πυρὸς ἔχει ῥύακας, καὶ ὡς φύσις
αὕτη πυρὸς ὑπερβαίνειν τε τοὺς ὅρους, ἐν οἷς ἂν ἑστήκῃ, καὶ ῥεῖν· ἀλλʼ οὐχ ὡς ἀθάνατον οὐδʼ ὡς ἀπαθῆ κακῶν ἐσομένην καὶ ἀπείρατον πυρὸς ἔκτιζον τὴν Κατάνην· πολλοῖς γάρτοι καὶ μὴ Κατάνην οἰκοῦσιν ἠνώχλησε πῦρ τοῖς μὲν αὐτόματον, τοῖς δὲ ἐξ ἐπιβουλῆς,
τοῖς δὲ καὶ ἐξ οὐρανοῦʼ.
Περὶ νόμων εἰσφορᾶς.
τὸν νόμον, λέγοντες ὅτι τοῦτον ἐχρῆν μηδὲ γεγράφθαι 11 12 τὸν νόμον τὴν ἀρχήνʼ· οὐδὲ γὰρ ἔστι τούτου τι πρεσβύτερον οὐδὲ τῇ ἀξιώσει μᾶλλον ἁρμόδιον τοῦ φάσκειν λελύσθαι τὸν νόμον τοῦ μηδὲ τὴν ἀρχὴν οὐτὸν γεγράφθαι. κατασκευασθήσεται δὲ προχωρῶν ὁ λόγος
13 ἐκ τῶν συμβάντων ῾ οὐ γὰρ ἂν τοιῶνδε καὶ τοιῶνδε ἐπειράθημεν κακῶν· ἐπεὶ δὲ ἐτέθη καὶ ἐπάθομεν τὰ καὶ τά, λῦσαι δίκαιον᾿ . δῆλον γάρ, ὡς λύσει τις νόμον ἐν προβλήματι κακοῦ τινος ἀπαντήσαντος ἐξ αὐτοῦ
τοῦ νόμου, καὶ ὡς ἂν μηκέτι τοῦτο γίγνοιτο σκοπούντων τινῶν· οἷον Λακεδαιμόνιοι μετὰ τὰ ἐν Μα. ραθῶνι βουλεύονται λύειν τὸν τῆς πανσελήνου νόμον, οἷον ῾ ἔδει μηδὲ κεῖσθαι τοῦτον τὴν ἀρχὴν ἐν Λακεδαίμονι τὸν νόμον· οὐ γὰρ ἂν δόξης ἀπεστερήμεθα
τοιαύτης καὶ τροπαίων καὶ κατορθωμάτων καὶ τῶν συμβεβηκότων. δεῖ γάρ, ὡς ἔφην, περίστασιν ἔχειν τὰς λύσεις τῶν νόμων ἢ τὰς εἰσφοράς· αἱ γὰρ ἄνευ αἰτίας καὶ περιστάσεως εἰσφοραὶ νόμων ἢ λύσεις γυμνάσματά ἐστι μόνα, ὅθεν οὐδὲ διηγήσεις ἔχει.
μετὰ τὰ κατὰ Κύζικον εἰσφέρει νόμον μηδένα στρατηγὸν ἀπὸ στρατοπέδου ἀνακαλεῖσθαι· φήσει γὰρ ῾ τὸν νόμον τοῦτον ἐχρῆν πάλαι γεγράφθαι καὶ γεγενῆσθαι κύριον· οὐ γὰρ ἂν ἔβλαψε μὴ ἀνακαλουμένους ὑμᾶς Ἀλκιβιάδην ἐκ Σικελίας᾿ . ἢ ὡς ἐκεῖνο τὸ πρόβλημα·
τοὺς μοιχοὺς χρήματα ἐκτιννύναι, πολλοὶ μοιχεύουσι 14 15 καὶ καταβάλλουσι χρήματα, καὶ γράφει τις κτείνειν τοὺς μοιχούς· ἐνταῦθα γὰρ καὶ εἰσφορὰ νόμου καὶ λύσις ἐστί· καὶ προκατάστασις γενήσεται τῆς διηγήσεως, ὅτι μήτε ἐκεῖνον ἐχρῆν γεγράφθαι τὸν νόμον τὸν περὶ τῶν χρημάτων καὶ ὅτι τοῦτον ἐχρῆν γεγράφθαι 16 τὸν νόμον ἀρχῆθεν τὸν ἀξιοῦντα κτείνειν
τοὺς μοιχούς.
Περὶ πολέμου καὶ εἰρήνης.
μὲν γράφωμεν πολεμεῖν τισιν, εἰς τὰ πρεσβύτερα τῶν ἐγκλημάτων ἀνατρέχοντες καὶ λέγοντες ὅτι τούτοις πάλαι ἐχρῆν πολεμεῖν· ἔχθροὶ γὰρ καὶ πρὸ τούτων τῶν ἀδικημάτων ἄλλα εἰς ἡμᾶς πολλὰ εἰργασμένοιʼ, εἶτα καταβαίνοντες εἰς τὰ νῦν γεγενημένα. τὰ μὲν γὰρ
πρεσβύτερα τῶν ἀδικημάτων προκατάστασίς ἐστι τῆς διηγήσεως, ἃ δὲ νῦν διὰ τὸν πόλεμον γράφεις, ἡ διήγησις· οἷον ἔχρησεν ὁ θεὸς τῷ Κροίσῳ τοὺς ἀρίστους ἑλέσθαι τῶν Ἑλλήνων συμμάχους, εἵλετο Λακεδαιμονίους, καὶ συμβουλεύει τις Ἀθηναίοις Κύρῳ συμμαχεῖν
῾ εδει Κροίσῳ καὶ πάλαι πολεμεῖν· ἐξ οὗ γὰρ τὴν ἀρχὴν διεδέξατο παρὰ Ἀλυάττου τοῦ πατρός, καὶ τοῖς Ἕλλησιν 17 ἐπεβούλευε, καὶ τοῖς ἐν τῇ Ἀσίᾳ Δωριεῦσι καὶ Ἴωσι καὶ Αἰολεῦσι· πρὸ γὰρ τῆς Κροίσου ἀρχῆς πάντες 18 Ἕλληνες ἦσαν ἐλεύθεροιʼ, καὶ τοῦτο πλατυνόμενον προκατάστασις ἔσται καὶ προδιήγησις· εἶτα ἡ διήγησις
῾ ἐπεὶ δὲ καὶ νῦν, χρήσαντος αὐτῷ τοῦ θεοῦ τοὺς ἀρίστους τῶν Ἑλλήνων ἑλέσθαι συμμάχους, εἵλετο Λακεδαιμονίους καὶ τὴν πόλιν ἡμῶν ὕβρισε, πολεμῶμεν αὐτῷ συμμαχοῦντες Κύρῳʼ. — Καὶ πάλιν ἅρματι νικήσας Ἀλκιβιάδης Ὀλύμπια, ἐρομένων Ἠλείων ὅθεν
εἴη, ῾ τῆς ἀρίστηςʼ ἔφη ῾ πόλεωςʼ, ἐμαστίγωσαν αὐτόν, ἐπανελθὰν γράφει στρατεύεσθαι ἐπὶ τοὺς Ἠλείους· ἡ προκατάστασις τῆς διηγήσεως ῾ ἐχρῆν Ἠλείοις πάλαι
πολεμεῖν· ἐχθροὶ γὰρ ἡμῶν εἰσι καὶ βοηθοῦντες ἀεὶ Λακεδαιμονίοις καὶ Κορινθίοις, καὶ ναῦς διδόντες καὶ
χρήματα εἰς τὸν καθʼ ἡμῶν πόλεμονʼ. ὅθεν καὶ Θουκυδίδης εἴρηκεν «Ἠλείους δὲ ναῦς ᾔτησαν κενὰς καὶ χρήματα». εἶτα ἡ διήγησις ῾ ἐπεὶ δὲ καὶ νῦν ἐνίκησα τὸν ἀγῶνα καὶ ἠρώτησαν ὅθεν εἴην, ἐγὼ δὲ τὰ βέλτιστα ἀπεκρινάμην, οἳ δὲ ἐμαστίγωσάν με τὴν πόλιν
ὑβρίζοντες, στρατεύειν ἐπʼ αὐτοὺς ἄξιονʼ.
ἡμῖν συμμάχους γε ὄντας καὶ φίλους καὶ τοῖς βαρβάροις ἀεὶ μαχομένους πρότερον, ἀφʼ οὗ καὶ ἐνδοξότεροι διατελοῦμεν ὄντες πολέμουʼ, τοῦτο ἡ προκατάστασις· εἶτα ἡ διήγησις ῾ ἐπεὶ δὲ καὶ νῦν Δῆλος σείεται χαλεπαίνοντος τοῦ θεοῦ ἐπὶ ταῖς ἡμετέραις διαφοραῖς, καταλύσωμεν
τὸν πόλεμονʼ. — Ἐὰν δὲ μὴ βοηθώμεθα ἀπὸ τῆς ἱστορίας, ἡ προκατάστασις διαβολὴν ἕξει τοῦ πολέμου ὅτι ῾ οὐκ ἐχρῆν οὐδὲ τὴν ἀρχὴν τὸν πόλεμον τοῦτον ἄρασθαι καταλιπόντας εἰρήνην· χαλεπὸν γὰρ πρᾶγμα πόλεμος καὶ δύσκολονʼ καὶ ὅσα ἔχει ἐν αὐτῷ κακά, ῾ ἡ
δὲ εἰρήνη καλόνʼ καὶ ὅσα ἔχει ἐν αὑτῇ καλά· οἷον πολεμούντων τινῶν ἐξέλιπεν ὁ ἥλιος, καὶ γράφει τις λελύσθαι τὸν πόλεμον· ἐνταῦθα γὰρ ὃν ὑπεθέμην τρόπον προδιηγούμενοι κακίσομεν τὸν πόλεμον καὶ τὴν εἰρήνην ἐπαινεσόμεθα, εἶτα χωρήσομεν εἰς τὴν διήγησιν,
τὴν ἔκλειψιν διηγούμενοι τοῦ ἡλίου καὶ ὅτι διὰ τοῦτο προσήκει καταλῦσαι τὸν πόλεμον.
Περὶ ἀσεβείας ἢ φόκου.
ἐγκλήματος τὰ πρεσβύτερα ζητοῦντες ἀδικήματα 24 προδιηγησόμεθα, καὶ εἴ τι ἀσεβὲς φθάνοι ἄλλο
προειργασμένος. κἂν μὲν ἱστορίαν ἔχωμεν, ἀπʼ ἐκείνης ζητήσομεν· ἂν δὲ ἰδιωτικὸν ᾖ τὸ πρόβλημα, κατὰ παράλειψιν διασύροντες φήσομεν ῾ ἐγὼ τὸν μὲν ἄλλον βίον παραλιμπάνω λέγειν ὡς ἀσεβὴς καὶ ἐναγὴς καὶ κατὰ πάντα ἀποτρόπαιος, ὡς ἂν μὴ δοκοίην ἐνοχλεῖν ὑμᾶς
μάτην, περὶ ὧν νῦν οὐ δικάζετε, περὶ τούτων ἀκούοντας, ἀλλὰ τὸ τελευταῖον αὐτῷ τολμηθὲν ἀσέβημα διέξειμι πρὸς ὑμᾶςʼ· οἷον μυούμενός τις ἐμάνη καὶ ἀσεβείας κρίνεται· ἡ αὐτὴ γὰρ προδιήγησις ἁρμόσει τῷ προβλήματι, εἶτα καταβησόμεθα εἰς τὴν διήγησιν
῾ ἐπειδὴ γὰρ ὁ καιρὸς ἐνέστη τῶν μυστηρίων καὶ ἔδει μυεῖσθαι καθαρούς εἰσιόντας εἰς τὸ ἀνάκτορον, τηνικάδε καὶ οὗτος οὔτε καθηράμενος ἀπὸ τῶν ἀσεβημάτων οὔτε ἁγνεύσας οὕτωʼ καὶ τὰ ἑξῆς. ἐν δὲ τοῖς ἀπὸ ἱστορίας οὕτω· κρίνονται Ἀθηναῖοι ἀσεβείας ἐπὶ Ποτιδαίᾳ·
ὅτι Ἀθηναῖοι ἀρχῆθεν ἀσεβεῖς, καὶ ὅτι Λακεδαιμόνιοι διὰ τοῦτο πρὸς αὐτοὺς τὸν πόλεμον ἐξενηνόχασι, καὶ ὅτι πρῶτον μὲν τὸ Κυλώνειον ἄγος οὐκ 25 ἠθέλησαν ἐλάσαι, εἶθʼ ὅτι τὰς τριακοντούτεις σπονδὰς ἔλυσαν, εἶθʼ ὅτι πόλεις ἀσεβῶς Ἑλληνίδας τὰς μὲν ἀνέστησαν τὰς δὲ ἐξώρισαν. εἶτα καταβησόμεθα εἰς τὴν διήγησιν καὶ νῦν Ποτίδαιαν ἄποικον Κορινθίων οὖσανʼ καὶ τὰ ἑξῆς.
26
ἢ κατὰ παράλειψιν εἰσάγοντες. ποιοῦσι δὲ τὰς τοιαύτας προδιηγήσεις ἐπὶ μὲν τῶν πόλεων αἱ πράξεις, ἐπὶ δ τῶν ἀνδρῶν οἱ βίοι προχωροῦντες εἰς τὰς τῆς διηγήσεως χρείας.
Περὶ δημοσίων ἀδικημάτων.
28 καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ καὶ ὁ κατήγορος ἀπὸ πρεσβυτέρων ἀδικημάτων ἄρξεται λέγων ὅτι ῾ ἡμεῖς μὲν αὐτὸν ἐχειροτονήσαμεν στρατηγὸν πάντων προτιμήσαντες, ὃ δὲ δύσνους ὢν ἀρχῆθεν περὶ
τὴν πόλιν ἐπέδειξε τοῦτο καὶ ἐν τῇ στρατηγίᾳ· οὕτω γοῦν φαύλως ἐστρατήγησεν, ὥστε καὶ ἡττήθημεν καὶ 29 ἧτταν βαρεῖαν, ἐν τριακοσίους πολίτας αἰχμαλώτους συνέβη γενέσθαι μετὰ τὸν τῶν ἄλλων φόνονʼ· εἶτα ἐπὶ τὴν διήγησιν χωρήσομεν ῾ ἀλλʼ ἐπειδὴ ἡ τύχη παρέσχε
τοῖς πολίταις τόλμαν ῥῆξαι τὰ δεσμὰ δυνηθῆναι καὶ λαθεῖνʼ καὶ τὰ ἑξῆς.
παραλιπόντες τοὺς ἄλλους ἐμὲ στρατηγὸν ἐχειροτονήσατεʼ.
Περὶ σιηγήσεως.
31ἐξουσίαν ἔχει καὶ μέτρον τὴν βούλησιν ἢ τὴν δύναμιν τοῦ λέγοντος οἷον ῾ ἐγὼ περὶ τὴν πόλιν εὔνους οὐ τήμερον, οὐδὲ νῦν ἠρξάμην ἀγαπᾶν τὰ κοινά, ἀλλὰ τῆς πρὸς ὑμιᾶς εὐνοίας πάλαι καὶ πρόπαλαι πολλὰ ἐξενήνοχα δείγματα· καὶ ὅτι τὰ πρὸς ὠφέλειαν ὑμῖν ἀνασκοπῶ,
μυριάκις δηλῶσαί μοι δοκῶʼ· τὸ γὰρ αὐτὸ πρᾶγμα πολλάκις ἑρμηνευθὲν κόσμον ἐνεδείξατο τοῦ λόγου. τρέφει δὲ καὶ τὴν δύναμιν τοῦ ῥήτορος μάλιστα ἐν ταῖς περιγραφαῖς τοῦτο ἀσκούμενον· ἐξ ἀνάγκης γὰρ ποικίλων ὀνομάτων καὶ διαφόρων εὐποροῦμεν
ζητούντων ἡμῶν ποικίλοις καὶ πολυτρόποις ὀνόμασι μεταποιεῖν τὰ κῶλα.
οὐδὲ εἰργασάμην, ἐκεῖνο δὲ οὐ διεπραξάμηνʼ.
ποιήσαιμι, τόδε ἀπαντήσεται, καὶ προστιθέναι τὰς αἰτίας· εἰ δὲ τόδε ἐργασαίμην, τόδε ἀπαντήσεται.
πρῶτον ῾ ἡμεῖς γὰρ ἐνστάντος τοῦ πολέμου καὶ καταρραγείσης τῆς μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονεικίας ἄλλον μὲν οὐδένα τῶν πάντων στρατηγὸν ἐχειροτονήσαμεν οὐδὲ ἐπεστήσαμεν τοῖς πράγμασιν οὐδὲ τὸ στρατόπεδον ἐπιστεύσαμενʼ, εἶτα
τὸ πραχθὲν ῾ τοῦτον δὲ στρατηγεῖν ἠξιώσαμεν καὶ τὸ ἀξίωμα τῆς πόλεως ἐπιστεύσαμεν καὶ πᾶσαν τὴν δύναμιν ἔχειν καὶ τάττειν ὅπως ἐθελήσειεν ἐπετάξαμενʼ, εἶθʼ ἡ αἰτία ῾ οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος, ἀλλʼ
ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων. ὅ δὲ ταῦτα πιστευθεὶςʼ πάλιν ἐκ τῶν παραλειφθέντων οὔτε ἐστρατήγει καλῶς οὔτε ἐξηγεῖτο τῶν πραγμάτων σεμνῶςʼ· εἶθʼ ἡ αἰτία τοῦ παραλειφθέντος ῾ δύσνους γὰρ ἦν περὶ τὴν πόλιν καὶ ἄδικος πάνυ· ἀλλὰ καὶ
αἴτιος ἡμῖν ἥττης ἐγένετο. ἐπεὶ δὲ ὁ θεὸς καλῶς ποιῶν καὶ κηδόμενος τῶν τῆς πόλεως πραγμάτων καὶ ἐπανορθούμενος 37 τὰ τῆς πόλεως πταίσματα κατὰ νοῦν ἐποίησε τοῖς πολίταις ῥῆξαι τὰ δεσμὰ καὶ φυγεῖν δυνηθῆναι καὶ σωθῆναι πρὸς ἡμᾶς’, εἶτα ἀπὸ τῶν λογισμιῶν ‘ἐνταῦθα ὁ στρατηγὸς ἐλογίσατο, ὡς, εἰ μὲν ἀνοίξει τὰς πύλας, σωθῆναί τε παρασκευάσει τούς
τριακοσίους καὶ οὐδὲν ὄφελος αὐτῷ τῆς προδοσίας ἔσται καὶ τῆς ἥττης ἡμῖν ἀπαντήσει παραμυθία, εἰ δὲ μὴ ἀνοίξειεν, ὡς πληρώσει τε τὴν ἐπιθυμίαν καὶ πάντες τεθνήξονται καὶ εἰς στενὸν κομιδῇ καταστήσεται τὰ ἡμέτερα — τοῦτο, ὃ καὶ πράττειν προείλετο’. καὶ παρατηρητέον,
ὅτι καὶ τὰ πραττόμενα καὶ τὰς αἰτίας τῶν πραττομένων καὶ τὰ παραλειπόμενα καὶ τὰς αἰτίας τῶν παραλειπομένων καὶ τοὺς λογισμοὺς καὶ πάντα ἐν πολλοῖς 38 κώλοις καὶ ποικίλοις λέγειν δυνάμεθα.
διασκευάζεται τὸ πρόβλημα, οὐ διηγεῖται· αἰτία μὲν γὰρ διήγησιν, τρόπος δὲ διασκευὴν κατασκευάζει. τρόποι δὲ διηγήσεως τρεῖς, ἀπλοῦς, ἐγκατάσκευος, ἐνδιάσκευος. ὅταν μὲν οὖν ᾖ τὰ πράγματα πολλὰ καὶ ποικίλα καὶ ἱκανὰ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν δὲ
βοηθῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει· οὐ δεῖται γὰρ 39 ἰσχυρῶν λόγων τὸ αὐτομάτως ἰσχῦον πρᾶγμα. ἐὰν δὲ σύντομος καὶ πολιτικὴ ἡ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ ταῖς αἰτίαις κατασκευάζοντες αὐτήν, ἵνα γένηται ῥητορικωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν
εἰς τὴν κατασκευὴν βοηθουμένη. ἐἀν δὲ ᾖ σύντομος καὶ φαιδροτέρα, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρόπῳ μὴ φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευῶν· ἐνδιάσκευος γάρτοι διὰ τοῦτο κέκληται, ὅτι τοῖς ἀπὸ τῆς διασκευῆς μέρεσι βοηθεῖται. ἔφαμεν δὲ ῆδη φθάσαντες,
ὅτι αἰτία μὲν κατασκευάζει, τρόπος δὲ διασκευάζει.
υἱεῖς καὶ προσούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατερρήγνυον»· οὐ γὰρ εἶχε μιᾶλλον δεινῶσαι τῷ λόγῳ ἢ τὰ πράγματα λέγων αὐτὰ ὁ ῥήτωρ ψιλά, ἂ ἔπραττον ἐκεῖνοι· γυμνὰ γάρτοι λεγόμενα πλέον ἰσχὑν ἔλαβεν, ἢ εἴ τις αὐτὰ ἐκόσμει λόγοις.
καὶ θεραπεύεινx. καὶ καθάπαξ ἡ διήγησις πᾶσα διὰ τῆς θεωρίας πεπλήρωται ταύτης.
γὰρ νῦν ἐπορευόμεθα εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, τείχη σεριῇρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς».
διηγήσεων αἱ μὲν πλεῖσται πᾶσιν ὑποπίπτουσι τοῖς τρόποις, ὥστε τινὰ μὲν αὐτῶν μέρη ἀπλᾶ εἶναι, τινὰ δὲ ἐγκατάσκευα, τινὰ δὲ ἐνδιάσκευα, ὡς φαίνεται ἡ διήγησις αὕτη παρὰ τῷ Δημοσθένει, μᾶλλον δὲ αἱ πλείους· τὸ μὲν γὰρ λέγειν ὑμεῖς τοῦτον ἐχειροτονήσατε
πρεσβευτὴν οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, ἀλλʼ ὡς τῶν φυλαξόντων τοὺς ἀλλουςʼ τῆς ἐγκατασκεύου μέρος ἐστί, τὸ δὲ λέγειν ‘ὁ δὲ τῇ πρώτῃ τῶν ἐκκλησιῶν πάντα εἰπὼν κατὰ ψιλοκράτους, τῇ δʼ ὑστεραίᾳ μεταβαλόμενος δῆλός ἐστι προδιδόναιʼ ἀπλῶς
44 λέγει καὶ ἀπλῶς διηγεῖται, ἐπὶ τέλει δὲ ἐδείξαμεν ὅτι ἐνδιασκεύως τὰ περὶ Θωκέας διηγεῖται.
αὐτοῦ ἢ τῆς ἀξιώσεως ἢ τῆς αἰτίας τῆς ἀξιώσεως
συνεχῶς διαφόροις κώλοις καὶ ποικίλοις λεγομένης, ἢ καὶ τῶν δύο ἢ καὶ τῶν τριῶν πολλάκις ὁμοίως παραλαμβανομένων· οὕτω γὰρ ἡ ἀκμὴ μείζων γίνεται 45 καὶ ποικίλη μᾶλλον, ἐὰν τὸ πρᾶγμα τρισὶ κώλοις ἤ τέτρασιν εἴπωμεν, ἐπὶ τέλει δὲ καὶ τὴν ἀξίωσιν καὶ
τῆς ἀξιώσεως τὴν αἰτίαν. οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τὸν υίὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξἐθανεν ἡ μήτηρ, καὶ κρίνεται ὁ πατὴρ αἰτίας θανάτου· ‘καὶ συλλαβὼν τὸν υίὸν ἔπαιεν, ἐτίτρωσκεν, ἐφόνευεν ὁμοῦ τῇ γυναικί, ὡς ἀλλοτρίους, ὡς ἐχθρούς, ὡς ἔκ
τινος τῶν πολεμίων γεγονόταςʼ τὸ πρᾶγμα τοῦτο· εἶτα ἡ ἀξίωσις ‘τίς οὐκ ἀγανακτεῖ, τίς οὐκ ὀργίζεται, τίς οὐ χαλεπαίνει τοῖς γεγενημένοις; τίς οὐκ ἀπαιτεῖ τὴν προσήκουσαν τιμωρίανʼ, εἶτα ἡ αἰτία διʼ ὃν πεπλήρωται μιασμάτων ἡ οἰκία, διʼ ὅν ἄθεσμοι φόνοι, διʼ ὅν
ἀσεβεῖς σφαγαί, διʼ ὅν γένος ὅλον ἔρριπται πεφονευμένον, παρʼ οὗ ἥκιστά τις ἂν προσεδόκησεν;ʼ
Περὶ εὑρέσεως [Sp.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.